PG 21:153Read from the pageτὰ φαινόμενα κατ' οὐρανὸν ἄστρα, ἐπί τε ὕδωρ καὶ πῦρ, καὶ τὰ λοιπὰ μέρη τοῦ κόσμου μετῆγον.
the stars appearing in heaven, and unto water and fire, and the remaining parts of the world, they transferred.
εʹ. Ὅτι καὶ ταῦτα πάσης ὑπῆρχε μεστὰ καταγνώσεως.
5. That these things also were full of all condemnation.
ϛʹ. Ὅτι καὶ τῆς φυσικωτέρας αὐτῶν περὶ θεῶν θεωρίας εὐλόγως ἀναχωρήσαντες, τὴν μόνην καὶ ἀληθῆ θεολογίαν προετιμήσαμεν.
6. That having with good reason withdrawn also from their more physical theory concerning the gods, we preferred the only and true theology.
ζʹ. Ὁποίας οἱ νεώτεροι τῶν φιλοσόφων τοῖς περὶ θεῶν μύθοις συνέπλεξαν αἰτιολογίας.
7. What sort of causal explanations the younger philosophers wove into the myths concerning the gods.
ηʹ. Περὶ τῆς παλαιᾶς τῶν ξοάνων κατασκευῆς καὶ ἱδρύσεως, ἐκ τοῦ Πλουτάρχου.
8. Concerning the ancient fashioning and setting up of carved images, from Plutarch.
θ. Ἔτι περὶ τῆς ἀλληγορουμένης Ἑλλήνων καὶ Αἰγυπτίων θεολογίας.
9. Further concerning the allegorized theology of the Greeks and Egyptians.
ιʹ. Ἔλεγχος καὶ ἀνατροπὴ τῆς καὶ τούτων βεβιασμένης ἀποδόσεως.
10. Refutation and overthrow of the forced explanation of these also.
ιαʹ. Ἔλεγχος ἰσχυρὸς τῆς τῶν Ἑλληνικῶν δογμάτων ἐνταῦθα.
11. Strong refutation of the Greek doctrines at this point.
ιβʹ. Περὶ τοῦ κατὰ τὴν Ἐλεφαντίνην ἀγάλματος.
12. Concerning the statue at Elephantine.
ιγʹ. Περὶ τοῦ ἐν Ἡλίου πόλει θυομένου τῷ ἡλίῳ βοός.
13. Concerning the ox sacrificed to the sun in Heliopolis.
ιδʹ. Ὅτι τὰς μυθικὰς περὶ θεῶν διηγήσεις ἀπέλεγχον ἐναντία πράττοντες.
14. That they refuted the mythical narratives concerning the gods by doing the contrary.
ιεʹ. Ὅτι καὶ τὰς τῶν φιλοσόφων θεωρίας ἐβεβαίουν διὰ τῶν χρησμῶν, ἐναντίως τοῖς περὶ αὐτῶν μύθοις ἀλληγοροῦντες.
15. That they also confirmed the theories of the philosophers through the oracles, allegorizing contrarily to the myths concerning them.
ιϛʹ. Ὅτι τῶν ἀδυνάτων πέφυκε εἶναι τὰ μέρη τοῦ κόσμου ἢ τὰς θείας δυνάμεις γοητικαῖς ἀνάγκαις μεθέλκεσθαι, καὶ διὰ χρησμῶν τοῖς ἐρωτῶσι θεσπίζειν.
16. That it is by nature among things impossible that the parts of the world or the divine powers should be drawn down by magical compulsions, and prophesy through oracles to those who inquire.
ιζʹ. Ὅτι δαιμονικῆς ἐνεργείας πάντα τὰ τοιάδε τυγχάνει.
17. That all such things happen to be of daemonic working.
Τὰ μὲν παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων, καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς Ῥωμαίων ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας, τοιαῦτα ἦν, οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις παραδεχόμενα, οὐδέ γε τὰς σεμνοφανεῖς καὶ σοφιστικὰς τερθρείας. Ἡμεῖς γε μὴν ἐπείπερ ὡρμήθημεν ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐτῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς ἐπικομίζονται, συνίδωμεν, μηδὲν μὲν ἐξ ἡμῶν, πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν παρ' αὐτῶν αὖθις τὰ αὐτῶν σεμνὰ καὶ ἀπόῤῥητα καταμάθωμεν. Μυρίοις μὲν οὖν ἄλλοις τῶν φιλοσοφεῖν ἐπαγγελλομένων πολὺς περὶ τούτων εἰσῆκται πόνος, διαφόρους τὰς αὐτῶν εὑρεσιολογίας πεποιημένοις, καὶ τὸ παραστὰν καὶ δόξαν ἑκάστῳ, τοῦτ' εἶναι τὸ ἀληθὲς ἀπισχυριζομένοις· ἐμοὶ δὲ ἐξαρκεῖ τὰς ἀποδείξεις ἀπὸ τῶν μάλιστα διαφανῶν, καὶ πᾶσι τοῖς φιλοσόφοις γνωρίμων, κλέος τε οὐ μικρὸν φιλοσοφίας παρ' Ἕλλησιν ἀπενηνεγμένων παρασχεῖν. Ὧν πρῶτον λαβὼν, ἀνάγνωθι τοῦ Χαιρωνέως Πλουτάρχου τὰς περὶ τῶν προκειμένων φωνὰς, ἐν αἷς σεμνολογῶν παρατρέπει τοὺς μύθους, ἐφ' οὕς φησιν εἶναι μυστηριώδεις θεολογίας. Ἃς δὴ ἐκκαλύπτων, τὸν μὲν Διόνυσον τὴν μέθην εἶναί φησιν, οὐκέτι τὸν ὑπὸ τῆς ἱστορίας ἐν τῷ πρὸ τούτου συγγράμματι δεδηλωμένον θνητὸν ἄνδρα· τὴν δὲ Ἥραν, τὴν γαμήλιον ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν. Εἶθ', ὥσπερ ἐπιλελησμένος τῆς ἀποδόσεως, ἑτέραν ἑξῆς ἐπισυνάψας ἱστορίαν, τὴν Ἥραν οὐκέτι ὡς τὸ πρότερον, ἀλλὰ τὴν γῆν ὀνομάζει· Λήθην δὲ καὶ Νύκτα, τὴν Λητώ· καὶ πάλιν
Such, indeed, were the views that commended themselves to the best of the philosophers and to the ancient and first leaders of the Roman supremacy concerning Greek theology, in no way admitting physical accounts in the myths concerning the gods, nor yet solemn-seeming and sophistical juggleries. Yet since we for our part have set out upon the refutation of these, come, let us examine together their interpretations and theories, as to whatever solemn and god-befitting thing they bring forward, using nothing from ourselves, but making use throughout of their own words, so that from themselves again we may learn thoroughly their solemn and secret doctrines. By countless others, then, of those who profess to philosophize much labour has been brought in concerning these things, who have made their inventive explanations at variance with one another, and stubbornly maintain that what has occurred and seemed good to each, this is the truth; but for me it suffices to furnish the proofs from the most illustrious men, well known to all philosophers, and who have carried off no small renown for philosophy among the Greeks. Taking the first of these, read the words of Plutarch of Chaeronea concerning the matters before us, in which with solemn discourse he turns aside the myths towards what he says are mysterious theologies. Uncovering these indeed, he says that Dionysus is drunkenness, no longer the mortal man set forth by history in the book before this; and that Hera is the marital living together of husband and wife. Then, as though having forgotten this explanation, attaching next another story, he names Hera no longer as before, but the earth; and Leto, Forgetfulness and Night; and again
PG 21:156Read from the pageτὴν αὐτὴν τῇ Λητοῖ φησιν εἶναι τὴν Ἥραν. Εἶτ' ἐπὶ τούτοις εἰσάγεται αὐτῷ ὁ Ζεὺς τὴν αἰθέριον δύναμιν ἀλληγορούμενος. Καὶ τί με δεῖ ταῦτα προλαμβάνειν, αὐτοῦ παρὸν ἀκοῦσαι τοῦ ἀνδρὸς ὧδέ πως ἐν οἷς ἐπέγραψε περὶ τῶν ἐν Πλαταιαῖς Δαιδάλων, τὰ λανθάνοντα τοὺς πολλοὺς τῆς ἀποῤῥήτου περὶ θεῶν φυσιολογίας ἐκφαίνοντος;
he says that Hera is the same as Leto. Then upon these Zeus is brought in by him allegorized as the ethereal power. Yet why need I anticipate these things, when it is open to hear the man himself speaking somehow thus in what he entitled concerning the Daedala at Plataea, bringing to light the things of the secret physical account concerning the gods that escape the notice of the many?
Περὶ τῆς Ἑλλήνων φυσικῆς θεολογίας.
Concerning the physical theology of the Greeks.
« Ὅτι μὲν οὖν ἡ παλαιὰ φυσιολογία καὶ παρ' Ἕλλησι καὶ βαρβάροις λόγος ἦν φυσικὸς ἐγκεκαλυμμένος μύθοις, τὰ πολλὰ δι' αἰνιγμάτων καὶ ὑπονοιῶν ἐπίκρυφος καὶ μυστηριώδης θεολογία, τά τε λαλούμενα τῶν σιγωμένων σαφέστερα τοῖς πολλοῖς ἔχοντα, καὶ τὰ σιγώμενα τῶν λαλουμένων ὑποπτότερα, δῆλόν ἐστι ἐν τοῖς Ὀρφικοῖς ἔπεσι, καὶ τοῖς Αἰγυπτιακοῖς καὶ Φρυγίοις λόγοις· μάλιστα δὲ οἱ περὶ τὰς τελετὰς ὀργιασμοὶ καὶ τὰ δρώμενα συμβολικῶς ἐν ταῖς ἱερουργίαις τὴν τῶν παλαιῶν ἐμφαίνει διάνοιαν. Οἷον, μὴ μακρὰν τῶν ἐνεστηκότων λόγων βαδίζωμεν, οὐ νομίζουσιν, οὐδὲ ἀξιοῦσι κοινωνίαν εἶναι πρὸς Διόνυσον Ἥρᾳ· φυλάσσονται δὲ συμμιγνύναι τὰ ἱερὰ, καὶ τὰς Ἀθήνῃσιν ἱερείας ἀπαντώσας, φασὶν, ἀλλήλαις προαγορεύειν, μηδὲ ὅλως κιττὸν εἰς τὸ τῆς Ἥρας κομίζεσθαι τέμενος, οὐ διὰ τὰς μυθικὰς καὶ φλυαρώδεις ζηλοτυπίας, ἀλλ' ὅτι γαμήλιος μὲν ἡ θεὸς, καὶ νυμφαγωγός· ἀπρεπὲς δὲ νυμφίοις τὸ μεθύειν, καὶ γάμοις ἀναρμοστότατον, ὥς φησιν ὁ Πλάτων. Ἀκρατοποσία γὰρ, φησὶ, ταραχὴν ἐμποιεῖ καὶ ψυχαῖς καὶ σώμασιν, ὑφ' ἧς ἄπλαστα καὶ πεπλανημένα ῥιζοῦται κακῶς τὰ σπειρόμενα καὶ κυϊσκόμενα. Πάλιν οἱ θύοντες Ἥρᾳ τὴν χολὴν οὐ καθαγιάζουσιν, ἀλλὰ κατορύττουσι παρὰ τὸν βωμὸν, ὡς δέον ἄθυμον καὶ ἄχολον καὶ καθαρεύουσαν ὀργῆς καὶ πικρίας ἁπάσης τὴν γυναικὸς καὶ ἀνδρὸς εἶναι συμβίωσιν. Τοῦτο δὴ τὸ συμβολικὸν εἶδος ἐν τοῖς λόγοις καὶ τοῖς μύθοις μᾶλλόν ἐστιν. Οἷον, ἱστοροῦσι τὴν Ἥραν ἐν τῇ Εὐβοίᾳ τρεφομένην ἔτι παρθένον ὑπὸ τοῦ Διὸς κλαπῆναι, καὶ διακομισθεῖσαν ἐνταῦθα κρύπτεσθαι, Κιθαιρῶνος αὐτοῖς ἐπίσκιόν τινα μυχὸν καὶ θάλαμον αὐτοφυῆ παρασχόντος. Ἐλθούσης δὲ τῆς Μακρίδος κατὰ ζήτησιν (ἦν δὲ Ἥρας τιθήνη), καὶ βουλομένης ἐρευνᾷν, οὐκ ἐᾷν τὸν Κιθαιρῶνα πολυπραγμονεῖν, οὐδὲ τῷ χωρίῳ προσάγειν, ὡς τοῦ Διὸς ἐκεῖ τῇ Λητοῖ συναναπαυομένου καὶ συνδιατρίβοντος. Ἀπελθούσης δὲ τῆς Μακρίδος, οὕτω τότε μὲν διαλα-
"Now that ancient physical science, among both Greeks and barbarians, was a physical account veiled in myths, for the most part a hidden and mysterious theology through riddles and allegories, having the things spoken clearer to the multitude than the things kept silent, and the things kept silent more open to surmise than the things spoken, is evident in the Orphic verses and in the Egyptian and Phrygian accounts; and above all the orgiastic rites connected with initiations and the things performed symbolically in sacred services manifest the thought of the ancients. For instance, that we may not walk far from our present discussions, they do not hold or deem it right that Hera has any fellowship with Dionysus; and they guard against mingling their sacred rites, and say that the priestesses at Athens when meeting one another give warning not at all to bring ivy into the sacred precinct of Hera, not because of those mythical and foolish jealousies, but because the goddess presides over marriage and leads the bride, whereas getting drunk is unseemly for bridal couples and most ill-suited to marriages, as Plato says. For drinking neat wine, says he, produces disorder in both souls and bodies, whereby the things sown and conceived take root badly, unformed and erratic. Again, those who sacrifice to Hera do not consecrate the gall, but bury it beside the altar, on the ground that the living together of wife and husband ought to be without wrath and without gall and pure of all anger and bitterness. Now this symbolic kind is still more present in the stories and the myths. For instance, they relate that Hera, while being brought up in Euboea still a virgin, was stolen away by Zeus, and having been carried across hither was hidden, Cithaeron furnishing them a certain shady recess and a natural bridal chamber. And when Macris came in search of her (she was Hera's nurse) and wished to search it out, Cithaeron would not suffer her to pry about or to approach the place, on the plea that Zeus was resting there with Leto and passing his time with her. And when Macris had departed, thus at that time indeed remained
PG 21:157Read from the pageθεῖν τὴν Ἥραν, ὕστερον δὲ τῇ Λητοῖ χάριν ἀπομνημονεύουσαν, ὁμοβώμιον θέσθαι καὶ σύνναον· ὥστε καὶ Λητοῖ μυχίᾳ προθύεσθαι· τινὲς δὲ νυχίαν λέγουσι. Σημαίνεται δὲ ἐν ἑκατέρῳ τῶν ὀνομάτων τὸ κρύφιον καὶ διαλεληθός. Ἔνιοι δὲ τὴν Ἥραν αὐτὴν ἐκεῖ τῷ Διῒ λάθρα συνοῦσαν καὶ λανθάνουσαν, οὕτω Λητώ φασιν νυχίαν προσηγορεῦσθαι· φανερῶν δὲ τῶν γάμων γενομένων, καὶ περὶ τὸν Κιθαιρῶνα πρῶτον ἐνταῦθα καὶ τὰς Πλαταιὰς τῆς ὁμιλίας ἀνακαλυφθείσης, Ἥραν τελείαν καὶ γαμήλιον αὐτὴν προσαγορευθῆναι. Οἱ δὲ φυσικῶς μᾶλλον καὶ πρεπόντως ὑπολαμβάνοντες τὸν μῦθον, οὕτως εἰς τὸ αὐτὸ τῇ Λητοῖ συνάγουσιν τὴν Ἥραν. Γῆ μέν ἐστιν ἡ Ἥρα, καθάπερ εἴρηται· νὺξ δὲ ἡ Λητὼ, ληθώ τις οὖσα τῶν εἰς ὕπνον τρεπομένων. Νὺξ δὲ οὐδέν ἐστιν ἄλλο πλὴν σκιὰ γῆς· ὅταν γὰρ πλησιάσασα ταῖς δυσμαῖς ὑποκρύψῃ τὸν ἥλιον, ἀναπλατυνομένη μελαίνει τὸν ἀέρα· καὶ τοῦτό ἐστι τὸ ἐκλειπτικὸν ὀλίσθημα τῶν πανσελήνων, ὅταν, τῆς σελήνης περιφερομένης, ἡ σκιὰ τῆς γῆς ἐπιψαύσῃ καὶ διαθολώσῃ τὸ φέγγος. Ὅτι δὲ οὐκ ἄλλη τίς ἐστι τῆς Ἥρας ἡ Λητὼ, μάθοιτ' ἂν ἐνθένδε. Τὴν Ἄρτεμιν ἤδη που θυγατέρα Λητοῦς καλοῦμεν· ἀλλὰ καὶ Εἰλήθυιαν τὴν αὐτὴν ὀνομάζομεν· οὐκοῦν ἥ τε Ἥρα καὶ ἡ Λητὼ δύο εἰσὶ μιᾶς θεοῦ προσηγορίαι. Πάλιν ἐκ μὲν Λητοῦς ὁ Ἀπόλλων, ἐκ δὲ Ἥρας ὁ Ἄρης γέγονε· μία δέ ἐστι ἀμφοτέρων δύναμις· καὶ κέκληται Ἄρης μὲν, ὡς ἀρήγων τοῖς κατὰ βίαν καὶ μάχην συμπτώμασιν, Ἀπόλλων δὲ, ὡς ἀπαλλάττων καὶ ἀπολύων τῶν περὶ σῶμα νοσηματικῶν παθῶν τὸν ἄνθρωπον. Διὸ καὶ τῶν ἐμπυρωτάτων ἄστρων καὶ πυριφλεγεστάτων ὁ μὲν ἥλιος Ἀπόλλων κέκληται, ὁ δὲ πυροειδὴς Ἄρης ἐπωνόμασται. Καὶ οὐκ ἀπότροπόν ἐστι τὴν αὐτὴν θεὸν γαμήλιον λέγεσθαι, καὶ μητέρα Εἰληθυίας καὶ Ἡλίου νομίζεσθαι. Γάμου μὲν γὰρ τέλος, γένεσίς ἐστι· γένεσις δὲ ἡ εἰς ἥλιον καὶ φῶς ἐκ σκότους πορεία. Καὶ καλῶς ἔφη ὁ ποιητής·
concealed Hera, and afterwards, keeping Leto in grateful memory, established her as sharing the same altar and sharing the same temple, so that preliminary sacrifice is also offered to Leto of the recess (muchia); though some say of the night (nuchia). And in either of the names there is signified what is hidden and unperceived. Some, however, say that Hera herself, consorting there secretly with Zeus and remaining unseen, was thus addressed as Leto of the night; and when the marriage became manifest, and their intercourse was first uncovered here around Cithaeron and Plataea, she was addressed as Hera Perfect and Bridal. Those, however, who take the myth more physically and fittingly bring Hera together into one and the same with Leto thus. Hera is earth, just as has been said; and Leto is night, being a certain forgetfulness (letho) of those who turn to sleep. And night is nothing else save shadow of earth; for when, drawing near to the west, she hides the sun from beneath, widening upwards she darkens the air; and this is the eclipsing slip of full moons, when, as the moon revolves, the shadow of the earth touches upon and bedims its light. And that Leto is none other than Hera, you might learn hence. Artemis, as you know, we already call daughter of Leto; yet we also name the very same goddess Eileithyia; therefore both Hera and Leto are two appellations of one goddess. Again, from Leto Apollo has been born, and from Hera Ares; yet the power of both is one; and Ares has been called so as aiding (aregon) in the mishaps of violence and battle, whereas Apollo as ridding (apallatton) and releasing man from morbid affections concerning the body. Wherefore also of the most fiery and flame-blazing stars, the sun has been called Apollo, and the fiery-looking planet has been surnamed Ares. And it is not out of place that the same goddess is called Bridal, and is held to be mother of Eileithyia and of the Sun. For the end of marriage is birth; and birth is the journey out of darkness into sun and light. And well spoke the poet:
PG 21:160Read from the pageΑὐτὰρ ἐπειδὴ τόν γε μογοστόκος Εἰλήθυια
But when Eileithyia of painful childbirth him
Ἐξάγαγε πρὸς φῶσδε καὶ ἡλίου ἴδεν αὐγάς.
Brought forth towards the light, and he saw the rays of the sun.
Εὖ ὁ ποιητὴς τῇ μὲν προθέσει τὴν σύνθεσιν ἔθλιψεν, ἐμφαίνων τὸ βεβιασμένον τῆς ὠδῖνος, τέλος δὲ τῆς γενέσεως ἐποίησεν ἥλιον ἰδεῖν. Οὐκοῦν ἡ αὐτὴ θεὸς ἐποίησε καὶ γάμον συνελθεῖν, ἵνα γένεσιν παρασκευάσῃ· δεῖ δὲ ἴσως καὶ τὸν εὐηθέστερον μῦθον εἰπεῖν. Λέγεται γὰρ ὁ Ζεὺς, τῆς Ἥρας αὐτῷ διαφερομένης μηκέτι φοιτᾷν εἰς τὸ αὐτὸ βουλομένης, ἀλλὰ κρυπτούσης ἑαυτὴν, ἀμηχανῶν καὶ πλανώμενος Ἀλαλκομένει τῷ αὐτόχθονι συντυχεῖν, καὶ διδαχθῆναι ὑπὸ τούτου, ὡς ἐξαπατητέον τὴν Ἥραν, σκεψάμενον γαμεῖν ἑτέραν. Συνεργοῦντος δὲ τοῦ Ἀλαλκομένους, κρύφα τεμόντας αὐτοὺς εὐκτέανον καὶ παγκάλην δρῦν, μορφῶσαί τε αὐτὴν καὶ καταστεῖλαι νυμφικῶς, Δαιδάλην προσαγορεύσαντας. Εἶτα οὕτως ἀναμέλπεσθαι μὲν τὸν Ὑμέναιον. »
Well did the poet compress the composition by the preposition, showing the forced strain of the birth-pang, and make the end of birth to see the sun. Therefore the same goddess also made marriage come together, in order that she might prepare birth; yet perhaps we must tell the simpler myth as well. For Zeus, it is said, when Hera was at variance with him and no longer wished to resort to the same place, but was hiding herself, being at a loss and wandering about, met with Alalcomenes the earth-born, and was taught by him that he must deceive Hera by pretending to marry another. And with Alalcomenes working with him, having secretly cut down a stately and all-fair oak, they shaped it and arrayed it in bridal fashion, addressing it as Daedale. Then thus the Hymenaeus was struck up in song."
Γαμήλιος ᾠδή.
Bridal song.
« Λουτρὰ δὲ κομίζειν τὰς Τριτωνίδας νύμφας, αὐλοὺς δὲ καὶ κώμους την Βοιωτίαν παρασχεῖν. Περαινομένων δὲ τούτων, οὐκέτι τὴν Ἥραν καρτερεῖν, ἀλλὰ καταβᾶσαν ἐκ τοῦ Κιθαιρῶνος, τῶν Πλαταιίδων αὐτῇ γυναικῶν ἑπομένων, ὑπ' ὀργῆς καὶ ζηλοτυπίας θέουσαν ἐλθεῖν πρὸς τὸν Δία, καὶ τοῦ πλάσματος φανεροῦ γενομένου, διαλλαγεῖσαν μετὰ χαρᾶς καὶ γέλωτος αὐτὴν νυμφαγωγεῖν· τιμὴν δὲ τῷ ξοάνῳ προσθεῖναι, καὶ Δαίδαλα τὴν ἑορτὴν προσαγορεῦσαι· κατακαῦσαι δὲ ὅμως αὐτὸ, καίπερ ἄψυχον ὂν, ὑπὸ ζηλοτυπίας. Ὁ μὲν οὖν μῦθος τοιοῦτος· ὁ δὲ λόγος αὐτοῦ τοιόσδε. Ἥρας καὶ Διὸς διαφορὰ καὶ στάσις οὐδὲν ἄλλο πλὴν στοιχείων δυσκρασία καὶ τάραχός ἐστιν, ὅταν ἀλλήλοις μηκέτι συμμετρῆται κατὰ κόσμον, ἀλλὰ καὶ ἀνωμαλίας καὶ τραχύτητος ἐγγενομένης, δυσμαχήσαντα λύσῃ τὴν κοινωνίαν καὶ φθορὰν τῶν ὅλων ἀπεργάσηται. Ἂν μὲν οὖν ὁ Ζεὺς, τουτέστιν ἡ θερμὴ καὶ πυρώδης δύναμις, αἰτίαν παράσχῃ τῆς διαφθορᾶς, αὐχμὸς τὴν γῆν καταλαμβάνει· ἐὰν δὲ περὶ τὴν Ἥραν, τουτέστι τὴν ὑγρὰν καὶ πνευματικὴν φύσιν, ὕβρις τις ἢ πλεονασμὸς γένηται, ῥεῦμα
"And that the Tritonid nymphs brought bridal baths, and Boeotia furnished flutes and revels. As these things were being carried through, Hera could no longer endure it, but came down from Cithaeron, the women of Plataea following her, and came running through anger and jealousy to Zeus; and when the figure became manifest, having been reconciled, with joy and laughter she herself led the bride; and she paid honour to the carved image, and addressed the festival as Daedala; yet nevertheless burned it down, lifeless though it was, out of jealousy. The myth, then, is of such a sort; and the meaning of it is as follows. Variance and faction of Hera and Zeus is nothing else save ill-tempering and disorder of the elements, whenever they are no longer proportioned to one another in due order, but when unevenness also and roughness have arisen in them, struggling fiercely they dissolve their fellowship and work destruction of the whole. If, then, Zeus, that is, the hot and fiery power, furnish cause of the corruption, drought overtakes the earth; whereas if around Hera, that is, the moist and windy nature, some excess or superabundance arise, a flood
Notes, col. 160
PG 21:161Read from the pageἦλθε πολὺ, καὶ συνώμβρισε καὶ κατεκάλυσε τὰ πάντα. Τοιούτου δέ τινος γενομένου καὶ περὶ τοὺς τότε χρόνους, καὶ μάλιστα τῆς Βοιωτίας βυθισθείσης, ὡς πρῶτον ἀνέδυ τὸ πεδίον, καὶ ἡ πλημμύρα ἐλώφησεν, ὁ μὲν ἐξ εὐδίας κόσμος τοῦ περιέχοντος ὁμονοίᾳ καὶ διαλλαγῇ τῶν θεῶν ἐλέχθη. Πρῶτον δὲ ἀνέσχεν ἐκ τῶν φυτῶν τῆς γῆς ἡ δρῦς, καὶ ταύτην ἠγάπησαν οἱ ἄνθρωποι, τροφῆς βίου καὶ σωτηρίας διαμονὴν παρασχοῦσαν· οὐ γὰρ μόνον τοῖς εὐσεβέσιν, ὡς Ἡσίοδός φησιν, ἀλλὰ καὶ τοῖς ὑπολειφθεῖσι τῆς φθορᾶς,
came in great measure, and rained together and covered over all things. And when something of such a sort had happened around those times also, and Boeotia most of all had been submerged, as soon as the plain emerged and the flood abated, the order of the surrounding air resulting from fair weather was spoken of through the concord and reconciliation of the gods. And first of the plants of the earth the oak rose up, and men loved this tree, since it furnished continuance of sustenance of life and of preservation; for not only for the pious, as Hesiod says, but also for those left behind from the destruction,
Ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας. »
Its top bears acorns, and its middle bees."
Ταῦτα μὲν ὁ Πλούταρχος. Ἡμεῖς δὲ ἔγνωμεν ἐκ τῶν παρατεθεισῶν αὐτῷ φωνῶν, ὡς ἄρα καὶ ἡ θαυμαστὴ καὶ ἀπόῤῥητος φυσιολογία τῆς Ἑλληνικῆς θεολογίας θεῖον μὲν οὐδὲν, οὐδέ τι μέγα καὶ θεοπρεπὲς, καὶ τῆς ἀναστάσεως ἄξιον ἐπήγετο.
Thus far Plutarch. We, however, have learned from the words cited by him that after all even the marvellous and secret physical science of Greek theology brought in nothing divine, nor anything great and god-befitting, and worthy of elevation.
Ἀκήκοας γὰρ τὴν Ἥραν τοτὲ μὲν Γαμήλιον ἀναγορευομένην, καὶ τὴν ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν δηλοῦσαν, τοτὲ δὲ τὴν γῆν πάλιν Ἥραν ὀνομαζομένην, τοτὲ δὲ τὴν ὑγρὰν οὐσίαν· τὸν δὲ Διόνυσον εἰς τὴν μέθην μετενηνεγμένον, εἰς νύκτα δὲ τὴν Λητὼ, καὶ τὸν ἥλιον εἰς Ἀπόλλωνα, καὶ αὐτόν γε τὸν Δία εἰς τὴν θερμὴν καὶ πυρώδη δύναμιν. Οὐκοῦν πρὸς τῇ τῶν μύθων ἀπρεπείᾳ, καὶ ἡ δοκοῦσα σεμνοτέρα διήγησις καὶ φυσιολογία οὐκ ἐπί τινας οὐρανίους νοερὰς καὶ θείας δυνάμεις, οὐδ' ἐπὶ λογικὰς καὶ ἀσωμάτους ἀνῆγεν οὐσίας· κάτω δὲ πάλιν καὶ αὐτὴ εἰς μέθας καὶ γάμους καὶ ἀνθρώπεια πάθη, εἴς τε πῦρ, γῆν, καὶ ἥλιον, καὶ τὰ λοιπὰ τῆς ὕλης στοιχεῖα κατέστρεφε τὰ μέρη τοῦ κόσμου, καὶ πλέον θεοποιοῦσα οὐδέν. Τοῦτο δὲ καὶ ὁ Πλάτων οἶδεν. Ὁμολογεῖ γοῦν διαῤῥήδην ἐν τῷ Κρατύλῳ μηδὲν πλέον τῶν ὁρωμένων τοῦ κόσμου μερῶν τοὺς πρώτους τῶν περὶ τὴν Ἑλλάδα ἀνθρώπων ἐγνωκέναι· μόνους δὲ θεοὺς εἶναι τοὺς ἐν οὐρανῷ φωστῆρας, καὶ τὰ λοιπὰ τῶν φαινομένων νομίσαι. Λέγει δ' οὖν ὧδε πρὸς λέξιν· « Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, Ἥλιον καὶ Σελήνην, καὶ Γῆν, καὶ Ἄστρα, καὶ Οὐρανόν. » Ἀλλὰ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα· ἴδωμεν δὲ καὶ τὰ τούτων παλαίτατα· ἦν δὲ τὰ Αἰγύπτια. Τὴν Ἶσιν φασὶ καὶ τὸν Ὄσιριν, τὸν ἥλιον εἶναι καὶ τὴν σελήνην· καὶ Δία μὲν τὸ διὰ πάντων χωροῦν πνεῦμα· Ἥφαιστον δὲ τὸ πῦρ· τὴν δὲ γῆν, Δήμητραν ἐπονομάσαι· Ὠκεανόν τε τὸν ὑγρὸν νομίζεσθαι παρ' Αἰγυ-
For you have heard Hera at one time proclaimed as Bridal, and signifying the living together of husband and wife, and at another time again the earth named Hera, and at another time the moist substance; and Dionysus transferred into drunkenness, and Leto into night, and the sun into Apollo, and Zeus himself into the hot and fiery power. Therefore, besides the unseemliness of the myths, even the narrative and physical account that seems more solemn did not lead up to any heavenly, intellectual, and divine powers, nor to rational and incorporeal substances; but down again it too reduced the parts of the world into bouts of drunkenness and marriages and human passions, and into fire, earth, and sun, and the remaining elements of matter, deifying nothing more. And this Plato too knows. At any rate he confesses expressly in the Cratylus that the first of the men around Greece knew nothing more than the visible parts of the world, and held the luminaries in heaven and the rest of the visible phenomena alone to be gods. He speaks, then, word for word thus: "It seems to me that the first of men around Greece held those alone to be gods whom many of the barbarians hold even now: Sun and Moon, and Earth, and Stars, and Heaven." Such, then, are the Greek doctrines; let us look also at the most ancient of these, which were the Egyptian. Isis, they say, and Osiris are the sun and the moon; and Zeus, the spirit pervading all things; and Hephaestus, fire; and the earth they surnamed Demeter; and the moist is held to be Oceanus among the Egyptians
PG 21:164Read from the pageπτίοις, καὶ τὸν παρ' αὐτοῖς ποταμὸν Νεῖλον, ᾧ καὶ τ⟨…⟩ τῶν θεῶν ἀναθεῖναι γενέσεις· τὸν δὲ ἀέρα φασὶν αὐτο⟨…⟩ προσαγορεύειν Ἀθηνᾶν. Τούτους δὲ τοὺς πέντε θεοὺ⟨…⟩ τὸν Ἀέρα λέγω, καὶ τὸ Ὕδωρ, τό τε Πῦρ καὶ τ⟨…⟩ Γῆν, καὶ τὸ Πνεῦμα, πᾶσαν τὴν οἰκουμένην ἐπιπορεύεσθαι, ἄλλοτε ἄλλως εἰς μορφὰς καὶ ἰδέας ἀνθρ⟨…⟩πων τε καὶ παντοίων ζώων σχηματιζομένους· καὶ τούτων ὁμωνύμους παρ' αὐτοῖς Αἰγυπτίοις γεγονέναι θνητοὺς ἀνθρώπους, Ἥλιον, καὶ Κρόνον, καὶ Ῥέαν, ἔτι δ⟨…⟩ καὶ Δία, καὶ Ἥραν, καὶ Ἥφαιστον, καὶ Ἑστίαν ἐπονομασθέντας. Γράφει δὲ καὶ τὰ περὶ τούτων πλατύτερο⟨…⟩ μὲν ὁ Μάνεθως· ἐπιτετμημένως δὲ ὁ Διόδωρος ἐν τῇ προλεχθείσῃ αὐτοῦ γραφ⟨…⟩, ὧδέ πως ἱστορῶν κατὰ λέξιν.
Egyptians, and the river Nile among them, to which they also ascribe [the] origins of the gods; and the air they say that they call Athena. And these five gods, I mean Air, and Water, and Fire and [the] Earth, and Spirit, traverse the whole inhabited world, being fashioned at different times in different ways into the forms and shapes both of men and of all kinds of animals; and among the Egyptians themselves there have been mortal men of the same name with these, called Sun, and Cronus, and Rhea, and furthermore [also] Zeus, and Hera, and Hephaestus, and Hestia. Manetho indeed writes the matters concerning these things more broadly; while Diodorus writes concisely in his aforesaid writing, relating it word for word somewhat thus.
ΚΕΦΑΛΑΙΟΝ Γʹ.
Chapter III.
Περὶ τῆς Αἰγυπτίων ἀλληγορουμένης θεολογίας.
On the allegorized theology of the Egyptians.
« Τούτους δὲ τοὺς θεοὺς, τὸν Ἥλιον, φησὶ, καὶ τὴν Σελήνην, Ὄσιριν ὄντας κατ' Αἰγυπτίους καὶ Ἶσιν, τὸν σύμπαντα κόσμον διοικεῖν, τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις, ἀοράτῳ κινήσει τὴν περίοδον ἀπαρτιζούσαις, τῇ τε ἐαρινῇ, καὶ θερινῇ, καὶ χειμερινῇ· ταύτας δὲ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστῃ συμφωνίᾳ· φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν τῶν ἁπάντων ζωογονίαν τῶν θεῶν τούτων· τὸν μὲν, πυρώδους, καὶ πνεύματος· τὴν δὲ, ὑγροῦ καὶ ξηροῦ· κοινῇ δ' ἀμφοτέρους, Ἀέρος· καὶ διὰ τούτων πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. Διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἐξ Ἡλίου καὶ Σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη, πέντε τὰ προειρημένα, τὸ πνεῦμα, καὶ τὸ πῦρ, τὸ ξηρὸν, ἔτι δὲ τὸ ὑγρὸν, καὶ τὸ τελευταῖον τὸ ἀερῶδες· ὥσπερ ἐπ' ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας, καὶ τὰ ἄλλα μέρη καταριθμούμενα, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων. Τούτων δ' ἕκαστον θεὸν νομίσαι, καὶ προσηγορίαν ἰδίαν ἑκάστῳ θεῖναι κατὰ τὸ οἰκεῖον, τοὺς πρώτους διαλέκτῳ χρησαμένους διηρθρωμένῃ τῶν κατ' Αἴγυπτον ἀνθρώπων. Τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι, μεθερμηνευομένης τῆς λέξεως· ὃν, αἴτιον ὄντα τοῦ ψυχικοῦ τοῖς ζώοις, ἐνόμισαν ὑπάρχειν πάντων οἱονεί τινα πατέρα. Συμφωνεῖν δὲ τούτοις φασὶ καὶ τὸν ἐπιφανέστατον παρ' Ἕλλησι ποιητῶν ἐπὶ τοῦ θεοῦ τοῦτο λέγοντα·
"And these gods, the Sun," he says, "and the Moon, being Osiris and Isis according to the Egyptians, govern the entire universe, both nourishing and increasing all things by seasons of three parts, which complete their circuit by an invisible motion, the spring, the summer, and the winter; and these, though having a nature most opposite to one another, complete the year in best harmony; and these gods contribute the greatest nature towards the quickening of all things: the one, that of the fiery element and spirit; the other, that of the wet and dry; and both in common, that of Air; and through these all things are engendered and nourished. Wherefore also the whole body of the nature of the universe is completed out of Sun and Moon, while the parts of these, the five aforesaid, are the spirit, and the fire, the dry, and furthermore the wet, and last the airy element; just as in the case of a man we reckon up head and hands and feet, and the other parts, in the same way the body of the cosmos is wholly compounded out of the aforesaid things. And each of these the first of the men in Egypt who used articulated speech regarded as a god, and set a proper appellation upon each in accordance with what was fitting. Spirit, then, they addressed as Zeus, when the word is translated; whom, since he is the cause of the vital principle in living creatures, they considered to be as it were a father of all. And they say that the most illustrious of poets among the Greeks also agrees with them when he says this concerning the god:
Πατὴρ ἀνδρῶν τε θεῶν τε.
Father both of men and of gods.
Τὸ δὲ πῦρ μεθερμηνευόμενον, Ἥφαιστον ὀνομάσαι, νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσιν καὶ τελείαν αὔξησιν. Τὴν δὲ γῆν, ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας, Μητέρα προσαγορεῦσαι· καὶ τοὺς Ἕλληνας δὲ ταύτην παραπλησίως Δήμητραν καλεῖν, βραχὺ μετατεθείσης διὰ τὸν χρόνον τῆς λέξεως· τὸ γὰρ παλαιὸν ὀνομάζεσθαι τὴν γῆν μητέρα, καθάπερ καὶ τὸν Ὀρφέα προσμαρτυρεῖν λέγοντα·
And fire, when translated, they named Hephaestus, considering him to be a great god and to contribute much to all things towards generation and complete growth. And the earth, supposing her to be as it were a vessel of the things that grow, they addressed as Mother; and the Greeks too similarly call her Demeter, the word having been slightly altered through time; for of old the earth was named mother, just as Orpheus also bears witness in saying: