Migne Reading Room

PG 21 · cols. 140–149 · Read from the page

Preparation for the Gospel, Book II

Preparation for the Gospel, Book II

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:140Read from the page
Φειδίου Ζεύς.» Ταῦτα μὲν οὗτος. Σὺ δὲ τὸν λόγον ἐξ ἀρχῆς ἀναλαβὼν τῆς δεισιδαίμονος πλάνης, ἐπίσκεψαι τὴν διάπτωσιν. Φύσει μὲν οὖν καὶ αὐτοδιδάκτοις ἐννοίαις, μᾶλλον δὲ θεοδιδάκτοις, καλόν τι καὶ ὠφέλιμον τυγχάνειν, τὸ σημαῖνον τὴν τοῦ Θεοῦ προσηγορίαν τε καὶ οὐσίαν. Πάντες γὰρ ἄνθρωποι κοινοῖς λογισμοῖς προειλήφεσαν, τοῦ τῶν ὅλων Δημιουργοῦ τοῦτο πάσῃ λογικῇ καὶ νοερᾷ ψυχῇ φυσικαῖς ἐννοίαις ὑποσπείραντος· οὐ μὴν καὶ τῇ προαιρέσει τῇ κατὰ λόγον ἐκέχρηντο. Εἷς μὲν γάρ που, τάχα τις καὶ δεύτερος, ἢ καί τινες ἄλλοι κομιδῇ βραχεῖς, ὧν τὴν μνήμην τὰ Ἑβραίων περιέχει λόγια, εἰς οὐδὲν τῶν ὁρωμένων ἐφαρμόσαντες τὴν περὶ Θεοῦ ἔννοιαν· ἀδιαστρόφοις δὲ τοῖς λογισμοῖς ἐπὶ τὸν τοῦ σύμπαντος κόσμου δημιουργὸν, καὶ τὸν μέγαν τῶν ὅλων ποιητὴν, ἐκ τῶν ὁρωμένων ἀναγαγόντες, διανοίας ὄμμασι κεκαθαρμένοις μόνον αὐτὸν εἶναι Θεὸν, τὸν πάντων Σωτῆρα, καὶ μόνον ἀγαθῶν δοτῆρα συνενόησαν· οἱ δὲ λοιποὶ, παντοίᾳ ψυχῆς ἀμαυρώσει περιτραπέντες, κατὰ βυθὸν ἀσεβείας ἠνέχθησαν, ὥστε θηρῶν ἀγρίων τρόπον, τὸ καλὸν καὶ συμφέρον καὶ ἀγαθὸν μέχρις ὀμμάτων καὶ σαρκὸς ἡδονῆς στῆσαι. Ταύτῃ δὲ κατὰ τὰ προειρημένα, τοὺς τῶν νενομισμένων τοῦ σώματος καλῶν καὶ χρησίμων εὑρετὰς, ἢ καὶ δυνάστας τινὰς καὶ τυράννους, ἢ καὶ γόητας καὶ φαρμακέας ἄνδρας, τὴν φύσιν θνητοὺς καὶ ἀνθρωπίναις κεχρημένους συμφοραῖς, ὡς ἀγαθῶν χορηγοὺς, σωτῆρας καὶ θεοὺς ἀναγορεύειν, τὴν σεβάσμιον ἔννοιαν φυσικῶς αὐτοῖς ἐνυπάρχουσαν, ἐφ' οὓς ἐνόμιζον εὐεργέτας μετατεθεικότες. Τοσαύτη δ' ἄρα συνεῖχεν αὐτοὺς φρενῶν ἀποπληξία, ὡς μηδὲν τῶν πλημμελουμένων τοῖς θεολογουμένοις ὑπολογίζεσθαι, μηδ' ἐρυθριᾷν ἐπὶ τοῖς αἰσχρῶς περὶ αὐτῶν φημιζομένοις· τὰ πάντα δὲ τοὺς ἄνδρας διὰ τὰς παρ' αὐτῶν παρεχομένας ὠφελείας, ἢ καὶ διὰ τὰς τότε πρῶτον συνισταμένας δυναστείας τε καὶ τυραννίδας ἀποθαυμάζειν. Νόμων γοῦν, ὥσπερ ἔφην ἤδη πρότερον, μηδέπω τότε ἐν ἀνθρώποις πολιτευομένων, μηδ' ἐπὶ τοῖς ἁμαρτανομένοις ἁμαρτίας ἀπηωρημένης, μοιχείας καὶ ἀῤῥένων φθορὰς, ἐκθέσμους τε καὶ παρανόμους γάμους, μιαιφονίας τε καὶ πατροκτονίας, τέκνων τε καὶ ἀδελφῶν σφαγὰς, καὶ μὴν καὶ πολέμους καὶ στάσεις πεπραγμένας ὄντως τοῖς οἰκείοις προστάταις, οὓς θεοὺς ἡγοῦντό τε καὶ ἀπεκάλουν, ὥσπερ ἐν μέρει κατορθωμάτων καὶ ἀνδραγαθίας ἀπεμνημόνευον, τὴν τούτων μνήμην ὡς σεμνῶν καὶ ἀνδρείων τοῖς ὀψιγόνοις ἀπολιπόντες. Τοιαῦτα ἦν τὰ τῆς παλαιᾶς θεολογίας, ἣν μεταβαλόντες νέοι τινὲς, χθὲς καὶ πρώην ἐπιφυέντες λογικώτερόν τε φιλοσοφεῖν αὐχοῦντες, τὴν δὴ φυσικωτέραν τῆς περὶ θεῶν ἱστορίας δόξαν εἰσηγήσαντο, σεμνοτέρας εὑρεσιολογίας τοῖς μύθοις προσεπινοήσαντες, καὶ μήτε πάντη τῶν προπατόρων τὸ πλημμελὲς τῆς δυσσεβείας ἐκφυγόντες, μήτ' αὖ πάλιν τὴν αὐτόθεν προφαινομένην τῶν θεολογουμένων μοχθηρίαν ὑπομείναντες. Θεραπεῦσαι δ' οὖν ὅμως οἵδε τὸ
Pheidias's Zeus." Thus much he. Do you, however, taking up the account of superstitious error from the beginning, survey its downfall. By nature, then, and by self-taught notions—or rather, God-taught ones—that which signifies the appellation and essence of God happens to be something noble and beneficial. For all men had conceived this beforehand by common reasonings, the Creator of all having sown this by natural notions in every rational and intellectual soul; yet they did not also make use of deliberate choice in accordance with reason. For one man perhaps, and perchance some second also, or even certain others exceedingly few in number, whose memory the oracles of the Hebrews contain, attached the notion concerning God to nothing among visible things; but raising it by unperverted reasonings from visible things up to the Creator of the whole universe and the great Maker of all, they perceived with purified eyes of the understanding that He alone is God, the Saviour of all, and sole giver of good things; whereas the rest, turned aside by every sort of darkening of the soul, were swept down into an abyss of impiety, so that after the manner of wild beasts they bounded the noble and advantageous and good by the pleasure of the eyes and the flesh. And in this way, according to what has been said before, they proclaimed as suppliers of good things, saviours, and gods the discoverers of the things accounted good and useful for the body, or else certain rulers and tyrants, or even sorcerers and enchanters—men mortal by nature and subject to human calamities—having transferred the venerable notion naturally implanted within them unto those whom they supposed to be benefactors. And such stupor of mind possessed them that they took no account of any of the offences committed by those deified in their theology, nor blushed at the shameful tales bruited about concerning them, but marvelled utterly at the men because of the benefits furnished by them, or else because of the lordships and tyrannies then first being established. Accordingly, since laws, just as I already said before, were not yet in force among men at that time, nor did any blame hang over offences committed, they recounted adulteries and corruptions of males, lawless and unlawful marriages, blood-guiltiness and parricides, slaughters of children and brothers, and indeed wars and seditions actually perpetrated by their own leaders—whom they both accounted and called gods—as though on the score of noble achievements and manly valour, leaving behind the memory of these deeds to posterity as august and brave. Such were the matters of the ancient theology; altering which, certain modern men who sprang up yesterday and the day before, and boasted of philosophizing more rationally, introduced the more physical view of the history concerning the gods, devising more dignified inventions in addition for the myths, neither altogether escaping the culpable impiety of their forefathers, nor on the other hand enduring the wickedness of those deified that shows itself on the very face of it. Yet nevertheless these men, to remedy the
PG 21:141Read from the page
πατρικὸν ἁμάρτημα προθυμηθέντες, ἐπὶ φυσικὰς διηγήσεις καὶ θεωρίας τοὺς μύθους μετεσκευάσαντο, τὰ θρεπτικὰ καὶ αὐξητικὰ τῆς τῶν σωμάτων φύσεως ταῦτ' εἶναι τὰ διὰ τῶν μύθων δηλούμενα, ὡς δὴ μυστικώτερον κομπάσαντες. Ἔνθεν ἀνιόντες καὶ οἵδε τὰ στοιχεῖα τοῦ κόσμου θεοὺς ἐπεφήμισαν· οὐκ αὐτὸν μόνον ἥλιον, καὶ σελήνην, καὶ ἄστρα, προσέτι δὲ γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ, τά τε ἐκ τούτων συγκρίματά τε καὶ ἀποτελέσματα· ναὶ μὴν καὶ τοὺς ὡραίους ἀπὸ γῆς καρποὺς, καὶ τὰ λοιπὰ τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς βλαστήματα· ἃ καὶ αὐτὰ, ὡς ἂν τῆς τῶν σωμάτων ζωῆς αἴτια, Δήμητραν, καὶ Κόρην, καὶ Διόνυσον, καὶ ὅσα ἄλλα τούτοις ἐμφερῆ προσειπόντες, τεθειάκασι, βεβιασμένον, καὶ οὐκ ἀληθῆ τῶν μύθων τὸν καλλωπισμὸν εἰσηγησάμενοι. Ἀλλ' οὗτοι μὲν ὀψέ ποτε, ὡσὰν ἐπαισχυνόμενοι τὰς τῶν προγόνων θεολογίας, οἴκοθεν ἃς ἕκαστος ἐφεῦρε σεμνολογίας τοῖς περὶ θεῶν μύθοις προσεπενόησαν, κινεῖν τὰ πάτρια τολμῶντος οὐδενὸς, περὶ πολλοῦ δὲ τὴν ἀρχαιότητα εἶναι, καὶ τὴν συνήθη καὶ σύντροφον ἐκ παίδων ἀγωγὴν τιμώμενοι. Οἵ γε μὴν τούτων πρεσβύτεροι ἐν ἴσῳ τῇ τῶν ἀνδρῶν θεοποιΐᾳ καὶ τὰς τῶν ἀλόγων ζώων ἐκθεώσεις διετάξαντο, διὰ τὸ καὶ ἐξ αὐτῶν χρήσιμον κατὰ τὰς πρόσθεν ἀποδοθείσας αἰτίας· καὶ τοῖς ἀλόγοις θηρίοις τὰς ἴσας ἀφιέρωσαν θρησκείας, σπονδαῖς, καὶ θυσίαις, καὶ μυστικαῖς τελεταῖς, ὕμνοις τε καὶ ᾠδαῖς, ὁμοίως τοῖς τεθεοποιημένοις ἀνδράσι, καὶ τὰς τούτων τιμὰς ἐπάραντες· εἰς τοσοῦτον δὲ ἄρα κακῶν ἤλαυνον, ὡς δι' ὑπερβολὴν ἡδυπαθείας ἀκρατοῦς, τὰ ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τοῦ σώματος, τὰ τε ἀκόλαστα ἐν ἀνθρώποις πάθη, ταῖς ἰσοθέοις ἐκθειάσαι τιμαῖς, μηδὲν τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων. Τηρητέον γοῦν, ὡς ὅτι μάλιστα οἱ παλαίτατοι οὐδέν τι πλέον τῆς ἱστορίας εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν. Ἀλλ' ἐπείπερ ἅπαξ ὡρμήθημεν, καὶ τὰ σεμνὰ καὶ ἀπόῤῥητα τῶν γενναίων φιλοσόφων κατασκοπῆσαι, φέρε καὶ ταῦτα ἐπιθεωρήσωμεν, ὡς ἂν μὴ δοκοῖμεν ἀγνοεῖν καὶ τὰς θαυμαστὰς αὐτῶν φιλοσοφίας. Πρὶν δὲ τὴν τούτων ἔκθεσιν ποιήσασθαι, ἐμοὶ δοκεῖ προσεπισημαίνεσθαι καὶ τὴν αὐτὴν τῶν θαυμαστῶν φιλοσόφων, κἂν τούτοις πρὸς ἑαυτοὺς ἐναντιολογίαν. Οἱ μὲν γὰρ τηνάλλως διηγοῦνται, καὶ κατὰ τὸ παραστὰν ἕκαστος ἰδίως ἀποφαίνονται· οὐδὲ γὰρ ἀλλήλοις σύμφωνα φυσιολογοῦσιν· οἱ δὲ εὐγνωμονέστεροι τὸ σύμπαν ἀναιροῦσιν, καὶ τῆς οἰκείας πολιτείας οὐ μόνον τὰς ἀπρεπεῖς περὶ θεῶν διηγήσεις, ἀλλὰ καὶ τὰς τούτων ἑρμηνείας ἀπελαύνουσιν· ἔστι δ' ὅτε φόβῳ τῆς ἀπὸ τῶν νόμων τιμωρίας τοὺς μύθους ὑποκορίζονται. Ἄκουε δ' οὖν αὐτῶν Ἑλλήνων δι' ἑνὸς τοῦ πάντων ἀρίστου, τοτὲ μὲν ἐξωθοῦντος, τοτὲ δ' οὖν πάλιν εἰσποιουμένου τοὺς μύθους. Ὁ δ' οὖν θαυμάσιος αὐτῶν Πλάτων, ὅτε μὲν τὴν οἰκείαν ἀπογυμνοῖ προαίρεσιν, τολμηρότερον ἀπαγορεύει καθόλου περὶ θεῶν τοιαῦτα φρονεῖν τε καὶ λέγειν, οἷα τοῖς παλαιοῖς εἴρηται, εἴτε περιέχοιέν τι λεληθὸς ἐν
ancestral fault having been eager, refashioned the myths into physical narratives and theories, boasting as though more mystically that these things which nourish and cause growth in the nature of bodies are what are signified through the myths. Ascending thence, these men too proclaimed the elements of the universe to be gods: not the sun itself alone, and moon, and stars, and in addition earth and water, air and fire, and the compounds and effects arising from these; nay indeed, also the seasonable fruits from the earth, and the remaining shoots of dry and moist nourishment; which very things also, as being causes of the life of bodies, addressing them as Demeter, and Kore, and Dionysus, and whatever else is like these, they have deified, having introduced a forced and untrue embellishment of the myths. Yet these men late at length, as though ashamed of the theologies of their forefathers, devised out of their own heads for the myths concerning the gods such solemn explanations as each invented, since no one dared to disturb ancestral customs, holding antiquity to be of great account and honouring their customary upbringing familiar from childhood. Those, however, who were older than these ordained on a par with the deification of men the apotheoses of irrational animals also, on account of the usefulness derived from them too, according to the causes assigned beforehand; and to irrational beasts they consecrated equal religious observances—with libations, and sacrifices, and mystic rites, and hymns and songs, exalting their honours too in like manner to deified men; and to such a pitch of evils did they drive on that, through an excess of unrestrained voluptuousness, they deified with honours equal to the gods the parts of the body that draw men towards shameless deeds, and the licentious passions among men, their own theologians having declared that there was no need at all to dress these things up in solemn language. One must observe, at any rate, how very clearly the most ancient men were attested as knowing nothing more than the literal story, and cleaving to the myths alone. Yet since we have once set out to inspect also the august and secret doctrines of the noble philosophers, come, let us survey these as well, lest we appear to be ignorant of their marvellous philosophies too. Before setting forth the exposition of these, however, it seems good to me to point out in addition the selfsame contradiction of the marvellous philosophers against one another even in these matters. For some expound at random, and declare each privately according to what occurs to him, since they do not even give physical explanations in harmony with one another; while the more fair-minded abolish the whole altogether, and banish from their own commonwealth not only the unseemly narratives concerning the gods, but also the interpretations of them; though sometimes, through fear of the punishment from the laws, they speak fair words over the myths. Hear, then, the Greeks themselves through one who is best of them all, at one time thrusting out, and at another time again adopting the myths. Their marvellous Plato, then, when he lays bare his own purpose, quite boldly forbids altogether thinking and speaking such things concerning the gods as have been spoken by the ancients, whether they should contain something hidden in
Notes, col. 141

On the reading

Printed τὰ τε, for τά τε.

PG 21:144Read from the page
ὑπονοίαις δηλούμενον, εἴτε ἐκτὸς πάσης ὑπονοίας λέγοιτο· ὅτε δὲ τοὺς νόμους ὑποκορίζεται, καὶ δεῖν φησι τοῖς περὶ θεῶν μύθοις πιστεύειν, ὡς μηδὲν ἔχουσιν ἐν ὑπονοίαις ἐξ αὐτῶν δηλούμενον. Ἤδη δέ ποτε τῶν παλαιῶν μύθων τὴν οἰκείαν θεολογίαν ἀφορίσας, περί τε οὐρανοῦ, καὶ ἡλίου, καὶ σελήνης, καὶ ἄστρων, καὶ ἔτι περὶ τοῦ σύμπαντος κόσμου, καὶ τῶν τούτου μερῶν κεχωρισμένως φυσιολογήσας, ἰδίως πάλιν καὶ ἀφωρισμένως περὶ τῶν πάλαι γενεαλογηθέντων θεῶν, ὧδέ πως αὐτοῖς ῥήμασιν ἐν τῷ Τιμαίῳ διέξεισιν.
allegorical meanings signified, or whether it should be spoken apart from all allegory; whereas when he pays deference to the laws, he even says that one must believe the myths concerning the gods, as having nothing signified from them in allegorical meanings. And having now at length marked off his own theology from the ancient myths, and having discoursed physically in a separate manner concerning heaven, and sun, and moon, and stars, and further concerning the whole universe and its parts, again privately and separately concerning the gods whose genealogies were recounted of old he goes through the matter in the Timaeus in somewhat these very words:
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Ὅπως ὁ Πλάτων περὶ τῆς τῶν παλαιῶν θεολογίας ἐδόξαζεν.
What opinion Plato held concerning the theology of the ancients.
«Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν, καὶ γνῶναι τὴν γένεσιν, μεῖζον ἢ καθ' ἡμᾶς· πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δὲ τοὺς ἑαυτῶν προγόνους εἰδόσιν. Ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν, ἑπομένους τῷ νόμῳ πιστευτέον. Οὕτως οὖν κατ' ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω, Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανὸς καὶ Τηθὺς ἐγενέσθην· τούτων δὲ Φόρκυς, Κρόνος τε καὶ Ῥέα, καὶ ὅσοι μετὰ τούτων· ἐκ δὲ Κρόνου τε καὶ Ῥέας Ζεὺς, Ἥρα, καὶ πάντες ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἐκγόνους ἄλλους.» Ταῦτά φησιν ὁ Πλάτων ἑπομένοις τῷ νόμῳ πιστευτέα εἶναι, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων εἰρῆσθαι αὐτὰ ὁμολογήσας. Προσεκτέον δὲ, ὡς οὐδὲν
"Now concerning the other daemons, to tell and to know their generation is greater than accords with our power; rather one must believe those who have spoken aforetime, since they were offspring of gods, as they said, and clearly knew their own ancestors. It is impossible therefore to disbelieve children of gods, even though they speak without probable and necessary demonstrations; rather, since they profess to report family matters, following the law one must believe them. Thus then, according to them, let the generation concerning these gods stand and be told by us: of Earth and Heaven the children Oceanus and Tethys were born; and of these, Phorcys, and Cronus and Rhea, and as many as were with them; and of Cronus and Rhea, Zeus, Hera, and all whom we know who are all called their brethren, and further still other offspring of these." These things Plato says are to be believed in obedience to the law, although he confessed that they were spoken without probable and necessary demonstrations. And one must observe how nothing
PG 21:145Read from the page
ἔχειν ἀπόῤῥητον τὰς τῶν θεῶν δὴ προσηγορίας τε καὶ γενεαλογίας ἐν φυσιολογίαις δηλούμενον ἐμφαίνει. Αὖθις δ' ἐν ἑτέροις ὁ αὐτὸς, τὴν οἰκείαν ἀπογυμνῶν προαίρεσιν, πάλιν τούτοις κέχρηται τοῖς ῥήμασι· « Πρῶτον μὲν, ἦν δ' ἐγὼ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο· ὡς Οὐρανός τε εἰργάσατο, ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος, ὡς ἐτιμωρήσατο αὐτόν. Τί δαὶ δὴ τὰ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος; οὐδ' ἂν εἰ ἦν ἀληθῆ, ᾤμην δεῖν ῥᾳδίως λέγεσθαι οὕτω πρὸς ἄφρονάς τε καὶ νέους· ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι· εἰ δ' ἀνάγκη τις ἦν λέγειν, δι' ἀποῤῥήτων ἀκούειν ὡς ὀλιγίστους, θυσαμένους οὐ χοῖρον, ἀλλά τι μέγα καὶ ἀπόῤῥητον θῦμα, ὅπως ἂν ἐλαχίστοις συνέβη ἀκοῦσαι. Καὶ γὰρ, ἦδ' ὅς, οὗτοι οἱ λόγοι δὴ χαλεποί. Καὶ οὐ λεκτέοι γε, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει· οὐδὲ δοτέον νέῳ ἀκούοντι, ὡς ἀδικῶν τὰ ἔσχατά γε, οὐδ' ἂν θαυμαστὸν ποιοῖ, οὐδ' αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ· ἀλλὰ δρῴη ἂν, ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. Οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν. Οὐδέ γε, ἦν δ' ἐγὼ, τὸ παράπαν, ὡς θεοὶ θεοῖς πολεμοῦσι, καὶ ἐπιβουλεύουσι, καὶ μάχονται· οὔτε γὰρ ἀληθῆ, εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάξειν, αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι· πολλοῦ δεῖ γιγαντομαχίας μυθολογητέον αὐτοῖς, καὶ ποικίλας ἔχθρας καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν.
to hold secret, as set forth in physical accounts, the appellations indeed and genealogies of the gods, he makes plain. And again in other places the same man, laying bare his own purpose, once more uses these words: "First of all, said I, he who uttered the greatest falsehood and concerning the greatest matters told an ugly lie: how Uranus wrought the things that Hesiod says he did, and how Cronus in turn took vengeance upon him. And what indeed of the deeds of Cronus and his sufferings at the hands of his son? Not even if they were true should I have thought that they ought thus lightly to be told to thoughtless and young persons, but best of all to be passed over in silence; or if there were some necessity to tell them, that as few as possible should hear them in secret rites, after sacrificing not a pig, but some great and unutterable victim, so that it might fall to the very fewest to hear them. For indeed, said he, these tales are certainly harsh. And they must not be told, O Adeimantus, in our city; nor must it be granted to a young man hearing them that in committing the utmost wrongs he would be doing nothing marvellous, nor again in punishing in every way a father who does wrong, but would be doing what the first and greatest of the gods did. Not even to myself do they seem fitting things to tell. Nor indeed at all, said I, how gods make war on gods, and plot against them, and fight; for neither are such things true, if at least those who are to guard the city for us must deem it most shameful to fall lightly into enmity with one another: far from it should battles of giants be recounted in myth to them, and manifold enmities of every sort of both gods and heroes towards their kindred and their own household.
Ἀλλ' εἴ πως μέλλοιμεν πείσειν, ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο, οὐδ' ἔτι τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς, καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γενομένοις, καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν. Ἥρας δὲ δεσμοὺς ὑπὸ Διὸς, καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρὸς μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύνειν, καὶ θεομαχίας, ὅσας Ὅμηρος πεποίηκεν, οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτ' ἐν ὑπονοίαις πεποιημένας, οὔτ' ἄνευ ὑπονοιῶν. » Σαφῶς δὴ διὰ τούτων ὁ φιλόσοφος καὶ τοὺς τῶν παλαιῶν μύθους τοὺς περὶ θεῶν, καὶ τὰς τῶν μύθων ἐν ὑπονοίαις εἰρῆσθαι νομιζομένας φυσιολογίας παραιτητέας εἶναι διδάσκει· ὡς μηκέτ' ἀλόγως ἡμῖν καὶ τὴν ἐκ τούτων ἀναχώρησιν τὴν τοῦ Σωτῆρος ἡμῶν εὐαγγελίζεσθαι διδασκαλίαν, ὁπότε καὶ πρὸς τῶν οἰκείων ἀποβέβληται. Ὅθεν ἔπεισί μοι καὶ τοὺς παλαιοὺς τῶν Ῥωμαίων θαυμά-
But if in any way we should be going to persuade them that never at any time did one citizen hate another, nor yet is this pious, such things rather must be told straightway to children, and by old men and old women and when they grow older, and the poets must be compelled to compose stories close to these. But bondings of Hera by Zeus, and hurlings of Hephaestus by his father when about to defend his mother as she was being beaten, and battles of the gods, as many as Homer has composed, must not be admitted into the city, whether composed in allegories or without allegories." Plainly indeed through these words the philosopher teaches that both the myths of the ancients concerning the gods, and the physical accounts of the myths supposed to be spoken in allegories, are to be rejected; so that no longer without reason does the teaching of our Saviour proclaim as good news to us our withdrawal from these things also, seeing that it has been cast aside even by their own people. Whence it comes upon me to marvel also at the ancients of the Romans,
PG 21:148Read from the page
ζειν, τίνα τρόπον ἁπάσας τὰς Ἑλληνικὰς περὶ θεῶν φυσιολογίας ἀτόπους οὔσας καὶ ἀνωφελεῖς, μᾶλλον δὲ βεβιασμένας καὶ ἀσυστάτους κατανοήσαντες, αὐτοῖς μύθοις τῆς οἰκείας περιέγραψαν θεολογίας. Καὶ τοῦτο δέ σοι γνῶναι πάρεστιν ἀπὸ τῆς Διονυσίου τοῦ Ἁλικαρνασέως Ῥωμαϊκῆς ἀρχαιολογίας. Οὗτος γὰρ ἐν τῷ δευτέρῳ, τὰ κατὰ Ῥωμύλον τὸν πρῶτον κτίστην τῆς Ῥώμης ἱστορῶν, τά τε ἄλλα διέξεισιν αὐτοῦ κατορθώματα, ἅ τε καὶ τὰ περὶ τῶνδε τοῦτον γράφων τὸν τρόπον.
in what manner, having perceived that all the Greek physical accounts concerning the gods are absurd and unprofitable, or rather forced and inconsistent, they excluded them together with the myths themselves from their own theology. And this too it is open to you to learn from the Roman Antiquities of Dionysius of Halicarnassus. For he in the second book, recording the affairs of Romulus the first founder of Rome, recounts both his other right achievements, and also the matters concerning these things, writing in this manner.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Περὶ τῆς κατὰ Ῥωμαίους θεολογίας.
Concerning the theology among the Romans.
« Ἀλλ' ἔγνω, ὅτι νόμοι σπουδαῖοι, καὶ καλῶν ζῆλος ἐπιτηδευμάτων, εὐσεβῆ καὶ σώφρονα, καὶ τὰ δίκαια ἀσκοῦσαν, καὶ τὰ πολέμια ἀγαθὴν ἐξεργάζονται πόλιν· ὧν πολλὴν ἔσχε πρόνοιαν, τὴν ἀρχὴν ποιησάμενος ἀπὸ τῶν περὶ τὰ θεῖα καὶ δαιμόνια σεβασμῶν. Ἱερὰ μὲν οὖν, καὶ τεμένη, καὶ βωμοὺς, καὶ ξοάνων ἱδρύσεις, μορφάς τε αὐτῶν, καὶ σύμβολα, καὶ δυνάμεις, καὶ δωρεὰς, αἷς τὸ γένος ἡμῶν εὐηργέτησαν, ἑορτάς τε, ὁποίας τινὰς ἑκάστῳ θεῶν ἢ δαιμόνων ἄγεσθαι προσήκει, καὶ θυσίας, αἷς χαίρουσι γεραιρόμενοι πρὸς ἀνθρώπων· ἐκεχειρίας τε αὖ καὶ πανηγύρεις, καὶ πόνων ἀναπαύλας, καὶ πάντα τὰ τοιαῦτα ὁμοίως κατεστήσαντο τῶν κρατίστων παρὰ τοῖς Ἕλλησι νομίμων· τοὺς δὲ παραδεδομένους περὶ αὐτῶν μύθους, ἐν οἷς βλασφημίαι τινές εἰσι περὶ αὐτῶν ἢ κατηγορίαι, πονηροὺς καὶ ἀνωφελεῖς, καὶ ἀσχήμονας ὑπολαβὼν εἶναι, καὶ οὐχ ὅτι τῶν θεῶν, ἀλλ' οὐδ' ἀνθρώπων ἀγαθῶν ἀξίους, ἅπαντας ἐξέβαλε, καὶ παρεσκεύασε τοὺς ἀνθρώπους τὰ κάλλιστα περὶ θεῶν λέγειν τε καὶ φρονεῖν, μηδὲν αὐτοῖς προσανάψας ἀνάξιον ἐπιτήδευμα τῆς μακαρίας φύσεως· οὔτε γὰρ Οὐρανὸς ἐκτεμνόμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων παρὰ Ῥωμαίοις λέγεται, οὔτε ὁ Κρόνος ἀφανίζων τὰς ἑαυτοῦ γονὰς φόβῳ τῆς ἐξ αὐτῶν ἐπιθέσεως, οὔτε Ζεὺς καταλύων τὴν Κρόνου δυναστείαν,
"But he knew that sound laws and zeal for noble pursuits render a city pious and temperate, and practising what is just, and valiant in warfare; of which things he took great forethought, making his beginning from the reverences paid to divine and daemonic powers. Temples, therefore, and sacred precincts, and altars, and the setting up of carved images, and their forms, and symbols, and powers, and the gifts wherewith they benefited our race, and festivals, of whatever sort it is fitting should be celebrated for each of the gods or daemons, and sacrifices, wherewith they rejoice in being honoured by men; and truces in turn and general assemblies, and rests from labours, and all such things they established in like manner to the best of the customs among the Greeks; whereas the myths handed down concerning them, in which there are certain blasphemies concerning them or accusations, supposing them to be wicked and unprofitable and unseemly, and worthy not only not of the gods, but not even of good men, he cast them all out, and prepared men both to speak and to think the noblest things concerning the gods, attaching to them no pursuit unworthy of their blessed nature; for neither is Uranus spoken of among the Romans as castrated by his own children, nor Cronus as making away with his own offspring through fear of an attack from them, nor Zeus as overthrowing the sovereignty of Cronus,
PG 21:149Read from the page
καὶ κατακλείων ἐν τῷ δεσμωτηρίῳ τοῦ ταρτάρου τὸν ἑαυτοῦ πατέρα· οὐδέ γε πόλεμοι, καὶ τραύματα, καὶ δεσμὰ, καὶ θητεῖαι θεῶν παρὰ ἀνθρώποις. Ἑορτὴ δὲ οὐδεμία παρ' αὐτοῖς μελανείμων ἢ πένθιμος τελεῖται, κοπετοὺς ἔχουσα καὶ θρήνους γυναικῶν ἐπὶ θεοῖς ἀφανιζομένοις· ἅπερ Ἕλλησιν ἐπιτελοῦνται περί τε Περσεφόνης ἁρπαγὴν, καὶ περὶ Διονύσου πάθη, καὶ ὅσα ἄλλα τοιαῦτα. Οὐδ' ἂν ἴδοι τις παρ' αὐτοῖς, καίτοι διεφθαρμένων τῶν ἐθῶν ἤδη, οὐ θεοφορήσεις, οὐ κορυβαντιασμοὺς, οὐ Βακχίας καὶ τελετὰς ἀποῤῥήτους, οὐ διαπαννυχιασμοὺς ἐν ἱεροῖς θεῶν, ἀνδρῶν σὺν γυναιξὶν, οὐκ ἄλλο τῶν παραπλησίων τούτοις τερατευμάτων οὐδέν· ἀλλ' εὐλαβῶς ἅπαντα πραττόμενα καὶ λεγόμενα τὰ περὶ θεοὺς, ὡς οὔτε παρ' Ἕλλησιν οὔτε παρὰ βαρβάροις. Καὶ ὃ πάντων μάλιστα ἔγωγε τεθαύμακα, καίπερ μυρίων ὅσων εἰς τὴν πόλιν ἐπεληλυθότων ἐθνῶν, οἷς πολλὴ ἀνάγκη σέβειν τοὺς πατρίους θεοὺς τοῖς οἴκοθεν νομίμοις, οὐδενὸς εἰς ζῆλον ἐλήλυθε τῶν ξενικῶν ἐπιτηδευμάτων ἡ πόλις δημοσίᾳ, ὃ πολλοῖς ἤδη συνέβη παθεῖν· ἀλλὰ καὶ εἴ τινα κατὰ χρησμοὺς ἐπεισῆκται ἱερὰ, τοῖς αὐτόθι αὐτὰ νομίμως μεθήρμοσεν, ἅπασαν ἐκβαλοῦσα τερθρείαν μυθικήν· ὥσπερ τὰ τῆς Ἱερᾶς θεᾶς ἱερά. Θυσίας μὲν γὰρ αὐτῇ καὶ ἀγῶνας ἄγουσιν ἀνὰ πᾶν ἔτος οἱ στρατηγοὶ κατὰ τοὺς Ῥωμαίων νόμους· ἱερᾶται δ' αὐτῆς ἀνὴρ Φρὺξ καὶ γυνὴ Φρυγία, καὶ περιάγουσιν ἀνὰ τὴν πόλιν οὗτοι μηναγυρτοῦντες, ὥσπερ αὐτοῖς ἔθος, τύπους τε περικείμενοι τοῖς στήθεσι, καὶ καταυλούμενοι πρὸς τῶν ἑπομένων τὰ Μητρῷα μέλη, καὶ τύμπανα κροτοῦντες. Ῥωμαίων δὲ τῶν αὐθιγενῶν, οὔτε μηναγυρτῶν τις, οὔτε καταυλούμενος πορεύεται διὰ τῆς πόλεως, ποικίλην ἐνδεδυμένος στολὴν, οὔτε ὀργιάζων τὴν θεὸν, οὐδὲ τοῖς Φρυγίοις ὀργιασμοῖς, κατὰ νόμον ἢ ψήφισμα βουλῆς. Οὕτως εὐλαβῶς ἡ πόλις ἔχει πρὸς τὰ οὐκ ἐπιχώρια ἔθη περὶ θεῶν, καὶ πάντα ὀττεύεται μῦθον, ᾧ μηδέν ἐστιν εὐπρεπές. Καὶ μηδεὶς ὑπολάβοι με ἀγνοεῖν, ὅτι τῶν Ἑλληνικῶν μύθων εἰσί τινες χρήσιμοι ἀνθρώποις· οἱ μὲν, ἐπιδεικνύμενοι τὰ τῆς φύσεως ἔργα διὰ λύπην· οἱ δὲ, παραμυθίας ἕνεκα συγκείμενοι τῶν ἀνθρωπίνων συμφορῶν· οἱ δὲ, ταραχὰς ἐξαιρούμενοι ψυχῆς καὶ δείγματα, καὶ δόξας καθαιροῦντες οὐχ ὑγιεῖς· οἱ δὲ, ἄλλης τινὸς ἕνεκα συμπλασθέντες ὠφελείας. Ἀλλὰ καίπερ ἐπιστάμενος ταῦτα οὐδενὸς χεῖρον, ὅμως εὐλαβῶς διάκει-
and shutting up his own father in the prison of Tartarus; nor indeed wars, and wounds, and bondings, and servitudes of gods among men. And no black-robed or mournful festival is celebrated among them, involving beatings of the breast and lamentations of women over gods who vanish away, such as are performed among the Greeks concerning the carrying off of Persephone and the sufferings of Dionysus, and whatever other things are of that sort. Nor would one see among them, even though manners are now corrupted, any divine possessions, any Corybantic frenzies, any Bacchic revels and secret initiations, any all-night vigils in temples of the gods of men together with women, or any other at all of the prodigies akin to these; but all things concerning the gods are both done and spoken with reverence, as neither among Greeks nor among barbarians. And what most of all I for my part have marvelled at, although countless nations have come into the city, for whom there is great necessity to worship their ancestral gods with their rites from home, the city has publicly come into emulation of none of those foreign practices, a thing which has before now befallen many; nay, even if any sacred rites have been brought in besides according to oracles, she has lawfully adapted them to those established there, casting out all mythical jugglery, just like the sacred rites of the Sacred Goddess. For sacrifices indeed and games in her honour the praetors hold every year according to the laws of the Romans; yet a Phrygian man and a Phrygian woman serve as her priests, and these go round throughout the city begging monthly alms, just as is the custom for them, wearing figures around their breasts, and piped to by those who follow with the songs of the Mother, and beating tambourines. But of native-born Romans, none goes through the city either begging monthly alms or piped to by flutes, clad in a varicoloured robe, or celebrating orgies to the goddess with the Phrygian orgiastic rites either, according to law or decree of the senate. So cautiously is the city disposed towards customs concerning the gods that are not native, and she shuns as an ill omen every myth in which there is nothing seemly. And let no one suppose me ignorant that of the Greek myths there are some useful to men: some setting forth the works of nature through grief; others composed for the sake of consolation in human misfortunes; others removing disturbances of soul and portents, and purging away unsound opinions; and others moulded together for the sake of some other benefit. Yet although knowing these things worse than no one, nevertheless I stand cautiously