PG 21:152Read from the pageμαι πρὸς αὐτοὺς, καὶ τὴν Ῥωμαίων μᾶλλον ἀποδέχομαι θεολογίαν· ἐνθυμούμενος, ὅτι τὰ μὲν ἐκ τῶν Ἑλληνικῶν μύθων ἀγαθὰ, μικρά τέ ἐστι καὶ οὐ πολλοὺς δυνάμενα ὠφελεῖν, ἀλλὰ μόνον τοὺς ἐξητακότας, ὧν ἕνεκα γίνεται· σπάνιοι δ' εἰσὶν οἱ μετειληφότες ταύτης τῆς φιλοσοφίας· ὁ δὲ πολὺς καὶ ἀφιλοσόφητος ὄχλος ἐπὶ τὰ χείρω λαμβάνειν φιλεῖ τοὺς περὶ αὐτῶν λόγους· καὶ πάσχει θάτερον, ἢ καταφρονεῖν τῶν θεῶν, ὡς ἐν πολλῇ κακοδαιμονίᾳ κυλινδουμένων, ἢ τῶν αἰσχίστων τε καὶ παρανομωτάτων οὐδενὸς ἀπέχεται, θεοῖς ὁρῶν αὐτὰ προσκείμενα.
disposed towards them, and accept rather the theology of the Romans; reflecting that the good things from the Greek myths are small and unable to benefit many, but only those who have investigated for what purpose they are made, and rare are those who have partaken of this philosophy; whereas the great and unphilosophical multitude is wont to take the accounts concerning them for the worse, and suffers one of two things: either to despise the gods as wallowing in great wretchedness, or abstains from none of the most shameful and most lawless deeds, seeing them attached to the gods.
Ἀλλὰ περῖ μὲν τούτων, τοῖς αὐτὸ μόνον τὸ θεωρητικὸν τῆς φιλοσοφίας μέρος ἀσκοῦσιν, ἀφείσθω σκοπεῖν· τῆς δὲ ὑπὸ Ῥωμύλου κατασταθείσης πολιτείας καὶ τάδε ἡγησάμην ἱστορίας ἄξια. »
But concerning these things, let it be left to those who practise strictly the contemplative part alone of philosophy to inquire; whereas of the polity established by Romulus I deemed these things also worthy of record."
Τὰ μὲν δὴ παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων, καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς Ῥωμαίων ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας, τοιαῦτα ἦν, οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις παραδεχόμενα, οὐδέ γε τὰς σεμνοφανεῖς καὶ σοφιστικὰς τερθρείας. Ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθημεν ἐπὶ καὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐτῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς ἐπικομίζονται, κατίδωμεν· μηδὲν μὲν ἐξ ἡμῶν, πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν παρ' αὐτῶν αὖθις τὰ αὐτῶν οἰκεῖα καταμάθωμεν.
Such, then, were the views that commended themselves to the best of the philosophers and to the ancient and first leaders of the Roman supremacy concerning Greek theology, in no way admitting physical accounts in the myths concerning the gods, nor yet solemn-seeming and sophistical juggleries. Yet since we for our part have once set out upon the refutation of these also, come, let us survey their interpretations and theories, as to whatever solemn and god-befitting thing they bring forward, using nothing from ourselves, but making use throughout of their own words, so that from themselves again we may learn thoroughly what is their own.
ΤΑΔΕ ΠΕΡΙΕΧΕΙ ΤΟ ΤΡΙΤΟΝ ΒΙΒΛΙΟΝ.
The Third Book contains the following.
αʹ. Περὶ τῆς Ἑλλήνων φυσικῆς θεολογίας.
1. Concerning the physical theology of the Greeks.
βʹ. Γαμήλιος ᾠδή.
2. Bridal song.
γʹ. Περὶ τῆς Αἰγυπτίων ἀλληγορουμένης θεολογίας.
3. Concerning the allegorized theology of the Egyptians.
δʹ. Ἔτι περὶ τῶν αὐτῶν, καὶ ὅτι τὴν πᾶσαν ἀναφορὰν τῆς τροπικῆς αὐτῶν θεωρίας ἐπὶ μόνα
4. Further concerning the same, and that the whole reference of their figurative theory unto only
Notes, col. 152