Migne Reading Room

PG 21 · cols. 104–113 · Read from the page

Preparation for the Gospel, Book II

Preparation for the Gospel, Book II

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:104Read from the page
θος, κἂν οἶνος, ἢ σῖτος, ἤ τι τῶν πρὸς τὸν βέον ἀναγκαίων τύχῃ κείμενον ἐν τῷ οἴκῳ, οὐκ ἔτι χρησασθαι αὐτοῖς ὑπομείνειαν. Τρέφουσι δὲ τὸν Ἄπιν ἐν Μέμφει, καὶ τὸν Μνεῦιν ἐν Ἡλίου πόλει· καὶ τὸν τράγον ἐν Μένδῃ, καὶ τὸν κροκόδειλον ἐν τῇ Μύριδος λίμνῃ, καὶ τὰ λοιπὰ θηρία ἐν ἱεροῖς περιβόλοις, σεμίδαλιν προσφέροντες, ἢ χόνδρον ἔψοντες ἐν γάλακτι, καὶ πέμματα παντοδαπὰ μέλιτι φύροντες, καὶ κρέα χήνεια, τὰ μὲν ἔψοντες, τὰ δὲ ὀπτῶντες. Τοῖς δὲ ὠμοφάγοις πολλὰ τῶν ὀρνέων παραβάλλουσι, καὶ θηλείας ἑκάστῳ τῶν ζώων τὰς εὐειδεστάτας συντρέφουσιν, ἃς παλλακίδας προσαγορεύουσιν. Ὅταν δὲ ὁ Ἄπις τελευτήσας ταφῇ μεγαλοπρεπῶς, ζητοῦσιν ἕτερον ὅμοιον· ὅταν δὲ εὑρεθῇ, τὰ μὲν πλήθη τοῦ δέους ἀπολύονται καὶ τοῦ πένθους· ἄγεται δὲ ὁ μόσχος πρῶτον εἰς Νείλου πόλιν. Καὶ τότε μόνον αἱ γυναῖκες αὐτὸν ὁρῶσι κατὰ πρόσωπον ἱστάμεναι, καὶ δεικνύουσιν ἀνασυράμεναι τὰ ἑαυτῶν γεννητικὰ μόρια. Τὸν δὲ ἕτερον χρόνον ἅπαντα, κεκωλυμένον ἐστὶν εἰς ὄψιν αὐτὰς ἔρχεσθαι τούτῳ τῷ θεῷ. Φασὶ δὲ τὴν τοῦ Ὀσίριδος ψυχὴν εἰς τοῦτον μετὰ τὴν τελευτὴν μεταστῆναι. Τοιαύτη καὶ ἡ Αἰγυπτίων ἀσχήμων ἀθεότης μᾶλλον ἢ θεολογία, πρὸς ἣν καὶ τὸ ἐνίστασθαι αἰσχρόν. Ἧς καὶ εἰκότως καταπτύσαντες ἀνεχωρήσαμεν, λύτρωσιν καὶ ἐλευθερίαν τῶν τοσούτων κακῶν οὐδετέρως εὑράμενοι, ἢ διὰ μόνης τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, τῆς τὰς διανοίας τυφλοῖς τὴν ἀνάβλεψιν εὐαγγελισαμένης. Τούτων δὲ αὐτῶν τὰς σεμνοτέρας δὴ θεωρίας τε καὶ φυσιολογίας, μικρὸν ὕστερον ἐπισκεψόμεθα, ἐπὰν καὶ τὰ Ἑλληνικὰ διαλάβωμεν. Οὕτω δῆτα ἀναμὶξ Αἰγυπτιακῆς ὁμοῦ καὶ Φοινικικῆς συνδραμούσης μυθολογίας, κεκράτηκεν εἰκότως παρὰ τοῖς πλείστοις τῶν ἐθνῶν ἡ τῆς παλαιᾶς πλάνης δεισιδαιμονία. Ἀλλὰ γὰρ λεκτέον καὶ τὰ Ἑλλήνων. Τὰ μὲν δὴ σεμνὰ τῆς Αἰγυπτίων μυθολογίας, τὸν προτεθέντα περιείληφε τρόπον, τὰ δὲ Ἑλληνικὰ, ὅτι τούτων αὐτῶν ἀποσπάσματα καὶ παρακούσματα τυγχάνει, προείρηται μὲν πολλάκις, καὶ διὰ τῆς τῶν προτεθέντων συγγραφέων διαγνώσεως. Οὐ μὴν ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Ἑλληνικῆς θεολογίας γένοιτ' ἂν ἔκδηλον, ἐπαγομένων ἐν ταῖς οἰκείαις περὶ θεῶν ἀναγραφαῖς οἴκοθεν μὲν οὐδὲν, ταῖς δὲ τῶν ἔξωθεν περιπιπτόντων μυθολογίαις. Ξοάνοις τε γὰρ τοῖς παραπλησίοις, καὶ μυστηρίοις τοῖς αὐτοῖς ἀποδείκνυνται συγχρώμενοι, ὡς ἔνεστι μαθεῖν ἐκ τῆς περὶ τούτων ἱστορίας, ἣν ὁ τὰς βιβλιοθήκας ἐπὶ ταὐτὸν ὁμοῦ συναγαγὼν, οὗ καὶ πρόσθεν ἐμνημόνευσα κατὰ τὸ τρίτον καὶ τέταρτον τῆς δηλωθείσης αὐτοῦ πραγματείας ἱστορεῖ, τὴν τῆς ἱστορίας ἀρχὴν ἀπὸ τῶν τοῦ Κάδμου χρόνων πεποιημένος. Τὸν δὲ Κάδμον, μετὰ Μωϋσέα γενέσθαι αἱ ἀκριβεῖς τῶν χρονογραφιῶν παριστῶσι διαδοχαὶ, ὡς κατὰ καιρὸν ἐπιδείξομεν, ὥστε καὶ τῶν Ἑλληνικῶν θεῶν ἀποδείκνυσθαι τὸν Μωϋσέα προτερεῖν· εἰ δὴ πρὸ Κάδμου μὲν οὗτος, οἱ δὲ θεοὶ νεώτεροι τῆς Κάδμου γεγονότες ἡλικίας ἀναφαίνονται. Ἄκουε δ' οὖν τῶν τοῦ συγγραφέως φωνῶν.
mourning, and even if wine, or wheat, or any of the necessities towards life happens to be lying in the house, they would no longer endure to make use of them. And they rear Apis in Memphis, and Mnevis in Heliopolis; and the he-goat in Mendes, and the crocodile in Lake Myris, and the remaining wild beasts in sacred enclosures, offering fine wheaten flour, or boiling groats in milk, and kneading cakes of every sort with honey, and goose flesh, boiling some and roasting some. And to those that eat raw flesh they throw many of the birds, and with each of the animals they rear together the most comely females, which they call concubines. And whenever Apis dies and is buried magnificently, they seek another like him; and when he is found, the multitudes are released from fear and mourning, and the calf is led first to Nilopolis. And then alone do the women behold him standing face to face, and pulling up their garments show their own generative parts. But for all the rest of the time, it is forbidden for them to come into the sight of this god. And they say that the soul of Osiris passed into this one after his death. Such also is the unseemly atheism rather than theology of the Egyptians, even to oppose which is shameful. Having rightly spat upon it, we withdrew from it, having found redemption and freedom from evils so great in neither way save through the saving and evangelical teaching alone, which proclaimed recovery of sight to those blind in understanding. Now the more solemn speculations and physical explanations of these very things we shall examine a little later, once we have also treated Greek matters. Thus indeed, with Egyptian and Phoenician mythology running together pell-mell at once, the superstition of the ancient error has naturally prevailed among most of the nations. Yet we must speak also of the matters of the Greeks. Now the solemnities of the mythology of the Egyptians have been comprised in the manner set forth, while as for Greek matters, that they happen to be fragments and misunderstandings of these very things has been stated beforehand many times, also through the examination of the authors set forth. Nay more, out of Greek theology itself as well it would become manifest, since in their own records concerning the gods they adduce nothing from home, save by way of the mythologies of outsiders that chanced in their path. For they are shown making joint use of similar carved images and of the same mysteries, as it is possible to learn from the history concerning these things which he who gathered the libraries together into one and the same work, whom I also mentioned previously, relates in the third and fourth books of his treatise indicated, having made the beginning of his history from the times of Cadmus. And that Cadmus lived after Moses the exact successions of the chronographies establish, as we shall demonstrate in due season, so that Moses is shown to precede the Greek gods as well; if indeed this man lived before Cadmus, while the gods plainly appear to have been born later than the age of Cadmus. Hear, therefore, the words of the author.
Notes, col. 104

On the reading

Printed βέον, for βίον.

Printed χρησασθαι, for χρήσασθαι.

Printed ἔψοντες, for ἕψοντες.

Printed ἔψοντες, for ἕψοντες.

PG 21:105Read from the page
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter II.
Επιτομὴ τῶν παρ' Ἕλλησι περὶ τε θεῶν, καὶ τῶν παρ' αὐτοῖς ἡρώων μυθευομένων.
Epitome of the myths told among the Greeks concerning both the gods and the heroes among them.
Κάδμον, τὸν Ἀγήνορος, φασὶν ἐκ Φοινίκης ὑπὸ τοῦ βασιλέως ἀποσταλῆναι πρὸς ἀναζήτησιν τῆς Εὐρώπης, ἣν ὑπὸ Διὸς ἁρπαγῆναι. Μὴ εὑρόντα δὲ, εἰς Βοιωτίαν ἐλθεῖν κτίσαι τε τὰς αὐτόθι Θήβας, γήμαντα δὲ Ἁρμονίαν τὴν Ἀφροδίτης, γεννῆσαι ἐξ αὐτῆς Σεμέλην καὶ τὰς ταύτης ἀδελφάς. Τῇ δὲ Σεμέλῃ τὸν Δία μιγέντα παρακληθῆναι τὰς ἐπιπλοκὰς ὁμοίας αὐτῇ ποιήσασθαι ταῖς πρὸς τὴν Ἥραν. Ἐπελθόντος δὲ αὐτοῦ θεοπρεπῶς μετὰ βροντῶν καὶ ἀστραπῶν, οὐκ ἐνεγκεῖν τὴν Σεμέλην ἐγκύμονα οὖσαν ἐκτρῶσαι τὸ βρέφος, ὑπὸ δὲ τοῦ πυρὸς αὐτὴν τελευτῆσαι. Τὸν δὲ Δία λαβόντα τὸ παιδίον, παραδοῦναι τῷ Ἑρμῇ· ἐκπέμψαι τε εἰς τὸ ἐν τῇ Νύση ἄντρον, κείμενον μεταξὺ Φοινίκης τε καὶ Νείλου. Οὕτω δὲ τραφέντα τὸν Διόνυσον ὑπὸ τῶν Νυμφῶν, εὑρετὴν τοῦ οἴνου γενέσθαι, καὶ τὴν φυτείαν διδάξαι τῆς ἀμπέλου τοὺς ἀνθρώπους. Εὑρεῖν δὲ καὶ τὸ ἐκ τῆς κριθῆς κατασκευαζόμενον πόμα, τὸ καλούμενον ζύθον· περιφέρειν δὲ στρατόπεδον, οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, καὶ τοὺς ἀδίκους καὶ ἀσεβεῖς τῶν ἀνθρώπων κολάζειν, στρατεῦσαι δὲ εἰς τὴν Ἰνδικὴν τριετεῖ χρόνῳ. Ἐντεῦθεν τοὺς Ἕλληνας καταδεῖξαι τριετηρικὰς θυσίας Διονύσῳ, καὶ τὸν θεὸν νομίζειν κατὰ τὸν χρόνον τοῦτον ποιεῖσθαι τὰς παρὰ τοῖς ἀνθρώποις ἐπιφανείας· σέβειν τε αὐτὸν πάντας ἀνθρώπους, διὰ
Cadmus, the son of Agenor, they say, was sent forth from Phoenicia by the king in search of Europa, who had been carried off by Zeus. And not finding her, he came into Boeotia and founded the Thebes that is there, and having married Harmonia the daughter of Aphrodite, he begat of her Semele and her sisters. And Zeus, having mingled with Semele, was entreated to make his embraces with her like those with Hera. And when he came in godlike fashion with thunders and lightnings, Semele, being with child, did not endure it and miscarried of the babe, and herself died by the fire. And Zeus, taking the child, delivered it to Hermes, and sent it away to the cave in Nysa, lying between Phoenicia and the Nile. And Dionysus, having been reared thus by the Nymphs, became the discoverer of wine, and taught mankind the planting of the vine. And he discovered also the drink prepared from barley, which is called zythos; and he led about an army, not only of men, but also of women, and punished the unjust and impious among men, and made an expedition into India for a three years' time. Thence the Greeks established triennial sacrifices to Dionysus, and reckon that at this time the god makes his epiphanies among mankind; and that all mankind worship him, on account of
Notes, col. 105

On the reading

Printed Επιτομὴ, for Ἐπιτομὴ.

Printed περὶ τε, for περί τε.

Printed Νύση, for Νύσῃ.

PG 21:108Read from the page
τὴν τοῦ οἴνου δόσιν· ὥσπερ καὶ τὴν Δήμητραν διὰ τὴν τῆς τοῦ σίτου τροφῆς εὕρεσιν. Εἶναι δέ φασι καὶ ἄλλον Διόνυσον πολὺ τοῖς χρόνοις προτεροῦντα τούτου, τὸν ὑπό τινων Σαβάζιον ὀνομαζόμενον, ἐκ Διὸς καὶ Περσεφόνης γενόμενον, οὗ τὴν γένεσιν, καὶ τὰς θυσίας, καὶ τὰς τιμὰς νυκτερινὰς καὶ κρυφίους εἰσάγουσιν, διὰ τὴν αἰσχύνην τὴν ἐκ τῆς συνουσίας ἐπακολουθοῦσαν, ὃν καὶ πρῶτον βοῦς ἐπιχειρῆσαι ζευγνύειν· ἀφ' οὗ δῆτα καὶ κερατίαν αὐτὸν εἰσάγουσι. Τὸν δὲ ἐκ Σεμέλης νεώτερον, τρυφερὸν τῷ σώματι, καὶ εὐπρεπείᾳ διενεγκεῖν, καὶ πρὸς τὰς ἀφροδισιακὰς ἡδονὰς εὐκατάφορον γενέσθαι φασί. Κατὰ δὲ τὰς στρατείας, γυναικῶν πλῆθος περιάγειν καθωπλισμένας λόγχαις τεθυρσωμέναις. Φασὶ δὲ καὶ τὰς Μούσας αὐτῷ συναποδημεῖν παρθένους οὔσας, καὶ πεπαιδευμένας διαφερόντως, ἃς καὶ διὰ μελῳδίας καὶ ὀρχήσεως ψυχαγωγεῖν τὸν θεόν· παιδαγωγόν τε αὐτοῦ Σειληνὸν μεγάλα συμβάλλεσθαι αὐτῷ πρὸς ἀρετήν. Πρὸς δὲ τὰς ἐκ τοῦ πλεονάζοντος οἴνου κεφαλαλγίας, ἀναδεδέσθαι τὴν κεφαλὴν μίτρᾳ. Διμήτορα δὲ αὐτὸν προσαγορεύουσι, διὰ τὸ πατρὸς ἑνὸς ὑπάρξαι τοὺς δύο Διονύσους, μητέρων δὲ δυοῖν. Νάρθηκα δὲ προσάπτουσιν αὐτῷ, διὰ τὸ πίνοντας ἄκρατον τοὺς παλαιοὺς τὸν οἶνον, μανιώδεις γίνεσθαι, καὶ ταῖς βακτηρίαις ἀλλήλους τύπτειν, ὡς καὶ ἀναιρεῖσθαί τινας. Ὅθεν καὶ ἀντὶ ξύλων, νάρθηκι χρῆσθαι κατέδειξε. Καλεῖσθαι δὲ αὐτὸν Βάκχον, ἀπὸ τῶν Βακχῶν, Ληναῖον δὲ, ἀπὸ τοῦ πατεῖσθαι τὰς σταφυλὰς ἐν ληνοῖς· Βρόμιον δὲ, ἀπὸ τοῦ κατὰ τὴν γένεσιν αὐτοῦ βρόμου. Καὶ Σατύρους δέ φασιν αὐτὸν περιάγεσθαι ἐν ταῖς ὀρχήσεσι καὶ ταῖς τραγῳδίαις, τέρψιν αὐτῷ καὶ ἡδονὴν παρέχοντας, καταδεῖξαι δὲ θέατρον, καὶ μουσικῶν ἀκροαμάτων συστήματα. Τοιαῦτα μὲν τὰ περὶ Διονύσου. Τὸν δὲ Πρίαπον, υἱὸν εἶναί φασι Διονύσου καὶ Ἀφροδίτης, διὰ τὸ τοὺς οἰνωθέντας φυσικῶς ἐντετάσθαι πρὸς τὰς ἀφροδισιακὰς ἡδονάς. Τινὲς δέ φασι τὸ αἰδοῖον τῶν ἀνθρώπων τοὺς παλαιοὺς μυθικῶς Πρίαπον ὀνομάζειν. Ἔνιοι δὲ λέγουσι, τὸ γεννητικὸν μόριον αἴτιον ὑπάρχειν τῆς γενέσεως τῶν ἀνθρώπων, καὶ διὰ τοῦτο εἰς ἅπαντα τὸν αἰῶνα τυχεῖν τῆς ἀθανάτου τιμῆς. Ὥσπερ οὖν καὶ οἱ Αἰγύπτιοι τὴν Ἶσιν ἔφησαν τὰ μέλη τοῦ Ὀσίριδος ἀναζητοῦσαν, τὸ αἰδοῖον αὐτοῦ μὴ δυναμένην εὑρεῖν, καταδεῖξαι τιμᾷν ὡς θεὸν, καὶ ἀναθεῖναι κατὰ τὸ ἱερὸν ἐντεταμένον. Ἀλλὰ καὶ παρ' Ἕλλησιν οὐ μόνον ἐν ταῖς Διονυσιακαῖς τελεταῖς, ἀλλὰ καὶ ταῖς ἄλλαις ἁπάσαις οὗτος ὁ θεὸς τυγχάνει τινὸς τιμῆς, μετὰ γέλωτος καὶ παιδιᾶς παρεισαγόμενος ἐν ταῖς θυσίαις· ὡς καὶ τὸν Ἑρμαφρόδιτον, ὃν ἐξ Ἑρμοῦ καὶ Ἀφροδίτης γεννηθέντα, τυχεῖν τῆς προσηγορίας. Τοῦτον δέ φασι τὸν θεὸν κατά τινας χρόνους φαίνεσθαι παρ' ἀνθρώποις, καὶ γεννᾶσθαι τὴν τοῦ σώματος φύσιν ἔχοντα ἐξ ἀνδρὸς καὶ γυναικός. Ἔνιοι δὲ τὰ τοιαῦτα τέρατα ὑπάρχειν φασὶ, σπανίως τε γενόμενα, σημαντικὰ ποτὲ μὲν κακῶν, ποτὲ δ' ἀγαθῶν γίνεσθαι. Τὰς δὲ Μούσας, θυγατέρας εἶναι Διὸς καὶ Μνημοσύνης· τινὲς δὲ, Οὐρανοῦ καὶ Γῆς. Παρθένους τε αὐτὰς οἱ πλεῖστοι μυθολογοῦσι, τυχεῖν τε τῆς προσηγορίας ἀπὸ τοῦ μυεῖν τοὺς ἀνθρώπους, τοῦτο δέ ἐστι διδά-
the gift of wine; just as Demeter also on account of the discovery of the nourishment of wheat. And they say that there is also another Dionysus far preceding this one in times, the one named by some Sabazius, born from Zeus and Persephone, whose birth and sacrifices and honours they introduce by night and in secret, on account of the shame following from sexual intercourse, and that he first attempted to yoke oxen; from which indeed they also represent him as horned. And the younger one from Semele was delicate in body, and excelled in comeliness, and became prone towards venereal pleasures, they say. And on his expeditions he led about a multitude of women armed with spears wreathed as thyrsi. And they say that the Muses also travelled abroad with him, being maidens and surpassingly educated, who also through melody and dancing entertained the god; and that his tutor Silenus contributed greatly to him towards virtue. And against headaches arising from excess of wine, he bound up his head with a headband. And they call him Dimetor because the two Dionysi came from one father, but from two mothers. And they attach the fennel-stalk to him, because the ancients, drinking their wine unmixed, became frenzied and struck one another with their staffs, so that some were even slain. Whence indeed instead of wooden clubs, he showed the use of the fennel-stalk. And he is called Bacchus from the Bacchae, and Lenaeus from the treading of the grapes in wine-vats; and Bromius from the roar at his birth. And they say that he also led Satyrs about with him in dances and tragedies, affording him delight and pleasure, and instituted the theatre and assemblies of musical performances. Such then are the accounts concerning Dionysus. And Priapus, they say, is son of Dionysus and Aphrodite, because those steeped in wine are naturally aroused towards venereal pleasures. And some say that the ancients mythically named the privy member of men Priapus. And some say that the generative member is the cause of the generation of men, and on account of this for all time obtained immortal honour. Just so then the Egyptians also said that Isis, seeking out the limbs of Osiris, and being unable to find his privy member, instituted its honour as a god, and dedicated it in the sanctuary erect. Moreover, among the Greeks also not only in the Dionysiac rites of initiation, but also in all the others this god obtains a certain honour, being brought in alongside with laughter and sport in the sacrifices; just like Hermaphroditus also, who having been born from Hermes and Aphrodite obtained the appellation. And they say that this god at certain times appears among men, and is born having the nature of the body from both man and woman. And some say that such things are portents, and coming to pass rarely, become indicative sometimes of evils and sometimes of good things. And the Muses are daughters of Zeus and Mnemosyne; and some say of Uranus and Ge. And the majority tell in myth that they are maidens, and obtained their appellation from initiating men, and this is to give
PG 21:109Read from the page
σκειν τὰ καλά. Περὶ δὲ τοῦ Ἡρακλέους Ἕλληνες τοιάδε φασί. Δανάης τῆς Ἀκρισίου καὶ Διὸς, γενέσθαι Περσέα· Περσέως δὲ καὶ Ἀνδρομέδας, Ἠλεκτρύωνα· ἐκ δὲ τούτου γενέσθαι τὴν Ἀλκμήνην, ᾗ μιγέντα τὸν Δία γεννῆσαι τὸν Ἡρακλέα. Μισγόμενον δὲ αὐτῇ, τριπλασίονα τὴν νύκτα ποιῆσαι· μόνην τε ταύτην τοῦ Διὸς τὴν ὁμιλίαν, οὐκ ἐρωτικῆς ἐπιθυμίας ἕνεκα γενέσθαι, καθάπερ ἐπὶ τῶν ἄλλων γυναικῶν, ἀλλὰ τὸ πλεῖστον τῆς παιδοποιίας χάριν. Τὴν δὲ Ἥραν ζηλοτυποῦσαν παρακατασχεῖν μὲν Ἀλκμήνης τὰς ὠδῖνας, τὸν δὲ Εὐρυσθέα πρὸ τοῦ καθήκοντος χρόνου πρὸς τὸ φῶς ἀγαγεῖν, τοῦ Διὸς προαγορεύοντος τὸν τεχθησόμενον κατ' ἐκείνην τὴν ἡμέραν βασιλεῦσαι τοῦ Περσιδῶν γένους. Τεκοῦσα δὲ Ἀλκμήνη, ἐξέθηκεν, ὥς φασι, τὸ βρέφος, φόβῳ τῆς Ἥρας. Τὴν δὲ Ἀθηνᾶν ἀγασθεῖσαν τὸ βρέφος, πεῖσαι τὴν Ἥραν ὑποσχεῖν αὐτῷ τὴν θηλήν. Τοῦ δὲ παιδὸς ὑπὲρ τὴν ἡλικίαν βιαιότερον ἐπισπασαμένου τὴν θηλὴν, ἡ μὲν Ἥρα διαλγήσασα τὸ βρέφος ἔρριψεν· Ἀθηνᾶ δὲ κομισαμένη αὐτὸ, τὴν μητέρα τρέφειν παρεκελεύσατο. Μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντας ἀπέστειλε, τοὺς ἀναλώσοντας τὸ βρέφος, ὁ δὲ παῖς οὐ καταπλαγεὶς, ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα θλίψας ἀπέπνιξε τοὺς δράκοντας. Ἀνδρὶ δὲ γενομένῳ τῷ Ἡρακλεῖ, Εὐρυσθεὺς ὁ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας, προστάττει ἄθλους τελέσαι δώδεκα. Εἰς πολλὴν δὲ ἀμηχανίαν ἐμπεσόντος αὐτοῦ, Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύσσαν· ὁ δὲ τῇ ψυχῇ δυσφορῶν, εἰς μανίαν ἐνέπεσε· τοῦ πάθους δὲ αὐξανομένου, τῶν φρενῶν ἐκτὸς γενόμενος, τὸν ἑταῖρον καὶ ἀδελφιδοῦν Ἰόλαον ἐπεβάλλετο κτείνειν, τοῦ δὲ φεύγοντος, τοὺς ἰδίους παῖδας ἐκ Μεγάρας, τῆς Κρέοντος τοῦ βασιλέως θυγατρὸς, γενομένους αὐτῷ κατετόξευσεν ὡς πολεμίους. Καὶ μετὰ ταῦτα ἠρέμα καταστὰς ὑπουργεῖ τῷ Εὐρυσθεῖ τοὺς δώδεκα ἄθλους. Ἀναιρεῖ δὲ καὶ τοὺς Κενταύρους, μεθ' ὧν Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικῇ βοώμενον. Φασὶ δὲ ἴδιόν τι συμβῆναι κατὰ τὴν γένεσιν τοῦδε τοῦ θεοῦ. Ζεὺς γὰρ πρώτῃ μὲν ἐμίγη γυναικὶ θνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δὲ, Ἀλκμήνῃ τῇ τοῦ Ἡρακλέους μητρί. Ταύτην δὲ ἀπὸ Νιόβης ἑκκαιδεκάτην γενεαλογοῦσιν. Ἐν ταύτῃ δὲ τὴν πρὸς τὰς θνητὰς ὁμιλίαν κατέλυσεν. Ἀλλὰ γὰρ τελέσας τοὺς ἄθλους ὁ Ἡρακλῆς, τὴν μὲν ἑαυτοῦ γυναῖκα Μεγάραν συνῴκησεν Ἰόλᾳ τῷ ἀδελφιδῷ, διὰ τὴν περὶ τὰ τέκνα συμφοράν. Αὐτὸς δὲ Ἰόλην τὴν Εὐρύτου πρὸς γάμον αἰτήσας, μὴ δόντος δὲ τοῦ πατρὸς νοσήσας, χρησμὸν λαμβάνει ἀπολυθήσεσθαι τῆς νόσου, εἰ πρότερον πραθεὶς δουλεύσειεν. Πλεύσας οὖν εἰς τὴν Φρυγίαν ὑπό τινος τῶν φίλων πιπράσκεται, καὶ δοῦλος γίνεται Ὀμφάλης βασιλευούσης τῶν τότε Μαιόνων, νυνὶ δὲ Λυδῶν ὀνομαζομένων. Γίνεται δὲ αὐτῷ κατὰ τὸν τῆς δουλείας καιρὸν ἐκ δούλης υἱὸς Κλεόλαος. Γήμας δὲ τὴν Ὀμφάλην, ποιεῖται καὶ ἐξ αὐτῆς παῖδας. Ἐπανιὼν δὲ εἰς τὴν Ἀρκαδίαν, καὶ καταλύσας παρὰ Λεῷ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρα μιγεὶς, καὶ ποιήσας αὐτὴν ἔγκυον, ἐπανῆλθε. Καὶ μετὰ ταῦτα πάλιν ἔγημε Δηϊάνειραν τὴν Οἰνέως, τετελευτηκότος ἤδη
instruction in noble things. And concerning Heracles the Greeks speak as follows. From Danae the daughter of Acrisius and Zeus was born Perseus; and from Perseus and Andromeda, Electryon; and from him was born Alcmene, with whom Zeus mingled and begot Heracles. And mingling with her, he made the night threefold; and this union alone of Zeus came to pass not for the sake of erotic desire, just as in the case of the other women, but chiefly for the sake of begetting children. And Hera, being jealous, held back the birth-pangs of Alcmene, and brought Eurystheus forth to the light before the fitting time, Zeus declaring beforehand that he who should be born on that day would reign over the race of the Persidae. And Alcmene, having given birth, exposed the infant, as they say, out of fear of Hera. And Athena, admiring the infant, persuaded Hera to offer him the breast. And when the child drew at the breast more violently than suited his age, Hera in sharp pain flung the infant down; and Athena carried it back and exhorted its mother to rear it. And after these things Hera sent two serpents to destroy the infant, and the child, undismayed, squeezed their necks with each of his hands and strangled the serpents. And when Heracles had become a man, Eurystheus, who held the kingdom of Argolis, commands him to accomplish twelve labours. And when he fell into great perplexity, Hera sent madness upon him; and being distressed in soul, he fell into frenzy; and as the affliction grew, having gone out of his wits, he attempted to slay his companion and nephew Iolaus, and when he fled, his own children born to him from Megara, the daughter of King Creon, he shot down with arrows as enemies. And after these things, having gently settled down, he performs in service to Eurystheus the twelve labours. And he also slays the Centaurs, among whom was Chiron, famed for medicine. And they say that something peculiar happened at the birth of this god. For Zeus mingled first with a mortal woman Niobe the daughter of Phoroneus, and last with Alcmene the mother of Heracles. And they reckon her genealogy as sixteenth from Niobe. And with her he ended his intercourse with mortal women. Now when Heracles had accomplished the labours, his own wife Megara he gave in marriage to Iolaus his nephew, on account of the calamity concerning their children. And he himself, having asked for Iole the daughter of Eurytus in marriage, and having fallen ill when her father did not give her, receives an oracle that he would be released from the illness if first he were sold and served as a slave. Having sailed therefore to Phrygia, he is sold by a certain one of his friends, and becomes the slave of Omphale, who was queen of those then named Maeonians, and now Lydians. And there is born to him during the season of his slavery a son Cleolaus from a slave-woman. And having married Omphale, he begets children from her also. And returning to Arcadia, and lodging with King Leos, having secretly mingled with his daughter and made her pregnant, he returned. And after these things again he married Deianira the daughter of Oeneus, when there had already died
PG 21:112Read from the page
τοῦ Μελεάγρου. Λαβὼν δὲ αἰχμάλωτον τὴν Φυλέως θυγατέρα, ἐπεμίγη αὐτῇ, καὶ ἐτέκνωσε Τληπόλεμον. Δειπνῶν δὲ παροινεῖ, τὸν διακονοῦντα περί τι διαμαρτήσαντα κονδύλῳ πατάξας ἀπέκτεινεν. Ἐπεὶ δὲ πορευόμενος ἦλθε πρὸς τὸν Εὔηνον ποταμὸν, καταλαμβάνει Νέσσον τὸν Κένταυρον, μισθοῦ διαβιβάζοντα τὸν ποταμόν. Οὗτος δὲ πρότερον διαβιβάσας τὴν Δηϊάνειραν, καὶ διὰ τὸ κάλλος ἐρασθεὶς αὐτῆς, ἐπεχείρησεν αὐτὴν βιάσασθαι. Ἐπιβοωμένης δὲ αὐτῆς τὸν ἄνδρα, ὁ μὲν Ἡρακλῆς ἐτόξευσε τὸν Κένταυρον· ὁ δὲ Νέσσος μεταξὺ μισγόμενος, καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς εὐθὺς ἀποθνήσκων, ἔφησε τῇ Δηϊανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς θελήσῃ πλησιάσαι. Παρεκελεύσατο οὖν, λαβοῦσα τὸν ἐξ αὐτοῦ πεσόντα γόνον, καὶ τούτῳ προσμίξασαν ἔλαιον καὶ τὸ ἀπὸ τῆς ἀκίδος ἀποσταζόμενον αἷμα, χρίσαι τὸν χιτῶνα τοῦ Ἡρακλέους. Τοῦτο δὲ ποιήσασα Δηϊάνειρα, κατεῖχε παρ' ἑαυτῇ τὸ φάρμακον. Πάλιν δὲ ὁ Ἡρακλῆς τὴν Φύλλαντος θυγατέρα λαβὼν αἰχμάλωτον, καὶ μιγεὶς αὐτῇ, υἱὸν Ἀντίοχον ἐγέννησε. Καὶ πάλιν Ἀστυάνειραν τὴν Ἀρμενίου τοῦ βασιλέως θυγατέρα λαβὼν αἰχμάλωτον, καὶ μιγεὶς αὐτῇ, Κτήσιππον υἱὸν ἐγέννησε. Θέσπις δὲ ὁ Ἀθηναῖος παῖς Ἐρεχθέως, ἐκ διαφόρων γυναικῶν θυγατέρας ἀριθμῷ πεντήκοντα πεποιηκὼς, φιλοτιμησάμενός τε αὐτὰς ἐξ Ἡρακλέους παῖδας κτήσασθαι, καλέσας ἐπί τινα θυσίαν τὸν Ἡρακλέα, καὶ λαμπρῶς αὐτὸν ἑστιάσας, κατὰ μίαν αὐτῷ τῶν θυγατέρων ἀπέστειλεν. Ὁ δὲ ἐν μιᾷ νυκτὶ διέφθειρε τὰς πάσας, καὶ γίνεται πατὴρ τῶν καλουμένων Θεσπιαδῶν. Λαβὼν δὲ καὶ τὴν Ἰόλην αἰχμάλωτον, καὶ θυσίαν ἐπιτελῶν, ἀποστείλας ἐπὶ τὴν γυναῖκα Δηϊάνειραν, ᾔτει χιτῶνα καὶ ἱμάτιον, οἷς εἰώθει χρῆσθαι πρὸς τὰς θυσίας. Ἡ δὲ τὸν χιτῶνα χρίσασα τῷ παρὰ τοῦ Κενταύρου διδομένῳ φίλτρῳ ἀποστέλλει. Ὁ δὲ Ἡρακλῆς τὸν χιτῶνα περιθέμενος, περιέπεσε τῇ μεγίστῃ συμφορᾷ. Τῆς γὰρ ἀκίδος τὸν ἐκ τῆς Ἐχίδνης ἰὸν ἀπειληφυίας, καὶ διὰ τοῦτο τοῦ χιτῶνος διὰ τὴν θερμασίαν τὴν σάρκα τοῦ σώματος λυμαινομένου, περιαλγὴς γενόμενος τὸν διακονήσαντα ἀπέκτεινεν, αὐτός τε κατὰ χρησμὸν πυρὶ ἑαυτὸν παραδοὺς, οὕτως κατέλυσε τὸν βίον. » Καὶ τὰ μὲν καθ' Ἡρακλέα τοιαῦτα. Περὶ δὲ τοῦ Ἀσκληπιοῦ, φασὶν εἶναι υἱὸν Ἀπόλλωνος καὶ Φορωνίδος, ζηλῶσαι δὲ τὴν ἰατρικὴν ἐπιστήμην, ἐπὶ τοσοῦτον δὲ προβῆναι τῇ δόξῃ, ὡς πολλοὺς τῶν ἀπεγνωσμένων ἀῤῥώστων παραδόξως θεραπεύειν. Ὥστε τὸν Δία παροξυνθέντα, κεραυνῷ βαλόντα αὐτὸν διαφθεῖραι· τὸν δὲ Ἀπόλλωνα διὰ τὴν ἀναίρεσιν τοῦ παιδὸς παροξυνθέντα, φονεῦσαι τοὺς τὸν κεραυνὸν τῷ Διὶ κατασκευάσαντας Κύκλωπας. Ἐπὶ δὲ τῇ τούτων τελευτῇ παροξυνθέντα τὸν Δία, προστάξαι τῷ Ἀπόλλωνι θητεῦσαι παρ' Ἀδμήτῳ, καὶ ταύτην τὴν τιμωρίαν λαβεῖν παρ' αὐτοῦ τοῦ ἐγκλήματος. Ταῦτα μὲν οὖν ἐν τῷ τετάρτῳ τῶν Βιβλιοθηκῶν ὁ Διόδωρος παρατέθειται.
of Meleager. And having taken captive the daughter of Phyleus, he lay with her, and begot Tlepolemus. And while dining he acts drunkenly; having struck with his knuckle the attendant who had erred in some matter, he killed him. And when on his journey he came to the river Euenus, he finds Nessus the Centaur carrying people across the river for hire. Now he had carried Deianira across first, and having fallen in love with her because of her beauty, he attempted to violate her. When she called out to her husband, Heracles shot the Centaur with an arrow; and Nessus, while in the midst of lying with her, and dying straightway because of the sharpness of the wound, told Deianira that he would give her a love-charm, so that Heracles would never wish to approach any other woman. He exhorted her therefore, taking the seed that had fallen from him, and mixing with this olive oil and the blood dripping from the barb, to anoint the tunic of Heracles. Having done this, Deianira kept the potion by her. And again Heracles, having taken captive the daughter of Phyllas, and having lain with her, begot a son Antiochus. And again, having taken captive Astyanira the daughter of King Armenius, and having lain with her, he begot a son Ctesippus. And Thespis the Athenian, son of Erechtheus, having begotten fifty daughters in number by various wives, and being ambitious that they should get children by Heracles, invited Heracles to a certain sacrifice, and having feasted him splendidly, sent his daughters to him one by one. And he in a single night deflowered them all, and becomes the father of those called Thespiadae. And having also taken Iole captive, and performing a sacrifice, he sent to his wife Deianira, asking for a tunic and cloak, which he was accustomed to use for sacrifices. And she, having anointed the tunic with the love-charm being given by the Centaur, sends it. And Heracles, having put on the tunic, fell into the greatest calamity. For since the barb had taken up the venom from the Echidna, and on this account the tunic through the heat was ravaging the flesh of his body, becoming racked with pain he killed the attendant who had ministered to him, and himself according to an oracle having given himself over to fire, thus ended his life." Such then are the matters concerning Heracles. And concerning Asclepius, they say that he was the son of Apollo and Phoronis, and eagerly pursued the science of medicine, and advanced so far in renown as to heal beyond expectation many of the sick who had been despaired of. So that Zeus, being provoked to anger, struck him with a thunderbolt and destroyed him; and Apollo, provoked to anger because of the slaying of his child, slew the Cyclopes who had fashioned the thunderbolt for Zeus. And Zeus, provoked to anger at their death, commanded Apollo to serve for hire with Admetus, and exacted this punishment from him for the offence. These things then Diodorus has set forth in the fourth book of his Libraries.
PG 21:113Read from the page
Καὶ τὴν λοιπὴν δὲ θεολογίαν πάλιν ὁ αὐτὸς ἐκ τῶν ἄλλων ἐθνῶν μετειληφέναι φησὶ τοὺς Ἕλληνας, γράφων ἐν τῷ τρίτῳ τῆς αὐτῆς Ἱστορίας τάδε· « Φασὶ τοίνυν Ἀτλάντιοι πρῶτον παρ' αὐτοῖς βασιλεῦσαι Οὐρανὸν, τούτου δὲ γενέσθαι παῖδας ἐκ πλειόνων γυναικῶν πέντε πρὸς τοῖς τεσσαράκοντα, ὧν ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ Τεπαίας γυναικὸς, ἣν σώφρονα γενομένην καὶ πολλῶν ἀγαθῶν αἰτίαν, ἀποθεωθῆναι μετὰ τὴν τελευτὴν, Γῆν μετονομασθεῖσαν. Γενέσθαι δὲ Οὐρανῷ θυγατέρας Βασίλειαν καὶ Ῥέαν, τὴν καὶ Πανδώραν. Τὴν δὲ Βασίλειαν ἐκθρέψασαν τοὺς ἀδελφοὺς, μητρὸς εὔνοιαν παρεχομένην, μητέρα προσαγορευθῆναι. Ὕστερον δὲ μετὰ τὴν τοῦ Οὐρανοῦ τελευτὴν συνοικήσασαν Ὑπερίονι τῷ ἀδελφῷ, γεννῆσαι δύο παῖδας, οὓς καὶ ὠνόμασεν Ἥλιον καὶ Σελήνην. Τοὺς δὲ ἀδελφοὺς τῆς Ῥέας φοβηθέντας, τὸν μὲν Ὑπερίονα κατασφάξαι, τὸν δὲ Ἥλιον εἰς τὸν Ἠριδανὸν ποταμὸν ἀποπνίξαι· τὴν δὲ Σελήνην ταῦτα μαθοῦσαν, ἀπὸ στέγους ἑαυτὴν ῥίψαι. Τὴν δὲ μητέρα ἐμμανῆ γενομένην πλανᾶσθαι κατὰ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, διὰ τυμπάνων δὲ καὶ κυμβάλων ἐνθεάζουσαν, καὶ ὅλως ἀφανῆ καὶ αὐτὴν γενέσθαι. Τοὺς δὲ ὄχλους θαυμάσαντας τὴν περιπέτειαν, τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνην μεταγαγεῖν ἐπὶ τὰ κατ' Οὐρανὸν ἄστρα· τήν τε μητέρα τούτων, θεόν τε νομίσαι, καὶ βωμοὺς ἱδρύσασθαι, καὶ ταῖς διὰ τυμπάνων καὶ κυμβάλων ἐνεργείαις τιμῆσαι.
And the rest of their theology also the same author again says that the Greeks derived from the other nations, writing in the third book of the same History thus: "Now the Atlantians say that Uranus first reigned among them, and that to him were born forty-five children from several wives, eighteen of whom they say were from a wife Tepaea, who, having been virtuous and the cause of many good things, was deified after her death, being renamed Ge. And there were born to Uranus daughters, Basileia and Rhea, who was also called Pandora. And Basileia, having reared her brothers, showing a mother's goodwill, was addressed as Mother. And afterwards, following the death of Uranus, having lived in wedlock with her brother Hyperion, she bore two children, whom she also named Helius and Selene. And the brothers of Rhea, growing afraid, slaughtered Hyperion, and drowned Helius in the river Eridanus; and Selene, upon learning these things, threw herself down from a roof. And their mother, driven frantic, wandered over the countryside with her hair unbound, raving under possession with timbrels and cymbals, and became altogether unseen herself as well. And the multitudes, marvelling at the calamity, transferred Helius and Selene to the stars in Uranus; and their mother they both accounted a goddess, and set up altars to her, and honoured her with rites performed by means of timbrels and cymbals.
« Φρύγες δέ φασι Μηόνα βασιλεύσαντα τῆς Φρυγίας, παῖδα Κυβέλην κτήσασθαι, ἣν καὶ σύριγγα πρώτην εὑρεῖν, κληθῆναί τε Ὀρείαν μητέρα· Μαρσύαν δὲ τὸν Φρύγα πρὸς ταύτην φιλίαν ἔχοντα, πρῶτον αὐλοὺς συστήσασθαι· διατελέσαι δὲ μέχρι τελευτῆς ἀπείρατον ἀφροδισίων. Τὴν δὲ Κυβέλην συνελθοῦσαν εἰς ὁμιλίαν Ἄττιδι, γενέσθαι ἐγκύμονα. Οὗ γνωσθέντος, ὁ ταύτης πατὴρ τὸν Ἄττιν ἀναιρεῖ, καὶ τὰς τροφούς· τὴν δὲ Κυβέλην ἐμμανῆ γενομένην, ἐπὶ τὴν χώραν ἐκπηδῆσαι, ἐκεῖσέ τε ὀλολύζουσαν καὶ τυμπανίζουσαν διατελεῖν. Συνεῖναι δὲ αὐτῇ Μαρσύαν, ὃν εἰς
"And the Phrygians say that Meon, having reigned as king of Phrygia, got a child Cybele, who was also the first to invent the syrinx, and was called Mountain Mother; and that Marsyas the Phrygian, having friendship towards her, was the first to put together pipes; and that he continued until his death unacquainted with sexual pleasures. And Cybele, having come into union with Attis, became with child. When this became known, her father slays Attis, and her nurses as well; and Cybele, driven frantic, rushed out into the countryside, and continued crying aloud and beating the timbrel there. And Marsyas kept company with her, who, into