Migne Reading Room

PG 21 · cols. 92–101 · Read from the page

Preparation for the Gospel, Book II

Preparation for the Gospel, Book II

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:92Read from the page
ΤΑΔΕ ΠΕΡΙΕΧΕΙ ΤΟ ΔΕΥΤΕΡΟΝ ΒΙΒΛΙΟΝ.
THESE THINGS ARE CONTAINED IN THE SECOND BOOK.
αʹ. Ἐπιτομὴ τῆς Αιγυπτίων θεολογίας, καὶ ὡς εις Ἕλληνας μετεκομίσθη.
1. Epitome of the theology of the Egyptians, and how it was conveyed to the Greeks.
βʹ. Ἐπιτομὴ τῶν παρ' Ἕλλησί τε θεῶν καὶ τῶν παρ' αὐτοῖς ἡρώων μυθευομένων.
2. Epitome of the myths told among the Greeks both of the gods and of the heroes among them.
γʹ. Ἐπιτομὴ τῶν ἀποῤῥήτων τελετῶν, καὶ κρυφίων μυστηρίων τῆς πολυθέου πλάνης.
3. Epitome of the secret rites and hidden mysteries of polytheistic error.
δʹ. Τίσι λογισμοῖς τοῦ τα ὅμοια τοῖς Ἕλλησι περὶ θεῶν φρονεῖν ἀνεχωρήσαμεν.
4. By what reasonings we withdrew from thinking the same things concerning the gods as the Greeks.
εʹ. Ἀνακεφαλαίωσις τῶν πρόσθεν ειρημένων.
5. Recapitulation of the things said before.
ϛʹ. Περὶ τοῦ νεκρῶν εἶναι τὰ καλούμενα αὐτῶν ἱερὰ τῶν θεῶν.
6. Concerning the fact that their so-called temples of the gods belong to dead men.
ζ. Ὅπως ὁ Πλάτων περὶ τῆς τῶν παλαιῶν θεολογίας ἐδόξαζεν.
7. What Plato held concerning the theology of the ancients.
ηʹ. Περὶ τῆς κατὰ Ῥωμαίους θεαλογίας.
8. Concerning the theology according to the Romans.
ΠΡΟΟΙΜΙΟΝ.
PREFACE.
Τὰ μὲν δὴ τῆς Φοινίκων θεολογίας τὸν προειρημένον περιέχει τρόπον, ἣν ἀμεταστρεπτὶ φεύγειν καὶ τῆς τῶν παλαιῶν φρενοβλαβείας τὴν ἴασιν μεταδιώκειν ὁ σωτήριος λόγος εὐαγγελίζεται. Ὅτι δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα, λανθάνουσάν τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν, τυγχάνει· σοφῶν δὲ καὶ παλαιῶν, ὡς ἂν αὐτοὶ φαῖεν, θεολόγων ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν ἁπάντων καὶ λογογράφων πρεσβύτερα περιέχουσαι, τό τε πιστὸν τῶν λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν Θεῶν προσηγορίας τε καὶ ἱστορίας, τῶν τε παρ' ἑκάστοις ἐπιτελουμένων μυστηρίων δῆλον ἂν εἴη, ἀπό τε τῆς τῶν λοιπῶν συγγραφέων, καὶ δὴ καὶ τῶν νομιζομένων θεολόγων ὁμολογίας· δι' ἧς ἐμαρτύρησαν τοὺς παλαιοὺς καὶ πρώτους τὰ περὶ θεῶν συστησαμένους, μηδὲν εἰς φυσικὰς ἀναφέρειν τροπολογίας, μηδ' ἀλληγορεῖν τοὺς περὶ θεῶν μύθους, ἐπὶ μόνης δὲ τῆς λέξεως φυλάττειν τὰς ἱστορίας. Ταῦτα γὰρ
The matters of the theology of the Phoenicians, indeed, are after the aforesaid manner; which the saving word proclaims that we should flee without turning back, and pursue the cure for the madness of the ancients. And that these things are not myths and figments of poets, holding some hidden contemplation in under-meanings, but rather true testimonies of wise and ancient theologians, as they themselves would say, containing things older than all poets and prose-writers, and adducing credibility for their accounts from the appellation and history of the gods prevailing even to this day in the cities and villages throughout Phoenicia, and from the mysteries celebrated among each people, should be plain, as well as from the admission of the rest of the historians, and indeed of those reputed to be theologians; whereby they bore witness that the ancients and those who first framed the accounts concerning the gods referred nothing to physical tropes, nor allegorized the myths concerning the gods, but kept the histories to the literal sense alone. For these things
Notes, col. 92

On the reading

Printed Αιγυπτίων, for Αἰγυπτίων.

Printed εις, for εἰς.

Printed τα, for τὰ.

Printed ειρημένων, for εἰρημένων.

Printed θεαλογίας, for θεολογίας.

PG 21:93Read from the page
αἱ παρατεθεῖσαι τῶν εἰρημένων ἐδήλουν φωναὶ, ὡς μηκέτι χρῆναι τούτων βιαίους ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ ἑαυτῶν ἔλεγχον ἐπιφερομένων τῶν πραγμάτων. Τοιαύτη μὲν οὖν ἡ τῶν Φοινίκων θεολογία. Ὥρα δὲ μεταβάντας, καὶ τὰ Αἰγυπτίων ἐπιθεωρῆσαι, εἰς τὸ κατανοῆσαι καὶ συνιδεῖν ἐξητασμένως, εἰ μὴ κεκριμένη καὶ εὔλογος συνέστηκεν ἡμῖν ἡ ἐξ αὐτῶν ἀναχώρησις, οὐδ' ἄλλως, ἢ διὰ μόνης τῆς Εὐαγγελικῆς ἀποδείξεως, πρώτιστα πάντων αὐτοῖς Αἰγυπτίοις, εἶτα δὲ καὶ τοῖς τὰ ἴσα φρονοῦσιν αὐτοῖς κατωρθωμένη. Πᾶσαν μὲν οὖν τὴν Αἰγυπτιακὴν ἱστορίαν εἰς πλάτος τῆς Ἑλλήνων μετείληφε φωνῆς, ἰδίως τε τὰ περὶ τῆς κατ' αὐτοὺς θεολογίας Μανεθῶς ὁ Αἰγύπτιος ἔν τε ᾗ ἔγραψεν Ἱερᾷ βίβλῳ, καὶ ἐν ἑτέροις αὐτοῦ συγγράμμασι. Πλὴν ἀλλὰ καὶ Διόδωρος ὁ πρόσθεν ἡμῖν μνημονευθεὶς, ἐκ πλειόνων τὰς ἱστορίας ἀναλεξάμενος, καὶ ὡς ἔνι μάλιστα τὰ παρ' ἑκάστοις ἔθνεσιν ἀπηκριβωκὼς, ἐπιφανὴς ἀνὴρ, καὶ δόξαν οὐ μικρὰν παιδείας παρὰ πᾶσι τοῖς φιλολόγοις κτησάμενος· καὶ δὴ καὶ πᾶσαν τὴν παλαιὰν συναγαγὼν ἱστορίαν, συνάψας τε τὰ πρῶτα τοῖς ἑξῆς πράγμασι, τὴν καταρχὴν τῆς ὅλης ἐποιήσατο πραγματείας ἀπὸ τῆς κατ' Αἰγυπτίους θεολογίας· ἀφ' ἧς ἡγοῦμαι κρεῖττον εἶναι ποιήσασθαι τὴν τῶν προκειμένων παράθεσιν, ὡς ἂν μᾶλλον οὔσης γνωριμωτέρας τοῖς Ἕλλησι τῆς τούτου γραφῆς. Ἱστορεῖ δ' οὖν ταῦτα πρὸς λέξιν.
the cited utterances of the aforesaid writers made plain, so that one ought no longer to track down forced physical explanations of these things, since the facts bring with them a clear refutation from themselves. Such, then, is the theology of the Phoenicians. And it is time to pass over and survey the matters of the Egyptians also, in order to understand and perceive upon close examination whether our withdrawal from them has not been established as well-judged and reasonable—and accomplished in no other way than through the Evangelical demonstration alone, first of all for the Egyptians themselves, and next also for those who think the same things as they. Now Manetho the Egyptian has rendered the whole Egyptian history at length into the language of the Greeks, and especially the matters concerning the theology held among them, both in the Sacred Book which he wrote and in other treatises of his. Nevertheless Diodorus also, who was mentioned by us before—having gathered his histories out of many sources, and having investigated as accurately as possible the affairs of each nation, an illustrious man who gained no small reputation for learning among all lovers of literature, and indeed having brought together the whole of ancient history and joined the earliest events to those that followed—made the beginning of his whole treatise from the theology held among the Egyptians; from which I deem it better to make our citation of the matters before us, inasmuch as this man's writing is better known to the Greeks. Accordingly he relates these things word for word.
ΚΕΦΑΛΑΙΟΝ Αʹ.
Chapter I.
Ἐπιτομὴ τῆς Αιγυπτίων θεολογίας, καὶ ὡς εἰς Ἕλληνας μετεκομίσθη.
Epitome of the theology of the Egyptians, and how it was conveyed to the Greeks.
«Φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν, πρώτους τοὺς ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον, διά τε τὴν εὐκρασίαν τῆς χώρας, καὶ διὰ τὴν φύσιν τοῦ Νείλου. Τοῦτον γὰρ πολύγονον ὄντα, καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον, ῥᾳδίως ἐκτρέφειν τὰ ζωογονηθέντα. Τοὺς δὲ θεοὺς, ἀνθρώπους μὲν ὑπάρξαι θνητοὺς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν, τυχεῖν τῆς ἀθανασίας· ὧν ἐνίους καὶ βασιλεῖς γενέσθαι. Μεθερμηνευομένους δὲ αὐτοὺς, τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιόν τε, καὶ Κρόνον, καὶ Ῥέαν, ἔτι δὲ καὶ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις, Ἥραν καὶ Ἥφαιστον, ἔτι δὲ Ἑστίαν, καὶ τελευταῖον Ἑρμῆν. Καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ' Αἴγυπτον, ὁμώνυμον ὄντα τῷ κατ' οὐρανὸν ἄστρῳ. Ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν γενόμενον. Μετὰ δὲ ταῦτα
"Now the Egyptians say that at the original generation of the universe, men first came into being in Egypt, both because of the mild climate of the land and because of the nature of the Nile; for since this river is prolific and furnishes nourishment of natural growth, it easily nurtures the living creatures brought to birth. And that the gods had been mortal men, but on account of intelligence and common benefaction towards mankind obtained immortality, some of whom also became kings. And that when their names are translated, some bear the same names as the heavenly bodies, while others have had a proper appellation of their own: Helios, and Kronos, and Rhea, and moreover Zeus who is called Ammon by some, and besides these Hera and Hephaistos, and moreover Hestia, and finally Hermes. And that first Helios reigned over those in Egypt, bearing the same name as the heavenly star; though some of the priests say that Hephaistos reigned first, having been the discoverer of fire. And after these things
Notes, col. 93

On the reading

Printed Αιγυπτίων, for Αἰγυπτίων.

PG 21:96Read from the page
Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν, γεννῆσαι κατὰ μέν τινας, τὸν Ὄσιριν καὶ τὴν Ἶσιν· κατὰ δὲ τοὺς πλείους, Δία τε καὶ Ἥραν, οὓς δι' ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου. Ἐκ δὲ τούτων γενέσθαι πέντε θεοὺς, Ὄσιριν, καὶ Ἶσιν, καὶ Τυφῶνα, Ἀπόλλωνά τε, καὶ Ἀφροδίτην. Καὶ τὸν μὲν Ὄσιριν εἶναι τὸν Διόνυσον· τὴν δὲ Ἶσιν, τὴν Δήμητραν. Ταύτην δὲ γήμαντα τὸν Ὄσιριν, καὶ τὴν βασιλείαν διαδεξάμενον, πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ, κτίσαι τε πόλιν ἐν τῇ Θηβαΐδι ἑκατόμπυλον, ἥν τινας μὲν Διὸς πόλιν, ἐνίους δὲ Θήβας προσειπεῖν. Ἱδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων, Διός τε καὶ Ἥρας· καὶ τῶν ἄλλων δὲ θεῶν ναούς τε χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι, καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς. Εὑρετὴν δὲ γενέσθαι τὸν Ὄσιριν τῆς ἀμπέλου, πρῶτόν τε ψιλῷ χρήσασθαι, καὶ διδάξαι τοὺς ἄλλους ἀνθρώπους τὴν γεωργίαν. Τιμᾶσθαι δὲ ὑπ' αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν, διαφόρῳ φύσει κεχορηγημένον, πρὸς ἐπίνοιαν τῶν δυναμένων ὠφελῆσαι τὸν κοινὸν βίον. Εὑρετήν τε γὰρ αὐτὸν γενέσθαι τῶν γραμμάτων, καὶ θυσίας θεῶν διατάξασθαι, λύραν τε εὑρεῖν, καὶ τοὺς Ἕλληνας διδάξαι τὴν περὶ τούτων ἑρμηνείαν ἀφ' οὗπερ αὐτὸν Ἑρμῆν ὀνομασθῆναι, τοῦτον δὲ καὶ τῆς ἐλαίας τὸ φυτὸν εὑρεῖν. Τὸν δὲ Ὄσιριν ἐπελθόντα πᾶσαν τὴν οἰκουμένην, ἐπὶ μὲν Φοινίκης καταστῆσαι Βούσιριν, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ Λιβύην, Ἀνταῖον. Αὐτὸν δὲ ἐπιστρατεῦσαι μετὰ τοῦ ἀδελφοῦ τοῦ Ἀπόλλωνος, ὅν φασιν εὑρετὴν τοῦ φυτοῦ τῆς δάφνης γενέσθαι. Συστρατεῦσαι δὲ τῷ Ὀσίριδι τοὺς δύο υἱοὺς, Ἄνουβίν τε καὶ Μακεδόνα, παραλαβεῖν τε καὶ τὸν Πᾶνα διαφερόντως ὑπ' Αἰγυπτίων τιμώμενον, οὗ καὶ ἐπώνυμον εἶναι τὴν Πανὸς πόλιν. Ὄντι δὲ τῷ Πανὶ περὶ τὴν Ταφόσιριν, ἀχθῆναι τὸ τῶν Σατύρων γένος. Φιλόμουσον δὲ ὄντα, περιάγειν πλῆθος μουσουργῶν· ἐν οἷς καὶ παρθένους ἐννέα δυναμένας ᾄδειν, καὶ τἄλλα πεπαιδευμένας τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας, ὧν ἡγεῖσθαι τὸν Ἀπόλλωνα. Παντὸς δὲ ἔθνους ὡς θεὸν ἀποδεχομένου τὸν Ὄσιριν, διὰ τὰς εὐεργεσίας, πανταχοῦ μνημεῖα ἑαυτοῦ καταλιπεῖν, κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς. Ἐπελθεῖν δὲ καὶ τὰ ἄλλα τὰ κατὰ τὴν Φρυγίαν ἔθνη, καὶ περαιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς Εὐρώπην· καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν Μακεδονίας βασιλέα, Τριπτολέμῳ δὲ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας· καὶ μετὰ ταῦτα ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα, τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ ἱερῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἐν θεοῖς τιμῶν. Τούτου δὲ καὶ τελετὰς καταδεῖξαι, καὶ πολλὰ περὶ αὐτοῦ μυστικῶς εἰσηγήσασθαι. Ἀναιρεθῆναι δὲ αὐτὸν ὑπὸ Τυφῶνος τοῦ ἀδελφοῦ, πονηροῦ καὶ ἀσεβοῦς ὄντος· ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴκοσι μέρη, δοῦναι τῶν συνεπιτιθεμένων ἑκάστῳ μερίδα, βουλόμενον ἅπαντα μετασχεῖν τοῦ μύσους. Τὴν δὲ Ἶσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα μετελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς
that Kronos ruled, and having married his sister Rhea, begot according to some Osiris and Isis, but according to the majority both Zeus and Hera, who on account of virtue reigned over the entire cosmos. And from these were born five gods, Osiris, and Isis, and Typhon, and Apollo, and Aphrodite. And Osiris is Dionysus, while Isis is Demeter. And Osiris, having married her and succeeded to the kingdom, did many things towards the benefaction of the common life, and founded a hundred-gated city in the Thebaid, which some called city of Zeus and some Thebes. And he also established a sanctuary of his parents, both Zeus and Hera, and golden temples of the other gods as well, to each of whom he assigned honours, and appointed the priests who had charge of them. And Osiris became the discoverer of the vine, and was the first to make use of that which was unmixed, and taught the rest of mankind agriculture. And Hermes was honoured by him most of all, being endowed with a surpassing nature towards the devising of things able to benefit the common life. For he became the discoverer of letters, and ordained sacrifices to the gods, and discovered the lyre, and taught the Greeks the interpretation concerning these things, from which very fact he was named Hermes, and this man also discovered the plant of the olive. And Osiris, having traversed the whole inhabited world, over Phoenicia appointed Busiris, and over Ethiopia and Libya, Antaeus. And he himself made his expedition together with his brother Apollo, who, they say, became the discoverer of the plant of the laurel. And there joined Osiris on the expedition his two sons, both Anubis and Macedon, and he also took along Pan, who is surpassingly honoured by the Egyptians, after whom also the city of Pan is named. And while Pan was around Taphosiris, the race of the Satyrs was brought to him. And being fond of music, he led about a multitude of musicians, among whom also were nine maidens able to sing, and educated in other respects, those named among the Greeks Muses, whom Apollo led. And as every nation welcomed Osiris as a god on account of his benefactions, everywhere he left behind memorials of himself, and founded also not a few cities among the Indians. And he also visited the other nations throughout Phrygia, and crossed over by the Hellespont into Europe; and Macedon his son he left behind as king of Macedonia, while to Triptolemus he entrusted the farming throughout Attica; and after these things, having departed from among men unto the gods, he obtained from Isis and Hermes sanctuaries and the other most illustrious honours among the gods. And of him they also instituted rites of initiation, and introduced many things mystically concerning him. And he was slain by Typhon his brother, who was wicked and impious; who, having divided the body of the murdered man into six and twenty parts, gave a portion to each of those who had joined in the attack, wishing every one to share in the pollution. And Isis, being sister of Osiris and wife, avenged the murder, with the assistance in the struggle of her child
PG 21:97Read from the page
Ὥρου. Ανελοῦσαν δὲ τὸν Τυφῶνα καὶ τοὺς συμπράξαντας, παρὰ τὴν νῦν Ἀνταίου καλουμένην κώμην βασιλεῦσαι τῆς Αἰγύπτου. Εὑροῦσαν δὲ πάντα τὰ μέρη τοῦ σώματος, πλὴν τῶν αἰδοίων τοῦ Ὀσίριδος, ἑκάστῳ μέρει περιπλάσαι λέγουσίν αὐτὴν τύπον ἀνθρωποειδῆ, παραπλήσιον Ὀσίριδι τὸ μέγεθος, ἐξ ἀρωμάτων καὶ κηροῦ, καὶ παραδοῦναι τοῖς ἱερεῦσι καθ' ὅλης τῆς Αἰγύπτου τιμᾷν, καθιερῶσαι δὲ καὶ τῶν παρ' αὐτοῖς γινομένων ζώων ἓν ὁποῖον ἂν βουληθῶσιν. Τοὺς δὲ ταύρους τοὺς ἱεροὺς, καὶ τόν τε ὀνομαζόμενον Ἄπιν, καὶ τὸν Μνεῦιν Ὀσίριδι καθιερωθῆναι, καὶ τούτους σέβεσθαι καθάπερ θεοὺς, κοινῇ καταδειχθῆναι πᾶσιν Αἰγυπτίοις. Ταῦτα γὰρ τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι πρὸς τὸν σπόρον, καὶ τὰς κοινὰς γεωργίας. Ὀμόσαι δὲ τὴν Ἶσιν, μηδενὸς ἀνδρὸς ἔτι συνουσίαν δέξασθαι, μεταστᾶσαν δὲ καὶ αὐτὴν ἐξ ἀνθρώπων, τυχεῖν ἀθανάτων τιμῶν, καὶ ταφῆναι κατὰ τὴν Μέμφιν. Τὰ μὲν οὖν ἀνευρεθέντα τοῦ Ὀσίριδος μέρη, ταφῆς ἀξιωθῆναί φασι τὸν εἰρημένον τρόπον, τὸ δὲ αἰδοῖον ὑπὸ μὲν Τυφῶνος εἰς τὸν ποταμὸν ῥιφῆναι λέγουσίν, ὑπὸ δὲ τῆς Ἴσιδος οὐδὲν ἧττον τῶν ἄλλων ἀξιωθῆναι τιμῶν ἰσοθέων. Ἔν τε γὰρ τοῖς ἱεροῖς εἴδωλον αὐτοῦ κατασκευάσασαν, τίμας καταδεῖξαι καὶ τελετὰς, καὶ τὰς θυσίας τὰς τῷ θεῷ τούτῳ γινομένας ἐντίμους ποιῆσαι. Διὸ καὶ τοὺς Ἕλληνας ἐξ Αἰγύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς, καὶ τὰς Διονυσιακὰς ἑορτὰς, τιμᾷν τοῦτο τὸ μόριον ἐν τοῖς μυστηρίοις, καὶ ταῖς τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν. Τοὺς δὲ λέγοντας ἐν Θήβαις ταῖς Βοιωτικαῖς γεγονέναι τὸν θεὸν ἐκ Σεμέλης καὶ Διὸς, σχεδιάζειν. Ὀρφέα γὰρ εἰς Αἴγυπτον μεταβαλόντα καὶ μετασχόντα τῆς τελετῆς, καὶ τῶν Διονυσιακῶν μυστηρίων μεταλαβεῖν, τοῖς τε Καδμείοις φίλον ὄντα καὶ τετιμημένον ὑπ' αὐτῶν, μεταθεῖναι τοῦ θεοῦ τὴν γένεσιν, ἐκείνοις χαριζόμενον. Τοὺς δὲ ὄχλους, τὰ μὲν διὰ τὴν ἄγνοιαν, τὰ δὲ διὰ τὸ βούλεσθαι τὸν θεὸν Ἕλληνα ὀνομάζεσθαι, προσδέξασθαι προσηνῶς τὰς τελετὰς καὶ τὰ μυστήρια. Ἀφορμὰς δὲ ἔχειν τὸν Ὀρφέα πρὸς τὴν μετάθεσιν τῆς τοῦ θεοῦ γενέσεως καὶ τελετῆς, τοιαύτας. Κάδμον ἐκ Θηβῶν ὄντα Αἰγυπτίων, γεννῆσαι σὺν ἄλλοις τέκνοις καὶ Σεμέλην, ταύτην δὲ ὑπὸ τοῦ Διός ποτε φθαρεῖσαν, ἔγκυον γενέσθαι, καὶ τεκεῖν ἑπτὰ μηνῶν διελθόντων βρέφος, οἷόν περ οἱ κατ' Αἴγυπτον τὸν Ὄσιριν γεγονέναι νομίζουσι. Τὸν δὲ Κάδμον, τελευτῆσαν τὸ βρέφος χρυσῶσαι, καὶ τὰς καθηκουσας αὐτῷ ποιήσασθαι θυσίας, ἀνάψαι δὲ καὶ τὴν γένεσιν εἰς Δία, σεμνύνοντα τὸν Ὄσιριν, καὶ τῆς φθαρείσης τὴν διαβολὴν ἀφαιρούμενον. Διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐκδοθῆναι λόγον, ὡς ἡ Κάδμου θυγάτηρ Σεμέλη τέτοκεν ἐκ Διὸς Ὄσιριν. Ἔπειτα παρελθόντων τῶν μυθογράφων, ἐμπλῆσαι τὸ θέατρον, καὶ τοῖς ἐπιγινομένοις ἰσχυρὰν πίστιν καὶ ἀμετάθετον ἐγγενέσθαι. Καθόλου δέ φασι τοὺς Ἕλληνας ἐξιδιάζεσθαι τοὺς ἐπιφανεστάτους Αἰγυπτίων ἥρωάς τε καὶ θεούς. Καὶ γὰρ Ἡρακλέα τὸ γένος Αἰγύπτιον
Horus. And having slain Typhon and his accomplices, near the village now called that of Antaeus, she reigned over Egypt. And having found all the parts of the body except the privy parts of Osiris, around each part they say she moulded a human-shaped figure, similar to Osiris in size, out of spices and wax, and handed them over to the priests throughout the whole of Egypt to honour, and consecrated also one of the animals produced among them, whichever they might wish. And the sacred bulls, both the one named Apis and Mnevis, were consecrated to Osiris, and it was publicly ordained for all Egyptians to worship these just like gods. For these cooperated with those who discovered the fruit of wheat towards sowing and common agriculture. And Isis swore to accept intercourse with no man any longer, and having herself also departed from among men, she obtained immortal honours, and was buried near Memphis. Now the parts of Osiris that were found were deemed worthy of burial, they say, in the manner aforesaid, while the privy member, having on the one hand been cast into the river by Typhon, they say, was on the other hand deemed worthy by Isis no less than the others of honours equal to the gods. For having fashioned an image of it in the sanctuaries, she instituted honours and rites of initiation, and made the sacrifices performed to this god held in honour. Wherefore the Greeks also, having received from Egypt the customs concerning orgiastic rites and the Dionysiac festivals, honour this member in the mysteries, and in both the rites of initiation and sacrifices of this god, naming it phallus. And those who say that in Boeotian Thebes the god was born from Semele and Zeus speak offhand. For Orpheus, having crossed over into Egypt and shared in the rite of initiation, partook also of the Dionysiac mysteries, and being a friend to the Cadmeans and honoured by them, transferred the birth of the god, doing them a favour. And the crowds, partly through ignorance, and partly through wishing the god to be named a Greek, gladly accepted the rites of initiation and the mysteries. And Orpheus had occasions for the transference of the birth and rite of the god such as these. Cadmus, being from Egyptian Thebes, begot together with other children Semele also, and she, having once been seduced by Zeus, became pregnant, and when seven months had passed gave birth to an infant such as those in Egypt suppose Osiris to have been born. And Cadmus gilded the infant when it had died, and performed the fitting sacrifices for it, and also referred its birth to Zeus, magnifying Osiris and taking away the slander of the seduced woman. Wherefore among the Greeks too a report was given out that Semele the daughter of Cadmus bore Osiris from Zeus. Afterwards, when the mythographers came forward, they filled the theatre, and among succeeding generations a strong and unalterable belief arose within them. And in general they say that the Greeks appropriate to themselves the most illustrious of the Egyptians, both heroes and gods. For Heracles too, by race Egyptian
Notes, col. 97

On the reading

Printed Ανελοῦσαν, for Ἀνελοῦσαν.

Printed λέγουσίν, for λέγουσιν.

Printed λέγουσίν, for λέγουσιν.

Printed τίμας, for τιμὰς.

Printed καθηκουσας, for καθηκούσας.

PG 21:100Read from the page
ὄντα, δι' ἀνδρίαν ἐπελθεῖν πολλὴν τῆς οἰκουμένης, ἐξοικειοῦσθαι δὲ αὐτὸν τοὺς Ἕλληνας, καὶ μὴν ἕτερον ὄντα τοῦ ἐξ Ἀλκμήνης παρ' Ἕλλησιν ὕστερόν ποτε γενομένου. Φασὶ δὲ καὶ τὸν Περσέα γενέσθαι κατὰ τὴν Αἴγυπτον, καὶ τῆς Ἴσιδος τὴν γένεσιν ὑπὸ τῶν Ἑλλήνων εἰς Αργος μεταφέρεσθαι, μυθολογούντων αὐτὴν εἶναι Ἰὼ, τὴν εἰς βοὸς τύπον μεταμορφωθεῖσαν, τὴν αὐτὴν δὲ, τοὺς μὲν Ἶσιν, τοὺς δὲ Δήμητραν, τοὺς δὲ Θεσμοφόρον, ἄλλους δὲ Σελήνην, καὶ ἄλλους Ἥραν νομίζειν. Τὸν δὲ Ὄσιριν, τοὺς μὲν Σάραπιν, τους δὲ Διόνυσον, τοὺς δὲ Πλούτωνα, τοὺς δὲ Ἄμμωνα, τοὺς δὲ Δία, ἑτέρους δὲ Πᾶνα νομίζειν. Εὑρετὴν δὲ γενέσθαι τὴν Ἶσίν φασι φαρμάκων πολλῶν, καὶ ἰατρικῆς ἐπιστήμης· εὑρεῖν δὲ καὶ τὸ τῆς ἀθανασίας φάρμακον, δι' οὗ τὸν υἱὸν Ὧρον ὑπὸ τῶν Τιτάνων ἐπιβουλευθέντα, καὶ νεκρὸν εὑρεθέντα καθ' ὕδατος, μὴ μόνον ἀναστῆσαι δοῦσαν τὴν ψυχὴν, ἀλλὰ καὶ τῆς ἀθανασίας ποιῆσαι μεταλαβεῖν. Τὸν δὲ Ὧρον ὕστατον ὄντα τῶν θεῶν, βασιλεῦσαι τῆς Αἰγύπτου. Μεθερμηνευόμενον δέ φασιν αὐτὸν εἶναι τὸν Ἀπόλλωνα, τήν τε ἰατρικὴν καὶ μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχθέντα, διὰ τῶν χρησμῶν, καὶ θεραπειῶν εὐεργετεῖν. Συμφωνεῖται δὲ παρὰ τοῖς πλείστοις, ὅτι τοῖς περὶ τὸν Δία καὶ τὸν Ὄσιριν θεοῖς, κατὰ τὴν Ἴσιδος ἡλικίαν μεγαλόσωμοί τινες Γίγαντες ἐπὶ τὸ τερατῶδες κοσμούμενοι, πόλεμον ἤγειραν. Νομοθετῆσαι δὲ τοὺς Αἰγυπτίους γαμεῖν ἀδελφὰς, διὰ τὸ τὴν Ἶσιν τῷ Ὀσίριδι ἀδελφῷ ὄντι αὐτῆς γαμηθῆναι. » Καὶ ταῦτα μὲν περὶ τούτων ἱστοροῦσι. Περὶ δὲ τῶν ἀφιερωμένων ζώων κατ' Αἴγυπτον, τοιοῦτός τις παρ' αὐτοῖς κατέχει λόγος. Τινὲς μέν φασι τοὺς ἐξ ἀρχῆς γενομένους θεοὺς, ὀλίγους ὄντας καὶ κατισχυομένους ὑπὸ τοῦ πλήθους καὶ τῆς ἀσεβείας τῶν γηγενῶν ἀνθρώπων, ὁμοιωθῆναί τισιν ἀλόγοις ζώοις, καὶ οὕτως διαφυγεῖν· ἔπειτα χάριν ἀποδιδόντας τῆς σωτηρίας, ἀφιερῶσαι τὰς φύσεις σὐτῶν τῶν ζώων, οἷς ἀφωμοιώθησαν. Οἱ δέ φασιν, ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς, κατασκευάσαντας εἰκόνας τῶν ζώων, ἃ νῦν τιμῶσι, φορεῖν ταύτας τοὺς ἡγεμόνας ἐπὶ τῆς κεφαλῆς, καὶ τοῦτο γνώρισμα τῆς ἀρχῆς ἔχειν· ἐν δὲ ταῖς κατὰ τῶν ἐχθρῶν νίκαις, ὡς ἂν αἴτια τὰ ζῶα γενόμενα, ὧν τὰς εἰκόνας ἔφερον, ἀποθεῶσαι. Ἕτεροι δὲ τρίτην αἰτίαν φέρουσι, τῆς χρείας ἕνεκα τῶν ζώων φάσκοντες αὐτὰ τετιμῆσθαι. Τὴν μὲν γὰρ θήλειαν βοῦν, τίκτειν καὶ ἀροῦν. Τὰ δὲ πρόβατα τίκτειν καὶ σκέπην παρέχειν, καὶ τὴν διὰ τοῦ γάλακτος καὶ τοῦ τυροῦ τροφήν. Τὸν δὲ κύνα συνθηρεύειν ἀνθρώποις, καὶ φυλακτικὸν εἶναι. Διόπερ τὸν θεὸν τὸν παρ' αὐτοῖς καλούμενον Ἄνουβιν, κυνὸς ἔχειν κεφαλήν· ἐμφαίνοντες, ὅτι σωματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν. Ἔνιοι δέ φασι, τῆς Ἴσιδος προηγουμένης τοὺς κύνας, καθ' ὃν καιρὸν ἐζήτει τὸν Ὄσιριν, τά τε θηρία καὶ τοὺς ἀπαντῶντας ἀπείργειν. Καὶ τὸν μὲν αἴλουρον πρὸς τὰς ἀσπίδας εὔθετον ὑπάρχειν καὶ τὰ ἄλλα δακετὰ τῶν ἑρπετῶν, τὸν δὲ ἰχνεύμονα, τὰ τῶν κροκοδείλων ὠὰ συντρίβειν, ἀναιρεῖν
being, through manly courage traversed much of the inhabited world, and the Greeks claim him as their own, although indeed he is another than the one born from Alcmene among the Greeks at some later time. And they say that Perseus also was born in Egypt, and that the birth of Isis is transferred by the Greeks to Argos, who tell the myth that she is Io, the one transformed into the shape of a cow, and that the same goddess some consider Isis, some Demeter, some Thesmophoros, others the Moon, and others Hera. And Osiris some consider Sarapis, some Dionysus, some Pluto, some Ammon, some Zeus, and others Pan. And they say that Isis became the discoverer of many drugs and of medical science; and that she discovered also the drug of immortality, through which her son Horus, having been plotted against by the Titans and found dead beneath the water, she not only raised up by giving him his soul, but also caused to partake of immortality. And Horus, being the last of the gods, reigned over Egypt. And being translated, they say that he is Apollo, and having been taught both medicine and divination by his mother Isis, benefited men through oracles and healings. And it is agreed among the majority that against the gods around Zeus and Osiris, in the lifetime of Isis, certain large-bodied Giants arrayed in monstrous fashion stirred up war. And the Egyptians enacted a law to marry sisters, because Isis was married to Osiris, who was her brother. And these things they relate concerning them. And concerning the consecrated animals in Egypt, some such account as this prevails among them. Some say that the gods who came into being from the beginning, being few and overpowered by the multitude and the impiety of the earthborn men, assimilated themselves to certain irrational animals, and thus escaped; afterwards, rendering thanks for their deliverance, they consecrated the natures of these very animals to which they had been assimilated. Others say that in clashes against the enemies, the leaders fashioned images of the animals which they now honour and wore these upon their heads, and held this as a token of command; and in their victories against their foes, as though the animals whose images they bore had been the causes, they deified them. Others bring forward a third cause, asserting that on account of the usefulness of the animals they have been honoured. For the female ox bears young and ploughs. And the sheep bear young and provide covering, and nourishment through milk and cheese. And the dog hunts together with men, and is suited for guarding. Wherefore the god called among them Anubis has a dog's head, showing that he was bodyguard of those around Osiris and Isis. And some say that dogs led the way before Isis at the time when she was seeking Osiris, and kept off both wild beasts and those who met her. And the cat is serviceable against asps and the other biting reptiles, while the ichneumon crushes the eggs of the crocodiles, and destroys
Notes, col. 100

On the reading

Printed Αργος, for Ἄργος.

Printed τους, for τοὺς.

Printed σὐτῶν, for αὐτῶν.

PG 21:101Read from the page
τε καὶ τοὺς κροκοδείλους πηλῷ κυλιόμενον, καὶ ἐπιπηδῶντα κεχήνοσι τοῖς στόμασι, διαφαγόντα τε αὐτῶν τὰ ἐντὸς τῆς κοιλίας, νεκροὺς ἀπεργάζεσθαι. Τῶν δὲ ὀρνέων, τὴν μὲν ἶβιν χρησίμην ὑπάρχειν πρός τε τοὺς ὄφεις καὶ τὰς ἀκρίδας καὶ τὰς κάμπας· τὸν δὲ ἱέρακα, πρὸς τοὺς σκορπίους καὶ κεράστας, καὶ τὰ μικρὰ τῶν δακετῶν θηρίων, καὶ διὰ τὸ συμβάλλεσθαι ταῖς μαντείαις· τὸν δ' ἀετὸν, διὰ τὸ βασιλικὸν εἶναι· τὸν δὲ τράγον φασὶν ἀποτεθεῶσθαι, καθάπερ καὶ τοῖς Ἕλλησι τὸν Πρίαπον, διὰ τὸ γεννητικὸν μόριον· τὸ μὲν γὰρ ζῶον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος, τὸ τῆς γενέσεως αἴτιον, τιμᾶσθαι προσηκόντως, ὡς ἂν ἀρχηγὸν ὂν τῆς τῶν ζώων φύσεως. Καθόλου δὲ τὸ αἰδοῖον, οὐ κατ' Αἰγυπτίους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους, καθιερωκέναι κατὰ τὰς τελετὰς, ὡς αἴτιον τῆς τῶν ζώων γενέσεως. Τούς τε ἱερεῖς τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατ' Αἴγυπτον, τούτῳ τῷ θεῷ μυεῖσθαι· καὶ τοὺς Πᾶνας δὲ, καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρὰ ἀνθρώποις. Διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας, καὶ τῇ τοῦ τράγου φύσει παραπλησίως· τὸ γὰρ ζῶον τοῦτο παραδίδοσθαι πρὸς τὰς συνουσίας ὑπάρχειν ἐνεργότατον. Τοὺς δὲ ταύρους τοὺς ἱεροὺς, τὸν Ἄπιν καὶ τὸν Μνεῦιν τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς, ἅμα μὲν διὰ τὴν γεωργίαν, ἅμα δὲ καὶ διὰ τὸ τὴν εὕρεσιν τῶν καρπῶν αὐτοῖς ἀνατιθέναι. Τοὺς δὲ λύκους τιμᾶσθαι, διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα, καὶ ἐπεὶ τὸ παλαιόν φασι, τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὥρου μελλούσης διαγωνίζεσθαι πρὸς Τυφῶνα, παραγενέσθαι βοηθὸν ἐξ ᾅδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ γυναικὶ, λύκῳ τὴν ὄψιν ὁμοιωθέντα. Ἕτεροι δὲ λέγουσιν Αἰθίοπας στρατεύσαντας ἐπὶ τὴν Αἴγυπτον, ὑπὸ πλήθους λύκων διωχθῆναι· διὸ καὶ Λυκοπολίτην κληθῆναι τὴν χώραν. Τὸν δὲ κροκόδειλον σέβεσθαί φασι, διὰ τὸ μὴ τολμᾷν διανήχεσθαι τὸν Νεῖλον τοὺς ἀπὸ τῆς Ἀραβίας καὶ Λιβύης λῃστὰς, τῶν κροκοδείλων χάριν. Φασὶ δέ τινα τῶν παρ' αὐτοῖς βασιλέων διωκόμενον ὑπὸ τῶν ἰδίων κυνῶν, καταφυγεῖν εἰς τὴν λίμνην, ἔπειτα ὑπὸ κροκοδείλου ἀναληφθέντα παραδόξως, εἰς τὸ πέραν ἀπενεχθῆναι. Αἰτίας δὲ καὶ ἄλλας φασί τινες τῆς τῶν ἀλόγων ζώων τιμῆς. Τοῦ γὰρ πλήθους τὸ παλαιὸν ἀφισταμένου τῶν βασιλέων, καὶ συμφρονοῦντος εἰς τὸ μηκέτι βασιλεύεσθαι, ἐπινοῆσαί τινα διάφορα σεβάσματα αὐτοῖς τῶν ζώων παρασχεῖν, ὅπως ἑκάστων τὸ μὲν παρ' αὐτοῖς τιμώμενον σεβομένων, τοῦ δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένου καταφρονούντων, μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἱ κατ' Αἴγυπτον. Ὅταν δὲ ἀποθάνῃ τι τῶν εἰρημένων ζώων, σινδόνι καλύψαντες, καὶ μετ' οἰμωγῆς τὰ στήθη καταπληξάμενοι, ἐν ἱεραῖς θήκαις θάπτουσιν. Ὅς δ' ἄν τι τούτων τῶν ζώων ἑκὼν διαφθείρῃ, θανάτῳ περιπίπτει, πλὴν ἐὰν αἴλουρον ἢ τὴν ἶβιν ἀποκτείνῃ. Ταῦτα γὰρ ἐάν τε ἑκὼν, ἐάν τε ἄκων ἀποκτείνῃ τις, πάντως θανάτῳ περιπίπτει. Ἀλλὰ μὴν, καὶ καθ' ἣν οἰκίαν εὑρεθῇ κύων τετελευτηκὼς, ξυρῶνται πάντες ὅλον τὸ σῶμα, καὶ ποιοῦνται πέν-
also the crocodiles themselves, rolling in mud and leaping into their gaping mouths, and having eaten through the inward parts of their belly, renders them dead. And among birds, the ibis is useful against snakes and locusts and caterpillars; and the hawk against scorpions and horned vipers and the small biting beasts, and because it contributes to divinations; and the eagle because it is royal; and the he-goat, they say, has been deified, just as Priapus also among the Greeks, on account of the generative member; for this animal is most prone towards sexual intercourse, and the member of the body that is the cause of generation is fittingly honoured, as being the originator of the nature of living creatures. And in general the privy member not among Egyptians only, but also not a few of the others have consecrated in their rites of initiation, as the cause of the generation of living creatures. And the priests who have inherited their ancestral priesthoods in Egypt are initiated to this god; and both the Pans and the Satyrs, they say, are honoured among men on account of the same cause. Wherefore most men also dedicate their images in the sanctuaries erect, and resembling the nature of the he-goat; for this animal is handed down in tradition to be most vigorous towards sexual intercourse. And the sacred bulls, Apis and Mnevis, are honoured similarly to the gods, both on account of agriculture and also on account of attributing the discovery of crops to them. And wolves are honoured on account of the similarity of their nature to dogs, and since in ancient times, they say, when Isis with her child Horus was about to contend thoroughly against Typhon, Osiris came from Hades as a helper to his child and his wife, having been assimilated in appearance to a wolf. But others say that Ethiopians who marched against Egypt were chased away by a multitude of wolves; wherefore also the district was called Lycopolite. And the crocodile is worshipped, they say, because the robbers from Arabia and Libya do not dare to swim across the Nile, on account of the crocodiles. And they say that a certain one of the kings among them, being pursued by his own dogs, fled for refuge to the lake, and afterwards, taken up marvellously by a crocodile, was carried away to the opposite side. And some state other causes also of the honour paid to irrational animals. For when in ancient times the multitude was revolting from the kings, and conspiring together to be ruled by kings no longer, someone contrived to provide for them diverse objects of worship among the animals, so that while each group worshipped that honoured among themselves, and despised that consecrated among the others, all those throughout Egypt might never be able to agree together. And whenever any of the aforesaid animals dies, covering it with fine linen, and beating their breasts with lamentation, they bury it in sacred chests. And whosoever willingly destroys any of these animals falls under sentence of death, except if he kills a cat or the ibis. For if anyone either willingly or unwillingly kills these, in every case he falls under sentence of death. Moreover, in whatever house a dog is found dead, all shave their whole body, and engage in
Notes, col. 101

On the reading

Printed Ὅς, for Ὃς.