Migne Reading Room

PG 21 · cols. 45–56 · Read from the page

Preparation for the Gospel, Book I

Preparation for the Gospel, Book I

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:45Read from the page
βασιλεῖ καὶ νομοθέτῃ πείθεται, πιστεύων συνοίσειν αὐτῷ τὸ προστεταγμένον. Οὕτω καὶ μαθηταὶ παρὰ διδασκάλων λόγους παιδείας ἀποδέχονται, πιστεύσαντες ἀγαθὸν αὐτοῖς ἔσεσθαι τὸ μάθημα. Ναὶ μὴν καὶ φιλοσοφίας οὐ πρότερόν τις ἐφάψαιτ' ἂν, ἢ πιστεύσας συνοίσειν αὐτῷ τὸ ἐπάγγελμα. Καὶ ὁ μέν τις αὐτόθεν εἵλετο τὰ Ἐπικούρου· ὁ δὲ τὸν Κυνικὸν ζηλοῖ βίον, ἄλλος κατὰ Πλάτωνα φιλοσοφεῖ, κατ' Ἀριστοτέλην ἕτερος, καὶ πάλιν ἄλλος πάντων τὰ Στωϊκὰ προετίμησεν, ἑκάστου χρηστοτέρᾳ ἐλπίδι τε καὶ πίστει τὸ δόξαν ὡς συνοῖσον ἀγαπήσαντος. Οὕτω καὶ τέχνας ἄνθρωποι τὰς μέσας μετῆλθον, καὶ ἄλλοι τὸν στρατιωτικὸν, ἄλλοι δὲ τὸν ἐμπορικὸν βίον, πίστει πάλαι προειληφότες βιοποριστικὸν αὐτοῖς ἔσεσθαι τὸ ἐπιτήδευμα. Καὶ γάμων δὲ αἱ πρῶται σύνοδοι, καὶ κοινωνίαι τῆς κατὰ παιδοποιίαν ἐλπίδος, ἐξ ἀγαθῆς ἐνήρξαντο πίστεως. Καὶ πλεῖ τις αὖθις εἰς ἄδηλον, οὐδ' ἄλλην προβεβλημένος τῆς σωτηρίας ἄγκυραν, ἢ μόνην τὴν πίστιν καὶ τὴν ἀγαθὴν ἐλπίδα. Καὶ γεωργεῖ πάλιν ἄλλος, καὶ τὸν σπόρον εἰς γῆν ἀποῤῥίψας κάθηται, τῆς ὥρας τὴν τροπὴν ἐκδεχόμενος, πιστεύων τὸ φθαρὲν ἐπὶ γῆς καὶ πλημμυρίσιν ὑετῶν καλυφθὲν, αὖθις ὥσπερ ἐκ νεκρῶν ἀναβιώσεσθαι. Πορείαν δέ τις μακρὰν ἐπ' ἀλλοδαπὴν ἐκ τῆς οἰκείας στελλόμενος, πάλιν τὴν ἐλπίδα καὶ τὴν πίστιν ἀγαθὰς ὁδηγοὺς ἑαυτῷ συνεπάγεται. Καὶ τί γὰρ ἄλλ' ἢ τὸν πάντα τῶν ἀνθρώπων βίον δυοῖν τούτων ἀνηρτημένον, ἐλπίδος τε καὶ πίστεως, καταλαμβάνομεν; Τί δὴ θαυμάζεις, εἰ καὶ τὰ κρείττονα κατὰ τὴν ψυχὴν, τοῖς μὲν διὰ πίστεως παραδίδοται, οἷς οὐ σχολὴ λογικώτερον τὰ κατὰ μέρος παιδεύεσθαι, τοῖς δὲ καὶ τοὺς λόγους αὐτοὺς πάρεστι μετιέναι, καὶ τὰς ἀποδείξεις τῶν πρεσβευομένων μανθάνειν; Ἀλλὰ γὰρ ἐν ὀλίγῳ τούτων ἡμῖν οὐκ εἰς ἄχρηστον προγεγυμνασμένων, ἀνίωμεν ἐπὶ τὴν πρώτην κατηγορίαν· καὶ τίνες ὄντες καὶ πόθεν ὁρμώμενοι, τοῖς διερωτήσασιν ἀποκρινώμεθα. Ὅτι μὲν οὖν τὸ γένος Ἕλληνες ὄντες, καὶ τὰ Ἑλλήνων φρονοῦντες, ἐκ παντοίων τε ἐθνῶν, ὡσὰν νεολέκτου στρατιᾶς λογάδες συνειλεγμένοι, τῆς πατρίου δεισιδαιμονίας ἀποστάται καθεστήκαμεν, οὐδ' ἂν αὐτοί ποτε ἀρνηθείημεν· ἀλλὰ καὶ ὅτι ταῖς Ἰουδαϊκαῖς βίβλοις προσανέχοντες, κἀκ τῶν παρ' αὐτοῖς προφητειῶν τὰ πλεῖστα τοῦ καθ' ἡμᾶς λόγου συνάγοντες, οὐκ ἔθ' ὁμοίως ζῆν τοῖς ἐκ περιτομῆς προσφιλὲς ἡγούμεθα, καὶ τοῦτ' ἂν αὐτόθεν ὁμολογήσαιμεν. Ὥρα τοιγαροῦν τούτων τὸν αἰτιολογισμὸν ὑποσχεῖν. Πῶς οὖν ἂν ἄλλως δόξαιμεν εὖ πεποιηκέναι τὰ πάτρια καταλείψαντες, ἢ πρῶτον εἰς μέσον αὐτὰ παραθέμενοι, καὶ ἀγαγόντες ὑπ' ὄψιν τῶν ἐντευξομένων; Οὕτω γὰρ ἂν γένοιτο φανερὰ καὶ τῆς εὐαγγελικῆς ἀποδείξεως ἡ θεία δύναμις, εἰ τοῖς πᾶσι πρὸ ὀφθαλμῶν τεθείη, τίνων καὶ ὁποίων κακῶν τὴν ἴασιν εὐαγγελίζεται. Πῶς δ' ἂν τὸ εὔλογον τῆς τῶν Ἰουδαϊκῶν γραμμάτων μεταδιώξεως φανείη, μὴ οὐχὶ καὶ τῆς τούτων ἀρετῆς ἀποδειχθείσης; Τίνι τε λόγῳ τὰς παρ' αὐτοῖς γραφὰς ἀσπαζόμενοι, τὸν ὅμοιον τοῦ βίου τρόπον ἀποκλίνομεν, καλῶς ἂν ἔχοι διελθεῖν· καὶ ἐπὶ πᾶσι, τίς ὁ καθ' ἡμᾶς τῆς εὐαγγελικῆς ὑποθέσεως λόγος, καὶ τίς ἂν κυρίως λεχθείη ὁ Χριστιανισμὸς, οὔθ' Ἑλληνισμὸς ὢν, οὔτε
to a king and lawgiver, obeys, believing that what has been prescribed will benefit him. Thus too disciples accept words of instruction from teachers, having believed that the lesson will be a good thing for them. Yea indeed, not even philosophy would anyone touch sooner than having believed that its profession will benefit him. And one man straightway chose the doctrines of Epicurus; another emulates the Cynic life, another philosophizes according to Plato, another according to Aristotle, and again another preferred the Stoic doctrines above all, each having embraced in fairer hope and faith what seemed good to him as something that would benefit him. Thus too men have pursued the ordinary arts, and some the military life, others the commercial, having long beforehand assumed in faith that the pursuit would furnish them a livelihood. And the first unions of marriage also, and partnerships in the hope of begetting children, began out of good faith. And again someone sails out into the uncertain, having cast forward no other anchor of safety than faith alone and good hope. And again another tills the soil, and having cast the seed into the earth sits waiting for the turn of the season, believing that what has perished upon the earth and been covered by floods of rains will come back to life again as if from the dead. And someone setting out on a long journey from his homeland to a foreign land likewise takes hope and faith along with himself as good guides. For what else indeed do we find than that the whole life of men hangs upon these two things, hope and faith? Why then do you marvel if the better things concerning the soul also are handed down through faith to some, who have no leisure to be instructed more rationally in particulars, while to others it is open to pursue the arguments themselves as well, and to learn the demonstrations of the things proclaimed? Now since these matters have been briefly practised by us beforehand not to no purpose, let us go back up to the first accusation; and let us answer those who have inquired who we are and whence we set out. That being Greeks by race, and thinking the thoughts of Greeks, and gathered together out of all sorts of nations like chosen men of a newly levied army, we have become deserters from our ancestral superstition, not even we ourselves would ever deny; and also that while cleaving to the Jewish books, and collecting most of our own teaching out of the prophecies held among them, we no longer deem it agreeable to live in like manner to those of the circumcision, this too we would straightway confess. It is time therefore to render the reasoned account of these things. How else then could we seem to have done well in forsaking our ancestral customs, than by first setting them forth into the midst, and bringing them under the view of our readers? For thus would the divine power of the evangelical demonstration also become manifest, if it were set before the eyes of all from what and what manner of evils it proclaims the healing as good news. And how could the reasonableness of our pursuit of the Jewish writings appear, unless the excellence of these also were demonstrated? And by what reason, while welcoming the scriptures held among them, we shun the like manner of life, it would be well to go through; and upon all these, what is our own account of the evangelical argument, and what Christianity might properly be called, being neither Hellenism, nor
PG 21:48Read from the page
Ἰουδαϊσμὸς, ἀλλά τις καινὴ καὶ ἀληθὴς θεοσοφία, ἐξ αὐτῆς τῆς προσηγορίας τὴν καινοτομίαν ἐπαγομένη. Φέρε οὖν δὴ πρῶτον ἁπάντων τὰς παλαιοτάτας καὶ δὴ καὶ τὰς πατρίους ἡμῶν αὐτῶν θεολογίας, κατὰ πᾶσαν πόλιν εἰσέτι καὶ νῦν τεθρυλλημένας ἐπιθεωρήσωμεν, τάς τε σεμνὰς τῶν γενναίων φιλοσόφων περί τε κόσμου συστάσεως καὶ περὶ θεῶν διαλήψεις· ἵνα γνῶμεν εἴτε καὶ ὀρθῶς ἀπέστημεν αὐτῶν, εἴτε καὶ μή. Θήσω δὲ οὐκ ἐμὰς φωνὰς ἐν τῇ τῶν δηλουμένων ἐκφάνσει, ἀλλ' αὐτῶν δὴ τῶν μάλιστα τὴν περὶ οὓς φασι θεοὺς, εὐσέβειαν περισπούδαστον πεποιηκότων, ὡς ἂν ὁ λόγος ἁπάσης ἐκτὸς τῆς περὶ τοῦ πλάττεσθαι ἡμᾶς ὑπονοίας κατασταίη.
Judaism, but a certain new and true divine wisdom, bringing in its novelty from the very appellation. Come then indeed, first of all let us survey the most ancient theologies and indeed the ancestral ones of our very selves, bruited abroad even until now in every city, and the solemn conceptions of the noble philosophers concerning both the constitution of the world and the gods; so that we may know whether we withdrew from them rightly, or whether not. And in setting forth the matters indicated I shall place not my own words, but those of the very men who above all made piety towards those whom they call gods an object of earnest zeal, so that our discourse may stand outside all suspicion of our fabricating anything.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Περὶ Φοινίκων καὶ Αἰγυπτίων θεολογίας πρώτης
Concerning the first theology of the Phoenicians and Egyptians
Φοίνικας τοιγαροῦν καὶ Αἰγυπτίους πρώτους ἁπάντων κατέχει λόγος, ἥλιον καὶ σελήνην καὶ ἀστέρας θεοὺς ἀποφῆναι, μόνους τε εἶναι τῆς τῶν ὅλων γενέσεώς τε καὶ φθορᾶς αἰτίους· εἶτα δὲ τὰς παρὰ τοῖς πᾶσι βοωμένας θεοποιίας τε καὶ θεογονίας εἰσηγήσασθαι τῷ βίῳ· πρὸ δέ γε τούτων μηδένα μηδὲν πλέον τῶν κατ' οὐρανὸν φαινομένων εἰδέναι, ὀλίγων ἐκτὸς ἀνδρῶν τῶν παρ' Ἑβραίοις μνημονευομένων, οἳ διανοίας καθαρωτάτοις ὄμμασι πᾶν τὸ ὁρώμενον ὑπερκύψαντες, τὸν κοσμοποιὸν καὶ τὸν ὅλων δημιουργὸν ἐσεβάσθησαν, ὑπερθαυμάσαντες τῆς τοσαύτης αὐτὸν σοφίας τε καὶ δυνάμεως, ἣν ἐκ τῶν ἔργων ἐφαντάσθησαν, καὶ μόνον εἶναι Θεὸν πεισθέντες, μόνον εἰκότως ἐθεολόγησαν, τὴν ἀληθῆ καὶ πρώτην, καὶ μόνην εὐσέβειαν παῖς παρὰ πατρὸς διαδεξάμενοι καὶ φυλάξαντες. Οἵ γε μὴν λοιποὶ τῶν ἀνθρώπων τῆσδε τῆς μόνης καὶ ἀληθοῦς ἀποπεσόντες εὐσεβείας, τὰ φωσφόρα τῶν οὐρανίων, σαρκὸς ὀφθαλμοῖς, οἷα νήπιοι τὰς ψυχὰς καταπλαγέντες, θεούς τε ἀνεῖπον, καὶ θυσίαις καὶ προσκυνήσεσιν ἐγέραιρον· οὐ νεὼς δειμάμενοι, οὐδ' ἀφιδρύμασι καὶ ξοάνοις θνητῶν εἰκόνας πλασάμενοι· πρὸς αἰθέρα δὲ καὶ αὐτὸν οὐρανὸν ἀποβλέποντες, καὶ μέχρι τῶν τῇδε ὁρωμένων ταῖς ψυχαῖς ἐφικνούμενοι. Ἀλλ' οὐ τῇδε ἄρα καὶ τοῖς μετέπειτα ἀνθρώποις τὰ τῆς πολυθέου πλάνης περιίστατο, ἐλαύνοντα δὲ εἰς βυθὸν κακῶν, μείζονα τῆς ἀθεότητος τὴν δυσσέβειαν ἀπειργάζετο, Φοινίκων, εἶτα Αἰγυπτίων ἀπαρξαμένων τῆς πλάνης· παρ' ὧν φασι
Report holds accordingly that the Phoenicians and Egyptians first of all declared sun and moon and stars to be gods, and to be the sole causes of both the generation and the destruction of all things; and thereafter introduced into human life the deifications and theogonies celebrated among all; and that before these, at least, no one knew anything beyond the things appearing in heaven, save a few men remembered among the Hebrews, who, peering with most pure eyes of understanding above everything that is seen, reverenced the Maker of the world and Artificer of all things, marvelling exceedingly at Him for such great wisdom and power, which they apprehended from His works, and being persuaded that He alone is God, naturally spoke of Him alone as God, son from father receiving in succession and guarding the true and first and sole piety. Yet the rest of mankind, having fallen away from this sole and true piety, and being struck with awe in their souls like infants at the light-bearing bodies of the heavens with eyes of flesh, both proclaimed them gods, and honoured them with sacrifices and obeisances; building no temples, nor fashioning likenesses of mortals with statues and carved images, but looking off towards the upper air and heaven itself, and reaching with their souls as far as the things seen there. Yet not at this point indeed did the matters of polytheistic error stand still for men thereafter also, but driving onward into an abyss of evils, they wrought an impiety greater than atheism, the Phoenicians and thereafter the Egyptians having begun the error; from whom, they say,
Notes, col. 48

On the reading

Printed τὸν, for τῶν.

PG 21:49Read from the page
πρῶτον Ὀρφέα τὸν Ὑάγρου μεταστησάμενον τὰ παρ' Αἰγυπτίοις, Ἕλλησι μεταδοῦναι μυστήρια, ὡσπεροῦν καὶ Κάδμον τὰ Φοινικικὰ τοῖς αὐτοῖς ἀγαγεῖν μετὰ καὶ τῆς τῶν γραμμάτων μαθήσεως· οὔπω γὰρ εἰσέτι τοὺς Ἕλληνας τότε τὴν τῶν γραμμάτων χρῆσιν εἰδέναι. Πρῶτα τοίνυν σκεψόμεθα τὰ τῆς κοσμογονίας τῆς πρώτης, ὅπως οἱ δηλούμενοι διειλήφασι· ἔπειτα τὰ περὶ τῆς πρώτης καὶ παλαιοτάτης τοῦ τῶν ἀνθρώπων βίου δεισιδαιμονίας· καὶ τρίτον, τὰ Φοινίκων· τέταρτον, τὰ Αἰγυπτίων. Μεθ' ἃ πέμπτον, τὰ Ἑλλήνων διελόντες, πρότερον μὲν τὴν καὶ τούτων παλαιὰν καὶ μυθικωτέραν πλάνην ἐποπτεύσομεν· εἶτα δὲ τὴν σεμνοτέραν καὶ φυσικωτέραν δὴ περὶ θεῶν φιλοσοφίαν· καὶ μετὰ ταῦτα τὸν περὶ τῶν θαυμαστῶν χρηστηρίων λόγον ἐφοδεύσομεν· ἐφ' οἷς, καὶ τὰ σεμνὰ τῆς γενναίας Ἑλλήνων φιλοσοφίας ἐπισκεψόμεθα. Τούτων δ' ἡμῖν διευκρινηθέντων, ἐπὶ τὰ Ἑβραίων μεταβησόμεθα, τῶν δὴ πρώτων καὶ ἀληθῶς Ἑβραίων, καὶ μετὰ ταῦτα τὴν Ἰουδαίων λαχόντων προσηγορίαν. Ἐπὶ πᾶσι δὲ τούτοις, ὥσπερ ἐπισφράγισμα τῶν ὅλων, ἐποίσομεν τὰ ἡμέτερα. Ἀναγκαίως δὲ τῆς τούτων ἁπάντων μνημονεύσομεν ἱστορίας, ὡς ἂν διὰ τῆς τῶν ἑκασταχοῦ τεθαυμασμένων παραθέσεως ὁ τῆς ἀληθείας ἔλεγχος ἀποδειχθείη, ὁποίων τε ἡμεῖς ἀποστάντες, τὴν ὁποίαν εἱλόμεθα φανερὸν τοῖς ἐντυγχάνουσι γένοιτο. Ἀλλὰ γὰρ ἐπίωμεν ἐπὶ τὸ πρῶτον. Πόθεν δῆτα πιστωσόμεθα τὰς ἀποδείξεις; οὐ μὲν δὴ ἐκ τῶν παρ' ἡμῖν γραμμάτων, ὡς ἂν μὴ δοκοῖμεν κεχαρισμένα πράττειν τῷ λόγῳ· μάρτυρες δὲ παρέστων ἡμῖν Ἑλλήνων αὐτῶν οἵ τε τὴν φιλοσοφίαν αὐχοῦντες, καὶ τὴν ἄλλην τῶν ἐθνῶν ἱστορίαν διηρευνηκότες. Γράφει τοίνυν ἄνωθεν τὴν παλαιὰν ὑφηγούμενος θεολογίαν Αἰγυπτίων ὁ Σικελιώτης Διόδωρος, γνωριμώτατος ἀνὴρ τοῖς Ἑλλήνων λογιωτάτοις, ὡσὰν ὑπὸ μίαν συναγηοχὼς πραγματείαν ἅπασαν τὴν ἱστορικὴν Βιβλιοθήκην. Ἐξ οὗ καὶ πρῶτα παραθήσομαι, ἃ περὶ τῆς τοῦ παντὸς κοσμογονίας ἀρχόμενος τοῦ λόγου διείληφε, τὰς τῶν παλαιῶν ἱστορῶν δόξας, τοῦτον τὸν τρόπον.
Orpheus the son of Hyagrus first transferred the mysteries held among the Egyptians and imparted them to the Greeks, just as Cadmus also brought the Phoenician rites to the same men together with the learning of letters; for at that time the Greeks did not yet know the use of letters. First therefore we shall examine the matters of the first cosmogony, how the men indicated have judged of them; next, the matters concerning the first and most ancient superstition of human life; and third, the doctrines of the Phoenicians; fourth, those of the Egyptians. After which, fifth, dividing the doctrines of the Greeks, we shall first survey their ancient and more mythical error also; and next their more solemn and indeed more physical philosophy concerning the gods; and after these things we shall go over the account concerning their marvellous oracles; upon which we shall inspect also the solemn doctrines of the noble philosophy of the Greeks. And when these matters have been clearly distinguished by us, we shall pass over to the doctrines of the Hebrews, those who were first and truly Hebrews, and who afterwards obtained the appellation of Jews. And upon all these, like a seal set upon the whole, we shall bring forward our own doctrines. Of necessity we shall make mention of the history of all these, so that through the juxtaposition of the things admired in each place the proof of the truth may be demonstrated, and that it may become manifest to our readers both from what sort of doctrines we withdrew, and what sort [of way] we chose. Come then, let us advance to the first point. Whence then shall we confirm our demonstrations? Assuredly not out of the writings held among ourselves, lest we seem to act with partiality towards our argument; rather let there stand forth for us as witnesses from among the Greeks themselves both those who boast of philosophy, and those who have searched through the rest of the history of the nations. Diodorus of Sicily, then, a man most well known to the most learned of the Greeks, inasmuch as he brought together the whole Historical Library under a single treatise, writes expounding from the outset the ancient theology of the Egyptians. From him I shall also set forth first what he has stated at the beginning of his work concerning the cosmogony of the universe, recording the opinions of the ancients, in this manner.
PG 21:52Read from the page
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Ποία τις εἶναι λέγεται ἡ καθ' Ἕλληνας κοσμογονία.
Of what sort the cosmogony according to the Greeks is said to be.
« Περὶ μὲν οὖν θεῶν τίνας ἐννοίας ἔσχον οἱ πρῶτοι καταδείξαντες τιμᾷν τὸ θεῖον, καὶ περὶ τῶν μυθολογουμένων ἑκάστου τῶν ἀθανάτων, τὰ μὲν πολλὰ συντάξασθαι πειρασόμεθα κατ' ἰδίαν, διὰ τὸ τὴν ὑπόθεσιν ταύτην πολλοῦ λόγου προσδεῖσθαι· ὅσα δ' ἂν ταῖς προκειμέναις ἱστορίαις ἐοικότα δόξωμεν ὑπάρχειν, παραθήσομεν ἐν κεφαλαίοις, ἵνα μηδὲν τῶν ἀκοῆς ἀξίων ἐπιζητῆται. Περὶ δὲ τοῦ γένους τῶν ἁπάντων ἀνθρώπων, καὶ τῶν πραχθέντων ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ὡς ἂν ἐνδέχηται περὶ τῶν οὕτω παλαιῶν, ἀκριβῶς ἀναγράψομεν, ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀρξάμενοι. Περὶ τῆς πρώτης τοίνυν γενέσεως τῶν ἀνθρώπων διτταὶ γεγόνασιν ἀποφάνσεις παρὰ τοῖς νομιμωτάτοις τῶν τε φυσιολόγων καὶ τῶν ἱστορικῶν. Οἱ μὲν γὰρ αὐτῶν, ἀγένητον καὶ ἄφθαρτον ὑποστησάμενοι τὸν κόσμον, ἀπεφήναντο καὶ τὸ γένος τῶν ἀνθρώπων ἐξ αἰῶνος ὑπάρχειν, μηδέποτε τῆς αὐτῶν τεκνώσεως ἀρχὴν ἐσχηκυίας. Οἱ δὲ, γενητὸν καὶ ἄφθαρτον εἶναι νομίσαντες, ἔφησαν ὁμοίως ἐκείνοις τοὺς ἀνθρώπους τυχεῖν τῆς πρώτης γενέσεως ὡρισμένοις χρόνοις. Κατὰ γὰρ τὴν ἐξ ἀρχῆς τῶν ὅλων σύστασιν, μίαν ἔχειν ἰδέαν οὐρανόν τε καὶ γῆν, μεμιγμένης αὐτῶν τῆς φύσεως· μετὰ δὲ ταῦτα διαστάντων τῶν σωμάτων ἀπ' ἀλλήλων, τὸν μὲν κόσμον περιλαβεῖν ἅπασαν τὴν ὁρωμένην ἐν αὐτῷ σύνταξιν, τὸν δ' ἀέρα κινήσεως τυχεῖν συνεχοῦς. Καὶ τὸ μὲν πυρῶδες αὐτοῦ πρὸς τοὺς μετεωροτάτους τόπους συναναδραμεῖν, ἀνωφεροῦς οὔσης τῆς τοιαύτης φύσεως διὰ τὴν κουφότητα· ἀφ' ἧς αἰτίας τὸν μὲν ἥλιον, καὶ τὸ λοιπὸν πλῆθος τῶν ἄστρων ἐναποληφθῆναι τῇ πάσῃ δίνῃ· τὸ δὲ ἰλυῶδες καὶ θολερὸν μετὰ τῆς τῶν ὑγρῶν συγκρίσεως ἐπὶ ταυτὸ καταστῆναι διὰ τὸ βάρος· εἰλούμενον δ' ἐν ἑαυτῷ καὶ συστρεφόμενον συνεχῶς, ἐκ μὲν τῶν ὑγρῶν, τὴν θάλασσαν· ἐκ δὲ τῶν στερεμνωτέρων ποιῆσαι τὴν γῆν, πηλώδη, καὶ παντελῶς ἁπαλὴν. Ταύτην δὲ, τὸ μὲν πρῶτον τοῦ περὶ τὸν ἥλιον πυρὸς καταλάμψαντος, πῆξιν λαβεῖν· ἔπειτα διὰ τὴν θερμασίαν ἀναζεομένης τῆς ἐπιφανείας, συνοιδῆσαί τινα τῶν ὑγρῶν κατὰ πολλοὺς τόπους καὶ γενέσθαι περὶ αὐτὰ σηπεδόνας ὑμέσι λεπτοῖς περιεχομένας. Ὅπερ ἔστιν ἐν ἕλεσι καὶ τοῖς λιμνάζουσι τῶν τόπων ἔτι καὶ νῦν ὁρᾶσθαι γινόμενον, ἐπειδὰν τῆς χώρας κατεψυγμένης ἄφνω διάπυρος ἀὴρ γένηται, μὴ λαβὼν τὴν μεταβολὴν ἐκ τοῦ κατ' ὀλίγον. Ζωογονουμένων δὲ τῶν ὑγρῶν διὰ τῆς θερμασίας τὸν εἰρημένον τρόπον, τὰς μὲν νύκτας λαμβάνειν αὐτίκα τὴν τροφὴν ἐκ τῆς πιπτούσης ἀπὸ τοῦ περιέχοντος ὁμίχλης· τὰς δ' ἡμέρας ὑπὸ τοῦ καύματος στερεοῦσθαι. Τὸ δὲ ἔσχατον, τῶν κυοφορουμένων τὴν τελείαν αὔξησιν λαμβανόντων, καὶ τῶν ὑμένων διακαυθέντων
"Now concerning what notions of the gods those held who first taught men to honour the divine, and concerning the fables told of each of the immortals, we shall endeavour to compose the greater part separately, because this subject requires a long discourse; yet whatever matters we judge to be fitting for our present histories we shall set forth summarily, so that nothing worthy of hearing may be missed. And concerning the race of all men, and the deeds done in the known parts of the inhabited earth, we shall record them as accurately as is possible concerning things so ancient, beginning from the earliest times. Concerning the first generation of men, then, two pronouncements have arisen among the most reputable both of the natural philosophers and of the historians. For some of them, supposing the world to be unbegotten and imperishable, declared that the race of men also has existed from eternity, their begetting having never had a beginning. Others, accounting it to be begotten and imperishable, said that, in like manner to those, men obtained their first generation at determinate times. For at the original constitution of all things, heaven and earth had a single form, their nature being mingled together; and after these things, when the bodies stood apart from one another, the world embraced the whole visible order within it, while the air obtained continual motion. And the fiery part of it ran up together to the highest places, since such a nature is borne upward on account of its lightness; from which cause both the sun and the remaining multitude of the stars were caught up in the whole whirl; whereas the muddy and turbid part, together with the concretion of the moisture, settled down into the same place on account of its weight; and rolling around within itself and continually whirling together, out of the moist parts it made the sea, and out of the more solid parts the earth, clayey and altogether soft. And this first took on firmness when the fire around the sun shone down upon it; next, as its surface seethed up because of the warmth, certain of the moist parts swelled up in many places, and around them arose putrefactions enclosed in thin membranes. Which very thing may be seen happening even now in marshes and swampy places, whenever after the ground has been chilled the air suddenly becomes fiery hot, not taking the change little by little. And as the moist parts were quickened into life through the warmth in the manner stated, by night they straightway received nourishment out of the mist falling from the surrounding air, and by day they were solidified by the scorching heat. And finally, when the embryos received their complete growth, and the membranes were scorched through
Notes, col. 52

On the reading

Printed ἁπαλὴν, for ἁπαλήν.

PG 21:53Read from the page
τε καὶ περιῤῥαγέντων, ἀναφυῆναι παντοδαποὺς τύπους ζώων. Τούτων δὲ τὰ μὲν πλείστης θερμασίας κεκοινωνηκότα, πρὸς τοὺς μετεώρους τόπους ἀπελθεῖν, γενόμενα πτηνά· τὰ δὲ γεώδους ἀντεχόμενα συγκρίσεως, ἐν τῇ τῶν ἑρπετῶν καὶ τῇ τῶν ἄλλων τῶν ἐπιγείων τάξει καταριθμηθῆναι· τὰ δὲ φύσεως ὑγρᾶς μάλιστα μετειληχότα, πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν, ὀνομασθέντα πλωτά. Τὴν δὲ γῆν ἀεὶ μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυρὸς, καὶ τῶν πνευμάτων, τὸ τελευταῖον μηκέτι δύνασθαι μηδὲν τῶν μειζόνων ζωογονεῖν, ἀλλ' ἐκ τῆς πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσθαι τῶν ἐμψύχων. Ἔοικε δὲ περὶ τῆς τῶν ὅλων φύσεως οὐδ' Εὐριπίδης διαφωνεῖν τοῖς προειρημένοις, μαθητὴς ὢν Ἀναξαγόρου τοῦ φυσικοῦ. Ἐν γὰρ τῇ Μεναλίππῃ τίθησιν οὕτως·
and burst all around, there sprang up all manner of forms of living creatures. And of these, those that had shared in the most warmth departed to the lofty regions, becoming winged creatures; those that clung to an earthy composition were reckoned in the class of reptiles and of the other land animals; and those that had partaken most of a moist nature ran together to the place akin to their kind, being named swimming creatures. And the earth, being ever more solidified both by the fire around the sun and by the winds, at the last was no longer able to bring forth alive any of the larger creatures, rather each kind of animate beings was begotten from their union with one another. And concerning the nature of the universe not even Euripides seems to disagree with what has been said above, being a disciple of Anaxagoras the natural philosopher. For in the Menalippe he puts it thus:
Ὡς οὐρανός τε γαῖά τ' ἦν μορφὴ μία,
How heaven and earth were one form,
Ἐπεὶ δ' ἐχωρίσθησαν ἀλλήλων δίχα,
And when they were parted sundered from one another,
Τίκτουσι πάντα, κἀνέδωκαν εἰς φάος,
They bring forth all things, and sent up into light
Δένδρα, πτηνὰ, θῆρας, οὕς θ' ἅλμη τρέφει,
Trees, winged creatures, wild beasts, and those whom the brine nourishes,
Γένος τε θνητῶν.
And the race of mortals.
Καὶ περὶ μὲν τῆς πρώτης τῶν ὅλων γενέσεως ταῦτα παρειλήφαμεν. Τοὺς δὲ ἐξ ἀρχῆς γενηθέντας τῶν ἀνθρώπων φασὶν ἐν ἀτάκτῳ καὶ θηριώδει βίῳ καθεστῶτας, σποράδην ἐπὶ τὰς νομὰς ἐξιέναι, καὶ προσφέρεσθαι τῆς τε βοτάνης τὴν προσηνεστάτην, καὶ τοὺς αὐτομάτους ἀπὸ τῶν δένδρων καρπούς. Καὶ πολεμουμένους μὲν ὑπὸ τῶν θηρίων, ἀλλήλοις βοηθεῖν, ὑπὸ τοῦ συμφέροντος διδασκομένους, ἀθροιζομένους δὲ διὰ τὸν φόβον, ἐπιγινώσκειν ἐκ τοῦ κατὰ μικρὸν τοὺς ἀλλήλων τύπους. Τῆς φωνῆς δ' ἀσήμου καὶ συγκεχυμένης ὑπαρχούσης, ἐκ τοῦ κατ' ὀλίγον διαρθροῦν τὰς λέξεις, καὶ πρὸς ἀλλήλους τιθέντας σύμβολα περὶ ἑκάστου τῶν ὑποκειμένων, γνώριμον σφίσιν αὐτοῖς ποιῆσαι τὴν περὶ ἁπάντων ἑρμηνείαν. Τοιούτων δὲ συστημάτων γινομένων καθ' ἅπασαν τὴν οἰκουμένην, οὐχ ὁμόφωνον πάντας ἔχειν τὴν διάλεκτον, ἑκάστων, ὡς ἔτυχεν, συνταξάντων τὰς λέξεις· διὸ καὶ παντοίους τε ὑπάρξαι χαρακτῆρας διαλέκτων, καὶ τὰ πρῶτα γενόμενα συστήματα τῶν ἁπάντων ἐθνῶν ἀρχέγονα γενέσθαι. Τοὺς οὖν πρώτους τῶν ἀνθρώπων, μηδενός πω τῶν πρὸς τὸν βίον χρησίμων εὑρημένων, ἐπιπόνως διάγειν, γυμνοὺς μὲν ἐσθῆτος ὄντας, ὑήσεως δὲ καὶ πυρὸς ἀήθεις, τροφῆς δ' ἡμέρου παντελῶς ἀνεννοήτους. Καὶ γὰρ τὴν συγκομιδὴν τῆς ἀγρίας τροφῆς ἀγνοοῦντας, μηδεμίαν τῶν καρπῶν εἰς τὰς ἐνδείας ποιεῖσθαι παράθεσιν· διὸ καὶ πολλοὺς αὐτῶν ἀπόλλυσθαι κατὰ τοὺς χειμῶνας, διά τε τὸ ψῦχος, καὶ τὴν σπάνιν τῆς τροφῆς. Ἐκ δὲ τούτου κατ' ὀλίγον ὑπὸ τῆς πείρας δι-
And concerning the first generation of all things these are the accounts we have received. And the men begotten at the beginning, they say, living in an unordered and beastlike way of life, went out scattered to the pastures, and partook both of the tenderest herbage and of the fruits growing of their own accord from the trees. And being warred upon by the wild beasts, they helped one another, being taught by expediency, and gathering together because of fear, little by little they came to recognize one another's features. And while their voice was unmeaning and confused, little by little they articulated their utterances, and establishing tokens among one another for each of the objects before them, they made the interpretation concerning all things known to themselves. And as such communities arose throughout the whole inhabited earth, not all had a like-sounding speech, since each group arranged its words as it chanced; wherefore also there came to be all sorts of characters of dialects, and the communities first formed became the original ancestors of all the nations. The first of men, therefore, since none of the things useful for life had yet been discovered, lived toilsomely, being bare of clothing, unaccustomed to rain and fire, and altogether without notion of cultivated food. For not knowing even the harvesting of wild food, they laid up no store of fruits against times of need; wherefore also many of them perished during the winters, because of both the cold and the scarcity of food. And from this, little by little, through experience
PG 21:56Read from the page
δασκομένους, εἴς τε τὰ σπήλαια καταφεύγειν ἐν τῷ χειμῶνι, καὶ τῶν καρπῶν τοὺς φυλάττεσθαι δυναμένους, ἀποτίθεσθαι· γνωσθέντος δὲ τοῦ πυρὸς, καὶ τῶν ἄλλων χρησίμων, κατὰ μικρὸν καὶ τὰς τέχνας ἐξευρεθῆναι, καὶ τὰ ἄλλα τὰ δυνάμενα τὸν κοινὸν βίον ὠφελῆσαι. Καθόλου γὰρ πάντων τὴν χρείαν αὐτὴν διδάσκαλον γενέσθαι τοῖς ἀνθρώποις, ὑφηγουμένην οἰκείως τὴν ἑκάστου μάθησιν εὐφυεῖ ζώῳ, καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας, καὶ λόγον, καὶ ψυχῆς ἀγχίνοιαν. Καὶ περὶ μὲν τῆς πρώτης γενέσεως τῶν ἀνθρώπων, καὶ τοῦ παλαιοτάτου βίου ταῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, στοχαζόμενοι τῆς συμμετρίας. »
being taught, they both fled for refuge into caves in the winter, and stored away such of the fruits as could be preserved; and once fire and the other useful things became known, little by little the arts also were discovered, and the other things capable of benefiting the common life. For universally need itself became the teacher of all things to men, guiding suitably the learning of each thing for a well-endowed creature having hands, speech, and readiness of mind as helpers for everything. And concerning the first generation of men and the most ancient way of life we shall be content with the things that have been said, aiming at due proportion."
Τοσαῦτα μὲν ὁ δηλωθεὶς συγγραφεὺς, οὐδὲ μέχρις ὀνόματος τοῦ Θεοῦ μνημονεύσας ἐν τῇ κοσμογονίᾳ, συντυχικὴν δέ τινα καὶ αὐτόματον εἰσηγησάμενος τὴν τοῦ παντὸς διακόσμησιν. Τούτῳ δ' ἂν εὕροις συμφώνους καὶ τοὺς πλείστους τῶν παρ' Ἕλλησι φιλοσόφων· ὧν ἐγώ σοι τὰς περὶ ἀρχῶν δόξας, καὶ τὰς πρὸς ἀλλήλους διαστάσεις καὶ διαφωνίας, ἐκ στοχασμῶν, ἀλλ' οὐκ ἀπὸ καταλήψεως ὁρμηθείσας, ἀπὸ τῶν Πλουτάρχου Στρωματέων, ἐπὶ τοῦ παρόντος ἐκθήσομαι. Σὺ δὲ μὴ παρέργως, σχολῇ δὲ καὶ μετὰ λογισμοῦ, θέα τὴν πρὸς ἀλλήλους διάστασιν τῶν δηλουμένων.
So much says the writer indicated, not even so much as by name making mention of God in his cosmogony, but introducing a certain fortuitous and spontaneous ordering of the universe. And in agreement with him you would find most of the philosophers among the Greeks as well; whose opinions concerning first principles, and their divergences and disagreements with one another, proceeding from conjectures and not from apprehension, I shall set forth for you at present out of the Stromateis of Plutarch. And do you behold not cursorily, but at leisure and with reasoning, the divergence from one another of the men indicated.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Δόξαι φιλοσόφων περὶ τῆς τοῦ παντὸς συστάσεως.
Opinions of philosophers concerning the constitution of the universe.
« Θάλητα πρῶτον πάντων φασὶν ἀρχὴν τῶν ὅλων ὑποστήσασθαι τὸ ὕδωρ. Ἐξ αὐτοῦ γὰρ εἶναι τὰ πάντα, καὶ εἰς αὐτὸ χωρεῖν.
"Thales first of all, they say, posited water as the first principle of all things. For out of it are all things, and into it they pass.
« Μεθ' ὃν Ἀναξίμανδρον, Θάλητος ἑταῖρον γενόμενον, τὸ ἄπειρον φάναι τὴν πᾶσαν αἰτίαν ἔχειν τῆς τοῦ παντὸς γενέσεώς τε καὶ φθορᾶς. Ἐξ οὗ δή φησι τούς τε οὐρανοὺς ἀποκεκρίσθαι, καὶ καθόλου τοὺς ἅπαντας ἀπείρους ὄντας κόσμους. Ἀπεφήνατο δὲ τὴν φθορὰν γίνεσθαι, καὶ πολὺ πρότερον τὴν γένεσιν, ἐξ ἀπείρου αἰῶνος ἀνακυκλουμένων πάντων αὐτῶν. Ὑπάρχειν δέ φησι τῷ μὲν σχήματι τὴν γῆν κυλινδροειδῆ, ἔχειν δὲ τοσοῦτον βάθος, ὅσον ἂν εἴη τρίτον πρὸς τὸ πλάτος. Φησὶ δὲ τὸ ἐκ τοῦ ἀϊδίου γόνιμον θερμοῦ τε καὶ ψυχροῦ, κατὰ τὴν γένεσιν τοῦδε τοῦ κόσμου ἀποκριθῆναι, καί τινα ἐκ τούτου φλογὸς σφαῖραν περιφῦναι τῷ περὶ τὴν γῆν ἀέρι, ὡς τῷ δένδρῳ φλοιόν· ἥστινος ἀποῤῥαγείσης, καὶ εἴς τινας ἀποκλεισθείσης κύκλους, ὑποστῆναι τὸν ἥλιον καὶ τὴν
"After him they say that Anaximander, who became a companion of Thales, declared that the infinite holds the entire cause of both the generation and the destruction of the universe. Out of which indeed, he says, the heavens were separated off, and universally all the worlds, being infinite in number. And he declared that destruction takes place, and much earlier generation, as all of them revolve in cycles from infinite eternity. And he says that the earth is cylindrical in shape, and has a depth as great as a third of its breadth. And he says that what is productive of hot and cold out of the eternal was separated off at the generation of this world, and that out of this a certain sphere of flame grew around the air surrounding the earth, like bark around a tree; and when this was broken off and shut up into certain circles, there came to subsist the sun and the
Notes, col. 56

On the reading

Printed ταῖς, for τοῖς.