Migne Reading Room

PG 21 · cols. 33–44 · Read from the page

Preparation for the Gospel, Book I

Preparation for the Gospel, Book I

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:33Read from the page
καὶ ἀῤῥαγεῖ πέτρᾳ τῇ αὐτοῦ δυνάμει βεβηκυῖάν τε καὶ ἐῤῥιζωμένην ἀποφηναμένου, ὑπὲρ πάντα λόγον τὸ τῆς προῤῥήσεως ἀποτέλεσμα εἰκότως πᾶν ἄθυρον ἀποφράξοι ἂν στόμα τῶν ἀναισχυντεῖν ἀναιδῶς παρεσκευασμένων· τίς γὰρ οὐκ ἀλήθειαν ὁμολογήσαι ἂν τῇ προῤῥήσει, τῶν πραγμάτων ἐναργῶς οὕτως μονονουχὶ φωνὴν ἀφιέντων, ὅτι δὴ Θεοῦ δύναμις, ἀλλ' οὐκ ἀνθρωπεία φύσις ἦν ἡ ταῦτα τοῦτον ἐσόμενα τὸν τρόπον πρὸ τοῦ γενέσθαι θεασαμένη, προφήσασά τε, καὶ ἔργοις ἐπιτελέσασα; πεπλήρωκε γὰρ τὴν σύμπασαν, ὅσην ὁ ἥλιος ἐφορᾷ, ἡ τοῦ κατ' αὐτὸν Εὐαγγελίου φήμη. καὶ πάντα δὲ τὰ ἔθνη διέδραμε, καὶ εἰσέτι νῦν αὔξει καὶ ἐπιδίδωσι τὸ περὶ αὐτοῦ κήρυγμα, ταῖς αὐτοῦ φωναῖς ἀκολούθως· ἥ τε ὀνομαστὶ προθεσπισθεῖσα Ἐκκλησία αὐτοῦ ἕστηκε κατὰ βάθους ἐῤῥιζωμένη, καὶ μέχρις οὐρανίων ἁψίδων εὐχαῖς ὁσίων καὶ θεοφιλῶν ἀνδρῶν μετεωριζομένη, δοξαζομένη τε ὁσημέραι, καὶ εἰς ἅπαντας τὸ νοερὸν καὶ ἔνθεον φῶς τῆς ὑπ' αὐτοῦ καταγγελθείσης εὐσεβείας ἀπαστράπτουσα, οὐδαμῶς τε τοῖς ἐχθροῖς ἡττωμένη καὶ ὑποείκουσα, ἀλλ' οὐδὲ ταῖς τοῦ θανάτου πύλαις ὑποχωροῦσα, διὰ μίαν ἐκείνην, ἣν αὐτὸς ἀπεφήνατο λέξιν, εἰπών· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Καὶ ἄλλα δὲ μυρία πρὸς τοῦ Σωτῆρος ἡμῶν λεχθέντα τε καὶ προῤῥηθέντα, ἐν οἰκείᾳ συναγαγόντες ὑποθέσει, ταῖς τε ἐνθέοις αὐτοῦ προγνώσεσι τὰς τῶν πραγμάτων ἀποβάσεις συμφώνους παραστήσαντες, ἀναμφίλεκτον τῶν περὶ αὐτοῦ δοξαζομένων ἡμῖν τὴν ἀλήθειαν ἐπιδείκνυμεν. Πρὸς τούτοις δὲ πᾶσιν, οὐ μικρὰ τυγχάνει τῆς καθ' ἡμᾶς ἀληθείας ἀπόδειξις καὶ ἡ ἀπὸ τῶν Ἑβραϊκῶν Γραφῶν μαρτυρία, ἐν αἷς πρὸ μυρίων ὅσων ἐτῶν οἱ παρ' Ἑβραίοις προφῆται τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν παντὶ τῷ θνητῷ βίῳ κηρύξαντες, ὀνομαστὶ τῆς τε τοῦ Χριστοῦ προσηγορίας ἐμνήσθησαν, καὶ τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν προὐθέσπισαν, τόν τε νέον τῆς εἰς πάντα τὰ ἔθνη διαδραμούσης διδασκαλίας αὐτοῦ τρόπον κατήγγειλαν, προειπόντες τὴν ἐσομένην αὐτῶν ἀπιστίαν, καὶ ἀντιλογίαν τοῦ Ἰουδαίων ἔθνους· τά τε κατ' αὐτοῦ δρασθέντα αὐτοῖς, καὶ τὰ ἐπὶ τούτοις αὐτίκα, καὶ οὐκ εἰς μακρὰν μετελθόντα αὐτοῖς σκυθρωπά· λέγω δὲ τῆς βασιλικῆς μητροπόλεως αὐτῶν τὴν ἐσχάτην πολιορκίαν, καὶ τῆς βασιλείας τὴν πολυτελῆ καθαίρεσιν, αὐτῶν τε τὴν εἰς πάντα τὰ ἔθνη διασπορὰν, καὶ τὴν ὑπό τε
and unbroken rock grounded and rooted by His power—when He had pronounced this, beyond all speech the outcome of the prediction would reasonably stop every unbridled mouth of those prepared shamelessly to act without shame; for who would not confess truth to belong to the prediction, when the facts themselves thus manifestly all but utter a voice, that truly it was God's power, and not human nature, which beheld before they came to pass that these things would happen in this manner, both foretelling them and accomplishing them in deeds? For the report of the Gospel concerning Him has filled the whole earth, as far as the sun looks upon; and the proclamation concerning Him has overrun all the nations also, and even unto this day grows and advances in accordance with His utterances; and His Church, foretold by oracle under that very name, stands deeply rooted, lifted up even unto the vaults of heaven by the prayers of holy men dear to God, glorified day by day, flashing forth upon all men the intellectual and divine light of the godliness proclaimed by Him, in no wise worsted or yielding before its enemies, nor even giving way before the gates of death, because of that one utterance which He Himself pronounced, saying: "Upon the rock I will build my Church, and the gates of Hades shall not prevail against it." And collecting in a special treatise countless other things also both spoken and foretold by our Saviour, and setting side by side with His divine foreknowledges the harmonious outcomes of events, we demonstrate beyond dispute the truth of the beliefs held by us concerning Him. In addition to all these things, no small demonstration of the truth among us is the testimony from the Hebrew Scriptures as well, wherein countless years ago the prophets among the Hebrews, proclaiming the promise of good things to all mortal life, made mention by name of the designation of the Christ, and foretold by oracle His coming unto men, and announced the new manner of His teaching that has overrun all the nations, foretelling their future unbelief and the gainsaying of the nation of the Jews, and the deeds perpetrated by them against Him, and the grim calamities that upon these things straightway and at no long interval overtook them: I mean the final siege of their royal metropolis, and the utter destruction of their kingdom, and their own dispersion among all the nations, and under both
PG 21:36Read from the page
ἐχθροῖς καὶ πολεμίοις δουλείαν. Ἃ καὶ ταῖς προῤῥήσεσιν ἀκολούθως, μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, φαίνονται πεπονθότες. Ἐπὶ τούτοις, τίς οὐκ ἂν ἐκπλαγείη τῶν αὐτῶν ἀκούων προφητῶν, μετὰ τὴν Χριστοῦ παρουσίαν, τὴν τῶν Ἰουδαίων ἀπόπτωσιν, τὴν τῶν ἐθνῶν κλῆσιν, λαμπραῖς καὶ διαυγέσι φωναῖς εὐαγγελιζομένην; Ἣ καὶ αὐτὴ ἄντικρυς εἰς ἔργον ἐχώρησε ταῖς προφητείαις ἀκολούθως, διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας, δι' οὗ ἐκ παντὸς γένους ἀνθρώπων μυρίοι ὅσοι τὴν τῶν εἰδώλων ἀποστραφέντες πλάνην, τοῦ ἐπὶ πάντων Θεοῦ τὴν ἀληθῆ γνῶσίν τε καὶ εὐσέβειαν κατεδέξαντο, μονονουχὶ πιστούμενοι τοὺς τῶν παλαιῶν χρησμοὺς, τούς τε ἄλλους, καὶ δὴ τὸν διὰ τοῦ Ἱερεμίου τοῦ προφήτου, φήσαντος· «Κύριε ὁ Θεός μου, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν, ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἦν ἐν αὐτοῖς ὠφέλεια. Εἰ ποιήσειεν αὐτῷ ἄνθρωπος θεοὺς, καὶ οὐκ εἰσὶν ουτοι θεοί;»
enemies and foes their enslavement. Which things indeed, in accordance with the predictions, they are manifestly seen to have suffered after the coming of our Saviour. Furthermore, who would not be struck with amazement on hearing from the same prophets, after the coming of Christ, the falling away of the Jews and the calling of the Gentiles proclaimed as glad tidings with bright and pellucid voices? Which itself also passed straightway into effect in accordance with the prophecies, through the teaching of our Saviour, through Whom countless multitudes from every race of men have turned away from the error of idols and embraced the true knowledge and godliness of the God over all, all but confirming the oracles of the ancients, both the rest and in particular that given through Jeremiah the prophet, who said: "O Lord my God, to Thee shall nations come from the end of the earth, and they shall say how false were the idols that our fathers acquired, and there was no profit in them. Should a man make gods for himself, and these are no gods?"
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Ὅτι μὴ ἀκρίτως ἡμῖν ἡ περὶ τῶν ὠφελιμωτάτων πίστις κατὰ καιρὸν παραλαμβάνεται.
That our faith concerning the most beneficial things is seasonably received by us not without judgement.
Πάντα δὴ ταῦτα τὸν περὶ τῶν καθ' ἡμᾶς πραγμάτων πιστοῦται λόγον, ὡς οὐκ ἐξ ἀνθρωπίνης ὁρμῆς ἐπιτηδευθέντα, θεόθεν δὲ προγνωσθέντα, καὶ θεόθεν διὰ τῶν ἐγγράφων χρησμῶν προαναφωνηθέντα, καὶ πολὺ πλέον ἔτι θεόθεν διὰ τοῦ Σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις προβεβλημένον, αὖθίς τε ἐκ Θεοῦ δυναμούμενον καὶ συνεστῶτα, ὡς ἐν τοσούτοις ἐτῶν χρόνοις ἐλαυνόμενον πρός τε τῶν ἀοράτων δαιμόνων, καὶ πρὸς τῶν κατὰ χρόνους ὁρατῶν ἀρχόντων, πολὺ πλέον διαλάμπειν, ὁσημέραι τι διαπρέπειν καὶ αὔξειν, καὶ πολὺ μᾶλλον πληθύειν· ἄντικρυς τῆς ἄνωθεν ἐκ τοῦ τῶν ὅλων Θεοῦ συνεργίας, τὸ ἄμαχον καὶ ἀήττητον, τό τε κατὰ τῶν ἐχθρῶν νικητικὸν τῇ τοῦ
All these things, then, confirm the account concerning our affairs, as having been devised from no human impulse, but foreknown from God, and proclaimed beforehand from God through the written oracles, and much more still set forth from God to all men through our Saviour, and again empowered and sustained by God, so that while harassed throughout so many periods of years both by invisible demons and by the visible rulers of successive times, it shines forth much more, and day by day in some measure excels and grows, and multiplies far more—the cooperation from above from the God of the universe plainly, both invincibility and unconquerableness, and victory over enemies, to the
Notes, col. 36

On the reading

Printed ουτοι, for οὗτοι.

PG 21:37Read from the page
Σωτηρος ημων διδασκαλίᾳ τε καὶ προσηγορίᾳ παρεχούσης. Καὶ τὸ αὐτόθεν δὲ πρὸς εὐζωΐαν πᾶσιν ἀνθρώποις, οὐ μόνον ἐκ τῶν προφανῶν αὐτοῦ λόγων, ἀλλὰ καὶ ἐξ ἀποῤῥήτου δυνάμεως προβεβλημένον, πῶς οὐκ ἂν γένοιτο τῆς ἐνθέου δυνάμεως αὐτοῦ παραστατικόν; Θείας μὲν γὰρ καὶ ἀποῤῥήτου δυνάμεως ἦν, τὸ ἅμα τῷ αὐτοῦ λόγῳ, καὶ σὺν τῇ περὶ μοναρχίας ἑνὸς τοῦ ἐπὶ πάντων Θεοῦ προβεβλημένῃ διδασκαλίᾳ αὐτοῦ, ὁμοῦ καὶ τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας, ὁμοῦ καὶ τῆς τῶν ἐθνῶν πολυαρχίας ἐλεύθερον καταστῆναι τὸ τῶν ἀνθρώπων γένος· μυρίων γοῦν τὸ παλαιὸν καθ' ἕκαστον ἔθνος βασιλέων καὶ τοπαρχῶν ἐπικρατούντων κατὰ πόλεις καὶ χώρας, καὶ τῶν μὲν δημοκρατουμένων, τῶν δὲ τυραννουμένων, τῶν δὲ πολυαρχουμένων, πολέμων τε κατὰ τὸ εἰκὸς ἐκ τούτου παντοίων συνεστώτων, ἐθνῶν ἔθνεσι προσρηγνυμένων, καὶ συνεχῶς τοῖς πλησιοχώροις ἐπανισταμένων, δηούντων τε καὶ δῃουμένων, ταῖς κατ' ἀλλήλων πολιορκίαις ἐπιστρατευομένων, ὥστε διὰ ταῦτα πανδημεὶ πάντας τούς τε τὰς πόλεις οἰκοῦντας, καὶ ἐν ἀγροῖς γεηπονοῦντας, ἐξ ἔτι παίδων τὰ πολεμικὰ διδάσκεσθαι, ξιφηφορεῖν τε διαπαντὸς κατά τε τὰς λεωφόρους, καὶ κατὰ κώμας, καὶ ἀγρούς. Ἐπειδὴ παρῆν ὁ Χριστὸς (περὶ οὗ πάλαι διὰ τῶν προφητῶν ἀνείρητο· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης· καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, κοὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν»), ἀκόλουθα ταῖς προῤῥήσεσιν ἐπηκολούθει τὰ ἔργα, πᾶσα μὲν αὐτίκα περιῃρεῖτο πολυαρχία Ῥωμαίων, Αὐγούστου κατὰ τὸ αὐτὸ τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείᾳ μοναρχήσαντος. Ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦρο οὐκ ἂν ἴδοις, ὡς τὸ πρὶν, πόλεις πόλεσι πολεμούσας, οὐδ' ἔθνος ἔθνει διαμαχόμενον, οὐδέ γε τὸν βίον ἐν πάσῃ συγχύσει κατατριβόμενον. Καίτοι πῶς οὐκ ἄξιον θαυμάζειν ἐπιστήσαντας, τί δή ποτε τὸ μὲν παλαιὸν, ὅτε τῶν ἐθνῶν ἁπάντων κατετυράννουν οἱ δαίμονες, καὶ πολλή τις ἦν ἀνθρώπων ἡ περὶ αὐτοὺς θεραπεία, πρὸς αὐτῶν τῶν θεῶν ἐξοιστρούμενοι ἐπὶ τοὺς κατ' ἀλλήλων ἐξεμαίνοντο πολέμους· ὡς τοτὲ μὲν Ἕλληνας αὐτοῖς Ἕλλησι, τοτὲ δὲ Αἰγυπτίους Αἰγυπτίοις, καὶ Σύρους Σύροις, Ῥωμαίους τε Ῥωμαίοις πολεμεῖν, ἀνδραποδίζεσθαί τε ἀλλήλους καὶ κατατρύχειν ταῖς πολιορκίαις, ὡσπεροῦν αἱ περὶ τούτων δηλοῦσι τῶν παλαιῶν ἱστορίαι· ἅμα δὲ τῇ τοῦ Σωτῆρος ἡμῶν εὐσεβεστάτῃ καὶ εἰρηνικωτάτῃ διδασκαλίᾳ, τῆς μὲν πολυθέου πλάνης καθαίρεσις ἐπετελεῖτο, τὰ δὲ τῆς τῶν ἐθνῶν διαστάσεως παῦλαν αὐτίκα παλαιῶν κακῶν ἀπελάμβανεν; ὃ καὶ μάλιστα μέγιστον ἡγοῦμαι τεκμήριον τυγχάνειν τῆς ἐνθέου καὶ ἀποῤῥήτου δυνάμεως τοῦ Σωτῆρος ἡμῶν. Γῆς δ' ἐκ τῶν αὐτοῦ λόγων προφαινομένης ὠφελείας δεῖγμα ἐναργὲς ἴδοις ἂν, ἐπιστήσας, ὡς οὐδὲ ἄλλοτέ πω ἐξ αἰῶνος, οὐδ' ὑπό τινος τῶν πάλαι διαφανῶν, ἐκ μόνων δὲ τῶν αὐτοῦ φωνῶν, καὶ τῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην διαδοθείσης διδασκαλίας αὐτοῦ, εὖ
teaching and designation of our Saviour affording. And how could that also which of itself conduces to a good life for all men, set forth not only from His manifest words, but also from an ineffable power, fail to be demonstrative of His divine power? For it belonged to a divine and ineffable power that simultaneously with His word, and together with His teaching set forth concerning the sole sovereignty of the one God over all, the race of men was rendered free at once from the manifold wandering and demonic working, and at once from the polyarchy of the nations; seeing that of old countless kings and local rulers held sway in each nation throughout cities and territories, some peoples being governed by democracies, others by tyrannies, and others by the rule of many, and wars of every kind, as was natural, arose therefrom, nations dashing against nations and continually rising up against their neighbours, ravaging and being ravaged, marching out in sieges against one another, so that on this account the entire population, both those dwelling in the cities and those tilling the land in the fields, were taught warfare from boyhood upwards, and continually wore swords along the highways and throughout villages and fields. When Christ appeared (concerning Whom it had been proclaimed of old through the prophets: "In His days righteousness shall spring forth, and abundance of peace; and they shall beat their swords into ploughshares, and their spears into sickles; and nation shall not take up sword against nation, and they shall learn no more to wage war"), deeds conformable to the predictions followed close behind: all polyarchy among the Romans was straightway done away with, Augustus becoming sole ruler at the very time of our Saviour's manifestation. And from that time even unto the present you could not see, as formerly, cities warring against cities, nor nation contending with nation, nor indeed life worn away in utter confusion. Yet how is it not worthy of wonder, when men give heed to it, why ever of old, when the demons tyrannized over all the nations, and men's service towards them was very great, goaded to frenzy by the gods themselves they raged into wars against one another—so that at one time Greeks waged war against Greeks themselves, at another Egyptians against Egyptians, and Syrians against Syrians, and Romans against Romans, enslaving one another and wearing one another down with sieges, even as the histories of the ancients concerning these things declare—whereas simultaneously with the most pious and most peaceful teaching of our Saviour, the overthrow of polytheistic error was accomplished, and the dissensions of the nations straightway obtained rest from ancient evils? Which above all I deem to be the greatest proof of the divine and ineffable power of our Saviour. And of the benefit shining forth from His words you might see a manifest token, if you give heed to how never at any other time from all eternity, nor through any of the illustrious men of old, but solely from His utterances, and from His teaching spread abroad throughout the whole inhabited world, well
Notes, col. 37

On the reading

Printed Σωτηρος, for Σωτῆρος.

Printed ημων, for ἡμῶν.

Printed κοὶ, for καὶ.

Printed Γῆς, for Τῆς.

PG 21:40Read from the page
τὰ πάντα τῶν ἐθνῶν νόμιμα κεῖται, αὐτὰ ἐκεῖνα τὰ πρὶν θηριώδη καὶ βάρβαρα. Ὡς μηκέτι Πέρσας μητρογαμεῖν, τοὺς αὐτῷ μαθητευθέντας· μηδ' ἀνθρωποβορεῖν Σκύθας διὰ τὸν καὶ μέχρις αὐτῶν ἐλθόντα τὸν Χριστοῦ λόγον, μηδὲ ἄλλα γένη βαρβάρων ἐκθέσμως θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι. Μηδ' ἄῤῥενας ἄῤῥεσιν ἐπιμαίνεσθαι, καὶ τὰς παρὰ φύσιν ἡδονὰς μετιέναι· μηδὲ κυσὶ καὶ οἰωνοῖς τοὺς οἰκείους νεκροὺς προτιθέναι τοὺς πάλαι τοῦτο πράττοντας, μηδ' ἀγχόνῃ τοὺς γεγηρακότας, ὥσπερ ἦν πρότερον, ἐπιβάλλειν· μηδὲ σάρκας νεκρῶν τῶν φιλτάτων κατὰ τὸ παλαιὸν ἔθος θοινᾶσθαι· μηδ' ἀνθρωποθυτεῖν ὡς θεοῖς τοῖς δαίμοσι κατὰ τοὺς παλαιοὺς, μηδὲ τά φίλτατα κατασφάττειν εὐσεβείας ὑπολήψει. Ταῦτα γὰρ ἦν καὶ συγγενῆ τούτοις μυρία τὰ πάλαι τὸν τῶν ἀνθρώπων βίον λυμαινόμενα. Ἱστοροῦνται Μασσαγέται καὶ Δέρβικες ἀθλιωτάτους ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευτήσαντας. Διὸ καὶ φθάσαντες κατέθυον, καὶ εἱστιῶντο τῶν φιλτάτων τοὺς παρακμάσαντας. Τιβαροὶ δὲ ζῶντας κατεκρήμνιζον τοὺς ἐγγυτάτω γέροντας. Ὑρκανοὶ δὲ καὶ Κάσπιοι, οἱ μὲν οἰωνοῖς καὶ κυσὶ παρέβαλλον ζῶντας, οἱ δὲ τεθνεῶτας. Σκύθαι δὲ συγκατώρυττον ζῶντας, καὶ ἐπέσφαττον ταῖς πυραῖς οὓς ἠγάπων οἱ τεθνεῶτες μάλιστα. Καὶ Βάκτριοι δὲ τοῖς κυσὶ παρέβαλλον ζῶντας τοὺς γέροντας. Ἀλλὰ ταῦτα μὲν πάλαι ἦν πρότερον, νυνὶ δὲ οὐκέθ' ὁμοίως ἐστὶν, ἑνὸς τοῦ σωτηρίου νόμου τῆς εὐαγγελικῆς δυνάμεως τὴν θηριώδη καὶ ἀπάνθρωπον τούτων ὅλων καταλύσαντος νόσον. Τὸ δὲ μηκέτι θεοὺς ἡγεῖσθαι ἤτοι τὰ νεκρὰ καὶ κωφὰ ξόανα, ἢ τοὺς ἐν τούτοις ἐνεργοῦντας πονηροὺς δαίμονας, ἢ τὰ μέρη τοῦ φαινομένου κόσμου, ἢ τὰς τῶν πάλαι κατοιχομένων θνητῶν ψυχὰς, ἢ τῶν ἀλόγων ζώων τὰ βλαπτικώτερα· ἀντὶ δὲ τούτων ἁπάντων διὰ μιᾶς τῆς τοῦ Σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, τοὺς γνησίως, ἀλλ' οὐκ ἐπιπλάστως αὐτοῦ τῷ λόγῳ προσανέχοντας, εἰς τοσοῦτον ἄκρας φιλοσοφίας ἐλθεῖν, ὡς μόνον τὸν ἀνωτάτω Θεὸν, αὐτὸν ἐκεῖνον τὸν ἐπέκεινα τῶν ὅλων, τὸν παμβασιλέα καὶ κύριον οὐρανοῦ καὶ γῆς, ἡλίου τε καὶ ἄστρων, καὶ τοῦ σύμπαντος κόσμου δημιουργὸν σέβειν, καὶ ὑμνεῖν, καὶ θεολογεῖν· βιοῦν τε ἀκριβῶς οὕτω μανθάνειν, ὡς μέχρι καὶ τοῦ ἐμβλέπειν τοῖς ὀφθαλμοῖς παιδαγωγεῖσθαι, καὶ μηδὲν ἀκόλαστον ἐκ τοῦ μετ' ἐπιθυμίας ὁρᾷν, ἐννοεῖν, πρόῤῥιζον δ' ἐξ αὐτῆς διανοίας πᾶν αἰσχρὸν ὑποτέμνεσθαι πάθος· ταῦτα πάντα πῶς οὐκ ἂν τοῖς πᾶσι συμβάλλοιτο πρὸς εὐζωΐαν; καὶ τὸ μηδὲν εὐορκίας δεῖσθαι, πολλοῦ γε δεῖ ἐπιορκεῖν, διὰ τὸ πρὸς αὐτοῦ μανθάνειν μηδὲ ὀμνύναι ὅλως, ἐν πᾶσι δὲ ἀψευδεῖν καὶ ἀληθεύειν, ὡς ἀρκεῖσθαι τῷ ναὶ, καὶ τῷ οὒ, παντὸς ὅρκου τὴν προαίρεσιν βεβαιοτέραν παρασκευάζοντας; Τὸ δὲ μηδ' ἐν ψιλοῖς ῥηματίοις καὶ ταῖς κοιναῖς ὁμιλίαις ἀδιαφορεῖν, ἀκριβολογεῖσθαι δὲ καὶ μέχρι τούτων, ὡς μήτε ψεῦδος, μήτε λοιδορίαν, μήτε τι αἰσχρὸν καὶ ἄσχημον προῗεσθαι τῇ φωνῇ, διὰ τὴν αὐτοῦ πάλιν παρακέλευσιν, δι' ἧς ἔφησε, «Περὶ παντὸς ἀργοῦ ῥήμα-
are ordered all the customs of the nations, those very customs that aforetime were beastly and barbarous. So that Persians who have become His disciples no longer wed their mothers; nor do Scythians devour human flesh, because of the word of Christ that has come even unto them; nor do other races of barbarians lawlessly mingle with daughters and sisters. Nor do males rage with lust after males and pursue unnatural pleasures; nor do those who practised this of old expose their own dead to dogs and birds, nor cast the aged to the noose, as was done formerly; nor feast according to ancient custom upon the flesh of their dearest dead; nor offer human sacrifices to demons as to gods after the manner of the ancients, nor slaughter their dearest ones under a supposition of piety. For these things, and countless others akin to them, were what of old laid waste the life of men. The Massagetae and Derbices are recorded to have deemed most wretched among their kinsfolk those who died a natural death; wherefore they forestalled it by sacrificing and feasting upon such of their dearest ones as were past their prime. The Tibari used to hurl their nearest aged kinsfolk alive down precipices. Of the Hyrcanians and Caspians, the former used to cast them to birds and dogs while alive, the latter when dead. The Scythians used to bury alive with the dead, and slaughter upon their pyres, those whom the deceased loved most. And the Bactrians too used to cast their aged alive to the dogs. Yet these things obtained of old formerly, whereas now it is so no longer, the one saving law of evangelical power having dissolved the beastly and inhuman malady of all these peoples. Moreover, that men no longer regard as gods either lifeless and dumb carved images, or the wicked demons working within them, or the parts of the visible cosmos, or the souls of mortals long since departed, or the more noxious of irrational animals; and that instead of all these, through the one evangelical teaching of our Saviour, Greeks and barbarians alike, who genuinely and not feignedly cleave to His word, have come to such a height of supreme philosophy as to revere, hymn, and acknowledge as God only the supreme God, that very One Who is beyond the universe, the all-sovereign king and lord of heaven and earth, of sun and stars, and Creator of the entire cosmos; and that they learn to live so strictly as to be disciplined even to the glance of their eyes, and to conceive no licentious thought from looking with lust, cutting away by the roots every base passion out of the mind itself—how could all these things fail to contribute for all men towards a good life? And what of having no need of keeping oaths—far less of swearing falsely—through learning from Him not even to swear at all, but in all things to shun falsehood and speak the truth, so as to be content with yea and nay, rendering their deliberate purpose firmer than any oath? And what of not being careless even in casual little words and ordinary conversations, but practising exactness even down to these, so as to utter with the voice neither falsehood, nor reviling, nor anything base and unseemly, by reason again of His exhortation, whereby He said, "Concerning every idle
Notes, col. 40

On the reading

Printed τά, for τὰ.

PG 21:41Read from the page
τος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως·» ὁποίας ὑπερβολῆς φιλοσόφου ζωῆς ἔχεται; Τὸ δὲ καὶ συλλήβδην ἀθρόως μυριάδας ὅλας ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἐλευθέρων, ἀδόξων τε καὶ ἐπιδόξων, καὶ προσέτι βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων, κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν, καὶ πᾶσι τοῖς ὑφ' ἥλιον ἔθνεσιν ἐπὶ διδασκαλίᾳ τῶν τοιούτων μαθημάτων, οἵων ἀρτίως μεμαθήκαμεν, φοιτᾷν καὶ τὰς ἀκοὰς λόγοις παρέχειν, ἀναπείθουσιν οὐ μόνον ἀκολάστων ἐπιχειρημάτων, ἀλλὰ καὶ τῶν κατὰ διάνοιαν αἰσχρῶν ἐνθυμημάτων, γαστρός τε καὶ τῶν ὑπὸ γαστέρα κρατεῖν· τό τε πᾶν γένος παιδείαν παιδεύεσθαι ἔνθεον καὶ εὐσεβῆ, φέρειν τε μανθάνειν γενναίως καὶ βαθεῖ φρονήματι τὰς τῶν ἐπανισταμένων ὕβρεις, καὶ μὴ τοῖς ἴσοις τοὺς φαύλους ἀμύνεσθαι· θυμοῦ δὲ καὶ ὀργῆς, καὶ πάσης ἐμμανοῦς ὀρέξεως κρείττους γίνεσθαι· ναὶ μὴν καὶ τῶν ὑπαρχόντων ἀπόροις καὶ ἐνδεέσι κοινωνεῖν, πάντα τε ἄνθρωπον ὁμογενῆ δεξιοῦσθαι, καὶ τὸν νενομισμένον ξένον, ὡσὰν νόμῳ φύσεως οἰκειότατον καὶ ἀδελφὸν γνωρίζειν. Πάντα δὴ ἀθρόως ταῦτά τις συναγαγὼν, πῶς οὐκ ἂν ὁμολογήσειε τὰ μέγιστα καὶ ἀληθῶς ἀγαθὰ πάντας ἀνθρώπους εὐαγγελίσασθαι τὸν ἡμέτερον λόγον, τό τε αὐτόθεν ὑπερέχον πρὸς εὐζωΐαν τῷ τῶν ἀνθρώπων παρεσχηκέναι βίῳ; Ὁποῖον δέ σοι εἶναι δοκεῖ, τὸ πᾶν γένος ἀνθρώπων, οὐ μόνον Ἑλλήνων, ἀλλὰ καὶ τῶν ἀνημερωτάτων βαρβάρων, καὶ τῶν ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκούντων, τῆς μὲν ἀλόγου θηριωδείας ἀνασχεῖν, δόξας δὲ φιλοσόφους ἀναλαβεῖν παρασκευάσαι; οἷον, φέρε εἰπεῖν, τὰς περὶ ἀθανασίας ψυχῆς, καὶ ζωῆς τῆς παρὰ Θεῷ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν τοῖς θεοφιλέσιν ἀποκειμένης, δι' ἣν τοῦ προσκαίρου τούτου ζῇν καταφρονεῖν ἐμελέτησαν· ὥστε ἀποδεῖξαι παῖδας τοὺς πώποτε ἐπὶ φιλοσοφίᾳ διαβοήτους, καὶ παίγνιον τὸν θρυλλούμενον ἐκεῖνον θάνατον, ἀνὰ στόμα φιλοσόφων πάντων ᾀδόμενον· θηλειῶν παρ' ἡμῖν καὶ κομιδῆ παίδων, βαρβάρων τε ἀνδρῶν καὶ εὐτελῶν τῷ δοκεῖν, τῇ τοῦ Σωτῆρος ἡμῶν δυνάμει τε καὶ συνεργείᾳ, τὸν περὶ ψυχῆς ἀθανασίας λόγον ἔργοις πρότερον ἢ ῥήμασιν ἐπαληθεύοντα δειξάντων; Οἷον δὲ καὶ τὸ καθόλου πάντας ἀνθρώπους τοὺς ἐν πᾶσι τοῖς ἔθνεσιν, ἐκ τῶν τοῦ Σωτῆρος ἡμῶν μαθημάτων περὶ Θεοῦ προνοίας ὡς ἐφορώσης τὰ σύμπαντα, ὑγιῶς καὶ ἐῤῥωμένως φρονεῖν παιδεύεσθαι· καὶ τὸ πᾶσαν ψυχὴν μανθάνειν τὸν περὶ δικαιωτηρίου καὶ κρίσεως Θεοῦ λόγον, καὶ τὸ πεφροντισμένως ζῇν, καὶ φυλακτικῶς ἔχειν τῶν τῆς κακίας ἐπιτηδευμάτων;
word you shall render an account in the day of judgement;"—to what pre-eminence of a philosophical life does this belong? And what of whole myriads collectively and in throngs, of men and women and children, slaves and free, obscure and illustrious, and moreover barbarians and Greeks alike, in every place and city and country, and among all the nations under the sun, resorting for instruction in such lessons as we have just learned, and lending their ears to discourses that persuade them to master not only licentious undertakings, but also base imaginations in thought, together with the belly and the appetites beneath the belly; and of every class being trained in a divine and pious discipline, learning to bear nobly and with deep-rooted mind the insults of those who rise up against them, and not to requite evil men with like treatment, and to rise superior to wrath and anger and every frenzied appetite; yea, indeed, also to share their possessions with the needy and destitute, to welcome every man as of the same race, and to recognize the reputed stranger as most closely akin and a brother by the law of nature? Gathering all these things together at once, how could anyone fail to confess that our doctrine has proclaimed as glad tidings to all men the greatest and truly genuine goods, and has furnished to human life what is of itself supreme towards a good life? And of what sort does it seem to you to be, to have caused the whole race of men—not only Greeks, but also the most savage of barbarians, and those dwelling in the uttermost parts of the earth—to desist from irrational bestiality, and to adopt philosophical convictions? Such, for instance, as those concerning the immortality of the soul, and the life with God laid up after departure hence for those dear to God, for the sake of which they have practised despising this transitory life, so as to show those ever famed for philosophy to be mere children, and that much-vaunted death sung on the lips of all philosophers to be mere child's play, inasmuch as among us females and quite young children, as well as barbarian men and those seemingly of low estate, through the power and cooperation of our Saviour have shown the doctrine concerning the soul's immortality confirmed as true by deeds rather than words? And of what sort too is it that universally all men among all the nations are educated from our Saviour's lessons to think soundly and vigorously concerning God's providence as overseeing the universe, and that every soul learns the doctrine concerning the tribunal and judgement of God, and lives circumspectly, and keeps on guard against the practices of wickedness?
PG 21:44Read from the page
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Ὅτι μὴ ἄνευ σώφρονος λογισμοῦ τῆς πατρίου δεισιδαίμονος πλάνης ἀνεχωρήσαμεν.
That not without sober reasoning did we withdraw from our ancestral superstitious error.
Κεφάλαιον δὲ τῆς πρώτης καὶ μεγίστης εὐεργεσίας τοῦ σωτηρίου λόγου γνοίης ἂν, εἰ ἐν νῷ λάβοις τὴν δεισιδαίμονα πλάνην τῆς παλαιᾶς εἰδωλολατρείας, ᾗ τὸ σύμπαν ἀνθρώπων γένος δαιμόνων ἀνάγκαις πάλαι πρότερον κατετρύχετο. Ἧς ὥσπερ ἀπὸ σκοτίας ζοφερωτάτης Ἕλληνας ὁμοῦ καὶ βαρβάρους δυνάμει θείᾳ μεταστησάμενος, ἐπὶ νοερὰν καὶ φωτεινοτάτην ἡμέραν τῆς ἀληθοῦς εὐσεβείας τοῦ παμβασιλέως Θεοῦ τοὺς πάντας μετηγάγετο. Καὶ τί χρὴ μηκύνειν, ἀποδεικνύναι πειρωμένους ὅτι μὴ ἀλόγῳ πίστει ἑαυτοὺς ἀνεθήκαμεν, σώφροσι δὲ καὶ ὠφελίμοις λόγοις τὸν τῆς ἀληθοῦς εὐσεβείας τρόπον περιέχουσι; τῆς παρούσης ὑποθέσεως αὐτὸ δὴ τοῦτο καθόλου πραγματευομένης, τοὺς μὲν ἐπιτηδείως ἔχοντας ἕπεσθαι λόγων ἀποδείξεσι, προτρέπομεν καὶ παρακαλοῦμεν λόγων φρονήσεως ἐπιμέλεσθαι, καὶ λογικώτερον ⟨…⟩ δογμάτων τὰς ἀποδείξεις παραλαμβάνειν, ἑτοίμους τε εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ἡμᾶς τὸν λόγον τῆς καθ' ἡμᾶς ἐλπίδος· ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, φιλανθρώπου τυγχάνοντος τοῦ Λόγου, καὶ μηδένα μηδαμῶς ἀποτρεπομένου, πάντα δὲ ἄνθρωπον τοῖς καταλλήλοις ἰωμένου φαρμάκοις, καὶ τὸν ἀμαθῆ καὶ ἰδιώτην ἐπὶ τὴν πρᾳοτέραν θεραπείαν παρακαλοῦντος· εἰκότως ἐν εἰσαγωγῇ τοὺς ἀρχομένους τῶν ἰδιωτικωτέρων, γυναῖκας καὶ παῖδας, καὶ τὸ τῶν ἀγελαίων πλῆθος ἐπὶ τὸν εὐσεβῆ βίον χειραγωγοῦντες, ὡς ἐν φαρμάκου μοίρᾳ, τὴν ὑγιῆ πίστιν παραλαμβάνομεν, ὀρθὰς δόξας περὶ Θεοῦ προνοίας, καὶ περὶ ψυχῆς ἀθανασίας, καὶ περὶ τοῦ κατ' ἀρετὴν βίου ἐντιθέντες αὐτοῖς. Ἢ οὐχ οὕτως καὶ τοὺς τὰ σωμάτων τῶν καμνόντων ἰωμένους ἐπιστημόνως ὁρῶμεν, αὐτοὺς μὲν διὰ πλείστης ἀσκήσεως καὶ παιδείας τοὺς κατὰ ἰατρικὴν λόγους ἀνειληφότας, καὶ πάντα λογικῶς χειρουργοῦντας· τούς γε μὴν ἐπὶ θεραπείᾳ προσιόντας αὐτοῖς, πίστει ἑαυτοὺς καὶ τῇ τῶν χρηστοτέρων ἐλπίδι, παρέχοντας· καὶ τῶν μὲν κατὰ τὴν ἐπιστήμην θεωρημάτων μηδὲν ἀκριβῶς ἐπαΐοντας, μόνης δὲ τῆς ἀγαθῆς ἐλπίδος τε καὶ πίστεως ἐξηρτημένους; Καὶ ὁ μὲν τῶν ἰατρῶν ἄριστος εἰς μέσον παρελθὼν, ἅτε χρὴ προφυλάττεσθαι καὶ ἃ προσήκει δρᾷν, ὥσπερ τις ἄρχων καὶ κύριος μετ' ἐπιστήμης προστάττει· ὁ δ' ὡς
Now the sum of the first and greatest benefaction of the saving Word you might know, if you should take to mind the superstitious error of ancient idolatry, whereby the whole race of men was long ago worn down by the constraints of demons. Having removed Greeks and barbarians alike from this as from a most gloomy darkness by divine power, He led them all over into the intellectual and most radiant day of the true piety of God the All-Sovereign. And what need is there to speak at length, trying to demonstrate that we did not dedicate ourselves to an irrational faith, but to sober and profitable arguments containing the way of true piety? Since our present treatise deals thoroughly with this very thing as a whole, those who are suitably disposed to follow demonstrations of arguments we exhort and urge to care for prudence in arguments, and more rationally to receive the demonstrations of ⟨…⟩ doctrines, and to be ready for a defence to everyone who asks us the reason for the hope that is ours; yet since not all are such, as the Word is philanthropic, and turns no one away in any wise, but heals every man with suitable remedies, and invites the unlearned and simple man to the gentler treatment, naturally in our introduction, leading by the hand into the pious life beginners among the simpler folk, women and children, and the multitude of common people, we adopt sound faith as in the place of a remedy, implanting in them right opinions concerning the providence of God, and concerning the immortality of the soul, and concerning the life according to virtue. Or do we not likewise see those also who with scientific skill heal the bodies of the sick, having themselves through very great practice and education taken up the principles of medicine, and performing all their operations rationally, whereas those who come to them for treatment commit themselves to faith and to the hope of better things, understanding accurately none of the theorems of the science, and hanging solely upon good hope and faith? And the best of the physicians comes forward into their midst, and prescribes with scientific knowledge like some ruler and lord both what things one must guard against and what things it is fitting to do; and the other, as
Notes, col. 44

On the reading

Printed σωμάτων, for σώματα.

Printed ἅτε, for ἅ τε.