παντοκράτορι καὶ Σωτῆρι ἡμῶν καὶ τῶν ὅλων δεσπότῃ Θεῷ τελεῖσθαι θρησκείαν· ὅπερ μετὰ τῆς δεούσης προσῆκον ὑμᾶς φυλάττειν φροντίδος, εἴ γέ
Almighty and our Saviour and Master of all, God, to be performed as worship; which it befits you to observe with due care, if indeed
Πάντα μὲν δὴ ταῦτα συντελῶν εἰς δόξαν τῆς σωτηρίου δυνάμεως βασιλεὺς διεπραγματεύετο. Καὶ τὸν μὲν αὐτοῦ Σωτῆρα Θεὸν ὧδέ πη διετέλει γεραίρων, τὴν δέ γε τῶν ἐθνῶν δεισιδαίμονα πλάνην παντοίοις ἐξήλεγχε τρόποις. Ἔνθεν εἰκότως ἐγυμνοῦτο μὲν αὐτοῖς τῶν κατὰ πόλιν νεῶν τὰ προπύλαια, θυρῶν ἔρημα γινόμενα βασιλέως προστάγματι· ἑτέρων δ' ἡ ἐπὶ τοῖς ὀρόφοις στέγη, τῶν καλυπτήρων ἀφαιρουμένων, ἐφθείρετο· ἄλλων τὰ σεμνὰ χαλκουργήματα, ἐφ' οἷς ἡ τῶν παλαιῶν ἀπάτη μακροῖς ἐσεμνολογεῖτο χρόνοις, ἔκδηλα τοῖς πᾶσιν ἐν ἀγοραῖς πάσαις τῆς βασιλέως πόλεως προὐτίθετο· ὡς εἰς ἀσχήμονα θέαν προκεῖσθαι τοῖς ὁρῶσιν, ὧδε μὲν τὸν Πύθιον, ἑτέρωθι δὲ τὸν Σμίνθιον, ἐν αὐτῷ δὲ ἱπποδρομίῳ, τοὺς ἐν Δελφοῖς τρίποδας, τὰς δ' Ἑλικωνίδας Μούσας ἐν παλατίῳ. Ἐπληροῦτο δὲ διόλου πᾶσα ἡ βασιλέως ἐπώνυμος πόλις τῶν κατὰ πᾶν ἔθνος ἐντέχνοις χαλκοῦ φιλοκαλίαις ἀφιερωμένων· οἷς θεῶν ὀνόματι πλείστας ὅσας ἑκατόμβας, ὁλοκαύτους τε θυσίας εἰς μάταιον ἀποδόντες μακροῖς αἰῶσιν οἱ τὴν πλάνην νενοσηκότες, ὀψέ ποτε φρονεῖν ἔγνωσαν, τούτοις αὐτοῖς, ἀθύρμασιν ἐπὶ γέλωτι καὶ παιδιᾷ τῶν ὁρώντων βασιλέως κεχρημένου. Τὰ δέ γε χρύσεα τῶν ἀγαλμάτων ἄλλῃ πη μετήρχετο. Ἐπειδὴ γὰρ συνεῖδε μάτην δειμαίνοντα νηπίων δίκην ἀφρόνων τὰ πλήθη τῆς πλάνης τὰ μορμολύκεια, ὕλῃ χρυσοῦ καὶ ἀργύρου πεπλασμένα, καὶ ταῦτα ἐκποδὼν ᾤετο δεῖν ἆρασθαι, ὥσπερ τινὰ λίθων ἐγκόμματα τοῖς ἐν σκότῳ βαδίζουσι πρὸ τῶν ποδῶν ἐῤῥιμμένα, λείαν τε καὶ ὁμαλὴν τοῦ λοιποῦ τὴν βασιλικὴν τοῖς πᾶσιν ἀναπετάσαι πορείαν· ταῦτα δ' οὖν διανοηθεὶς, οὐχ ὁπλιτῶν αὐτῷ καὶ πλήθους στρατοπεδείας ἡγήσατο δεῖν πρὸς τὸν τούτων ἔλεγχον, εἷς δὲ μόνος αὐτῷ καὶ δεύτερος τῶν αὐτοῦ γνωρίμων, πρὸς ὑπηρεσίαν ἀπήρκουν, οὓς ἑνὶ νεύματι κατὰ πᾶν ἔθνος
Accomplishing all these things, indeed, to the glory of the saving power, the emperor carried out his measures. And on the one hand he continued thus in some such way honouring his Saviour God, while on the other hand he exposed in all manner of ways the superstitious error of the nations. Hence, reasonably, in the cities the entryways of their temples were stripped bare, left bereft of doors at the emperor's command; of others, the roofing upon the rafters was destroyed as the tiles were removed; of others, the revered bronze works, over which the deceit of the ancients had for long ages boasted solemnly, were set forth in public view to all in all the market-places of the emperor's city, so that there lay exposed as an unseemly spectacle to the beholders, here the Pythian, elsewhere the Sminthian, and in the hippodrome itself the tripods from Delphi, and the Heliconian Muses in the palace. And throughout its whole extent the entire city named after the emperor was filled with objects that in every nation had been dedicated in skilful works of art in bronze; to which, in the name of gods, those diseased with error, after having in vain offered up very many hecatombs and whole burnt sacrifices through long ages, learned late at last to be wise, when the emperor used these very things as playthings for the laughter and sport of the beholders. With the golden statues, however, he dealt in another way. For when he perceived the multitudes, like foolish infants, vainly dreading the bugbears of error fashioned out of material of gold and silver, these too he thought ought to be cleared out of the way, like stumbling-blocks of stones cast before the feet of those walking in darkness, and that henceforth a smooth and even royal highway should be thrown open to all; having pondered these things, accordingly, he considered that he had no need of men-at-arms and a multitude of soldiery for the refutation of these, but one alone or a second of his acquaintances sufficed him for the service, whom at a single nod throughout every nation