PG 20:1096Read from the pageτρον ἐκόσμει, μνῆμα ἐκεῖνο θεσπέσιον, παρ' ᾧ φῶς ἐξαστράπτων ποτὲ ἄγγελος, τὴν διὰ τοῦ Σωτῆρος ἐνδεικνυμένην παλιγγενεσίαν τοῖς πᾶσιν εὐηγγελίζετο.
cave he adorned, that wondrous monument, beside which an angel once flashing forth light proclaimed to all the good tidings of the regeneration manifested through the Saviour.
ΚΕΦΑΛΑΙΟΝ ΛΔʹ.
Chapter XXXIV.
Ἔκφρασις οἰκοδομῆς τοῦ παναγίου μνήματος.
Description of the structure of the all-holy monument.
Τοῦτο μὲν οὖν πρῶτον, ὡσανεὶ τοῦ παντὸς κεφαλὴν, ἐξαιρέτοις κίοσι, κόσμῳ τε πλείστῳ κατεποίκιλλεν ἡ βασιλέως φιλοτιμία, παντοίοις καλλωπίσμασι καταφαιδρύνουσα.
This first, then, as though the head of the whole, the emperor's munificence variegated with choice columns and abundant ornament, brightening it throughout with embellishments of every kind.
ΚΕΦΑΛΑΙΟΝ ΛΕʹ.
Chapter XXXV.
Ἔκφρασις αἰθρίου καὶ στοῶν.
Description of the atrium and porticoes.
Διέβαινε δ' ἑξῆς ἐπὶ παμμεγέθη χῶρον, εἰς καθαρὸν αἴθριον ἀναπεπταμένον· ὃν δὴ λίθος λαμπρὸς κατεστρωμένος ἐπ' ἐδάφους ἐκόσμει, μακροῖς περιδρόμοις στοῶν ἐκ τριπλεύρου περιεχόμενον.
Next one passed over onto a vast space, opened out into a clear court, which shining stone paved upon the floor adorned, surrounded on three sides by long walks of porticoes.
ΚΕΦΑΛΑΙΟΝ ΛϚʹ.
Chapter XXXVI.
Ἔκφρασις τοῦ ναοῦ τῆς ἐκκλησίας τοίχων καὶ δωματουργίας, κάλλους τε καὶ χρυσώσεως.
Description of the walls and roof-construction of the temple of the church, and of its beauty and gilding.
Τῷ γὰρ καταντικρὺ πλευρῷ τοῦ ἄντρου, ὃ δὴ πρὸς ἀνίσχοντα ἥλιον ἑώρα, ὁ βασίλειος συνῆπτο νεὼς, ἔργον ἐξαίσιον, εἰς ὕψος ἄπειρον ἠρμένον, μήκους τε καὶ πλάτους ἐπὶ πλεῖστον εὐρυνόμενον· οὗ τὰ μὲν εἴσω τῆς οἰκοδομίας, ὕλης μαρμάρου ποικίλης διεκάλυπτον πλακώσεις, ἡ δ' ἐκτὸς τῶν τοίχων ὄψις, ξεστῷ λίθῳ ταῖς πρὸς ἕκαστον ἁρμογαῖς συνημμένῳ λαμπρυνομένη, ὑπερφυές τι χρῆμα κάλλους τῆς ἐκ μαρμάρου προσόψεως οὐδὲν ἀποδέον, παρεἶχεν. Ἄνω δὲ πρὸς αὐτοῖς ὀρόφοις, τὰ μὲν ἐκτὸς δώματα μολύβδου περιέφραττεν ὕλη, ὄμβρων ἀσφαλὲς ἔρυμα χειμερίων· τὰ δὲ τῆς εἴσω στέγης γλυφαῖς φατνωμάτων ἀπηρτισμένα, καὶ ὥσπερ τι μέγα πέλαγος καθ' ὅλου τοῦ βασιλείου οἴκου συνεχέσι ταῖς πρὸς ἀλλήλας συμπλοκαῖς ἀνευρυνόμενα, χρυσῷ τε διαυγεῖ δι' ὅλου κεκαλυμμένα, φωτὸς οἷα μαρμαρυγαῖς τὸν πάντα νεὼν ἐξαστράπτειν ἐποίει.
For to the side directly opposite the cave, which looked towards the rising sun, the royal temple was joined, an extraordinary work, raised to a boundless height, and broadened out to the greatest extent in both length and breadth; of which facings of variegated marble substance covered over the interior parts of the building, while the outer appearance of the walls, gleaming with polished stone fitted together at each joint, afforded a surpassingly fair sight, falling short in nothing of the aspect of marble. Above, at the roofs themselves, leaden material fenced about the outer roofs, a sure protection against winter rains; while the parts of the inner ceiling, finished with carvings of coffered panels, and spreading out like some great sea over the whole royal house in continuous interlacings with one another, and covered throughout with radiant gold, made the whole temple flash as with gleamings of light.
ΚΕΦΑΛΑΙΟΝ ΛΖʹ.
Chapter XXXVII.
Ἔκφρασις διπλῶν στοῶν ἑκατέρωθεν, καὶ πυλῶν ἀνατολικῶν τριῶν.
Description of the double porticoes on either side, and of the three eastern gates.
Ἀμφὶ δ' ἑκάτερα τὰ πλευρὰ, διττῶν στοῶν, ἀνα-
And along both sides, of double porticoes, upper
PG 20:1097Read from the pageγείων τε καὶ καταγείων δίδυμοι παραστάδες, τῷ μήκει τοῦ νεὼ συνεξετείνοντο, χρυσῷ καὶ αὗται τοὺς ὀρόφους πεποικιλμέναι· ὧν αἱ μὲν ἐπὶ προσώπου τοῦ οἴκου, κίοσι παμμεγέθεσιν ἐπηρείδοντο, αἱ δ' εἴσω τῶν ἔμπροσθεν ὑπὸ πεσσοῖς ἀνηγείροντο, πολὺν τὸν ἔξωθεν περιβεβλημένοις κόσμον. Πύλαι δὲ τρεῖς πρὸς αὐτὴν ἀνίσχοντα ἥλιον εὖ διακείμεναι, τὰ πλήθη τῶν εἴσω φερομένων ὑπεδέχοντο.
and lower twin colonnades extended alongside the length of the temple, having their ceilings too variegated with gold; of which those at the front of the house rested upon huge columns, while those within those in front were raised upon piers invested externally with much ornament. And three gates well situated towards the rising sun itself received the multitudes of those entering within.
ΚΕΦΑΛΑΙΟΝ ΛΗʹ.
Chapter XXXVIII.
Ἔκφρασις ἡμισφαιρίου καὶ κιόνων δώδεκα καὶ κρατήρων.
Description of the hemisphere and of the twelve columns and bowls.
Τούτων δ' ἀντικρὺ, τὸ κεφάλαιον τοῦ παντὸς ἡμισφαιρίου ἦν, ἐπ' ἄκρου τοῦ βασιλείου ἐκτεταμένον· ὃ δὴ δυωκαίδεκα κίονες ἐστεφάνουν, τοῖς
Opposite these was the crowning feature of the whole hemisphere, stretched out at the extremity of the royal house; which twelve columns crowned, to the
Notes, col. 1097
On the reading
Printed αὐτὴν, for αὐτὸν.
PG 20:1100Read from the pageτοῦ Σωτῆρος ἀποστόλοις ἰσάριθμοι, κρατῆρσι μεγίστοις ἐξ ἀργύρου πεποιημένοις τὰς κορυφὰς κοσμούμενοι· οὓς δὴ βασιλεὺς αὐτὸς ἀνάθημα κάλλιστον ἐποιεῖτο τῷ αὑτοῦ Θεῷ.
apostles of the Saviour equal in number, adorned at their capitals with very great bowls wrought of silver, which the emperor himself made as a most fair dedicatory offering to his God.
ΚΕΦΑΛΑΙΟΝ ΛΘʹ.
Chapter XXXIX.
Ἔκφρασις μεσαυλίου καὶ ἐξεδρῶν καὶ προπύλων.
Description of the forecourt and exedras and gateways.
Ἔνθεν δὲ προϊόντων ἐπὶ τὰς πρὸ τοῦ νεὼ κειμένας εἰσόδους, αἴθριον διελάμβανεν. Ἦσαν δὲ ἐνταυθοῖ παρ' ἑκάτερα, καὶ αὐλὴ πρώτη, στοαί τ' ἐπὶ ταύτῃ, καὶ ἐπὶ πᾶσιν αἱ αὔλειοι πύλαι· μεθ' ἃς ἐπ' αὐτῆς μέσης πλατείας ἀγορᾶς, τὰ τοῦ παντὸς προπύλαια φιλοκάλως ἠσκημένα, τοῖς τὴν ἐκτὸς πορείαν ποιουμένοις καταπληκτικὴν παρεἶχον τὴν τῶν ἔνδον ὁρωμένην θέαν.
Thence, as men went forward to the entrances lying before the temple, another open court intervened. Here there were on either side both a first court and porticoes upon this, and last of all the court-gates; after which, in the very middle of the broad market-street, the gateways of the whole, wrought with love of beauty, afforded to those making their way outside an astonishing view seen of the things within.
Περὶ πλήθους ἀναθημάτων.
Concerning the multitude of dedicatory offerings.
Τόνδε μὲν οὖν τὸν νεών, σωτηρίου ἀναστάσεως ἐναργὲς ἀνίστη μαρτύριον βασιλεὺς, πλουσίᾳ καὶ βασιλικῇ κατασκευῇ τὸν σύμπαντα καταφαιδρύνας· ἐκόσμει δ' αὐτὸν ἀδιηγήτοις κάλλεσι πλείστων ὅσων ἀναθημάτων, χρυσοῦ καὶ ἀργύρου καὶ λίθων πολυτελῶν ἐν διαλλαττούσαις ὕλαις· ὧν τὴν κατὰ μέρος ἐπισκευὴν φιλοτέχνως εἰργασμένην, μεγέθει τε καὶ πλήθει καὶ ποικιλίαις, οὐ σχολὴ νῦν ἐπεξιέναι τῷ λόγῳ.
This temple, then, the emperor raised up as a manifest testimony of the saving resurrection, brightening the whole throughout with rich and royal furnishings; and he adorned it with indescribable beauties of abundant dedicatory offerings, of gold and silver and precious stones in varying materials, the detailed workmanship of which, skilfully wrought in size and multitude and variety, there is no leisure now to recount in speech.
PG 20:1101Read from the pageΚΕΦΑΛΑΙΟΝ ΜΑʹ.
Chapter XLI.
Περὶ οἰκοδομῆς ἐκκλησιῶν ἐν Βηθλεὲμ, καὶ τῷ ὄρει τῶν Ἐλαιῶν.
Concerning the building of churches in Bethlehem, and on the Mount of Olives.
Ἀπολαβὼν δ' ἐνταυθοῖ χώρας ἑτέρας δυσὶν ἄντροις μυστικοῖς τετιμημένας, πλουσίαις καὶ ταύτας φιλοτιμίαις ἐκόσμει, τῷ μὲν τῆς πρώτης τοῦ Σωτῆρος θεοφανείας ἄντρῳ, ἔνθα δὴ καὶ τὰ τῆς ἐνσάρκου γενέσεως ὑπέστη, τὰς καταλλήλους νέμων τιμὰς, τῷ δὲ τῆς εἰς οὐρανοὺς ἀναλήψεως τὴν ἐπὶ τῆς ἀκρωρείας μνήμην σεμνύνων. Καὶ ταῦτα δὲ φιλοκάλως ἐτίμα, τῆς αὐτοῦ μητρὸς, ἣ τοσοῦτον ἀγαθὸν τῷ τῶν ἀνθρώπων διηκονεῖτο βίῳ, διαιωνίζων τὴν μνήμην.
Selecting here other places honoured by two mystic caves, he adorned these also with rich munificence, rendering fitting honours to the cave of the first theophany of the Saviour, where indeed He also underwent the birth in the flesh, and exalting upon the ridge the memorial of the ascension into the heavens. And these too he honoured with love of beauty, perpetuating the memory of his mother, who ministered so great a good to the life of mankind.
ΚΕΦΑΛΑΙΟΝ ΜΒʹ.
Chapter XLII.
Ὅτι Ἑλένη ἡ βασιλὶς ἡ Κωνσταντίνου μήτηρ, εἰς εὐχὴν παραγενομένη, ταύτας ᾠκοδόμησεν.
That Helena the empress, the mother of Constantine, having come for prayer, built these.
Ἐπειδὴ γὰρ αὕτη τῷ παμβασιλεῖ Θεῷ τὸ τῆς εὐσεβοῦς διαθέσεως ἀποδοῦναι χρέος ἔργον ἐποιήσατο, ὑφ' υἱῷ τε βασιλεῖ τοσούτῳ, παισί τε αὐτοῦ καίσαρσι θεοφιλεστάτοις ἑαυτῆς ἐκγόνοις, τὰ χαριστήρια δεῖν ᾤετο δι' εὐχῶν ἀποπληρῶσαι, ἧκε δὴ σπεύδουσα νεανικῶς ἡ πρέσβυς, ὑπερβαλλούσῃ φρονήσει τὴν ἀξιάγαστον ἀνιστορήσουσα γῆν, ἔθνη τε τὰ ἑῷα καὶ δήμους ὁμοῦ καὶ λαοὺς βασιλικῷ προμηθείᾳ ἐποψομένη. Ὡς δὲ τοῖς βήμασι τοῖς σωτηρίοις τὴν πρέπουσαν ἀπεδίδου προσκύνησιν, ἀκολούθως προφητικῷ λόγῳ, φάντι, « Προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ, » τῆς οἰκείας εὐσεβείας καρπὸν καὶ τοῖς μετέπειτα παραχρῆμα κατελίμπανεν.
For since she made it her task to pay to God the All-Sovereign the debt of a pious disposition, and thought that she ought to fulfil thank-offerings through prayers under so great a son and emperor, and for his sons the most God-beloved Caesars her own grandsons, the aged woman came hastening with youthful vigour, to survey with surpassing prudence the land worthy of veneration, and to visit with royal forethought the eastern nations and citizen bodies and peoples together. And when she rendered fitting worship to the saving footsteps, in accordance with the prophetic word that said, "Let us worship at the place where His feet stood," she forthwith left behind fruit of her own piety for those coming afterwards as well.
ΚΕΦΑΛΑΙΟΝ ΜΓʹ.
Chapter XLIII.
Ἔτι περὶ ἐκκλησίας ἐν Βηθλεέμ.
Further concerning the church in Bethlehem.
Αὐτίκα δ' οὖν τῷ προσκυνηθέντι Θεῷ δύο νεὼς ἀφιέρου, τὸν μὲν πρὸς τῷ τῆς γεννήσεως ἄντρῳ, τὸν δ' ἐπὶ τοῦ τῆς ἀναλήψεως ὄρους. Καὶ γὰρ καὶ γέννησιν ὑπὸ γῆν ὁ μεθ' ἡμῶν Θεὸς δι' ἡμᾶς ἠνέσχετο, καὶ τόπος αὐτοῦ τῆς ἐνσάρκου γεννήσεως, ὀνομαστὶ παρ' Ἑβραίοις ἡ Βηθλεὲμ ἐκηρύττετο. Διὸ
Straightway, then, she dedicated two temples to the God Whom she had worshipped, the one at the cave of the birth, the other upon the mountain of the ascension. For indeed God with us endured for our sake even a birth beneath the earth, and the place of His birth in the flesh was proclaimed by name among the Hebrews as Bethlehem. Wherefore
Notes, col. 1101
On the reading
Printed βασιλικῷ, for βασιλικῇ.
PG 20:1104Read from the pageδὴ βασιλὶς ἡ θεοσεβεστάτη, τῆς θεοτόκου τὴν κύησιν μνήμασι θαυμαστοῖς κατεκόσμει, παντοίως τὸ τῇδε ἱερὸν ἄντρον φαιδρύνουσα· βασιλεὺς δὲ μικρὸν ὕστερον βασιλικοῖς ἀναθήμασι καὶ ταύτην ἐτίμα, τοῖς ἐξ ἀργύρου καὶ χρυσοῦ κειμηλίοις, παραπετάσμασί τε ποικίλοις τὰς τῆς μητρὸς ἐπαύξων φιλοκαλίας. Πάλιν δ' ἡ μὲν βασιλέως μήτηρ τῆς εἰς οὐρανοὺς πορείας τοῦ τῶν ὅλων Σωτῆρος, ἐπὶ τοῦ τῶν ἐλαιῶν ὄρους τὴν μνήμην ἐπηρμέναις οἰκοδομίαις ἀνύψου, ἄνω πρὸς ταῖς ἀκρωρείαις παρὰ τὴν τοῦ παντὸς ὄρους κορυφὴν, ἱερὸν οἶκον ἐκκλησίας ἀνεγείρουσα, νεών τε· κἀνταῦθα λόγος ἀληθὴς κατέχει, ἐν αὐτῷ ἄντρῳ τοὺς αὐτοῦ θιασώτας μυεῖν τὰς ἀποῤῥήτους τελετὰς τὸν τῶν ὅλων Σωτῆρα. Βασιλεὺς δὲ κἀνταῦθα παντοίοις ἀναθήμασί τε καὶ κόσμοις τὸν μέγαν ἐγέραιρε Βασιλέα. Καὶ δὴ δύο ταῦτα μνήμης ἐπάξια αἰωνίου, σεμνὰ καὶ περικαλλῆ καθιερώματα, ἐπὶ δύο μυστικῶν ἄντρων Ἑλένη αὐγούστα Θεῷ τῷ αὐτῆς Σωτῆρι, θεοφιλοῦς βασιλέως θεοφιλὴς μήτηρ, εὐσεβοῦς τεκμήρια διαθέσεως ἵδρυτο, δεξιὰν αὐτῇ βασιλικῆς ἐξουσίας τοῦ παιδὸς παρασχομένου. Καρπὸν δ' ἐπάξιον ἡ πρέσβυς οὐκ εἰς μακρὰν ἀπελάμβανεν, ἀγαθοῖς μὲν ἅπασι τὸν
indeed the most God-fearing empress adorned the childbearing of the Mother of God with marvellous monuments, brightening the sacred cave here in every way; and a little later the emperor honoured this too with royal dedicatory offerings, increasing his mother's works of beauty with treasures of silver and gold and with variegated hangings. Again, the emperor's mother exalted with lofty buildings upon the Mount of Olives the memorial of the journey into the heavens of the Saviour of all, raising high up on the ridges beside the summit of the whole mountain a sacred house of the church, and a temple; and here a true account holds that in the cave itself the Saviour of all initiated His votaries into the ineffable mysteries. Here too the emperor honoured the great King with dedicatory offerings and ornaments of every kind. And indeed these two venerable and exceedingly fair dedications, worthy of eternal memory, Helena Augusta, the God-beloved mother of a God-beloved emperor, established over two mystic caves to God her Saviour, as tokens of a pious disposition, her son affording her the right hand of imperial authority. And not long afterwards the aged woman received a worthy reward, having passed in all good things the
PG 20:1105Read from the pageπάντα τῆς ζωῆς χρόνον ἐπ' αὐτῷ γήραος οὐδῷ διαπεραναμένη, λόγοις δὲ καὶ ἔργοις τῶν σωτηρίων παραγγελμάτων εὐθαλεῖς παρασχομένη καρπούς, κἄπειθ' οὕτω βίον εὐσταλῆ καὶ ἄλυπον, σώματος ὁμοῦ καὶ ψυχῆς ἐν ἐῤῥωμένῳ φρονήματι διανύσασα· ἐφ' οἷς καὶ τέλος εὐσεβείας ἐπάξιον, ἀγαθῶν τε παρὰ Θεοῦ ἀμοιβὴν κἀπὶ τοῦ παρόντος εὕρατο βίου.
whole time of her life upon the very threshold of old age, and having yielded flourishing fruits of the saving precepts in words and deeds, and then thus having accomplished a composed and painless life in vigorous frame of body and soul alike; upon which things she found both an end worthy of her piety and a recompense of good things from God even in the present life.
ΚΕΦΑΛΑΙΟΝ ΜΔʹ.
Chapter XLIV.
Περὶ μεγαλοψυχίας καὶ εὐποιίας τῆς Ἑλένης.
Concerning the magnanimity and beneficence of Helena.
Τὴν γάρτοι σύμπασαν ἑῴαν μεγαλοπρεπείᾳ βασιλικῆς ἐξουσίας ἐμπεριελθοῦσα, μυρία μὲν ἀθρόως τοῖς κατὰ πόλιν ἐδωρεῖτο δήμοις, ἰδίᾳ τε τῶν προσιόντων ἑκάστῳ· μυρία δὲ τοῖς στρατιωτικοῖς τάγμασι δεξιᾷ μεγαλοπρεπεῖ διένεμε, πλεῖστά θ' ὅσα πένησι γυμνοῖς καὶ ἀπεριστάτοις ἐδίδου, τοῖς μὲν χρημάτων δόσεις ποιουμένη, τοῖς δὲ τὰ πρὸς τήν τοῦ σώματος σκέπην δαψιλῶς ἐπαρκοῦσα· ἑτέρους ἀπήλλαττε δεσμῶν, μετάλλων τε κακοπαθείᾳ ταλαιπωρουμένους· ἠλευθέρου τε πλεονεκτουμένους· καὶ πάλιν ἄλλους ἐξορίας ἀνεκαλεῖτο.
Going round the whole East, indeed, in the magnificence of imperial authority, she bestowed countless gifts abundantly upon the citizen bodies in each city, and privately upon each of those who approached her; and countless gifts she distributed with magnificent right hand to the military ranks, and very many things she gave to the naked and destitute poor, to some making gifts of money, and to others lavishly supplying what was needed for the covering of the body; others she freed from bonds, and those distressed by hard labour in the mines; she liberated those oppressed by overreaching; and again others she recalled from exile.
ΚΕΦΑΛΑΙΟΝ ΜΕʹ.
Chapter XLV.
Ὅπως εὐλαβῶς ἐν ταῖς ἐκκλησίαις συνήγετο ἡ Ἑλένη.
How reverently Helena assembled in the churches.
Τοιούτοις δῆτα λαμπρυνομένη, οὐδὲ τῆς πρὸς τὸν Θεὸν ὁσίας κατωλιγώρει, φοιτῶσαν μὲν αὐτὴν ἐν τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ διὰ παντὸς ὁρᾶσθαι παρέχουσα, λαμπροῖς δὲ κατακοσμοῦσα κειμηλίοις τοὺς εὐκτηρίους οἴκους, μηδὲ τοὺς ἐν ταῖς βραχυτάταις πόλεσι παρορῶσα ναούς. Ἦν οὖν ὁρᾷν τὴν θαυμασίαν, ἐν σεμνῇ καὶ εὐσταλεῖ περιβολῇ τῷ πλήθει συναγελαζομένην, τήν τε πρὸς τὸ Θεῖον εὐλάβειαν διὰ πάσης θεοφιλοῦς πράξεως ἐπιδεικνυμένην.
Distinguished by such deeds, she did not neglect holiness towards God either, presenting herself continually to be seen frequenting the church of God, and adorning the houses of prayer with splendid treasures, not overlooking even the temples in the smallest cities. One might therefore see the admirable woman in modest and simple attire mingling with the multitude, and displaying reverence towards the Divine through every God-loving deed.
ΚΕΦΑΛΑΙΟΝ ΜϚʹ.
Chapter XLVI.
Ὅπως ὀγδοηκοντοῦτις οὖσα καὶ διαθεμένη, ἐτελεύτα.
How, being eighty years old and having made her will, she died.
Ἐπεὶ δὲ λοιπὸν τὰ τῆς αὐτάρκους διανύσασα ζωῆς, ἐπὶ τὴν κρείττονα λῆξιν ἐκαλεῖτο, σχεδόν που τῆς ἡλικίας ἀμφὶ τοὺς ὀγδοήκοντα ἐνιαυτοὺς διάρκέσασα, πρὸς αὐτῷ γενομένη τῷ τέλει, συνεταττετο καὶ διετίθετο ἐπὶ μονογενεῖ υἱῷ βασιλεῖ μονάρχῳ κοσμοκράτορι, παισί τε τούτου καίσαρσιν ἑαυτῆς ἐκγόνοις, τὴν ὑστάτην βουλὴν διοριζομένη, διανέμουσά τε τῶν ἐκγόνων ἑκάστῳ τὰ τῆς οἰκείας ὑπάρξεως, ὅση τις αὐτῇ καθ' ὅλης ὑπῆρξε τῆς οἰκουμένης. Καὶ δὲ τοῦτον διαθεμένη τὸν τρόπον, λοιπὸν τὴν τοῦ βίου κατέλυε τελευτὴν, παρόντος αὐτῇ καὶ παρεστῶτος υἱοῦ τοσούτου, θεραπεύοντός τε καὶ τῶν χειρῶν ἐφαπτομένου· ὡς μὴ τεθνάναι εἰκότως τὴν τρισμακαρίαν τοῖς εὖ φρονοῦσι δοκεῖν, μεταβολὴν δὲ καὶ μετάθεσιν ἀληθεῖ λόγῳ τῆς γεώδους ζωῆς ἐπὶ τὴν οὐράνιον ὑπομεῖναι. Ἀνεστοιχειοῦτο γοῦν αὐτῇ ψυχῇ ἐπὶ τὴν ἄφθαρτον καὶ ἀγγελικὴν οὐσίαν, πρὸς τὸν αὐτῆς ἀναλαμβανομένη Σωτῆρα.
When at length, having accomplished the course of a sufficient life, she was being called to the better lot, having lasted in age almost around eighty years, being at the very end, she set her affairs in order and made her testament in favour of her only-begotten son, the emperor and sole ruler of the world, and of his sons the Caesars her own grandsons, determining her last counsel, and apportioning to each of her grandsons the things of her own substance, all that she possessed throughout the whole inhabited world. And having thus made her will, she finally closed the end of her life, with so great a son present with her and standing beside her, tending her and clasping her hands; so that to those who judge rightly the thrice-blessed woman reasonably seemed not to have died, but in true account to have undergone a change and transition from earthly life to the heavenly. She was remoulded, accordingly, in her very soul into an incorruptible and angelic substance, being taken up to her Saviour.
ΚΕΦΑΛΑΙΟΝ ΜΖʹ.
Chapter XLVII.
Ὅπως τὴν μητέρα Κωνσταντῖνος κατέθετο, καὶ πρὸ τούτου καὶ ζῶσαν ἐτίμησεν.
How Constantine laid his mother to rest, and honoured her before this while she lived.
Καὶ τὸ σκῆνος δὲ τῆς μακαρίας, οὐ τῆς τυχούσης
And the tabernacle of the blessed woman, too, of no ordinary
Notes, col. 1105
On the reading
Printed διάρκέσασα, for διαρκέσασα.
Printed συνεταττετο, for συνετάττετο.