ἑορτὴν τὴν τῆς ἡμετέρας ἐλευθερίας ἡμέραν, τουτέστι τὴν τοῦ ἁγιωτάτου πάθους, ὁ ἡμέτερος παρέδωκε Σωτὴρ, καὶ μίαν εἶναι τὴν καθολικὴν αὐτοῦ Ἐκκλησίαν βεβούληται, ἧς εἰ καὶ ταμάλιστα εἰς πολλοὺς καὶ διαφόρους τόπους τὰ μέρη διῄρηται, ἀλλ' ὅμως ἑνὶ πνεύματι, τουτέστι τῷ θείῳ βουλήματι, θάλπεται. Λογισάσθω δ' ἡ τῆς ὑμετέρας ὁσιότητος ἀγχίνοια, ὅπως ἐστὶ δεινόν τε καὶ ἀπρεπὲς, κατὰ τὰς αὐτὰς ἡμέρας ἑτέρους μὲν ταῖς νηστείαις σχολάζειν, ἑτέρους δὲ συμπόσια συντελεῖν, καὶ μετὰ τὰς τοῦ Πάσχα ἡμέρας, ἄλλους μὲν ἐν ἑορταῖς καὶ ἀνέσεσιν ἐξετάζεσθαι, ἄλλους δὲ ταῖς ὡρισμέναις ἐκδεδόσθαι νηστείαις. Διὰ τοῦτο γοῦν τῆς προσηκούσης ἐπανορθώσεως τυχεῖν, καὶ πρὸς μίαν διατύπωσιν ἄγεσθαι τοῦτο ἡ θεία πρόνοια βούλεται, ὡς ἔγωγ' ἅπαντας ἡγοῦμαι συνορᾶν.
feast, the day of our freedom, that is, that of the most holy passion, our Saviour handed down, and He has willed His catholic Church to be one, whose parts, even though they are ever so much divided into many and diverse places, are nevertheless cherished by one spirit, that is, by the divine will. And let the sagacity of your holiness consider how grievous and unseemly it is that on the same days some should devote themselves to fasts while others hold banquets, and after the days of the Pascha some should be found in festivities and relaxations while others are given over to the appointed fasts. On this account, then, divine providence wills that this matter should receive fitting correction and be brought under a single regulation, as I for my part suppose all perceive.
«Ὅθεν ἐπειδὴ τοῦθ' οὕτως ἐπανορθοῦσθαι προσῆκεν, ὡς μηδὲν μετὰ τοῦ τῶν πατροκτόνων τε καὶ κυριοκτόνων ἐκείνων ἔθους εἶναι κοινὸν, ἔστι δὲ τάξις εὐπρεπὴς, ἣν πᾶσαι αἱ τῶν δυτικῶν τε καὶ μεσημβρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν παραφυλάττουσιν Ἐκκλησίαι, καί τινες τῶν κατὰ τὴν ἑῴαν τόπων, τούτου ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο· καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην, ἵν' ὅπερ δ' ἂν κατὰ τὴν τῶν Ῥωμαίων πόλιν τε καὶ Ἀφρικὴν, Ἰταλίαν τε ἅπασαν, Αἴγυπτον, Σπανίαν, Γαλλίας, Βρεττανίας, Λιβύας, ὅλην Ἑλλάδα, Ἀσιανήν τε διοίκησιν καὶ Ποντικὴν, καὶ Κιλικίαν, μιᾷ καὶ συμφώνῳ φυλάττεται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις, λογιζομένη ὡς οὐ μόνον πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρημένους τόπους Ἐκκλησιῶν ἀριθμὸς, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς λόγος ἀπαιτεῖν δοκεῖ, καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν. Ἵνα δὲ τὸ κεφαλαιωδέστερον συντόμως εἴπω, κοινῇ πάντων ἤρεσε κρίσει, τὴν ἁγιωτάτην τοῦ Πάσχα ἑορτὴν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ συντελεῖσθαι. Οὐδὲ γὰρ πρέπει ἐν τοσαύτῃ ἁγιότητι εἶναί τινα διαφορὰν, καὶ κάλλιον, ἕπεσθαι τῇ γνώμῃ ταύτῃ, ἐν ᾗ οὐδεμία ἐστὶν ἀλλοτρίας πλάνης καὶ ἁμαρτήματος ἐπιμιξία.
"Wherefore, since it was fitting that this should be so corrected that there might be nothing in common with the custom of those parricides and slayers of the Lord, and since there is a seemly order which all the Churches of the western, southern, and northern parts of the inhabited world observe, as well as some of the places in the East, for this reason all judged it right for the present; and I myself promised that it would be pleasing to your sagacity, that whatsoever is observed with one harmonious judgement throughout the city of the Romans and Africa, and all Italy, Egypt, Spain, the Gauls, the Britains, the Libyas, all Greece, the Asian diocese and the Pontic, and Cilicia, your understanding also may gladly accept this, considering not only that the number of the Churches in the aforesaid places is greater, but also that it is most pious for all in common chiefly to will this, which accurate reason also seems to demand, and to have no fellowship with the perjury of the Jews. And to state the main point briefly, by the common judgement of all it was resolved that the most holy feast of the Pascha should be celebrated on one and the same day. For neither is it fitting in so great a holiness that there should be any difference, and it is better to follow this judgement, in which there is no admixture of alien error and sin.