Migne Reading Room

PG 20 · cols. 1060–1069 · Read from the page

Eusebius, Life of Constantine, Book III

Eusebius, Life of Constantine, Book III

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:1060Read from the page
πλανωμένοις ἕπεσθαι τοῖς τῆς εὐαγγελικῆς ἀλλοτρίοις χάριτος. Κἀν τούτῳ τοιγαροῦν μακροῖς ἤδη χρόνοις τῶν ἁπανταχοῦ λαῶν διενηνεγμένων, θεσμῶν τε θείων συγχεομένων, ὡς ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς ἑορτῆς τὴν τοῦ καιροῦ παρατροπὴν μεγίστην διάστασιν ἐμποιεῖν τοῖς τὴν ἑορτὴν ἄγουσι, τῶν μὲν ἀσιτίαις καὶ κακοπαθείαις ἐνασκουμένων, τῶν δ' ἀνέσει τὴν σχολὴν ἀνατιθέντων, οὐδεὶς οἷός τε ἦν ἀνθρώπων θεραπείαν εὕρασθαι τοῦ κακοῦ, ἰσοστασίου τῆς ἔριδος τοῖς διεστῶσιν ὑπαρχούσης· μόνῳ δ' ἄρα τῷ παντοδυνάμῳ Θεῷ καὶ ταῦτ' ἰᾶσθαι ῥᾴδιον ἦν, ἀγαθῶν δ' ὑπηρέτης αὐτῷ μόνος τῶν ἐπὶ γῆς κατεφαίνετο Κωνσταντῖνος· ὃς ἐπειδὴ τὴν τῶν λεχθέντων διέγνω ἀκοὴν, τό τε καταπεμφθὲν αὐτῷ γράμμα τοῖς κατὰ τὴν Ἀλεξάνδρειαν ἄπρακτον ἑώρα, τότε αὐτὸς ἑαυτοῦ τὴν διάνοιαν ἀνακινήσας, ἄλλον τουτονὶ καταγωνιεῖσθαι δεῖν ἔφη τὸν κατὰ τοῦ ταράττοντος τὴν Ἐκκλησίαν ἀφανοῦς ἐχθροῦ πόλεμον.
follow those going astray who are strangers to evangelical grace. Herein accordingly, since the peoples everywhere had now for long times been at variance, and the divine ordinances were being confounded, so that in one and the same feast the divergence of the season produced the greatest division among those keeping the feast, some disciplining themselves in fastings and hardships, while others devoted their leisure to relaxation, no one among men was able to find a remedy for the evil, the strife being evenly balanced between those at variance; to Almighty God alone, then, was it easy to heal these things also, and Constantine appeared the sole minister of good things to Him among those upon earth; who, when he learned the report of what has been said, and saw that the letter sent down by him to those at Alexandria was without effect, then, rousing his own mind himself, declared that he must fight out this other war against the unseen enemy disturbing the Church.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Ὅπως σύνοδον ἐν Νικαίᾳ γενέσθαι προσέταξεν.
How he commanded a synod to be held at Nicaea.
Εἶθ' ὥσπερ ἐπιστρατεύων αὐτῷ, Θεοῦ φάλαγγα σύνοδον οἰκουμενικὴν συνεκρότει, σπεύδειν ἁπανταχόθεν τοὺς ἐπισκόπους γράμμασι τιμητικοῖς προκαλούμενος. Οὐχ ἦν θ' ἁπλοῦν τὸ ἐπίταγμα, συνήργει δὲ καὶ αὐτῇ πράξει τὸ βασιλέως νεῦμα, οἷς μὲν ἐξουσίαν δημοσίου παρέχον δρόμου, οἷς δὲ νωτοφόρων ὑπηρεσίας ἀφθόνους· ὥριστο δὲ καὶ πόλις ἐμπρέπουσα τῇ συνόδῳ, νίκης ἐπώνυμος, κατὰ τὸ Βιθυνῶν ἔθνος, ἡ Νίκαια. Ὡς οὖν ἐφοίτα πανταχοῦ τὸ παράγγελμα, οἷά τινος ἀπὸ νύσσης οἱ πάντες ἔθεον σὺν προθυμίᾳ πάσῃ· εἷλκε γὰρ αὐτοὺς ἀγαθῶν ἐλπὶς, ἥ τε τῆς εἰρήνης μετουσία, τοῦ τε ξένου θαύματος, τῆς τοῦ τοσούτου βασιλέως ὄψεως, ἡ θέα. Ἐπειδὴ οὖν συνῆλθον οἱ πάντες, ἔργον ἤδη Θεοῦ τὸ πραττόμενον ἐθεωρεῖτο. Οἱ γὰρ μὴ μόνον ψυχαῖς, ἀλλὰ καὶ σώμασι καὶ χώραις, καὶ τόποις καὶ ἔθνεσι ποῤῥωτάτω διεστῶτες ἀλλήλων, ὁμοῦ συνήγοντο· καὶ μία τοὺς πάντας ὑπεδέχετο πόλις, οἷόν τινα μέγιστον ἱερέων στέφανον, ἐξ ὡραίων ἀνθέων καταπεποικιλμένον
Then, as though marching out against him, he mustered an oecumenical synod as a phalanx of God, summoning the bishops by letters of honour to hasten from every quarter. Neither was the command a bare one, and the emperor's nod also assisted in the very execution, providing to some the right of the public post, and to others abundant services of pack-animals; and there was appointed too a city befitting the synod, named after victory, in the nation of the Bithynians, Nicaea. When therefore the summons went abroad everywhere, as from some starting-post they all ran with all eagerness; for hope of good things drew them on, and participation in peace, and the spectacle of that strange marvel, the sight of so great an emperor. Now when they had all come together, what was being done was already beheld to be a work of God. For those who stood farthest apart from one another not only in souls, but also in bodies and regions, and places and nations, were brought together at once; and a single city received them all, like some greatest crown of priests, variegated with fair flowers
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Περὶ οἰκουμενικῆς συνόδου, εἰς ἣν ἐκ πάντων ἐθνῶν παρῆσαν ἐπίσκοποι.
Concerning the oecumenical synod, at which bishops from all nations were present.
Τῶν γοῦν Ἐκκλησιῶν ἁπασῶν, αἳ τὴν Εὐρώπην ἅπασαν, Λιβύην τε καὶ τὴν Ἀσίαν ἐπλήρουν, ὁμοῦ
From all the Churches, therefore, which filled all Europe, Libya, and Asia, together
Notes, col. 1060

On the reading

Printed Οὐχ ἦν, for Οὐκ ἦν.

PG 20:1061Read from the page
συνῆκτο τῶν τοῦ Θεοῦ λειτουργῶν τὰ ἀκροθίνια, εἷς τ' οἶκος εὐκτήριος, ὥσπερ ἐκ Θεοῦ πλατυνόμενος, ἔνδον ἐχώρει κατὰ τὸ αὐτὸ Σύρους ἅμα καὶ Κίλικας, Φοίνικάς τε καὶ Ἀραβίους, καὶ Παλαιστινοὺς, καὶ ἐπὶ τούτοις Αἰγυπτίους, Θηβαίους, Λίβυας, τούς τ' ἐκ μέσης τῶν ποταμῶν ὁρμωμένους· ἤδη δὲ καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν, οὐδὲ Σκύθης ἀπελιμπάνετο τῆς χορείας, Πόντος τε καὶ Γαλατία καὶ Παμφυλία, Καππαδοκία τε καὶ Ἀσία καὶ Φρυγία τοὺς παρ' αὐταῖς παρεῖχον ἐκκρίτους· ἀλλὰ καὶ Θρᾷκες καὶ Μακεδόνες, Ἀχαιοί τε καὶ Ἠπειρῶται, τούτων θ' οἱ ἔτι ποῤῥωτάτω οἰκοῦντες, ἀπήντων· αὐτῶν τε Σπάνων ὁ πάνυ βοώμενος, εἷς ἦν τοῖς πολλοῖς ἅμα συνεδρεύων· τῆς δέ γε βασιλευούσης πόλεως ὁ μὲν προεστὼς ὑστέρει διὰ γῆρας, πρεσβύτεροι δ' αὐτοῦ παρόντες τὴν αὐτοῦ τάξιν ἐπλήρουν. Τοιοῦτον μόνος ἐξ αἰῶνος εἷς βασιλεὺς Κωνσταντῖνος Χριστῷ στέφανον δεσμῷ συνάψας εἰρήνης, τῷ αὐτοῦ Σωτῆρι τῆς κατ' ἐχθρῶν καὶ πολεμίων νίκης θεοπρεπὲς ἀνετίθει χαριστήριον, εἰκόνα χορείας ἀποστολικῆς ταύτην καθ' ἡμᾶς συστησάμενος
were gathered the first-fruits of the ministers of God, and a single house of prayer, as though enlarged by God, contained within at the same time Syrians together with Cilicians, Phoenicians and Arabians, and Palestinians, and besides these Egyptians, Thebans, Libyans, and those setting out from between the rivers; and now even a Persian bishop was present at the synod, nor was a Scythian wanting from the company, while Pontus and Galatia and Pamphylia, Cappadocia and Asia and Phrygia supplied the choicest among them; moreover Thracians too and Macedonians, Achaeans and Epirotes, and those dwelling still farthest beyond these, attended; and of the Spaniards themselves the man of wide renown was one sitting in council together with the many; while of the imperial city the president indeed was absent through old age, but presbyters of his, being present, filled his place. Such a crown Constantine alone, the one emperor from of old, having bound together for Christ with the bond of peace, dedicated to his Saviour as a godlike thank-offering for victory over foes and enemies, having established in our time this image of the apostolic company
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Ὅτι, ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ἐκ διαφόρων συνῆλθον ἐθνῶν.
That, as in the Acts of the apostles, they came together from diverse nations.
Ἐπεὶ καὶ κατ' ἐκείνους συνῆχθαι λόγος ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν ἄνδρας εὐλαβεῖς· ἐν οἷς ἐτύγχανον Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, οἵ τ' ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες· πλὴν ὅσον ἐκείνοις ὑστέρει, τὸ μὴ ἐκ Θεοῦ λειτουργῶν συνεστάναι τοὺς πάντας· ἐπὶ δὲ τῆς παρούσης χορείας, ἐπισκόπων μὲν πληθὺς ἦν, πεντήκοντα καὶ διακοσίων ἀριθμὸν ὑπερακοντίζουσα, ἑπομένων
For in their time also the account says that devout men had been gathered from every nation of those under heaven; among whom were Parthians and Medes and Elamites, and those inhabiting Mesopotamia, Judaea and Cappadocia, Pontus and Asia, Phrygia and Pamphylia, Egypt and the parts of Libya that is towards Cyrene, and the sojourning Romans, both Jews and proselytes, Cretans and Arabs; save insofar as there was lacking to them that they did not all consist of ministers of God; whereas in the present company there was a multitude of bishops exceeding the number of two hundred and fifty, while of those accompanying
PG 20:1064Read from the page
δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων, ἀκολούθων τε πλείστων ὅσων ἑτέρων, οὐδ' ἦν ἀριθμὸς εἰς κατάληψιν.
these — presbyters and deacons, and very many other attendants — the number was beyond comprehension.
ΚΕΦΑΛΑΙΟΝ Θʹ
Chapter IX.
Περὶ ἀρετῆς καὶ ἡλικίας τῶν διακοσίων πεντήκοντα ἐπισκόπων.
Concerning the virtue and age of the two hundred and fifty bishops.
Τῶν δὲ τοῦ Θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ, οἱ δὲ βίου στεῤῥότητι καὶ καρτερίας ὑπομονῇ, οἱ δὲ τῷ μέσῳ τρόπῳ κατεκοσμοῦντο. Ἦσαν δὲ τούτων οἱ μὲν χρόνου μήκει τετιμημένοι, οἱ δὲ νεότητι καὶ ψυχῆς ἀκμῇ διαλάμποντες, οἱ δ' ἄρτι παρελθόντες ἐπὶ τὸν τῆς λειτουργίας δρόμον· οἷς δὴ πᾶσι βασιλεὺς ἐφ' ἑκάστης ἡμέρας τὰ σιτηρέσια δαψιλῶς χορηγεῖσθαι διετέτακτο.
Now of the ministers of God some excelled in the word of wisdom, others in firmness of life and endurance of fortitude, and others were adorned with the middle manner. And of these some were honoured for length of years, others shone forth with youth and vigour of soul, and others had newly entered upon the course of the ministry; to all of whom the emperor had appointed that daily provisions should be lavishly supplied.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Σύνοδος ἐν παλατίῳ, οἷς ὁ Κωνσταντῖνος εἰσελθὼν συνεκαθέσθη.
Synod in the palace, with whom Constantine, having entered, sat down together.
Ἐπεὶ δ' ἡμέρας ὁρισθείσης τῇ συνόδῳ, καθ' ἣν χρῆν λύσιν ἐπιθεῖναι τοῖς ἀμφισβητουμένοις, παρῆν ἕκαστος ταύτην ἄγων ἐν αὐτῷ δὴ τῷ μεσαιτάτῳ οἴκῳ τῶν βασιλείων, ὃς δὴ καὶ ὑπερφέρειν ἐδόκει μεγέθει τοὺς πάντας· βάθρων τ' ἐν τάξει πλειόνων ἐφ' ἑκατέραις τοῦ οἴκου πλευραῖς διατεθέντων, εἴσω παρῆσαν οἱ κεκλημένοι, καὶ τὴν προσήκουσαν ἕδραν οἱ πάντες ἀπελάμβανον. Ἀλλ' ὅτε δὴ σὺν κόσμῳ τῷ πρέποντι ἡ πᾶσα καθῆστο σύνοδος, σιγὴ μὲν τοὺς πάντας εἶχε, προσδοκίᾳ τῆς βασιλέως προόδου· εἰσῄει δέ τις πρῶτος, κἄπειτα δεύτερος, καὶ τρίτος τῶν ἀμφὶ
When the day had been appointed for the synod, on which a settlement was to be put upon the matters in dispute, each one was present keeping it in the very central hall of the palace, which indeed seemed to surpass them all in magnitude; and when many benches had been set in order on either side of the hall, those who had been summoned came within, and they all took their fitting seat. Then when the whole synod was seated with becoming order, silence held them all, in expectation of the emperor's entrance; and there entered first one, and then a second, and a third of those around
PG 20:1065Read from the page
βασιλέα. Ἡγοῦντο δὲ καὶ ἄλλοι, οὐ τῶν συνηθῶν ὁπλιτῶν τε καὶ δορυφόρων, μόνων δὲ τῶν πιστῶν φίλων. Πάντων δ' ἐξαναστάντων ἐπὶ συνθήματι ὃ τὴν βασιλέως εἴσοδον ἐδήλου, αὐτὸς δὴ λοιπὸν διέβαινε μέσος, οἷα Θεοῦ τις οὐράνιος ἄγγελος, λαμπρὰν μὲν ὥσπερ φωτὸς μαρμαρυγαῖς ἐξαστράπτων περιβολὴν, ἁλουργῖδος πυρωποῖς καταλαμπόμενος ἀκτῖσι, χρυσοῦ τε καὶ λίθων πολυτελῶν διαυγέσι φέγγεσι κοσμούμενος· ταῦτα μὲν οὖν ἀμφὶ τὸ σῶμα· τὴν δὲ ψυχὴν, Θεοῦ φόβῳ καὶ εὐλαβείᾳ δῆλος ἦν κεκαλλωπισμένος· ὑπέφαινον δὲ καὶ ταῦτ' ὀφθαλμοὶ κάτω νεύοντες, ἐρύθημα προσώπου, περιπάτου κίνησις, τό τ' ἄλλο εἶδος, τὸ μέγεθός τε ὑπερβάλλον μὲν τοὺς ἀμφ' αὐτὸν ἅπαντας· τῷ τε κάλλει τῆς ὥρας, καὶ τῷ μεγαλοπρεπεῖ τῆς τοῦ σώματος εὐπρεπείας, ἀλκῇ τε ῥώμης ἀμάχου· ἃ δὴ τρόπων ἐπιεικείᾳ, πραότητί τε βασιλικῆς ἡμερότητος ἐγκεκραμένα, τὸ τῆς διανοίας ὑπερφυὲς, παντὸς κρεῖττον ἀπέφαινον λόγου. Ἐπεὶ δὲ παρελθὼν ἐπὶ τὴν πρώτην τῶν ταγμάτων ἀρχὴν μέσος πρῶτος ἔστη, σμικροῦ τινος αὐτῷ καθίσματος ὕλης χρυσοῦ πεποιημένου προτεθέντος, οὐ πρότερον ἢ τοὺς ἐπισκόπους ἐπινεῦσαι, ἐκάθιζε. Ταυτὸ δ' ἔπραττον πάντες μετὰ βασιλέα.
the emperor. And others also went before, not of the customary men-at-arms and bodyguards, but only of his faithful friends. And when all stood up at the signal which indicated the emperor's entrance, he himself at last passed through the midst, like some heavenly angel of God, flashing forth a bright robe as it were with gleams of light, illumined with fiery rays of purple, and adorned with the pellucid lustres of gold and costly stones; such then was his attire about the body; and as to his soul, he was manifestly beautified with the fear of God and reverence; and this too was shown by downcast eyes, a blush upon his countenance, the motion of his gait, and the rest of his aspect — his stature surpassing all those around him, as well by beauty of bloom as by the magnificence of his bodily comeliness, and by the might of invincible strength; which things, blended with fairness of manners and the gentleness of imperial clemency, displayed the surpassing nature of his mind as beyond all speech. And when, advancing to the foremost head of the ranks, he first stood in the midst, a small seat wrought of gold material having been set before him, he did not sit down before the bishops nodded assent. And all did the same after the emperor.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Ἡσυχία συνόδου, μετὰ τὸ εἰπεῖν τι Εὐσέβιον τὸν ἐπίσκοπον.
Silence of the synod, after Eusebius the bishop had spoken somewhat.
Τῶν δ' ἐπισκόπων ὁ τοῦ δεξιοῦ τάγματος πρωτεύων διαναστὰς, μεμετρημένον ἀπεδίδου λόγον,
Then he among the bishops who held the first place in the right-hand rank rose up and delivered a measured address,
Notes, col. 1065

On the reading

Printed συνηθῶν, for συνήθων.

PG 20:1068Read from the page
προσφωνῶν τῷ βασιλεῖ, τῷ τε παντοκράτορι Θεῷ χαριστήριον ἐπ' αὐτῷ ποιούμενος ὕμνον· ἐπειδὴ δὲ καὶ αὐτὸς καθῆστο, σιγὴ μὲν ἐγίγνετο, πάντων ἀτενὲς εἰς βασιλέα βλεπόντων· ὁ δὲ φαιδροῖς ὄμμασι τοῖς πᾶσι γαληνὸν ἐμβλέψας, κἄπειτα συναγαγὼν αὐτὸ⟨…⟩ πρὸς ἑαυτὸν τὴν διάνοιαν, ἡσύχῳ καὶ πραείᾳ φωνῇ τοῖον ἀπέδωκε λόγον·
addressing the emperor, and offering up to Almighty God a hymn of thanksgiving on his account; and when he too had sat down, silence ensued, all gazing intently upon the emperor; and he, having looked serenely upon them all with cheerful eyes, and then collecting his mind within himself, in a quiet and gentle voice delivered such a speech as this:
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
Κωνσταντίνου πρὸς τὴν σύνοδον περὶ εἰρήνης.
Of Constantine to the synod concerning peace.
« Εὐχῆς μὲν ἐμοὶ τέλος ἦν, ὦ φίλοι, τῆς ὑμετέρας ἀπολαῦσαι χορείας, τούτου δὲ τυχὼν, εἰδέναι τῷ Βασιλεῖ τῶν ὅλων τὴν χάριν ὁμολογῶ, ὅτι μοι πρὸς τοῖς ἄλλοις ἅπασι, καὶ τοῦτο κρεῖττον ἀγαθοῦ παντὸς ἰδεῖν ἐδωρήσατο· φημὶ δὴ τὸ, συνηγμένους ὁμοῦ πάντας ἀπολαβεῖν, μίαν τε κοινὴν ἁπάντων ὁμόφρονα γνώμην θεάσασθαι. Μηδ' οὖν βάσκανός τις ἐχθρὸς τοῖς ἡμετέροις καλοῖς λυμαινέσθω, μηδὲ τῆς τυράννων θεομαχίας ἐκποδὼν ἀρθείσης Θεοῦ Σωτῆρος δυνάμει, ἑτέρως ὁ φιλοπόνηρος δαίμων τὸν θεῖον νόμον βλασφημίαις περιβαλλέτω· ὡς ἔμοιγε παντὸς πολέμου καὶ μάχης δεινὴ καὶ χαλεπωτέρα, ἡ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἐμφύλιος νενόμισται στάσις, καὶ μᾶλλον ταῦτα τῶν ἔξωθεν λυπηρὰ καταφαίνεται. Ὅτε γοῦν τὰς κατὰ τῶν πολεμίων νίκας νεύματι καὶ συνεργείᾳ τοῦ κρείττονος ἠράμην, οὐδέν τε λείπειν ἐνόμιζον, ἢ Θεῷ μὲν νομίζειν τὴν χάριν, συγχαίρειν δὲ καὶ τοῖς ὑπὲρ αὐτοῦ δι' ἡμῶν ἠλευθερωμένοις· ἐπειδὴ τὴν ὑμετέραν διάστασιν παρ' ἐλπίδα πᾶσαν ἐπυθόμην, οὐκ ἐν δευτέρῳ τὴν ἀκοὴν ἐθέμην, τυχεῖν δὲ καὶ τοῦτο θεραπείας δι' ἐμῆς εὐξάμενος ὑπηρεσίας, τοὺς πάντας ἀμελλητὶ συμμετεστειλάμην· καὶ χαίρω μὲν ὁρῶν τὴν ὑμετέραν ὁμήγυριν, τότε δὲ μάλιστα κρίνω κατ' εὐχὰς ἐμαυτὸν πράξειν, ἐπειδὰν ταῖς ψυχαῖς ἀνακραθέντας ἴδοιμι τοὺς πάντας, μίαν τε κοινὴν βραβεύουσαν τοῖς πᾶσιν εἰρηνικὴν συμφωνίαν, ἣν καὶ
"It was the goal of my prayer, O friends, to enjoy your company, and having obtained this, I confess that I owe gratitude to the King of all, because in addition to all other things He has granted me to behold this also, better than every good; I mean the receiving of you all gathered together, and the beholding of one common harmonious mind of all. Let no envious enemy, then, mar our blessings, nor, now that the fighting against God of the tyrants has been swept out of the way by the power of God the Saviour, let the evil-loving daemon encompass the divine law with blasphemies in another way; for to me at least internal sedition in the Church of God is reckoned dreadful and more grievous than any war and battle, and these things appear more painful than outward troubles. When therefore by the nod and co-operation of the Higher Power I had won victories over my enemies, and thought that nothing remained save to render gratitude to God and also to rejoice together with those who for His sake had been set free through us, as soon as beyond all expectation I heard of your division, I did not account the report a secondary matter, but praying that this also might obtain healing through my ministration, without delay I summoned you all together; and while I rejoice at seeing your assembly, I judge that I shall then most of all fare according to my prayers when I see you all blended together in soul, and one common peaceful concord prevailing among all, which indeed
PG 20:1069Read from the page
ἑτέροις ὑμᾶς πρέπον ἂν εἴη πρεσβεύειν τοὺς τῷ Θεῷ καθιερωμένους. Μὴ δὴ οὖν μέλλετε, ὦ φίλοι, μὴ δὴ, λειτουργοὶ Θεοῦ, καὶ τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου τε καὶ Σωτῆρος ἀγαθοὶ θεράποντες· τὰ τῆς ἐν ὑμῖν διαστάσεως αἴτια ἐντεῦθεν ἤδη φέρειν ἀρξάμενοι, πάντα σύνδεσμον ἀμφιλογίας νόμοις εἰρήνης ἐπιλύσασθε. Οὕτω γὰρ καὶ τῷ ἐπὶ πάντων Θεῷ τὰ ἀρεστὰ διαπεπραγμένοι εἴητε ἂν, κἀμοὶ τῷ ὑμετέρῳ συνθεράποντι ὑπερβάλλουσαν δώσετε χάριν. »
it would be fitting for you, who are consecrated to God, to proclaim as ambassadors to others. Do not then delay, O friends, do not, ministers of God and good servants of the common Lord and Saviour of us all; beginning from this moment to bring forward the causes of the division among you, loose every knot of controversy by the laws of peace. For thus you will both have accomplished what is pleasing to the God over all, and you will grant a surpassing favour to me, your fellow-servant."
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
Chapter XIII.
Ὅπως τοὺς ἀμφισβητοῦντας τῶν ἐπισκόπων εἰς ὁμόνοιαν συνῆψεν.
How he united in concord those of the bishops who were at variance.
Ὁ μὲν δὴ ταῦτ' εἰπὼν Ῥωμαίᾳ γλώττῃ, ὑφερμηνεύοντος ἑτέρου, παρεδίδου τὸν λόγον τοῖς τῆς συνόδου προέδροις. Ἐντεῦθεν δ' οἱ μὲν ἀρξάμενοι κατητιῶντο τοὺς πέλας, οἱ δ' ἀπελογοῦντό τε καὶ ἀντεμέμφοντο. Πλείστων δὴ ταῦθ' ὑφ' ἑκατέρου τάγματος προτεινομένων, πολλῆς τ' ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο βασιλεὺς τῶν πάντων, σχολῇ τ' εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο, ἐν μέρει τ' ἀντιλαμβανόμενος τῶν παρ' ἑκατέρου τάγματος λεγομένων, ἠρέμα συνήγαγε τοὺς φιλονείκως ἐνισταμένους· πράως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας, Ἑλληνίζων τε τῇ φωνῇ ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἦν καὶ ἡδὺς, τοὺς μὲν γοῦν πείθων, τοὺς δὲ καταδυσωπῶν τῷ λόγῳ, τοὺς δ' εὖ λέγοντας ἐπαινῶν, πάντας τ' εἰς ὁμόνοιαν ἐλαύνων, εἰσόθ' ὁμογνώμονας καὶ ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο.
Having spoken these things in the Roman tongue, while another interpreted, he handed over the discussion to the presidents of the synod. Thereupon some began to accuse their neighbours, while others defended themselves and brought counter-charges. And as very many things were thus put forward by either party, and great controversy arose at the outset, the emperor listened patiently to all, and with intent deliberation received the proposals, and taking up in turn what was said by either party, gently drew together those who were contentiously opposing one another; and conversing mildly with each, and speaking in the Greek tongue since of this too he was not ignorant, he showed himself winsome and pleasant, persuading some, shaming others by his words, praising those who spoke well, and urging all towards concord, until he rendered them of one mind and of one opinion upon all the matters in dispute.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Περὶ πίστεως καὶ τοῦ Πάσχα, τῆς συνόδου σύμφωνος ἔκθεσις.
Harmonious exposition of the synod concerning faith and the Pascha.
Ὡς ὁμόφωνον μὲν κρατῆσαι τὴν πίστιν, τῆς σωτηρίου δ' ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν· ἐκυροῦτο δ' ἤδη καὶ ἐν γραφῇ δι' ὑποσημειώσεως ἑκάστου τὰ κοινῇ δεδογμένα. Ὧν δὴ
So that a unanimous faith prevailed, and the same season for the saving feast was agreed upon among all; and the things decreed in common were now ratified in writing also through the subscription of each. Which things indeed