Migne Reading Room

PG 20 · cols. 953–964 · Read from the page

Eusebius, Life of Constantine, Book I

Eusebius, Life of Constantine, Book I

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:953Read from the page
καθ' ἑαυτοῦ δείλαιος συνίστη. Ἐφ' ᾧ καὶ ἦν εἰπεῖν, ὡς ἄρα « λάκκον ὤρυξε καὶ ἀνέσκαψεν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο· ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. » Οὕτω δῆτα Θεοῦ νεύματι τῶν ἐπὶ τοῦ ζεύγματος μηχανῶν τοῦ τ' ἐν αὐτοῖς ἐγκρύμματος [διαλυθέντος], οὐ κατὰ καιρὸν τὸν ἐλπισθέντα, ὑφιζάνει μὲν ἡ διάβασις, χωρεῖ δ' ἀθρόως αὔτανδρα κατὰ τοῦ βυθοῦ τὰ σκάφη. Καὶ αὐτός γε πρῶτος ὁ δείλαιος, εἶτα δὲ καὶ οἱ ἀμφ' αὐτὸν ὑπασπισταί τε καὶ δορυφόροι, ᾗ τὰ θεῖα προανεφώνει λόγια, ἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῷ. Ὥστ' εἰκότως ἂν, εἰ καὶ μὴ λόγοις, ἔργοις δ' οὖν ὁμοίως, τοῖς ἀμφὶ τὸν μέγαν θεράποντα Μωϋσέα, τοὺς παρὰ Θεοῦ τὴν νίκην ἀραμένους, αὐτὰ δὴ τὰ κατὰ τοῦ πάλαι δυσσεβοῦς τυράννου ὧδέ πῶς ἀνυμνεῖν καὶ λέγειν· « Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν· βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· » καί· « Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε, τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα. »
wretchedly set up against himself. Wherefore also one might say that indeed « he dug a pit and scooped it out, and he shall fall into the ditch which he made; his labour shall return upon his head, and upon his crown shall his unrighteousness come down. » Thus therefore, at the nod of God, the engines upon the pontoon-bridge and the hidden bolt within them [having come apart] not at the season hoped for, the crossing sinks down, and the boats go all together with their very men down into the deep. And first the wretch himself, and then also the shield-bearers and bodyguards around him, even as the divine oracles proclaimed beforehand, sank like lead in mighty water. So that fittingly, even if not in words, yet at least in deeds, in like manner to those around the great servant Moses, those who had won the victory from God might hymn in some such way the very words spoken against the ungodly tyrant of old, and say: « Let us sing to the Lord, for gloriously has He been glorified; horse and rider He has hurled into the sea; a helper and a protector has He become to me unto salvation; » and: « Who is like unto Thee among gods, O Lord, who is like unto Thee? glorified among saints, marvellous in glories, doing wonders. »
ΚΕΦΑΛΑΙΟΝ ΛΘʹ.
Chapter XXXIX.
Εἴσοδος ἐν Ῥώμῃ Κωνσταντίνου.
Entrance of Constantine into Rome.
Ταῦτά τε καὶ ὅσα τούτοις ἀδελφὰ Κωνσταντῖνος τῷ πανηγεμόνι καὶ τῆς νίκης αἰτίῳ, κατὰ καιρὸν ὁμοίως τῷ μεγάλῳ θεράποντι ἔργοις αὐτοῖς ἀνυμνήσας, μετ' ἐπινικίων εἰσήλαυνεν ἐπὶ τὴν βασιλεύουσαν πόλιν. Πάντες δ' ἀθρόως αὐτὸν, οἵ τ' ἀπὸ τῆς συγκλήτου βουλῆς, οἵ τ' ἄλλως ἐπιφανεῖς καὶ διάσημοι τῶν τῇδε, ὥσπερ ἐξ εἰργμῶν ἠλευθερωμένοι, σὺν παντὶ δήμῳ Ῥωμαίων, φαιδροῖς ὄμμασιν, αὐταῖς ψυχαῖς, μετ' εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑπεδέχοντο· ὁμοῦ τ' ἄνδρες ἅμα γυναιξὶ καὶ παισὶ καὶ οἰκετῶν μυρίοις πλήθεσι, λυτρωτὴν αὐτὸν, σωτῆρά τε καὶ εὐεργέτην βοαῖς ἀσχέτοις ἐπεφώνουν. Ὁ δ' ἔμφυτον τὴν εἰς τὸν Θεὸν εὐσέβειαν κεκτημένος, μήτ' ἐπὶ ταῖς βοαῖς χαυνούμενος, μήτ' ἐπαιρόμενος τοῖς ἐπαίνοις, τῆς δ' ἐκ Θεοῦ συνησθημένος βοηθείας, εὐχαριστήριον ἀπεδίδου παραχρῆμα εὐχὴν τῷ τῆς νίκης αἰτίῳ.
Having hymned both these things and whatsoever things are akin to these unto the All-Ruler and Author of victory, seasonably by his very deeds in like manner to the great servant, Constantine rode with triumphal honours into the reigning city. And all in a body—both those of the senate council and those otherwise illustrious and distinguished among the people there, as though set free from prisons, together with the whole people of the Romans—welcomed him with bright eyes, with their very souls, with acclamations and insatiable joy; and together men along with women and children and countless multitudes of household servants acclaimed him with irrepressible shouts as redeemer, saviour, and benefactor. Yet he, possessing an innate piety towards God, neither puffed up at the shouts nor lifted up by the praises, but conscious of the help from God, straightway rendered a prayer of thanksgiving to the Author of victory.
ΚΕΦΑΛΑΙΟΝ Μʹ.
Chapter XL.
Περὶ ἀνδριάντος αὐτοῦ, σταυρὸν κατέχοντος, καὶ τῆς ἐπιγραφῆς.
Concerning his statue holding a cross, and its inscription.
Γραφῇ τε μεγάλῃ καὶ στήλαις, ἅπασιν ἀνθρώποις τὸ σωτήριον ἀνεκηρύττετο σημεῖον, μέσῃ τῇ βασιλευούσῃ πόλει μέγα τρόπαιον τουτὶ κατὰ τῶν πολεμίων ἐγείρας, διαῤῥήδην τε ἀνεξαλείπτοις
Both by a great inscription and by pillars the saving sign was proclaimed to all men, having raised up in the midst of the reigning city this great trophy against his enemies, and expressly in indelible
Notes, col. 953

On the reading

Printed πῶς, for πως.

PG 20:956Read from the page
ἐγχαράξας τύποις, σωτήριον τουτὶ σημεῖον τῆς Ῥωμαίων ἀρχῆς καὶ τῆς καθόλου βασιλείας φυλακτήριον. Αὐτίκα δ' οὖν ὑψηλὸν δόρυ σταυροῦ σχήματι ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἐν ἀνδριάντι κατειργασμένης, τῶν ἐπὶ Ῥώμης δεδημοσιευμένων ἐν τόπῳ στήσαντας, αὐτὴν δὴ ταύτην τὴν γραφὴν, ῥήμασιν ἐγχαράξαι τῇ Ῥωμαίων ἐγκελεύεται φωνῇ· Τούτῳ τῷ σωτηριώδει σημείῳ, τῷ ἀληθεῖ ἐλέγχῳ τῆς ἀνδρίας, τὴν πόλιν ὑμῶν ζυγοῦ τυραννικοῦ διασω-
characters having engraved this saving sign to be a safeguard of the government of the Romans and of the universal empire. Forthwith therefore he bids them set up a lofty spear in the form of a cross beneath the hand of his own likeness wrought in a statue, in a place among the frequented spots at Rome, and engrave this very inscription in words in the tongue of the Romans: By this salutary sign, the true proof of valour, your city from a tyrannical yoke having been saved
ΚΕΦΑΛΑΙΟΝ ΜΑʹ.
Chapter XLI.
Εὐφροσύναι κατὰ τὰς ἐπαρχίας, καὶ δωρεαὶ Κωνσταντίνου.
Rejoicings throughout the provinces, and gifts of Constantine.
Ὁ μὲν οὖν θεοφιλὴς βασιλεὺς ὧδέ πη τοῦ νικοποιοῦ σταυροῦ ὁμολογίᾳ λαμπρυνόμενος, σὺν παῤῥησίᾳ πολλῇ τὸν Υἱὸν τοῦ Θεοῦ Ῥωμαίοις αὐτοῖς γνώριμον ἐποίει. Πάντες δ' ἀθρόως οἱ τὴν πόλιν οἰκοῦντες, αὐτῇ συγκλήτῳ καὶ δήμων πλήθεσιν, ὡσανεὶ πικρᾶς καὶ τυραννικῆς ἀναπνεύσαντες δυναστείας, φωτὸς ἀπολαύειν ἐδόκουν καθαρωτέρων αὐγῶν, καινοῦ τε καὶ νέου βίου παλιγγενεσίας μετέχειν. Ἔθνη τε πάνθ' ὅσα ὠκεανῷ τῷ κατὰ δύοντα ἥλιον περιωρίζετο, τῶν πρὶν συνεχόντων κακῶν ἠλευθερωμένα, πανηγύρεσι φαιδραῖς ἐνευφραινόμενα, τὸν καλλίνικον, τὸν θεοσεβῆ, τὸν κοινὸν εὐεργέτην, ἀνυμνοῦντα διετέλουν, φωνῇ τε μιᾷ καὶ ἑνὶ στόματι, κοινὸν ἀγαθὸν ἀνθρώποις ἐκ Θεοῦ χάριτος οἱ πάντες Κωνσταντῖνον ὡμολόγουν ἐπιλάμψαι. Ἡπλοῦτο δὲ καὶ βασιλικὸν ἁπανταχοῦ γράμμα, τοῖς μὲν τὰς ὑπάρξεις ὑφαρπαγεῖσι τὴν τῶν οἰκείων ἀπόλαυσιν δωρούμενον, τοὺς δ' ἄδικον ἐξορίαν ὑπομείναντας, ἐπὶ τὰς σφῶν ἀνακαλούμενον ἑστίας. Ἠλευθέρου τε καὶ δεσμῶν, παντός τε κινδύνου καὶ δέους τοὺς ὑπὸ τῆς τυραννικῆς ὠμότητος τούτοις ὑποβεβλημένους.
The God-beloved emperor therefore, glorying in some such way in the confession of the victory-bringing cross, with great boldness made the Son of God known to the Romans themselves. And all who inhabited the city in a body, together with the senate itself and multitudes of peoples, as though having recovered breath from a bitter and tyrannical domination, seemed to enjoy purer rays of light, and to partake of a rebirth into a fresh and new life. And all nations whatsoever were bounded by the ocean towards the setting sun, set free from the evils that previously held them fast, rejoicing in bright festivals, continued hymning the gloriously victorious, the devout, the common benefactor, and with one voice and one mouth all confessed that Constantine had shone forth by the grace of God as a common good for mankind. And an imperial rescript also was spread abroad everywhere, bestowing upon those who had been robbed of their possessions the enjoyment of their own property, and recalling to their own hearths those who had endured unjust exile. And he freed also from bonds and from every danger and fear those who had been subjected to these things by the tyrannical cruelty.
ΚΕΦΑΛΑΙΟΝ ΜΒʹ.
Chapter XLII.
Ἐπισκόπων τιμαὶ, καὶ ἐκκλησιῶν οἰκοδομαί.
Honours paid to bishops, and buildings of churches.
Βασιλεὺς δ' αὐτὸς τοὺς τοῦ Θεοῦ λειτουργοὺς συγκαλῶν, θεραπείας τε καὶ τιμῆς τῆς ἀνωτάτω ἠξίου, ἔργοις καὶ λόγοις τοὺς ἄνδρας ὡσανεὶ τῷ αὐτοῦ θεῷ καθιερωμένους φιλοφρονούμενος. Ὁμοτράπεζοι δῆτα συνῆσαν αὐτῷ, ἄνδρες εὐτελεῖς μὲν τῇ τοῦ σχήματος ὀφθῆναι περιβολῇ, ἀλλ' οὐ τοιοῦτοι καὶ αὐτῷ νενομισμένοι, ὅτι μὴ τὸν ὁρώμενον τοῖς πολλοῖς ἄνθρωπον, τὸν Θεὸν δὲ ἐποπτεύειν ἐδόκει. Ἐπήγετο
And the emperor himself, calling together the ministers of God, deemed them worthy of the highest service and honour, showing kindness in deeds and words to the men as consecrated to his God. They were with him therefore as companions at table, men plain indeed to behold in the garb of their attire, yet not accounted such by him also, because he seemed to look not upon the man seen by the multitude, but upon God. He brought along
PG 20:957Read from the page
δ' αὐτοὺς καὶ ὅποι ποτὲ στέλλοιτο πορείαν, κἀν τούτῳ τὸν θεραπευόμενον πρὸς αὐτῶν, δεξιὸν αὐτῷ παρεῖναι πειθόμενος. Ναὶ μὴν καὶ ταῖς ἐκκλησίαις τοῦ Θεοῦ πλουσίας τὰς παρ' ἑαυτοῦ παρεῖχεν ἐπικουρίας, ἐπαύξων μὲν καὶ εἰς ὕψος αἴρων τοὺς εὐκτηρίους οἴκους, πλείστοις δ' ἀναθήμασι τὰ σεμνὰ τῶν τῆς Ἐκκλησίας καθηγιασμένων φαιδρύνων.
them moreover even whithersoever he might set out on a journey, being persuaded that in this also He Who was served by them was propitiously present to him. Yea indeed, to the churches of God also he furnished rich succours from himself, both enlarging and raising on high the houses of prayer, and brightening with very many votive offerings the venerable sanctuaries of the Church.
ΚΕΦΑΛΑΙΟΝ ΜΓʹ.
Chapter XLIII.
Περὶ τῶν εἰς τοὺς πένητας εὐεργεσιῶν Κωνσταντίνου.
Concerning the benefactions of Constantine towards the poor.
Παντοίας τε χρημάτων διαδόσεις τοῖς ἐνδεέσι ποιούμενος, τούτων δ' ἐκτὸς καὶ τοῖς ἔξωθεν αὐτῷ προσιοῦσι φιλάνθρωπον καὶ εὐεργετικὸν παρέχων ἑαυτὸν, τοῖς μὲν ἐπ' ἀγορᾶς μεταιτοῦσιν οἰκτροῖς τισι καὶ ἀπεῤῥιμμένοις, οὐ χρημάτων μόνον, οὐδέ γε τῆς ἀναγκαίας τροφῆς, ἀλλὰ καὶ σκέπης εὐσχήμονος τοῦ σώματος προὐνόει, τοῖς δ' εὖ μὲν τὰ πρῶτα γεγηνόσι, βίου δὲ μεταβολῇ δυστυχήσασι, δαψιλεστέρας παρεῖχε τὰς χορηγίας· βασιλικῷ γέ τοι φρονήματι μεγαλοπρεπεῖς τὰς εὐποιίας τοῖς οὕτως ἔχουσι παρέχων, τοῖς μὲν ἀγρῶν κτήσεις ἐδωρεῖτο, τοὺς δὲ διαφόροις ἀξιώμασιν ἐτίμα. Καὶ τῶν μὲν ὀρφανίαν δυστυχησάντων ἐν πατρὸς ἐπεμελεῖτο χώρᾳ, γυναικῶν δὲ χηρῶν τὸ ἀπερίστατον ἀνακτώμενος, δι' οἰκείας ἐπεμέλει κηδεμονίας, ὥστ' ἤδη καὶ γάμῳ ζευγνύναι γνωρίμοις αὐτῷ καὶ πλουσίοις ἀνδράσι κόρας ἐρημίᾳ γονέων ὀρφανισθείσας· καὶ ταῦτ' ἔπραττε, προδιδοὺς ταῖς γαμουμέναις ὅσα ἐχρῆν τοῖς λαμβάνουσι πρὸς γάμου κοινωνίαν εἰσφέρειν. Ὥσπερ δ' ἀνίσχων ὑπὲρ γῆς ἥλιος ἀφθόνως τοῖς πᾶσι τῶν τοῦ φωτὸς μεταδίδωσι μαρμαρυγῶν, κατὰ τὰ αὐτὰ δὴ καὶ Κωνσταντῖνος, ἅμα ἡλίῳ ἀνίσχοντι τῶν βασιλικῶν οἴκων προφαινόμενος, ὡσανεὶ συνανατέλλων τῷ κατ' οὐρανὸν φωστῆρι, τοῖς εἰς πρόσωπον αὐτῷ παριοῦσιν ἅπασι φωτὸς αὐγὰς τῆς οἰκείας ἐξέλαμπε καλοκἀγαθίας. Οὐκ ἦν τ' ἄλλως πλησίον γενέσθαι, μὴ οὐχὶ ἀγαθοῦ τινος ἀπολαύσαντα· οὐδ' ἦν ποτ' ἐκπεσεῖν ἐλπίδος χρηστῆς τοῖς τῆς παρ' αὐτοῦ τυχεῖν ἐπικουρίας προσδοκήσασι.
And making distributions of money of every kind to the needy, and apart from these showing himself humane and beneficent also to those from outside who approached him—for those begging in the marketplace, certain pitiable and cast-off folk, he provided beforehand not only money, nor yet necessary food, but also decent covering for the body, while to those who at first had been well born, but through a reversal of life had fallen into misfortune, he furnished more lavish supplies; bestowing indeed with a royal spirit magnificent benefactions upon those in such a state, to some he gifted possessions of lands, and others he honoured with various dignities. And for those who had suffered the misfortune of orphanhood he cared in a father's place, while relieving the unprotected state of widowed women, he tended them through his own guardianship, so as even to join in marriage to wealthy men known to him maidens orphaned by bereavement of parents; and these things he did, giving beforehand to the brides whatsoever things it was needful to bring in for the partnership of marriage to those taking them. And just as the sun rising above the earth unstintingly imparts to all a share of its gleaming rays of light, in the very same way Constantine also, appearing forth from the royal palaces at sunrise, as though rising together with the luminary in heaven, shone forth rays of light of his own goodness upon all who came into his presence. Nor was it possible otherwise to come near without having enjoyed some good; nor was it ever possible for those who expected to obtain succour from him to fall short of a good hope.
ΚΕΦΑΛΑΙΟΝ ΜΔʹ.
Chapter XLIV.
Ὅπως ταῖς συνόδοις τῶν ἐπισκόπων συμπαρῆν.
How he was present together at the synods of the bishops.
Κοινῶς μὲν οὖν πρὸς ἅπαντας ἦν τοιοῦτος. Ἐξαίρετον δὲ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τὴν παρ' αὐτοῦ νέμων φροντίδα, διαφερομένων τινῶν πρὸς ἀλλήλους κατὰ διαφόρους χώρας, οἷά τις κοινὸς ἐπίσκοπος ἐκ θεοῦ καθεσταμένος, συνόδους τῶν τοῦ Θεοῦ λειτουργῶν συνεκρότει. Ἐν μέσῃ δὲ τῇ τούτων διατριβῇ οὐκ
In general, therefore, towards all men he was such. Yet bestowing his own special care upon the Church of God, when certain persons in various districts were at variance with one another, like some common bishop appointed by God, he convoked synods of the ministers of God. And in the midst of their assembly not
Notes, col. 957

On the reading

Printed γεγηνόσι, for γεγονόσι.

PG 20:960Read from the page
ἀπαξιῶν παρεῖναί τε καὶ συνιζάνειν, κοινωνὸς τῶν ἐπισκοπουμένων ἐγίνετο, τὰ τῆς εἰρήνης τοῦ Θεοῦ βραβεύων τοῖς πᾶσι· καθῆστό τε καὶ μέσος, ὡσεὶ καὶ τῶν πολλῶν εἷς, δορυφόρους μὲν καὶ ὁπλίτας καὶ πᾶν τὸ σωματοφυλάκων γένος ἀποσεισάμενος, τῷ δὲ τοῦ Θεοῦ φόβῳ κατημφιεσμένος, τῶν τε πιστῶν ἑταίρων τοῖς εὐνουστάτοις περιεστοιχισμένος. Εἶθ' ὅσους μὲν ἑώρα τῇ κρείττονι γνώμῃ πειθηνίους, πρὸς εὐσταθῆ τε καὶ ὁμογνώμονα παρεσκευασμένους τρόπον, εὖ μάλα τούτους ἀπεδέχετο, χαίροντα δεικνὺς ἑαυτὸν τῇ κοινῇ πάντων ὁμονοίᾳ· τοὺς δ' ἀπειθῶς ἔχοντας ἀπεστρέφετο.
disdaining both to be present and to sit together with them, he became a sharer in the matters under examination, arbitrating the things of the peace of God for all; and he sat in the midst, as though one of the many, having shaken off spearmen and heavy-armed soldiers and every kind of bodyguard, clothed instead in the fear of God, and surrounded by the most well-disposed of his faithful companions. Then as many as he saw obedient to the better judgement, prepared towards a steadfast and harmonious manner of life, these he welcomed right gladly, showing himself rejoicing in the common concord of all; whereas those who were stubbornly disposed he turned away from.
ΚΕΦΑΛΑΙΟΝ ΜΕʹ.
Chapter XLV.
Ὅπως καὶ τῶν ἀφρόνων ἠνείχετο.
How he also bore with the senseless.
Ἤδη δέ τινας καὶ κατ' αὐτοῦ τραχυνομένους ἔφερεν ἀνεξικάκως, ἠρεμαίᾳ καὶ πραείᾳ φωνῇ σωφρονεῖν, ἀλλὰ μὴ στασιάζειν τούτοις ἐγκελευόμενος. Τούτων δ' οἱ μὲν ἀπηλλάττοντο, καταιδούμενοι τὰς παραινέσεις· τοὺς δ' ἀνιάτως πρὸς σώφρονα λογισμὸν ἔχοντας, τῷ Θεῷ παραδιδοὺς ἠφίει, μηδὲν μηδαμῶς αὐτὸς κατά τινος λυπηρὸν διανοούμενος. Ἔνθεν εἰκότως τοὺς ἐπὶ τῆς Ἄφρων χώρας διαστασιάζοντας, εἰς τοσοῦτον συνέβαινεν ἐπιτριβῆς ἐλαύνειν, ὡς καὶ τολμηροῖς τισιν ἐγχειρεῖν, ὡς ἔοικε, δαίμονος βασκαίνοντος τῇ τῶν παρόντων ἀγαθῶν ἀφθονίᾳ, παρορμῶντός τ' εἰς ἀτόπους πράξεις τοὺς ἄνδρας, ὡς ἂν κινήσειε κατ' αὐτῶν τὸν βασιλέως θυμόν. Οὐ μὴν προὐχώρει τῷ φθόνῳ, γέλωτα τιθεμένου τοῦ βασιλέως τὰ πραττόμενα, καὶ τὴν ἐκ τοῦ πονηροῦ κίνησιν συνιέναι φάσκοντος· μὴ γὰρ σωφρονούντων εἶναι ἀνδρῶν τὰ τολμώμενα, ἀλλ' ἢ πάντη παρακοπτόντων, ἢ ὑπὸ τοῦ πονηροῦ δαίμονος οἰστρουμένων, οὓς ἐλεεῖσθαι μᾶλλον ἢ κολάζεσθαι χρῆναι· [τοσοῦτο γὰρ τὸ κολάζειν,] πρὸς τῆς τῶν ἀφραινόντων μανίας, ἢ ὅσον τὸ συμπαθεῖν αὐτοῖς, ὑπερβολὴ φιλανθρωπίας.
Moreover, even some who grew rough against him he bore with patiently, with a calm and gentle voice exhorting them to be of sound mind and not to stir up faction. And of these, some departed, put to shame by his admonitions; while those who were incurably disposed towards sound reasoning he committed to God and let go, himself in no way planning anything grievous against anyone. Hence, naturally, it came to pass that those stirring up faction in the land of the Africans drove on to such a pitch of mischief as even to put their hands to certain reckless deeds—a daemon, as it seems, envying the abundance of the present blessings, and urging the men on to outrageous actions, so that he might rouse the emperor's wrath against them. Yet the envy did not succeed, since the emperor made a laughing-stock of what was being done, and declared that he perceived the instigation proceeding from the evil one; for the things dared were not the works of men of sound mind, but either of men altogether deranged, or of men goaded to frenzy by the evil daemon, who ought to be pitied rather than punished; for to punish is as much in keeping with the madness of senseless men as to feel compassion for them is the height of humanity.
PG 20:961Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΜϚʹ.
Chapter XLVI.
Νίκαι κατὰ βαρβάρων.
Victories over barbarians.
Ὧδε μὲν τὸν τῶν ἁπάντων ἔφορον Θεὸν διὰ πάσης βασιλεὺς θεραπεύων πράξεως, ἄτρυτον ἐποιεῖτο τὴν τῶν ἐκκλησιῶν αὐτοῦ πρόνοιαν. Θεὸς δ' αὐτὸν ἀμειβόμενος, πάντα γένη βαρβάρων τοῖς αὐτοῦ καθυπέταττε ποσὶν, ὡς καὶ πάντη πανταχοῦ τρόπαια κατ' ἐχθρῶν ἐγείρειν· νικητήν τ' αὐτὸν παρὰ τοῖς πᾶσιν ἀνεκήρυττεν, ἐπίφοβόν τε ἐχθροῖς καὶ πολεμίοις καθίστη, οὐκ ὄντα τὴν φύσιν τοιοῦτον, ἡμερώτατον δὲ καὶ πραότατον καὶ φιλανθρωπότατον, εἴ τις πώποτε καὶ ἄλλος.
Thus indeed the emperor, serving God the overseer of all things through every action, exercised untiring care for His churches. And God, requiting him, subjected all races of barbarians beneath his feet, so that everywhere on every side he raised trophies over enemies; and He proclaimed him victor among all, and rendered him formidable to foes and adversaries, though he was not such by nature, being rather the gentlest and mildest and most humane, if ever any other man was.
ΚΕΦΑΛΛΙΟΝ ΜΖʹ.
Chapter XLVII.
Μαξιμίνου θελήσαντος ἐπιβουλεῦσαι θάνατος, καὶ ἄλλων οὓς ἐξ ἀποκαλύψεως Κωνσταντῖνος εὖρεν.
Death of Maximinus when he wished to plot, and of others whom Constantine found out by revelation.
Ἐν τούτοις δ' ὄντι αὐτῷ, μηχανὴν θανάτου συῤῥάπτων ἁλοὺς τῶν τὴν ἀρχὴν ἀποθεμένων ὁ δεύτερος, αἰσχίστῳ καταστρέφει θανάτῳ. Πρώτου δὲ τούτου τὰς ἐπὶ τιμῇ γραφάς, ἀνδριάντας τε καὶ ὅσα ἄλλα τοιαῦτα ἐπ' ἀναθέσει τιμῆς νενόμιστο. πανταχοῦ γῆς, τοῦ ἀνοσίου τε καὶ δυσσεβοῦς καθήρουν. Εἶτα δὲ καὶ μετὰ τοῦτον τῶν πρὸς γένους ἕτεροι κρυφίους αὐτῷ συῤῥάπτοντες ἐπιβουλὰς ἠλίσκοντο, παραδόξως τοῦ Θεοῦ τὰς τούτων ἁπάντων βουλὰς τῷ αὐτοῦ θεράποντι διὰ φασμάτων ἐκκαλύπτοντος. Καὶ γὰρ δὴ καὶ θεοφανείας αὐτὸν πολλάκις ἠξίου, παραδοξότατα θείας ὄψεως ἐπιφαινομένης αὐτῷ, παντοίας τε παρεχούσης πραγμάτων ἔσεσθαι μελλόντων προγνώσεις. Τὰ μὲν οὖν ἐκ Θεοῦ χάριτος ἀδιήγητα θαύματα οὐδ' ἔστι λόγῳ περιλαβεῖν δυνατὸν, ὅσα περ Θεὸς αὐτὸς τῷ αὐτοῦ θεράποντι παρέχειν ἠξίου· οἷς δὴ πεφραγμένος, ἐν ἀσφαλεῖ λοιπὸν τὴν ζωὴν διῆγε χαίρων μὲν ἐπὶ τῇ τῶν ἀρχομένων εὐνοίᾳ, χαίρων δὲ καὶ ἐφ' οἷς τοὺς ὑπ' αὐτὸν πάντας εὔθυμον διατελοῦν-
While he was occupied in these matters, the second of those who had laid aside their rule, having been caught stitching together a contrivance of death, ended his life by a most shameful death. And he was the first whose paintings set up in his honour, and statues and whatever other such things had been customary in the dedication of honour, everywhere on earth they pulled down, as belonging to one unholy and impious. And next after him others also of his kinsfolk, stitching together secret plots against him, were caught, God marvellously uncovering the counsels of all these men to His servant through visions. For indeed He oftentimes even deemed him worthy of theophanies, a divine vision most marvellously appearing to him and affording all manner of foreknowledge of things about to come to pass. Now the unspeakable wonders from the grace of God it is not even possible to encompass in speech, all those that God Himself deigned to grant to His servant; fenced about by which, for the rest he passed his life in safety, rejoicing in the goodwill of his subjects, and rejoicing also over the fact that all those under him were passing a cheerful
Notes, col. 961

On the reading

Printed ΚΕΦΑΛΛΙΟΝ, for ΚΕΦΑΛΑΙΟΝ.

Printed εὖρεν, for εὗρεν.

Printed νενόμιστο., for νενόμιστο,.

PG 20:964Read from the page
τας βίον ἑώρα· ὑπερβαλλόντως δὲ ἐνευφραινόμενος τῇ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ φαιδρότητι.
life, as he saw; and taking exceeding delight in the brightness of the churches of God.
ΚΕΦΑΛΑΙΟΝ ΜΗʹ.
Chapter XLVIII.
Δεκαετηρίδος Κωνσταντίνου πανήγυρις.
Festival of Constantine's tenth-year anniversary.
Οὕτω δ' ἔχοντι, δεκαέτης αὐτῷ τῆς βασιλείας ἠνύετο χρόνος· ἐφ' ᾧ δὴ πανδήμους ἐκτελῶν ἑορτὰς, τῷ πάντων βασιλεῖ Θεῷ εὐχαρίστους εὐχὰς, ὥσπερ τινὰς ἀπύρους καὶ ἀκάπνους θυσίας ἀνεπέμπετο. Ἀλλ' ἐπὶ μὲν τούτοις χαίρων διετέλει, οὐ μὴν καὶ ἐφ' οἷς ἀκοῇ περὶ τῶν κατὰ τὴν ἑῴαν τρυχομένων ἐθνῶν ἐπυνθάνετο.
While he was thus situated, the tenth year of his reign was being completed for him; upon which, celebrating public festivals of the whole people, he offered up prayers of thanksgiving to God the King of all, like sacrifices without fire and without smoke. Now over these things he continued rejoicing, yet not over the things that he learned by report concerning the nations being worn down throughout the East.
ΚΕΦΑΛΑΙΟΝ ΜΘʹ.
Chapter XLIX.
Ὅπως τὴν ἀνατόλὴν ἐκακούχει Λικίνιος.
How Licinius maltreated the East.
Δεινὸς γάρ τις αὐτῷ κἀνταῦθα, τῇ τ' Ἐκκλησίᾳ τοῦ Θεοῦ, τοῖς τε λοιποῖς ἐπαρχιώταις ἐφεδρεύειν ἀπηγγέλλετο θήρ· τοῦ πονηροῦ δαίμονος ὥσπερ ἁμιλλωμένου, τοῖς παρὰ τῷ θεοφιλεῖ πραττομένοις τἀναντία κατεργάζεσθαι, ὡς δοκεῖν τοῖς σύμπασι, τὴν ὑπὸ Ῥωμαίοις ἀρχὴν δυσὶ τμήμασιν ἀποληφθεῖσαν, ἐοικέναι νυκτὶ καὶ ἡμέρᾳ, σκότους μὲν τοῖς τὴν ἑῴαν λαχοῦσιν ἐπιπολάζοντος, ἡμέρας δὲ τηλαυγεστάτης τοῖς τῆς θατέρας μοίρας οἰκήτορσι καταλαμπούσης· οἷς μυρίων ἀγαθῶν ἐκ Θεοῦ πρυτανευομένων, οὐκ ἦν τῷ μισοκάλῳ φθόνῳ φορητὴ ἡ τῶν γινομένων θέα· ὥσπερ οὖν οὐδὲ τῷ θάτερον μέρος τῆς οἰκουμένης καταπονοῦντι τυράννῳ, ὃς εὖ φερομένης τῆς ἀρχῆς αὐτῷ, Κωνσταντίνου τε τοσούτου βασιλέως ἐπιγαμβρίας ἠξιωμένος, μιμήσεως μὲν τοῦ θεοφιλοῦς ἀπελιμπάνετο, τῆς δὲ τῶν δυσσεβῶν προαιρέσεως ἐζήλου τὴν κακοτροπίαν, καὶ ὧν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς, τούτων ἕπεσθαι τῇ γνώμῃ μᾶλλον, ἢ ταῖς τοῦ κρείττονος φιλικαῖς δεξιαῖς ἐπειρᾶτο.
For a certain terrible beast was reported to him to be lying in wait there also both for the Church of God and for the rest of the provincials, the evil daemon vying, as it were, to work the opposite of the things being done by the man dear to God, so that to all alike the empire under the Romans, divided off into two parts, seemed to resemble night and day—darkness overspreading those to whom the East had fallen, while brightest day shone down upon the inhabitants of the other portion; and when countless blessings from God were being dispensed to these, the sight of what was taking place was not bearable to the envy that hates the good; just as neither was it to the tyrant oppressing the other part of the inhabited world, who, although his rule was prospering for him and he had been deemed worthy of marriage alliance with so great an emperor as Constantine, fell short of imitating the man dear to God, and emulated the malignity of the purpose of the impious, and strove to follow the mind of those whose ruin of life he had looked upon with his own eyes, rather than the friendly pledges of the better man.
ΚΕΦΑΛΑΙΟΝ Νʹ.
Chapter L.
Ὅπως Κωνσταντίνῳ Λικίνιος ἐπιβουλεύειν ἤθελε.
How Licinius wished to plot against Constantine.
Πόλεμον δ' οὖν ἄσπονδον πρὸς τὸν εὐεργέτην αἴρεται, οὐ φιλικῶν νόμων, οὐχ ὁρκωμοσιῶν, οὐ συγγενείας, οὐ συνθηκῶν μνήμην ἐν διανοίᾳ λαμβάνων. Ὁ μὲν γὰρ φιλανθρωπότατος εὐνοίας αὐτῷ παρέχων ἀληθοῦς σύμβολον, πατέρων συγγενείας, βασιλικοῦ τ' ἀνέκαθεν αἵματος κοινωνὸν γενέσθαι, γάμῳ τὴν ἀδελφὴν συνάψας, τῆς τε κατὰ πάντων ἀπολαύειν ἀρχῆς τῶν λαχόντων, παρεῖχε τὴν ἐξουσίαν· ὁ δὲ τούτοις τἀναντία γινώσκων, κατὰ τοῦ κρείττονος μηχανὰς συνεσκευάζετο, ἄλλοτ' ἄλλους ἐπινοῶν ἀπειλῆς τρόπους, ὡς ἂν κακοῖς τὸν εὐεργέτην ἀμείψαιτο. Καὶ τὰ μὲν πρῶτα φιλίαν ὑποκοριζόμενος, δόλῳ καὶ ἀπάτῃ πάντ' ἔπραττεν, ἐφ' οἷς ἐτόλμα, λήσεσθαι ἐλπίζων· τῷ δ' αὐτοῦ θεράποντι Θεὸς τὰς ἐν σκότῳ μηχανωμένας ἐπιβουλὰς καταφώρους ἐποίει. Ὁ δ' ὡς ἐπὶ τοῖς πρώτοις ἡλί-
So then he takes up implacable war against his benefactor, taking into his mind no remembrance of laws of friendship, nor of oaths, nor of kinship, nor of treaties. For the most humane emperor, furnishing him a token of true goodwill, granted him—by joining his sister to him in marriage—to become a sharer in ancestral kinship and in royal blood from of old, and granted him authority to enjoy rule over all those allotted to him; whereas the other, minded the opposite of these things, was contriving schemes against the better man, devising now one, now another mode of menace, so that he might requite his benefactor with evils. And at first, making a fair pretence of friendship, he did everything with guile and deceit, hoping that he would escape notice in the things he dared; but to His servant God made manifest the plots contrived in darkness. And he, when in his first attempts he was being
Notes, col. 964

On the reading

Printed ἀνατόλὴν, for ἀνατολὴν.