ρει μὲν ταπρῶτα τὴν ὑπὲρ αὐτῆς ἄμυναν τοῖς τῶν λοιπῶν κρατοῦσι μερῶν, ἅτε δὴ χρόνῳ προάγουσιν· ἐπεὶ δὲ τούτων οὐδεὶς οἷός τε ἦν ἐπικουρεῖν, ἀλλὰ καὶ οἱ πεῖραν λαβεῖν ἐθελήσαντες αἰσχρὸν ὑπέμειναν τέλος, οὐδὲ βιωτὸν αὐτῷ τὴν ζωὴν εἶναι εἰπὼν, εἰ τὴν βασιλίδα πόλιν οὕτω κάμνουσαν παρίδοι, παρεσκευάζετο τὰ πρὸς τὴν καθαίρεσιν τῆς τυραννίδος.
over at first the defence on her behalf to those who ruled the remaining parts, inasmuch as they preceded him in time; but since none of these was able to bring succour, nay even those who had wished to make the attempt suffered a shameful end, declaring that life was not even livable for him if he should overlook the royal city thus afflicted, he began preparing the measures for the overthrow of the tyranny.
Εὖ δ' ἐννοήσας ὡς κρείττονος ἢ κατὰ στρατιωτικὴν δέοι αὐτῷ βοηθείας, διὰ τὰς κακοτέχνους καὶ γοητικὰς μαγγανείας τὰς παρὰ τῷ τυράννῳ σπουδαζομένας, Θεὸν ἀνεζήτει βοηθὸν, τὰ μὲν ἐξ ὁπλίσεων καὶ στρατιωτικοῦ πλήθους δεύτερα τιθέμενος, τὴν δ' ἐκ Θεοῦ συνεργίαν ἄμαχον εἶναι καὶ ἀπαράθραυστον. Ἐννοεῖ δῆτα ὁποῖον δέοι Θεὸν ἐπιγράψασθαι βοηθόν· ζητοῦντι δ' αὐτῷ ἔννοιά τις ὑπεισῆλθεν· ὡς πλειόνων πρότερον τῆς ἀρχῆς ἐφαψαμένων, οἱ μὲν πλείοσι θεοῖς τὰς σφῶν αὐτῶν ἀναρτήσαντες ἐλπίδας, θυσίαις τε καὶ ἀναθήμασι τούτους θεραπεύσαντες, ἀπατηθέντες ταπρῶτα διὰ μαντειῶν κεχαρισμένων, χρησμῶν τε τὰ αἴσια ἐπαγγελλομένων αὐτοῖς, τέλος οὐκ αἴσιον εὕραντο, οὐδέ τις θεῶν πρὸς τὸ μὴ θεηλάτοις ὑποβληθῆναι καταστροφαῖς, δεξιὸς αὐτοῖς παρέστη· μόνον δὲ τὸν ἑαυτοῦ πατέρα τὴν ἐναντίαν ἐκείνοις τραπέντα, τῶν μὲν πλάνην καταγνῶναι, αὐτὸν δὲ τὸν ἐπέκεινα τῶν ὅλων Θεὸν διὰ πάσης τιμήσαντα ζωῆς, σωτῆρα καὶ φύλακα τῆς βασιλείας, ἀγαθοῦ τε παντὸς χορηγὸν εὑρέσθαι. Ταῦτα παρ' ἑαυτῷ διακρίνας, εὖ τε λογισάμενος, ὡς οἱ μὲν πλήθει θεῶν ἐπιθαῤῥήσαντες, καὶ πλείοσιν ἐπιπεπτώκασιν ὀλέθροις, ὡς μηδὲ γένος, μηδὲ φυὴν, μὴ ῥίζαν αὐτοῖς, μηδ' ὄνομα, μηδὲ μνήμην ἐν ἀνθρώποις ἀπολειφθῆναι, ὁ δὲ πατρῷος αὐτῷ Θεὸς τῆς αὐτοῦ δυνάμεως ἐναργῆ καὶ πάμπολλα δείγματα εἴη δεδωκὼς τῷ αὐτοῦ πατρί· ἀλλὰ καὶ τοὺς ἤδη καταστρατεύσαντας πρότερον τοῦ τυράννου διασκεψάμενος, σὺν πλήθει μὲν θεῶν τὴν παράταξιν πεποιημένους, αἰσχρὸν δὲ τέλος ὑπομείναντας· ὁ μὲν γὰρ αὐτῶν σὺν αἰσχύνῃ τῆς συμβολῆς ἄπρακτος ἀνεχώρει, ὁ δὲ καὶ μέσοις αὐτοῖς τοῖς στρατεύμασι κατασφαγεὶς, πάρεργον ἐγένετο θανάτου· ταῦτα οὖν πάντα συναγαγὼν τῇ
Reflecting well that he needed superior aid than what comes of military force, because of the mischievous and magical sorceries zealously practised at the tyrant's court, he sought God as helper, accounting the resources of armaments and military numbers secondary, and deeming the co-operation from God invincible and unshakable. He considers, therefore, what sort of God he ought to invoke as helper; and as he inquired, a certain thought entered his mind: how, among the many who had previously laid hold of imperial rule, those who had fastened their own hopes upon a multitude of gods, and had courted them with sacrifices and dedicatory offerings, having at first been deceived through flattering divinations and oracles promising them auspicious outcomes, found an end far from auspicious, nor did any of the gods stand propitious beside them to keep them from being subjected to heaven-sent disasters; whereas his own father alone, having turned along the opposite path from theirs, had condemned their error, and having honoured throughout his whole life the very God Who is beyond all things, had found Him Saviour and guardian of the sovereignty, and giver of every good. Having distinguished these things within himself, and having reasoned well that those who had trusted in a multitude of gods had also fallen into manifold destructions, so that neither race, nor offspring, nor root, nor name, nor memory was left to them among men, whereas his ancestral God had given to his father manifest and very many proofs of His power; and having furthermore considered those who had already marched previously against the tyrant—how they had marshalled their battle-line with a multitude of gods, yet had suffered a shameful end, for one of them withdrew from the engagement baffled with disgrace, while the other, slain in the very midst of his own armies, became a mere by-work of death—having therefore gathered all these things together in his