Εὐχαριστία Χριστῷ τὰς νίκας καὶ τὰ λοιπὰ ἀγαθὰ βασιλέως γράφουσα, καὶ ἔλεγχος τοῦ κατ' αὐτῶν τυράννου Μαξιμίνου, τῷ μεγέθει τοῦ διωγμοῦ μείζονα δόξαν τῇ εὐσεβείᾳ περιποιήσαντος.
Thanksgiving inscribing to Christ the victories and the remaining good things of the emperor, and refutation of the tyrant Maximinus who [rose] against them, who by the magnitude of the persecution procured greater glory for piety.
Ἐγὼ μὲν τῆς εὐτυχίας τῆς ἐμαυτοῦ καὶ τῶν ἐμῶν πάντων, αἰτιῶμαι τὴν εὐσέβειαν, μαρτυρεῖ δὲ καὶ ἡ ἔκβασις τῶν κατ' εὐχὰς ἁπάντων, ἀνδραγαθίαι, νίκαι κατὰ τῶν πολεμίων, τρόπαια· σύνοιδε δὲ καὶ μετ' εὐφημίας ἐπαινεῖ καὶ ἡ μεγαλόπολις, βούλεται δὲ καὶ ὁ δῆμος τῆς φιλτάτης πόλεως, εἰ καὶ πρὸς ταῖς σφαλεραῖς ἐλπίσιν ἐξαπατηθεὶς, ἀνάξιον ἑαυτῆς προείλετο προστάτην· ὃς παραχρῆμα ἑάλω, προσηκόντως τε καὶ ἀξίως τοῖς ἑαυτῷ τετολμημένοις, ὧν οὐ θέμις ἀπομνημονεῦσαι, μάλιστα ἐμοὶ τῷ διαλεγομένῳ πρὸς σὲ, καὶ πᾶσαν ἐπιμέλειαν ποιουμένῳ, πῶς ἂν ἁγναῖς καὶ εὐφήμοις διαλέξεσι προσείποιμί σε. Ἐρῶ δέ τι ἴσως οὐκ ἄσχημον οὐδὲ ἀπρεπές· ὑπερβάλλων μέντοι μανίᾳ καὶ ὠμότητι, ὦ θεοσέβεια, καὶ πάσαις ταῖς ἁγιωτάταις σου Ἐκκλησίαις ὑπὸ τυράννων πόλεμος ἦν ἄσπονδος· καὶ οὐκ ἐπέλειψάν τινες τῶν ἐν τῇ Ῥώμη, τηλικούτοις ἐπιχαίροντες δημοσίοις κακοῖς· παρεσκεύαστο δὲ καὶ πεδίον τῇ μάχῃ. Σὺ δὲ προελθοῦσα, ἐπέδωκας ἑαυτὴν ἐπερειδομένη τῇ πρὸς Θεὸν πίστει· θνητῶν δὲ δυσσεβῶν ὠμότης, δίκην πυρὸς ἀκατάπαυστος ἐπινεμησαμένη, θαυμαστὴν καὶ διὰ παντὸς ἀοίδιμον εὐδοξίαν προσῆψέ σοι· σέβας γὰρ διὰ ταῦτα εἶχε τοὺς θεωμένους αὐτούς. Τοὺς μὲν οὖν δημίους καὶ στρεβλοῦντας τὰ τῶν εὐσεβῶν σώματα, ἦν ἰδεῖν κάμνοντας καὶ δυσπετοῦντας πρὸς τὰ δεινὰ, παρειμένους δὲ τοὺς δεσμοὺς, καὶ τάς γε βασάνους αὐτὰς ἐκλύτους, καὶ τὰς προσφερομένας καύσεις ἀμαυρουμένας, καὶ οὐδὲ πρὸς ὀλίγον ὀκλαζόντων τὴν παῤ-
I for my part ascribe my own good fortune and that of all mine to piety, and the outcome of all things according to prayer bears witness: brave deeds, victories against enemies, trophies; and the great city also is conscious of [them] and praises [them] with acclaim, and the people of the dearest city also wishes [the same], even though, deceived upon slippery hopes, it preferred a champion unworthy of itself; who straightway was caught, fittingly and worthily of the things dared by him, which it is not lawful to recount, especially for me as I converse with you and take every care how I might address you in pure and auspicious discourses. Yet I shall say something perhaps neither unseemly nor unbecoming: exceeding indeed in madness and cruelty, O godliness, was a truceless war [waged] by tyrants even against all your most holy Churches; and there were not lacking some of those in Rome who rejoiced over such great public evils; and a plain also had been made ready for the battle. Yet you, coming forward, gave yourself up, leaning upon faith towards God; and the cruelty of ungodly mortals, spreading unceasingly after the manner of fire, attached to you a wonderful and ever-renowned glory; for reverence on account of these things held those who beheld them. The executioners, then, and those racking the bodies of the pious, one could see growing weary and distressed in face of the terrors, and the bonds slackened, and the tortures themselves enfeebled, and the burnings applied growing dim, while [the sufferers] not even for a little crouched in their