Migne Reading Room

PG 20 · cols. 877–888 · Read from the page

Eusebius, Church History, Book X

Eusebius, Church History, Book X

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:877Read from the page
ριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν. Ἀλλ' ἐν μὲν τῷ πάντων ἄρχοντι, ἴσως αὐτὸς ὅλος ἐγκάθηται Χριστὸς, ἐν δὲ τοῖς μετ' αὐτὸν δευτερεύουσιν, ἀναλόγως καθόσον ἕκαστος χωρεῖ Χριστοῦ δυνάμεως καὶ Πνεύματος ἁγίου μερισμούς. Βάθρα δ' ἂν εἶεν καὶ ἀγγέλων, καὶ αἱ τινῶν ψυχαὶ, τῶν εἰς παιδαγωγίαν καὶ φρουρὰν ἑκάστῳ παραδεδομένων. Σεμνὸν δὲ καὶ μέγα καὶ μονογενὲς θυσιαστήριον, ποῖον ἂν εἴη ἢ τῆς τοῦ κοινοῦ πάντων ἱερέως τῆς ψυχῆς τὸ εἰλικρινὲς καὶ ἁγίων Ἅγιον; ᾧ παρεστὼς ἐπὶ δεξιᾷ ὁ μέγας τῶν ὅλων ἀρχιερεὺς αὐτὸς Ἰησοῦς ὁ Μονογενὴς τοῦ Θεοῦ, τὸ παρὰ πάντων εὐῶδες θυμίαμα, καὶ τὰς δι' εὐχῶν ἀναίμους καὶ ἀΰλους θυσίας, φαιδρῷ τῷ βλέμματι καὶ ὑπτίαις ὑποδεχόμενος χερσὶ, τῷ κατ' οὐρανὸν Πατρὶ καὶ Θεῷ τῶν ὅλων παραπέμπεται, πρῶτος αὐτὸς προσκυνῶν, καὶ μόνος τῷ Πατρὶ τὸ κατ' ἀξίαν ἀπονέμων σέβας, εἶτα δὲ καὶ πᾶσιν ἡμῖν εὐμενῆ διαμένειν καὶ δεξιὸν εἰς ἀεὶ παραιτούμενος. Τοιοῦτος ὁ μέγας νεὼς, ὃν καθ' ὅλης τῆς ὑφ' ἥλιον οἰκουμένης ὁ μέγας τῶν ὅλων δημιουργὸς Λόγος συνεστήσατο, τῶν ἐπέκεινα οὐρανίων ἁψίδων πάλιν καὶ αὐτὸς νοερὰν ταύτην ἐπὶ γῆς εἰκόνα κατεργασάμενος, ὡς ἂν διὰ πάσης τῆς κτίσεως, τῶν τε ἐπὶ γῆς λογικῶν ζώων ὁ Πατὴρ αὐτῷ τιμῷτό τε καὶ σέβοιτο. Τὸν δὲ ὑπερουράνιον χῶρον καὶ τὰ ἐκεῖσε τῶν τῇδε παραδείγματα, τήν τε ἄνω λεγομένην Ἱερουσαλὴμ καὶ τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον, καὶ τὴν ὑπερκόσμιον πόλιν τοῦ ζῶντος Θεοῦ, ἐν ᾗ μυριάδες ἀγγέλων πανηγύρεις καὶ Ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, ταῖς ἀῤῥήτοις καὶ ἀνεπιλογίστοις ἡμῖν θεολογίαις, τὸν σφῶν ποιητὴν καὶ πανηγεμόνα τῶν ὅλων γεραίρουσιν, οὗ τίς θνητὸς οἷός τε κατ' ἀξίαν ὑμνῆσαι; Ὅ τι δὴ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, αὐτὰ δὴ ταῦτα ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὧν ἤδη ἐν μέρει καταξιωθέντες ἄνδρες ἅμα παισὶ καὶ γυναιξὶ, μικροὶ καὶ μεγάλοι, πάντες ἀθρόως ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ, μὴ διαλίπωμεν ἐξομολογούμενοι, καὶ τὸν τῶν τοσούτων ἡμῖν ἀγαθῶν παραίτιον ἀνευφημοῦντες, « τὸν εὐϊλατεύοντα πάσαις ταῖς ἀνομίαις ἡμῶν, τὸν ἰώμενον πάσας τὰς νόσους ἡμῶν, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν, τὸν στεφανοῦντα ἡμᾶς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τὸν ἐμπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν ἡμῶν· ὅτι οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν· ὅτι καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ'
ed tongues as if of fire; and it sat upon each one of them. Yet in the ruler of all, perhaps Christ Himself sits in His fullness, while in those holding second rank after him, proportionately according as each has capacity for distributions of the power of Christ and of the Holy Spirit. And benches there might be even of angels, and the souls of certain ones committed to each for guidance and guardianship. And what could the reverend and great and unique altar be, other than the sincere Holy of Holies of the soul of the common priest of all? Standing beside which at the right hand, the great High Priest of the universe, Jesus Himself, the Only-begotten of God, receiving with joyful countenance and upturned hands the fragrant incense from all, and the bloodless and immaterial sacrifices offered through prayers, sends them onward to the heavenly Father and God of the universe, Himself first worshipping, and alone rendering to the Father the reverence due to His worth, and then also entreating Him to abide propitious and favourable towards us all for ever. Such is the great temple which throughout the whole inhabited world beneath the sun the great Creator Word of the universe constituted, having Himself again wrought upon earth this intellectual image of the vaults beyond the heavens, so that through all creation and the rational living beings upon earth the Father might be honoured and revered by Him. But the supercelestial region and the archetypes there of the things here, both the Jerusalem called above and the heavenly Mount Sion, and the supramundane city of the living God, wherein myriad festal assemblies of angels and the Church of the firstborn enrolled in the heavens, with praises of God unutterable and incomprehensible to us, honour their Maker and All-ruler of the universe, Whom what mortal is able worthily to hymn? Whatsoever indeed eye has not seen, and ear has not heard, and has not ascended into the heart of man, these very things which God prepared for those who love Him: having already in part been counted worthy of these, men together with children and women, small and great, all in a body in one spirit and one soul, let us not cease confessing and acclaiming the Author for us of such great blessings, "Who is propitious to all our iniquities, Who heals all our diseases, Who redeems our life from corruption, Who crowns us in mercy and compassions, Who satisfies our desire with good things; because He did not deal with us according to our sins, nor did He repay us according to our iniquities; because according as the east is distant from the west, He removed from
PG 20:879Read from the page
ἡμῶν τὰς ἀνομίας ἡμῶν· καθὼς οἰκτείρει πατὴρ υἱοὺς αὐτοῦ, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν. » Ταῦτα καὶ νῦν καὶ εἰς τοὺς ἑξῆς ἅπαντας χρόνους ταῖς μνήμαις ἀναζωπυροῦντες, ἀτὰρ καὶ τῆς παρούσης πανηγύρεως καὶ τῆς φαιδρᾶς ταύτης καὶ λαμπροτάτης ἡμέρας τὸν αἴτιον καὶ πανηγυριάρχην, νύκτωρ καὶ μεθημέραν, διὰ πάσης ὥρας καὶ δι' ὅλης, ὡς εἰπεῖν, ἀναπνοῆς ἐν νῷ προορώμενοι, στέργοντες καὶ σέβοντες ψυχῆς ὅλῃ δυνάμει, καὶ νῦν ἀναστάντες, μεγάλῃ διαθέσεως φωνῇ καθικετεύσωμεν, ὡς ἂν ὑπὸ τὴν αὐτοῦ μάνδραν εἰς τέλος ἡμᾶς σκεπάζων διασώζοιτο, τὴν παρ' αὐτοῦ βραβεύων ἀῤῥαγῆ καὶ ἄσειστον αἰωνίαν εἰρήνην, ἐν Χριστῷ Ἰησοῦ τῷ Σωτῆρι ἡμῶν, δι' οὗ αὐτῷ ἡ δόξα εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.
us our iniquities; as a father pities his sons, the Lord has pitied those who fear Him." Rekindling these things in our memories both now and for all times hereafter, and moreover keeping before our mind's eye, by night and by day, through every hour and with our whole breath, so to speak, the Author and Ruler of the present festival and of this bright and most radiant day, cherishing and revering Him with the whole power of our soul, now too rising up, let us implore Him with a loud voice of devotion, that sheltering us unto the end beneath His fold He may preserve us safe, bestowing the unbroken and unshaken eternal peace that comes from Him, in Christ Jesus our Saviour, through Whom to Him be the glory unto all the ages of the ages. Amen.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Ἀντίγραφα βασιλικῶν νόμων (Nic. H. E. VII, 42).
Copies of imperial laws (Nic. H. E. VII, 42).
Φέρε δὴ λοιπὸν καὶ τῶν βασιλικῶν διατάξεων Κωνσταντίνου καὶ Λικιννίου τὰς ἐκ τῆς Ῥωμαίων φωνῆς μεταληφθείσας ἑρμηνείας παραθώμεθα.
Come now, for the rest, let us also set beside these the translations of the imperial constitutions of Constantine and Licinius rendered out of the tongue of the Romans.
Ἀντίγραφον βασιλικῶν διατάξεων ἐκ Ῥωμαϊκῆς γλώσσης μεταληφθεισῶν.
Copy of imperial constitutions translated out of the Roman tongue.
« Ἤδη μὲν πάλαι σκοποῦντες τὴν ἐλευθερίαν τῆς θρησκείας οὐκ ἀρνητέαν εἶναι, ἀλλ' ἑνὸς ἑκάστου τῇ διανοίᾳ καὶ βουλήσει ἐξουσίαν δοτέον τοῦ τὰ θεῖα πράγματα τημελεῖν κατὰ τὴν αὐτοῦ προαίρεσιν, ἕκαστον κεκελεύκειμεν, τοῖς τε Χριστιανοῖς, τῆς αἱρέσεως καὶ τῆς θρησκείας τῆς ἑαυτῶν τὴν πίστιν φυλάττειν. Ἀλλ' ἐπειδὴ πολλαὶ καὶ διάφοροι αἱρέσεις ἐν ἐκείνῃ τῇ ἀντιγραφῇ, ἐν ᾗ τοῖς αὐτοῖς συνεχωρήθη ἡ τοιαύτη ἐξουσία, ἐδόκουν προστεθεῖσθαι σα-
"Having already long ago considered that freedom of worship ought not to be denied, but that authority ought to be granted to the mind and will of each individual to care for divine matters according to his own choice, we had commanded each person, and the Christians, to keep the faith of their own sect and worship. Yet inasmuch as many and diverse sects appeared in that rescript, wherein such authority was granted to the same persons, to have been added
PG 20:881Read from the page
φῶς, τυχὸν ἴσως τινὲς αὐτῶν μετ' ὀλίγον ἀπὸ τῆς τοιαύτης παραφυλάξεως ἀνεκρούοντο· ὁπότε εὐτυχῶς ἐγὼ Κωνσταντῖνος ὁ Αὔγουστος, κἀγὼ Λικίννιος ὁ Αὔγουστος, ἐν τῇ Μεδιολάνῳ ἐληλύθειμεν, καὶ πάντα ὅσα πρὸς τὸ λυσιτελὲς καὶ τὸ χρήσιμον τῷ κοινῷ διέφερεν, ἐν ζητήσει ἔσχομεν, ταῦτα μεταξὺ τῶν λοιπῶν ἅτινα ἐδόκει ἐν πολλοῖς ἅπασιν ἐπωφελῆ εἶναι, μᾶλλον δὲ ἐν πρώτοις διατάξαι ἐδογματίσαμεν, οἷς ἡ πρὸς τὸ Θεῖον αἰδώς τε καὶ τὸ σέβας ἐνείχετο, τοῦτ' ἔστιν, ὅπως δῶμεν καὶ τοῖς Χριστιανοῖς καὶ πᾶσιν ἐλευθέραν αἵρεσιν τοῦ ἀκολουθεῖν τῇ θρησκείᾳ ᾗ δ' ἂν βουληθῶσιν· ὅπως ὅ τί ποτέ ἐστι Θειότης καὶ οὐρανίου πράγματος, ἡμῖν καὶ πᾶσι τοῖς ὑπὸ τὴν ἡμετέραν ἐξουσίαν διάγουσιν εὐμενὲς εἶναι δυνηθῇ. Τοίνυν ταύτην τὴν βούλησιν τὴν ἡμετέραν ὑγιεινῷ καὶ ὀρθοτάτῳ λογισμῷ ἐδογματίσαμεν, ὅπως μηδενὶ παντελῶς ἐξουσία ἀρνητέα ᾖ τοῦ ἀκολουθεῖν καὶ αἱρεῖσθαι τὴν τῶν Χριστιανῶν παραφύλαξιν ἢ θρησκείαν, ἑκάστῳ τε ἐξουσία δοθείη τοῦ διδόναι ἑαυτοῦ τὴν διάνοιαν ἐν ἐκείνῃ τῇ θρησκείᾳ, ἣν αὐτὸς ἑαυτῷ ἁρμόζειν νομίζῃ, ὅπως ἡμῖν δυνηθῇ τὸ θεῖον ἐν πᾶσι τὴν ἔθιμον σπουδὴν καὶ καλοκἀγαθίαν παρέχειν. Ἅτινα οὕτως ἀρέσκειν ἡμῖν ἀντιγράψαι ἀκόλουθον ἦν, ἵν' ἀφαιρεθεισῶν παντελῶς τῶν αἱρέσεων, αἵτινες τοῖς προτέροις ἡμῶν γράμμασι τοῖς πρὸς τὴν σὴν καθοσίωσιν ἀποσταλεῖσι περὶ τῶν Χριστιανῶν ἐνείχοντο, καὶ ἅτινα πάνυ σκαιὰ καὶ τῆς ἡμετέρας πραότητος ἀλλότρια εἶναι ἐδόκει, ταῦτα ὑφαιρεθῇ, καὶ νῦν ἐλευθέρως τε καὶ ἀπλανῶς ἕκαστος τῶν τὴν αὐτὴν προαίρεσιν ἐσχηκότων τοῦ φυλάττειν τὴν τῶν Χριστιανῶν θρησκείαν, ἄνευ τινὸς ὀχλήσεως, τοῦτο αὐτὸ παραφυλάττοι. Ἅτινα τῇ σῇ ἐπιμελείᾳ πληρέστατα δηλῶσαι ἐδογματίσαμεν, ἅπως εἰδείης ἡμᾶς ἐλευθέραν καὶ ἀπολελυμένην ἐξουσίαν τοῦ τημελεῖν τὴν ἑαυτῶν θρησκείαν τοῖς αὐτοῖς Χριστιανοῖς δεδωκέναι· ὅπερ ἐπειδὴ ἀπολελυμένως αὐτοῖς ὑφ' ἡμῶν δεδωρῆσθαι, θεωρεῖ ἡ σὴ καθοσίωσις, καὶ ἑτέροις δεδόσθαι ἐξουσίαν τοῖς βουλομένοις τοῦ μετέρχεσθαι τὴν παρατήρησιν καὶ θρη-
ly, perchance perhaps some of them shortly afterwards were driven back from such observance: when auspiciously I, Constantine Augustus, and I, Licinius Augustus, had come to Milan, and held under inquiry all things that pertained to the profit and advantage of the commonwealth, among the rest of the things that seemed in many respects to be beneficial to all—or rather first of all—we decreed to ordain those things wherein reverence and worship towards the Divine were contained; that is, that we should grant both to the Christians and to all men free choice to follow whatever religion they may wish, so that whatsoever Divinity and heavenly thing there is may be able to be propitious to us and to all who live under our authority. Therefore with sound and most upright reasoning we decreed this our counsel, that to no one at all is permission to be denied to follow and choose the observance or religion of the Christians, and that to each one permission be given to devote his own mind to that religion which he himself may deem suited to himself, so that the Divine may in all things be able to afford us its customary zeal and benevolence. Which things it was fitting to write back in reply as thus pleasing to us, in order that when those conditions have been wholly removed which were contained in our former letters sent to your Devotion concerning the Christians, and whatever seemed to be altogether untoward and foreign to our clemency, those things may be withdrawn, and that now freely and unwaveringly each one of those who have held the same purpose of keeping the religion of the Christians may observe this very thing without any molestation. Which things we decreed to signify most fully to your diligence, so that you might know that we have given to those same Christians free and unrestricted permission to cultivate their own religion; and since your Devotion perceives that this has been granted to them unrestrictedly by us, [your Devotion perceives] that to others also who wish it permission has been given to pursue the observance and reli-
Notes, col. 881

On the reading

Printed ἅπως, for ὅπως.

PG 20:884Read from the page
σκείαν ἑαυτῶν· ὅπερ ἀκολούθως τῇ ἡσυχίᾳ τῶν ἡμετέρων καιρῶν γίνεσθαι φανερόν ἐστιν, ὅπως ἐξουσίαν ἕκαστος ἔχῃ τοῦ αἱρεῖσθαι καὶ τημελεῖν ὁποῖον δ' ἂν βούληται Θεῖον. Τοῦτο δὲ ὑφ' ἡμῶν γέγονεν, ὅπως μηδεμιᾷ τιμῇ μηδὲ θρησκείᾳ τινὶ μεμειῶσθαί τι ὑφ' ἡμῶν δοκοίη. Καὶ τοῦτο δὲ πρὸς τοῖς λοιποῖς εἰς τὸ πρόσωπον τῶν Χριστιανῶν δογματίζομεν, ἵνα τοὺς τόπους αὐτῶν εἰς οὓς τὸ πρότερον συνέρχεσθαι ἔθος ἦν αὐτοῖς, περὶ ὧν καὶ τοῖς πρότερον δοθεῖσι πρὸς τὴν σὴν καθοσίωσιν γράμμασι τύπος ἕτερος ἦν ὡρισμένος τῷ προτέρῳ χρόνῳ, ἵν', εἴ τινες ἢ παρὰ τοῦ ταμείου τοῦ ἡμετέρου ἢ παρά τινος ἑτέρου φαίνοιντο ἠγορακότες τούτους, τοῖς αὐτοῖς Χριστιανοῖς ἄνευ ἀργυρίου καὶ ἄνευ τινὸς ἀπαιτήσεως τῆς τιμῆς ὑπερτεθείσης, δίχα πάσης ἀμελείας καὶ ἀμφιβολίας ἀποκαταστήσωσι, καὶ εἴ τινες κατὰ δῶρον τυγχάνωσιν εἰληφότες τοὺς αὐτοὺς τόπους, ὅπως εἰ τοῖς αὐτοῖς Χριστιανοῖς τὴν ταχίστην ἀποκαταστήσωσιν οὕτως, ἢ οἱ ἠγορακότες τοὺς αὐτοὺς τόπους, ἢ οἱ κατὰ δωρεὰν εἰληφότες αἰτῶσί τι παρὰ τῆς ἡμετέρας καλοκἀγαθίας, προσέλθωσι τῷ ἐπὶ τόπων ἐπάρχῳ δικάζοντι, ὅπως καὶ αὐτῶν διὰ τῆς ἡμετέρας χρηστότητος πρόνοια γένηται. Ἅτινα πάντα τῷ σωματίῳ τῶν Χριστιανῶν παρ' αὐτὰ διὰ τῆς σῆς σπουδῆς ἄνευ τινὸς παρολκῆς παραδίδοσθαι δεήσει. Καὶ ἐπειδὴ οἱ αὐτοὶ Χριστιανοὶ οὐ μόνον ἐκείνους εἰς οὓς συνέρχεσθαι ἔθος εἶχαν, ἀλλὰ κα⟨ὶ⟩ ἑτέρους τόπους ἐσχηκέναι γινώσκονται, διαφέροντας οὐ πρὸς ἕκαστον αὐτῶν, ἀλλὰ πρὸς τὸ δίκαιον τοῦ αὐτῶν σώματος, τοῦτ' ἔστι τῶν Χριστιανῶν, ταῦτα πάντα ἐπὶ τῷ νόμῳ ὃν προειρήκαμεν, δίχα παντελοῦς τινος ἀμφισβητήσεως τοῖς αὐτοῖς Χριστιανοῖς, τοῦτ' ἔστι τῷ σώματι αὐτῶν καὶ τῇ συνόδῳ, ἑκάστῳ αὐτῶν ἀποκαταστῆναι κελεύσεις· τοῦ προειρημένου λογισμοῦ δηλαδὴ φυλαχθέντος, ὅπως αὐτοὶ
gion of their own; which manifestly takes place in accordance with the tranquillity of our times, so that each one may have permission to choose and cultivate whatsoever Deity he may wish. And this has been done by us so that nothing might seem to have been diminished by us towards any honour or any religion. And this too, besides the rest, we decree with respect to the person of the Christians: that their places wherein they formerly had the custom of assembling, concerning which also in the letters previously sent to your Devotion another rule had been prescribed in the former time—that if any should appear to have bought these either from our treasury or from anyone else, they shall restore them to the same Christians without money and without any demand for the price offered, apart from all negligence and doubt; and if any happen to have received the same places by gift, that they restore them with all speed to the same Christians in this way: if either those who have bought the same places or those who have received them by grant seek anything from our benevolence, let them approach the magistrate judging in the district, so that through our kindness provision may be made for them also. All which things must through your zeal be handed over forthwith without any delay to the corporate body of the Christians. And since the same Christians are known to have possessed not only those [places] wherein they had the custom of assembling, but also other places belonging not to each individual among them, but to the right of their corporate body—that is, of the Christians—all these under the law which we have stated before, apart from any dispute altogether, you shall order to be restored to the same Christians, that is, to their corporate body and assembly, to each one of them; the aforesaid principle manifestly being observed, that those very men
PG 20:885Read from the page
οἵτινες τοὺς αὐτοὺς ἄνευ τιμῆς, καθὼς προειρήκαμεν, ἀποκαθιστῶσι, τὸ ἀζήμιον τὸ ἑαυτῶν παρὰ τῆς ἡμετέρας καλοκἀγαθίας ἐλπίζοιεν. Ἐν οἷς πᾶσι τῷ προειρημένῳ σώματι τῶν Χριστιανῶν τὴν σπουδὴν δυνατώτατα παρασχεῖν ὀφείλεις, ὅπως τὸ ἡμέτερον κέλευσμα τὴν ταχίστην παραπληρωθῇ, ὅπως καὶ ἐν τούτῳ διὰ τῆς ἡμετέρας χρηστότητος πρόνοια γένηται τῆς κοινῆς καὶ δημοσίας ἡσυχίας. Τούτῳ γὰρ τῷ
who restore the same without price, just as we have said before, may hope for their own indemnity from our benevolence. In all which matters you ought most vigorously to afford your zeal to the aforesaid corporate body of the Christians, so that our command may be fulfilled with all speed, so that in this also through our kindness provision may be made for the common and public tranquillity. For by this
Ἀντίγραφον ἑτέρας βασιλικῆς διατάξεως, ἣν αὖθις πεποίηνται μόνῃ τῇ καθολικῇ Ἐκκλησίᾳ τὴν δωρεὰν δεδόσθαι ὑποσημηνάμενοι.
Copy of another imperial constitution which they made again, indicating that the grant had been given to the catholic Church alone.
« Χαῖρε, Ἀνυλῖνε τιμιώτατε ἡμῖν. Ἔστιν ὁ τρόπος οὗτος τῆς φιλαγαθίας τῆς ἡμετέρας, ὥστε ἐκεῖνα ἅπερ δικαίῳ ἀλλοτρίῳ προσήκει, μὴ μόνον μὴ ἐνοχλεῖσθαι, ἀλλὰ καὶ ἀποκαθιστᾷν βούλεσθαι ἡμᾶς, Ἀνυλῖνε τιμιώτατε. Ὅθεν βουλόμεθα ἵν', ὁπόταν ταῦτα τὰ γράμματα κομίσῃ, εἴ τινα ἐκ τούτων τῶν τῇ Ἐκκλησίᾳ τῇ καθολικῇ τῶν Χριστιανῶν ἐν ἑκάσταις πόλεσιν ἢ καὶ ἄλλοις τόποις διέφερον, καὶ κατέχοιντο νῦν ἢ ὑπὸ πολιτῶν, ἢ ὑπό τινων ἄλλων, ταῦτα ἀποκαταστῆναι παραχρῆμα ταῖς αὐτῶν Ἐκκλησίαις ποιήσῃς· ἐπειδήπερ προῃρήμεθα ταῦτα ἅπερ αἱ αὐταὶ ἐκκλησίαι πρότερον ἐσχήκεσαν, τῷ δικαίῳ αὐτῶν ἀποκατασταθῆναι. Ὁπότε τοίνυν συνορᾷ ἡ καθοσίωσις ἡ σὴ ταύτης ἡμῶν τῆς κελεύσεως σαφέστατον εἶναι τὸ πρόσταγμα, σπούδασον, εἴτε κῆποι, εἴτε οἰκίαι, εἴθ' ὁτιουνδήποτε τῷ δικαίῳ τῶν αὐτῶν Ἐκκλησιῶν διέφερον, σύμπαντα αὐταῖς ἀποκατασταθῆναι ὡς τάχιστα, ὅπως τούτῳ ἡμῶν τῷ προστάγματι ἐπιμελεστάτην σε πειθάρχησιν παρεσχηκέναι καταμάθοιμεν. Ἔῤῥωσο, Ἀνυλῖνε τιμιώτατε καὶ ποθεινότατε ἡμῖν. »
"Greeting, Anulinus, most honoured by us. Such is the custom of our love of goodness, that those things which belong by right to another we wish not only to suffer no disturbance, but even to restore, most honoured Anulinus. Wherefore we will that, whenever you receive this letter, if any of those things that belonged to the catholic Church of the Christians in the several cities or even in other places should now be held either by citizens or by any others, you cause these to be restored immediately to their Churches; inasmuch as we have determined that those things which the same churches formerly possessed be restored to their right. Since therefore your Devotion perceives that the injunction of this our command is most clear, make haste that, whether gardens or houses or whatsoever else belonged to the right of the same Churches, the whole be restored to them as quickly as possible, so that we may learn that you have rendered most careful obedience to this our injunction. Farewell, Anulinus, most honoured and most beloved by us."
Ἀντίγραφον βασιλικῆς ἐπιστολῆς δι' ἧς σύνοδον ἐπισκόπων ἐπὶ Ῥώμης κελεύει γενέσθαι ὑπὲρ τῆς τῶν Ἐκκλησιῶν ἑνώσεώς τε καὶ ὁμονοίας.
Copy of an imperial letter whereby he commands a synod of bishops to be held at Rome for the unity and concord of the Churches.
« Κωνσταντῖνος Σεβαστὸς Μιλτιάδῃ ἐπισκόπῳ Ῥωμαίων καὶ Μάρκῳ. Ἐπειδὴ τοιοῦτοι χάρται παρὰ Ἀνυλίνου τοῦ λαμπροτάτου ἀνθυπά-
"Constantine Augustus to Miltiades, bishop of the Romans, and to Marcus. Since documents of such a kind from Anulinus, the most illustrious procon-
PG 20:888Read from the page
του τῆς Ἀφρικῆς πρός με πλείους ἀπεστάλησαν, ἐν οἷς ἐμφέρεται Καικιλιανὸν τὸν ἐπίσκοπον τῆς Καρταγεννησίων πόλεως, παρά τινων κολλήγων αὐτοῦ τῶν κατὰ τὴν Ἀφρικὴν καθεστώτων, ἐν πολλοῖς πράγμασιν εὐθύνεσθαι, καὶ τοῦτό μοι βαρὺ σφόδρα δοκεῖ, τὸ ἐν ταύταις ἐπαρχίαις ἃς τῇ ἐμῇ καθοσιώσει αὐθαιρέτους ἡ θεία Πρόνοια ἐνεχείρισε, κἀκεῖσε πολὺ πλῆθος λαοῦ, ὄχλον ἐπὶ τὸ φαυλότερον ἐπιμένοντα εὑρίσκεσθαι ὡσανεὶ διχοστατοῦντα, καὶ μεταξὺ ἐπισκόπους διαφορὰς ἔχειν, ἔδοξέ μοι, ἵν' αὐτὸς ὁ Καικιλιανὸς μετὰ δέκα ἐπισκόπων, τῶν αὐτὸν εὐθύνειν δοκούντων, καὶ δέκα ἑτέρων οὓς αὐτὸς τῇ ἑαυτοῦ δίκῃ ἀναγκαίους ὑπολάβοι, εἰς τὴν Ῥώμην πλῷ ἀπιέναι, ἵν' ἐκεῖσε ὑμῶν παρόντων, ἀλλὰ μὴν καὶ Ῥετεκίου καὶ Ματέρνου καὶ Μαρίνου, τῶν κολλήγων ὑμῶν, οὓς τούτου ἕνεκεν εἰς τὴν Ῥώμην προσέταξα ἐπισπεῦσαι, δυνηθῇ ἀκουσθῆναι, ὡς ἂν καταμάθοιτε τῷ σεβασμιωτάτῳ νόμῳ ἁρμόττειν. Ἵνα μέντοι καὶ περὶ πάντων αὐτῶν τούτων πληρεστάτην δυνηθῆτε ἔχειν γνῶσιν, τὰ ἀντίτυπα τῶν ἐγγράφων τῶν πρός με παρὰ Ἀνυλίνου ἀποσταλέντων, γράμμασιν ἐμοῖς ὑποτάξας, πρὸς τοὺς προειρημένους κόλληγας ὑμῶν ἐξέπεμψα· οἷς ἐντυχοῦσα ἡ ὑμετέρα στεῤῥότης δοκιμάσει, ὅντινα χρὴ τρόπον τὴν προειρημένην δίκην ἐπιμελέστατα διευκρινῆσαι, καὶ κατὰ τὸ δίκαιον τερματίσαι. Ὁπότε μηδὲ τὴν ὑμετέραν ἐπιμέλειαν λανθάνει, τοσαύτην με αἰδῶ τῇ ἐνθέσμῳ καθολικῇ Ἐκκλησίᾳ ἀπονέμειν, ὡς μηδὲν καθόλου σχίσμα ἢ δι-
sul of Africa, have been sent to me in great numbers, wherein it is reported that Caecilian, the bishop of the city of the Carthaginians, is being called to account in many matters by certain of his colleagues established throughout Africa; and this seems to me exceedingly grievous, that in these provinces which divine Providence voluntarily entrusted to my Devotion, and where there is a great multitude of people, the populace should be found persisting towards the worse course, as though divided in two, and bishops having differences among themselves: it seemed good to me that Caecilian himself, with ten bishops of those who think fit to call him to account, and ten others whom he himself may deem necessary for his own cause, should depart by sea for Rome, so that there, in the presence of yourselves and moreover of Retecius and Maternus and Marinus, your colleagues, whom for this purpose I have commanded to hasten to Rome, he may be able to be heard, according as you may ascertain to be fitting for the most venerable law. Yet in order that you may be able to have the fullest knowledge concerning all these very matters, having subjoined to my letter copies of the documents sent to me from Anulinus, I have dispatched them to your aforesaid colleagues; upon reading which, your Gravity will judge in what manner the aforesaid suit must be most carefully sifted and brought to an end in accordance with justice. Since neither does it escape your diligence that I pay so great a reverence to the lawful catholic Church that wholly no schism or di-
Ἀντίγραφον βασιλικῆς ἐπιστολῆς δι' ἧς προστάττει δευτέραν γενέσθαι σύνοδον ὑπὲρ τοῦ πᾶσαν τῶν ἐπισκόπων περιελεῖν διχοστασίαν.
Copy of an imperial letter whereby he orders a second synod to be held for the removal of all dissension among the bishops.
« Κωνσταντῖνος Σεβαστὸς Χρήστῳ ἐπισκόπῳ Συρακουσίων. Ἤδη μὲν πρότερον, ὅτε φαύλως καὶ ἐνδιαστρόφως τινὲς περὶ θρησκείας τῆς ἁγίας καὶ ἐπουρανίου δυνάμεως καὶ τῆς αἱρέσεως τῆς καθολικῆς ἀποδιίστασθαι ἤρξαντο, ἐπιτέμνεσθαι βουληθεὶς
"Constantine Augustus to Chrestus, bishop of the Syracusans. Already indeed before now, when basely and perversely certain men began to separate themselves with respect to worship from the holy and heavenly power and from the catholic persuasion, wishing to cut short