Migne Reading Room

PG 20 · cols. 865–876 · Read from the page

Eusebius, Church History, Book X

Eusebius, Church History, Book X

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:865Read from the page
μήκους περικλείσας, μέσον αἴθριον ἠφίει εἰς τὴν τοῦ οὐρανοῦ κάτοψιν, λαμπρὸν καὶ ταῖς τοῦ φωτὸς ἔκτισιν ἀνειμένον ἀέρα παρέχον. Ἱερῶν δ' ἐνταῦθα καθαρσίων ἐτίθει σύμβολα, κρήνας ἄντικρυς εἰς πρόσωπον ἐπισκευάζων τοῦ νεὼ, πολλῷ τῷ χεύματι τοῦ νάματος τοῖς περιβόλων ἱερῶν ἐπὶ τὰ ἔσω προϊοῦσι τὴν ἀπόῤῥυψιν παρεχομένας. Καὶ πρώτη μὲν εἰσιόντων αὕτη διατριβὴ, κόσμον ὁμοῦ καὶ ἀγλαΐαν τῷ παντὶ, τοῖς τε τῶν πρώτων εἰσαγωγῶν ἔτι δεομένοις, κατάλληλον τὴν μονὴν παρεχομένη. Ἀλλὰ γὰρ καὶ τὴν τούτων θέαν παραμειψάμενος, πλείοσιν ἔτι μᾶλλον τοῖς ἐνδοτάτω προπύλοις τὰς ἐπὶ τὸν νεὼν παρόδους ἀναπεπταμένας ἐποίει, ὑπὸ μὲν ταῖς ἡλίου βολαῖς αὖθις τρεῖς πύλας ὑφ' ἓν καταθεὶς πλευρόν· ὧν τὸ πολὺ τὰς παρ' ἑκάτερα μεγέθει τε καὶ πλάτει πλεονεκτεῖν τῇ μέσῃ χαρισάμενος, παραπήγμασί τε χαλκοῦ σιδηροδέτοις καὶ ποικίλμασιν ἀναγλύφοις διαφερόντως αὐτὴν φαιδρύνας, ὡς ἂν βασιλίδι, ταύτῃ τοὺς δορυφόρους ὑπέζευξε. Τὸν αὐτὸν δὲ τρόπον καὶ ταῖς παρ' ἑκάτερα τοῦ παντὸς νεὼ στοαῖς τὸν τῶν προπύλων ἀριθμὸν διατάξας, ἄνωθεν ἐπὶ ταύταις ἄλλῳ πλείονι φωτὶ διαφόρους τὰς ἐπὶ τὸν οἶκον εἰσβολὰς ἐπενόει, ταῖς ἀπὸ ξύλου λεπτουργίαις καὶ τὸν περὶ αὐτὰς κόσμον καταποικίλλων. Τὸν δὲ βασίλειον οἶκον πλουσιωτέραις ἤδη καὶ δαψιλέσι ταῖς ὕλαις ὠχύρου, ἀφθόνῳ φιλοτιμίᾳ τῶν ἀναλωμάτων χρώμενος. Ἔνθα μοι δοκῶ περιττὸν εἶναι τοῦ δομήματος μήκη τε καὶ πλάτη καταγράφειν, τὰ φαιδρὰ ταῦτα κάλλη, καὶ τὰ λόγου κρείττονα μεγέθη, τήν τε τῶν ἔργων ἀποστίλβουσαν ὄψιν τῷ λόγῳ διεξιόντι, ὕψη τε τὰ οὐρανομήκη, καὶ τὰς τούτων ὑπερκειμένας πολυτελεῖς τοῦ Λιβάνου κέδρους ὧν οὐδὲ τὸ θεῖον λόγιον τὴν μνήμην ἀπεσιώπησεν, « Εὐφρανθήσεται, » φάσκον, « τὰ ξύλα τοῦ Κυρίου, καὶ αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσε. » Τί με δεῖ νῦν τῆς πανσόφου καὶ ἀρχιτεκτονικῆς διατάξεως, καὶ τοῦ κάλλους τῆς ἐφ' ἑκάστου μέρους ὑπερβολῆς ἀκριβολογεῖσθαι τὴν ὑφήγησιν, ὅτε τῆς ὄψεως τὴν διὰ τῶν ὤτων ἀποκλείει μάθησιν ἡ μαρτυρία; Ἀλλὰ γὰρ ὧδε καὶ τὸν νεὼν ἐπιτελέσας, θρόνοις τε τοῖς ἀνωτάτω εἰς τὴν τῶν προέδρων τιμὴν, καὶ προσέτι βάθροις ἐν τάξει τοῖς καθ' ὅλου κατὰ τὸ πρέπον κοσμήσας, ἐφ' ἅπασί τε τὸ τῶν ἁγίων Ἅγιον θυσιαστήριον ἐν μέσῳ θεὶς, αὖθις καὶ τάδε ὡς ἂν εἴη τοῖς πολλοῖς ἄβατα, τοῖς ἀπὸ ξύλου περιέφραττε δικτύοις, εἰς ἄκρον ἐντέχνου λεπτουργίας ἐξησκημέ-
of height having enclosed, he left the middle open to the sky for viewing the heaven, affording bright air opened to the rays of the light. And here he placed symbols of sacred purifications, constructing fountains right opposite the face of the temple, which by the abundant stream of their flow afford cleansing to those advancing towards the interior of the sacred precincts. And this is the first halting-place of those who enter, affording at once adornment and splendour to the whole, and a suitable abode for those still in need of their first instructions. Passing beyond this spectacle also, however, he made the passages into the temple wide open with still more numerous innermost gateways, setting again beneath the beams of the sun three gates along one side; of which having granted to the middle one far to surpass those on either side in height and breadth, and having pre-eminently brightened it with bronze plates bound with iron and with carved reliefs, he subjected the others to this one as bodyguards to a queen. And in the same way having arranged the number of the gateways for the porticoes on either side also of the whole temple, above over these he devised various openings into the building for yet fuller light, embellishing the adornment around them also with fine carvings of wood. As for the royal house, he furnished it strongly with richer and lavish materials now, employing unstinted munificence in his expenditures. Here it seems to me superfluous, as one recounts in speech the gleaming appearance of the works, to set down the lengths and breadths of the structure, these bright beauties and magnitudes surpassing speech, and the sky-reaching heights, and the costly cedars of Lebanon set above them, the mention of which not even the divine oracle passed over in silence, saying, "The trees of the Lord shall be gladdened, and the cedars of Lebanon which He planted." Why must I now give a minute account of the all-wise and architectural arrangement, and of the surpassing beauty of each part, when the testimony of sight shuts out learning through the ears? Indeed, having thus completed the temple also, and having adorned it fittingly both with the loftiest thrones for the honour of the presidents and moreover with benches in order throughout the whole, and over and above all having set the Holy of Holies, the altar, in the middle, these parts too, again, so that they might be inaccessible to the multitude, he enclosed with wooden lattices, to the utmost of skilful fine workmanship elaborately
Notes, col. 865

On the reading

Printed ἔκτισιν, for ἀκτῖσιν.

PG 20:868Read from the page
νοις, ὡς θαυμάσιον τοῖς ὁρῶσι παρέχειν τὴν θέαν.
wrought, so as to afford a marvellous sight to those who behold.
Ἀλλ' οὐδὲ τοὔδαφος ἄρα εἰς ἀμελὲς ἔκειτο αὐτῷ· καὶ τόδε γοῦν λίθῳ μαρμάρῳ εὖ μάλα κόσμῳ παντὶ λαμπρύνας, ἤδη λοιπὸν καὶ ἐπὶ τὰ ἐκτὸς τοῦ νεὼ μετῄει, ἐξέδρας καὶ οἴκους τοὺς παρ' ἑκάτερα μεγίστους ἐπισκευάζων εὐτέχνως, ἐπὶ ταὐτὸν εἰς πλευρὰ τῷ βασιλείῳ συνεζευγμένους καὶ ταῖς ἐπὶ τὸν μέσον οἶκον εἰσβολαῖς ἡνωμένους· ἃ καὶ αὐτὰ τοῖς ἔτι καθάρσεως καὶ περιῤῥαντηρίων τῶν διὰ ὕδατος καὶ ἁγίου Πνεύματος ἐγχρῄζουσιν, ὁ εἰρηνικώτατος ἡμῶν Σολομῶν ὁ τὸν νεὼν τοῦ Θεοῦ δειμάμενος ἀπειργάζετο, ὡς μηκέτι λόγον, ἀλλ' ἔργον γεγονέναι τὴν ἄνω λεχθεῖσαν προφητείαν. Γέγονε γὰρ καὶ νῦν ὡς ἀληθῶς ἐστιν ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν. Ἔδει γὰρ καὶ ἀκόλουθον ἦν, τοῦ ποιμένος αὐτῆς καὶ δεσπότου ἅπαξ τὸν ὑπὲρ αὐτῆς θάνατον καταδεξαμένου, καὶ μετὰ τὸ πάθος, ὃ χάριν αὐτῆς ῥυποῦν ἐνεδύσατο σῶμα, ἐπὶ τὸ λαμπρὸν καὶ ἔνδοξον μεταβεβληκότος, αὐτήν τε σάρκα τὴν λυθεῖσαν, ἐκ φθορᾶς εἰς ἀφθαρσίαν ἀγαγόντος, καὶ τήνδε ὁμοίως τῶν τοῦ Σωτῆρος οἰκονομιῶν ἐπαύρασθαι· ὅτι δὴ καὶ τούτων πολὺ κρείττονα λαβοῦσα παρ' αὐτοῦ τὴν ἐπαγγελίαν, τὴν πολὺ μείζονα δόξαν τῆς παλιγγενεσίας, ἐν ἀφθάρτου σώματος ἀναστάσει, μετὰ φωτὸς ἀγγέλων χορείας, ἐν τοῖς οὐρανῶν ἐπέκεινα τοῦ Θεοῦ βασιλείοις, σὺν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ πανευεργέτῃ καὶ Σωτῆρι διαρκῶς ἐπὶ τοὺς ἑξῆς αἰῶνας ἀπολαβεῖν ποθεῖ. Ἀλλὰ γὰρ τέως ἐπὶ τοῦ παρόντος, τούτοις ἡ πάλαι χήρα καὶ ἔρημος Θεοῦ χάριτι περιβληθεῖσα τοῖς ἄνθεσι, γέγονεν ἀληθῶς ὡς κρίνον, ᾗ φησιν ἡ προφητεία. Καὶ τὴν νυμφικὴν ἀναλαβοῦσα στολὴν, τόν τε τῆς εὐπρεπείας περιθεμένη στέφανον, οἷα χορεύειν διὰ Ἡσαΐου παιδεύεται, τὰ χαριστήρια τῷ βασιλεῖ Θεῷ φωναῖς εὐφήμοις γεραίρουσα, αὐτῆς λεγούσης ἐπακούσωμεν· « Ἀγαλλιάσθω
Yet neither did even the pavement lie neglected by him; having brightened this too right well with marble stone in all adornment, he went on next to the parts outside the temple as well, skilfully constructing very large halls and chambers on either side, joined together at the sides to the royal house and united with the entrances into the middle building; which things also our most peaceful Solomon, who built the temple of God, wrought for those who still have need of cleansing and of sprinklings through water and the Holy Spirit, so that the prophecy spoken above is no longer word, but has become deed. For it has come to pass, and now in very truth the last glory of this house is above the former. For it was needful and fitting that, since her Shepherd and Master had once accepted death on her behalf, and after His passion had transformed into brightness and glory that body which for her sake He had put on in squalor, and had led the very flesh that had been dissolved out of corruption into incorruption, she too should in like manner reap the fruit of the dispensations of the Saviour; inasmuch as having received from Him a promise far better even than these things, she longs to receive continuously for the ages to come the much greater glory of regeneration, in the resurrection of an incorruptible body, with choirs of angels of light, in the royal palaces of God beyond the heavens, together with Jesus Christ Himself, the All-beneficent and Saviour. Meanwhile, however, in the present time, she who of old was a widow and desolate, clothed by the grace of God with these flowers, has truly become as a lily, as the prophecy says. And having put on the bridal robe and set around herself the crown of comeliness, even as she is taught through Isaiah to dance, offering thank-offerings to God the King with auspicious voices, let us hearken to her as she says: "Exulting be
PG 20:869Read from the page
ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης· περιέθηκέ μοι ὡς νυμφίῳ μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς· καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἀνατελεῖ, οὕτως Κύριος ἀνέτειλε δικαιοσύνην καὶ ἀγαλλίαμα ἐνώπιον πάντων τῶν ἐθνῶν. » Τούτοις μὲν οὖν αὕτη χορεύει· οἵοις δὲ καὶ ὁ νυμφίος Λόγος ὁ οὐράνιος αὐτὸς Ἰησοῦς Χριστὸς αὐτὴν ἀμείβεται, ἄκουε λέγοντος τοῦ Κυρίου· « Μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης· ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. Οὐχ ὡς γυναῖκα ἐγκαταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε Κύριος, οὐδ' ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην. Εἶπεν ὁ Θεός σου· Χρόνον μικρὸν ἐγκατέλιπόν σε, καὶ ἐν ἐλέῳ μεγάλῳ ἐλεήσω σε· ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέῳ αἰωνίῳ ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε Κύριος. Ἐξεγείρου, ἐξεγείρου, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, ἐξέπιες καὶ ἐξεκένωσας. Καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου. Ἰδοὺ εἴληφα ἐκ τῆς γειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσεις ἔτι πιεῖν αὐτό· καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ ταπεινωσάντων σε. Ἐξεγείρου, ἐξεγείρου, ἔνδυσαι τὴν ἰσχὺν, ἔνδυσαι τὴν δόξαν σου. Ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι. Κάθισον, ἔκλυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου· ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ἰδοὺ συνήχθησαν καὶ ἦλθον πρὸς σέ· ζῶ ἐγὼ, λέγει Κύριος· ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης· ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ καταπεπτωκότα, νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων σε· καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. Ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας· Στενός μοι ὁ τόπος· ποίησόν μοι τόπον ἵνα κατοικήσω· καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι τοῦτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα· τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη. Οὗτοι δέ μοι ποῦ ἦσαν; » Ταῦτα Ἡσαΐας προεθέσπισε, ταῦτα πρόπαλαι περὶ ἡμῶν ἐν ἱεραῖς Βίβλοις καταβέβλητο. Ἐχρῆν δέ που τούτων τὴν ἀψεύδειαν ἤδη ποτὲ ἔργοις παραλαβεῖν. Ἀλλὰ γὰρ τοιαῦτα τοῦ νυμφίου Λόγου πρὸς τὴν ἑαυτοῦ νύμφην τὴν ἱερὰν καὶ ἁγίαν Ἐκκλησίαν ἐπιφωνοῦντος, εἰκότως ὁ νυμφοστόλος ὅδε, αὐτὴν τὴν ἔρημον, τὴν πτῶμα κειμένην, τὴν παρὰ ἀνθρώποις ἀνέλπιδα, ταῖς κοιναῖς ἁπάντων ὑμῶν εὐχαῖς, χεῖρας τὰς ὑμῶν αὐτῶν ὀρέξας, ἐξήγειρε καὶ ἐξανέστησε, Θεοῦ τοὺ παμβασιλέως νεύματι, καὶ τῆς Ἰησοῦ Χριστοῦ δυνάμεως ἐπιφανείᾳ, τοιαύτην τε ἀναστήσας κατεστήσατο, οἵαν ἐκ τῆς τῶν ἱερῶν χρησμῶν καταγραφῆς
my soul in the Lord; for He has clothed me with a garment of salvation, and a tunic of gladness; He has set a mitre around me as on a bridegroom, and as a bride He has adorned me with adornment, and like the earth increasing her flower; and as a garden causes its seeds to spring forth, so the Lord has caused righteousness and exultation to spring forth before all the nations." With these words, then, does she dance; and with what words the Bridegroom, the heavenly Word, Jesus Christ Himself, answers her in turn, hear the Lord saying: "Do not fear because you were put to shame, nor be confounded because you were reproached; for you shall forget everlasting shame, and the reproach of your widowhood you shall remember no more. Not as a woman forsaken and faint-hearted has the Lord called you, nor as a woman hated from youth. Your God has said: For a little time I forsook you, and with great mercy will I have mercy upon you; in a little wrath I turned My face away from you, and with everlasting mercy will I have mercy upon you, said the Lord Who delivered you. Awake, awake, you who drank from the hand of the Lord the cup of His wrath; for the cup of falling, the goblet of My wrath, you have drunk out and drained dry. And there was none to comfort you out of all your children whom you bore, and there was none to take hold of your hand. Behold, I have taken out of your hand the cup of falling, the goblet of My wrath, and you shall no longer drink it again; and I will put it into the hands of those who wronged you and humbled you. Awake, awake, put on strength, put on your glory. Shake off the dust and arise. Sit down, loose the bond of your neck; lift up your eyes round about and behold your children gathered together; behold, they were gathered together and came to you; as I live, says the Lord, you shall clothe yourself with them all as an ornament and put them round about you as the ornament of a bride; for your desolate and ruined and fallen places shall now be too narrow because of those who inhabit you; and those who swallowed you up shall be put far from you. For your sons whom you had lost shall say in your ears: The place is too narrow for me; make a place for me that I may dwell; and you shall say in your heart: Who begot these for me? Yet I am childless and a widow; and who reared these for me? Yet I was left alone. Where then were these for me?" These things Isaiah prophesied beforehand, these things had long ago been laid down concerning us in sacred Books. And it was needful, surely, at length to receive the truthfulness of these things through deeds. Accordingly, when the Bridegroom the Word utters such words aloud to His own bride, the sacred and holy Church, fittingly did this bridesman here, by the common prayers of you all, stretching out your very own hands, raise up and set upright her who was desolate, who lay a corpse, who among men was despaired of, at the nod of God the Sovereign King of all and by the manifestation of the power of Jesus Christ, and having raised her up established her as such as from the record of the sacred oracles
Notes, col. 869

On the reading

Printed γειρός, for χειρός.

Printed τοῦτους, for τούτους.

Printed τοὺ, for τοῦ.

PG 20:872Read from the page
ἐδιδάσκετο. Θαῦμα μὲν οὖν μέγιστον τοῦτο καὶ πέρα πάσης ἐκπλήξεως, μάλιστα τοῖς ἐπὶ μόνῃ τῇ τῶν ἔξωθεν φαντασίᾳ τὸν νοῦν προσανέχουσι. Θαυμάτων δὲ θαυμασιώτερα τά τε ἀρχέτυπα, καὶ τούτων τὰ πρωτότυπα νοητὰ καὶ θεοπρεπῆ παραδείγματα, τῆς ἐνθέου φημὶ καὶ λογικῆς ἐν ψυχαῖς οἰκοδομῆς ἀνανεώματα· ἣν αὐτὸς ὁ Θεόπαις κατ' εἰκόνα τὴν αὐτὸς αὐτοῦ δημιουργήσας, πάντη τε καὶ κατὰ πάντα τὸ θεοείκελον δεδωρημένος, ἄφθαρτον φύσιν, ἀσώματον, λογικήν, πάσης γεώδους ὕλης ἀλλοτρίαν, αὐτονοερὰν οὐσίαν, ἅπαξ τὸ πρῶτον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι συστησάμενος, νύμφην ἁγίαν, καὶ νεὼν πανίερον, ἑαυτῷ τε καὶ τῷ Πατρὶ κατειργάσατο. Ὃ καὶ σαφῶς αὐτὸς ὁμολογῶν ἐκφαίνει, λέγων· « Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. » Καὶ τοιαύτη μὲν ἡ τελεία καὶ κεκαθαρμένη ψυχὴ, ἀρχῆθεν οὕτω γεγενημένη, οἵα τὸν οὐράνιον λόγον ἀγαλματοφορεῖν. Ἀλλὰ γὰρ φθόνῳ καὶ ζήλῳ τοῦ φιλοπονήρου δαίμονος, φιλοπαθὴς καὶ φιλοπόνηρος ἐξ αὐτεξουσίου αἱρέσεως γενομένη, ὑπαναχωρήσαντος αὐτῆς τοῦ θείου, ὡς ἂν ἔρημος προστάτου, εὐάλωτος καὶ εἰς ἐπιβουλὴν εὐχερὴς τοῖς ἐκ μακροῦ διαφθονουμένοις ἀπελήλεγκται, ταῖς τε τῶν ἀοράτων ἐχθρῶν καὶ νοητῶν πολεμίων ἑλεπόλεσι καὶ μηχαναῖς καταβληθεῖσα, πτῶμα ἐξαίσιον καταπέπτωκεν, εἰς ὅσον οὐδ' ἐπὶ λίθῳ λίθον τῆς ἀρετῆς ἑστῶτα ἐν αὐτῇ διαμεῖναι, ὅλην δὲ διόλου χαμαὶ κεῖσθαι νεκρὰν, τῶν περὶ Θεοῦ φυσικῶν ἐννοιῶν πάμπαν ἀπεστερημένην. Πεπτωκυῖαν δὴ ταύτην ἐκείνην τὴν κατ' εἰκόνα Θεοῦ κατασκευασθεῖσαν, ἐλυμήνατο οὐχ ὗς οὗτος ὁ ἐκ δρυμοῦ τοῦ παρ' ἡμῖν ὁρατοῦ, ἀλλά τις φθοροποιὸς δαίμων, καὶ θῆρες ἄγριοι νοητοί· οἳ καὶ τοῖς πάθεσιν οἷα πεπυρακτωμένοις τῆς σφῶν κακίας βέλεσιν αὐτὴν ἐξυφάψαντες, ἐνεπύρισαν ἐν πυρὶ τὸ θεῖον ὄντως ἁγιαστήριον τοῦ Θεοῦ, εἰς τὴν γῆν τε ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματος αὐτοῦ· εἶτα πολλῷ τῷ προσχώματι τὴν ἀθλίαν κατορύξαντες, εἰς ἀνέλπιστον πάσης περιέτρεψαν σωτηρίας. Ἀλλ' ὅγε κηδεμὼν αὐτῆς Λόγος, ὁ θεοφεγγὴς καὶ σωτήριος, τὴν κατ' ἀξίαν δίκην τῶν ἁμαρτημάτων ὑποσχοῦσαν, αὖθις ἐξυπαρχῆς ἀνελάμβανε, Πατρὸς παναγάθου φιλανθρωπίᾳ πειθόμενος. Αὐτὰς δὴ οὖν πρώτας τὰς τῶν ἀνωτάτω βασιλευόντων ψυχὰς προελόμενος, τῶν μὲν δυσσεβῶν καὶ ὀλεθρίων πάντων, αὐτῶν τε τῶν δεινῶν καὶ θεομισῶν τυράννων, τὴν οἰκουμένην ἅπασαν δι' αὐτῶν τῶν θεοφιλεστάτων ἐκαθήρατο, εἶτα δὲ τοὺς αὐτῷ γνωρίμους ἄνδρας,
he was taught. A very great wonder indeed is this and beyond all amazement, especially to those who apply their mind solely to the outward show of things. Yet more wonderful than wonders are the archetypes and their original intelligible and God-befitting patterns, I mean the renewals of the divinely inspired and rational edifice in souls; which the Child of God Himself, having fashioned according to His very own image, having bestowed on it everywhere and in all respects likeness to God, an incorruptible nature, incorporeal, rational, foreign to all earthy matter, a self-intelligent essence, when once at the first He had constituted it into being out of non-being, wrought into a holy bride and an all-sacred temple for Himself and for the Father. Which thing He Himself also clearly confessing manifests, saying: "I will dwell in them and walk among them, and I will be their God, and they shall be My people." And such indeed is the perfect and purified soul, so generated from the beginning as to bear within itself the image of the heavenly Word. Yet through the envy and jealousy of the evil-loving demon, having of her own free choice become passion-loving and evil-loving, when the Divine withdrew from her, as though bereft of a protector she was proved easy to capture and exposed to plotting for those who had long envied her, and cast down by the siege-towers and engines of the invisible foes and spiritual enemies she fell a monstrous fall, insomuch that not even stone upon stone of virtue remained standing in her, while wholly and altogether she lay dead upon the ground, utterly stripped of her natural conceptions concerning God. Her then who had thus fallen, that very one who had been framed according to the image of God, did no boar from the forest visible among us ravage, but a certain corrupting demon and wild spiritual beasts; who also having set her ablaze with passions as with fiery darts of their own malice, burned with fire the truly divine sanctuary of God, and profaned to the ground the tabernacle of His name; then, burying the wretched one beneath a great mound of earth, they brought her into a state hopeless of all salvation. Yet her guardian the Word, God-bright and saving, when she had suffered the due penalty of her sins, took her up again from the beginning, obeying the loving-kindness of the all-good Father. Having chosen out first, then, the very souls of the supreme sovereigns, He cleansed the whole inhabited world of all the impious and pestilent ones, and of the dread and God-hating tyrants themselves, through those most God-beloved men themselves, and thereafter the men known to Him,
PG 20:873Read from the page
τοὺς πάλαι διὰ βίου ἱερωμένους αὐτῷ κρύβδην γε μὴν ὡς ἐν κακῶν χειμῶνι πρὸς τῆς αὐτοῦ σκέπης καλυπτομένους, εἰς φανερὸν ἀγαγὼν, καὶ ταῖς τοῦ Πνεύματος μεγαλοδωρεαῖς ἐπαξίως τιμήσας· αὖθις καὶ διὰ τούτων τὰς μικρῷ πρόσθεν ἐῤῥυπωμένας ψυχὰς, ὕλης τε παντοίας καὶ χώματος τῶν ἀσεβῶν ἐπιταγμάτων συμπεφορημένας, ὄρυξι καὶ δικέλλαις ταῖς πληκτικαῖς τῶν μαθημάτων διδασκαλίαις, ἐξεκάθηρέ τε καὶ ἀπέσμηξε· λαμπρόν τε καὶ διαυγῆ τῆς πάντων ὑμῶν διανοίας τὸν χῶρον ἀπειργασμένος, ἐνταῦθα λοιπὸν τῷ πανσόφῳ καὶ θεοφιλεῖ τῷδε παραδέδωκεν ἡγεμόνι· ὃς τά τε ἄλλα κριτικὸς καὶ ἐπιλογιστικὸς τυγχάνων, τὴν τῶν αὐτῷ κεκληρωμένων ψυχῶν εὖ διαγινώσκων καὶ φυλοκρινῶν διάνοιαν, ἐκ πρώτης, ὡς εἰπεῖν, ἡμέρας οἰκοδομῶν, οὔπω καὶ εἰς δεῦρο πέπαυται, τοτὲ μὲν διαυγῆ τὸν χρυσὸν, τοτὲ δὲ δόκιμον καὶ καθαρὸν τὸ ἀργύριον, καὶ τοὺς τιμίους καὶ πολυτελεῖς λίθους ἐν πᾶσιν ὑμῖν ἁρμόττων, ὡς ἱερὰν αὖθις καὶ μυστικὴν ἔργοις τοῖς εἰς ὑμᾶς ἀποπληροῦν προφητείαν, δι' ἧς εἴρηται· « Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου· καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ. » Δικαιοσύνῃ δῆτα οἰκοδομῶν κατ' ἀξίαν τοῦ παντὸς λαοῦ διῄρει τὰς δυνάμεις, οἷς μὲν τὸν ἔξωθεν αὐτὸν μόνον περιφράττων περίβολον, τὴν ἀπλανῆ πίστιν περιτειχίσας (πολὺς δὲ ὁ τοιοῦτος καὶ μέγας λεὼς, οὐδὲν κρεῖττον φέρειν οἰκοδόμημα διαρκῶν), οἷς δὲ τὰς ἐπὶ τὸν οἶκον ἐπιτρέπων εἰσόδους, θυραυλεῖν καὶ ποδηγεῖν τοὺς εἰσιόντας κατατάττων, οὐκ ἀπεικότως τοῦ νεὼ πρόπυλα νενομισμένους· ἄλλους δὲ πρώτοις τοῖς ἔξωθεν ἀμφὶ τὴν αὐλὴν ἐκ τετραγώνου κίοσιν
those long since consecrated to Him for life, yet kept hidden in secret as in a storm of evils beneath His shelter, having brought into the open and worthily honoured with the munificent gifts of the Spirit; again through these also He thoroughly cleansed and wiped clean with picks and mattocks, the piercing teachings of His lessons, the souls that a little before had been befouled and heaped over with all manner of matter and earth of the impious ordinances; and having rendered the space of the mind of you all bright and pellucid, He thereafter handed it over here to this all-wise and God-beloved leader; who, being in other respects also discerning and judicious, distinguishing well and sorting into their classes the mind of the souls allotted to him, building from the first day, so to speak, has not yet ceased even up to the present, fitting in among you all now pellucid gold, now proved and pure silver, and the precious and costly stones, so as to fulfil again in his works towards you a sacred and mystical prophecy, through which it has been said: "Behold, I prepare for you carbuncle as your stone, and sapphire for your foundations, and jasper for your battlements, and stones of crystal for your gates, and chosen stones for your circuit-wall, and all your sons taught of God, and your children in great peace; and in righteousness shall you be built." Building in righteousness indeed, he divided the capacities of the whole people according to desert, for some fencing round the outer enclosure alone, walling about unerring faith (and numerous and great is such a people, not capable of bearing any superior structure), while to others entrusting the entrances into the house, appointing them to wait at the doors and guide those who enter, not unreasonably reckoned as gateways of the temple; while others by the first outer columns in a quadrangle around the court
PG 20:876Read from the page
ὑπεστήριζε, ταῖς πρώταις τῶν τεττάρων Εὐαγγελίων τοῦ γράμματος προβολαῖς ἐμβιβάζων. Τοὺς δ' ἤδη ἀμφὶ τὸν βασίλειον οἶκον προβολαῖς ἑκατέρωθεν παραζεύγνυσιν, ἔτι μὲν κατηχουμένους, καὶ ἐν αὔξῃ καὶ προκοπῇ καθεστῶτας, οὐ μὴν πόῤῥω που καὶ μακρὰν τῆς τῶν ἐνδοτάτω θεοπτίας τῶν πιστῶν διεζευγμένους. Ἐκ δὴ τούτων τὰς ἀκηράτους ψυχὰς θείῳ λουτρῷ χρυσοῦ δίκην ἀποσμηχθείσας παραλαβὼν, κἀνταῦθα τοὺς μὲν κίοσι τῶν ἐξωτάτω πολὺ κρείττοσιν, ἐκ τῶν ἐνδοτάτω μυστικῶν τῆς Γραφῆς δογμάτων ὑποστηρίζει, τοὺς δὲ πρὸς τὸ φῶς ἀνοίγμασι καταυγάζει· προπύλῳ μὲν ἑνὶ μεγίστῳ τῆς τοῦ παμβασιλέως ἑνὸς καὶ μόνου Θεοῦ δοξολογίας, τὸν πάντα νεὼν κατακοσμῶν, Χριστοῦ δὲ καὶ τοῦ ἁγίου Πνεύματος παρ' ἑκάτερα τῆς τοῦ Πατρὸς αὐθεντείας, τὰς δευτέρας αὐγὰς τοῦ φωτὸς παρασχόμενος, τῶν τε λοιπῶν διὰ τοῦ παντὸς οἴκου ἄφθονον καὶ πολὺ διάφορον τῆς καθέκαστον ἀληθείας τὸ σαφὲς καὶ φωτεινὸν ἐνδεικνύμενος, πάντη δὲ καὶ πανταχόθεν τοὺς ζῶντας καὶ βεβηκότας καὶ εὐπαγεῖς τῶν ψυχῶν λίθους ἐγκρίνας, τὸν μέγαν καὶ βασιλικὸν ἐξ ἁπάντων οἶκον ἐπισκευάζεται, λαμπρὸν καὶ φωτὸς ἔμπλεω τά τε ἔνδοθεν καὶ τὰ ἐκτὸς, ὅτι μὴ ψυχῇ μόνον καὶ διανοίᾳ, καὶ τὸ σῶμα δὲ αὐτοῖς ἁγνείας καὶ σωφροσύνης πολυανθεῖ κόσμῳ κατηγλάϊστο. Ἔνεισι δ' ἐν τῷδε τῷ ἱερῷ καὶ θρόνοι, βάθρα τε μυρία καὶ καθιστήρια· ἐν ὅσαις ψυχαῖς τὰ τοῦ θείου Πνεύματος ἐφιζάνει δωρήματα, οἷα καὶ πάλαι ὤφθη τοῖς ἀμφὶ τοὺς ἱεροὺς ἀποστόλους, οἷς ἐφάνησαν διαμε-
propped up, introducing [them] to the first projections of the letter of the four Gospels. Those already around the royal house he yokes beside [it] with projections on either side, being indeed still under instruction and standing in growth and advancement, yet not severed anywhere very far and distant from the vision of God enjoyed by the faithful within the innermost parts. Receiving from among these the pure souls cleansed like gold by the divine washing, here too he supports some with pillars much superior to the outermost ones, from the innermost mystical doctrines of Scripture, while others he illumines with openings towards the light; adorning the whole temple with one greatest vestibule of the doxology of the all-ruling one and only God, and providing on either side of the Father's authority the secondary rays of the light of Christ and of the Holy Spirit, and throughout the whole house displaying in abundance and great variety the clearness and brightness of the truth in each particular; and having selected in every way and from every quarter the living and firm and well-compacted stones of souls, out of them all he constructs the great and royal house, brilliant and full of light both within and without, inasmuch as not only in soul and mind, [but] their body also was made radiant with the many-flowered ornament of purity and temperance. And there are in this sanctuary thrones also, and countless benches and seats: in all the souls upon which settle the gifts of the divine Spirit, such as of old were also seen by those around the sacred apostles, to whom there appeared divid-