ἐδιδάσκετο. Θαῦμα μὲν οὖν μέγιστον τοῦτο καὶ πέρα πάσης ἐκπλήξεως, μάλιστα τοῖς ἐπὶ μόνῃ τῇ τῶν ἔξωθεν φαντασίᾳ τὸν νοῦν προσανέχουσι. Θαυμάτων δὲ θαυμασιώτερα τά τε ἀρχέτυπα, καὶ τούτων τὰ πρωτότυπα νοητὰ καὶ θεοπρεπῆ παραδείγματα, τῆς ἐνθέου φημὶ καὶ λογικῆς ἐν ψυχαῖς οἰκοδομῆς ἀνανεώματα· ἣν αὐτὸς ὁ Θεόπαις κατ' εἰκόνα τὴν αὐτὸς αὐτοῦ δημιουργήσας, πάντη τε καὶ κατὰ πάντα τὸ θεοείκελον δεδωρημένος, ἄφθαρτον φύσιν, ἀσώματον, λογικήν, πάσης γεώδους ὕλης ἀλλοτρίαν, αὐτονοερὰν οὐσίαν, ἅπαξ τὸ πρῶτον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι συστησάμενος, νύμφην ἁγίαν, καὶ νεὼν πανίερον, ἑαυτῷ τε καὶ τῷ Πατρὶ κατειργάσατο. Ὃ καὶ σαφῶς αὐτὸς ὁμολογῶν ἐκφαίνει, λέγων· « Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. » Καὶ τοιαύτη μὲν ἡ τελεία καὶ κεκαθαρμένη ψυχὴ, ἀρχῆθεν οὕτω γεγενημένη, οἵα τὸν οὐράνιον λόγον ἀγαλματοφορεῖν. Ἀλλὰ γὰρ φθόνῳ καὶ ζήλῳ τοῦ φιλοπονήρου δαίμονος, φιλοπαθὴς καὶ φιλοπόνηρος ἐξ αὐτεξουσίου αἱρέσεως γενομένη, ὑπαναχωρήσαντος αὐτῆς τοῦ θείου, ὡς ἂν ἔρημος προστάτου, εὐάλωτος καὶ εἰς ἐπιβουλὴν εὐχερὴς τοῖς ἐκ μακροῦ διαφθονουμένοις ἀπελήλεγκται, ταῖς τε τῶν ἀοράτων ἐχθρῶν καὶ νοητῶν πολεμίων ἑλεπόλεσι καὶ μηχαναῖς καταβληθεῖσα, πτῶμα ἐξαίσιον καταπέπτωκεν, εἰς ὅσον οὐδ' ἐπὶ λίθῳ λίθον τῆς ἀρετῆς ἑστῶτα ἐν αὐτῇ διαμεῖναι, ὅλην δὲ διόλου χαμαὶ κεῖσθαι νεκρὰν, τῶν περὶ Θεοῦ φυσικῶν ἐννοιῶν πάμπαν ἀπεστερημένην. Πεπτωκυῖαν δὴ ταύτην ἐκείνην τὴν κατ' εἰκόνα Θεοῦ κατασκευασθεῖσαν, ἐλυμήνατο οὐχ ὗς οὗτος ὁ ἐκ δρυμοῦ τοῦ παρ' ἡμῖν ὁρατοῦ, ἀλλά τις φθοροποιὸς δαίμων, καὶ θῆρες ἄγριοι νοητοί· οἳ καὶ τοῖς πάθεσιν οἷα πεπυρακτωμένοις τῆς σφῶν κακίας βέλεσιν αὐτὴν ἐξυφάψαντες, ἐνεπύρισαν ἐν πυρὶ τὸ θεῖον ὄντως ἁγιαστήριον τοῦ Θεοῦ, εἰς τὴν γῆν τε ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματος αὐτοῦ· εἶτα πολλῷ τῷ προσχώματι τὴν ἀθλίαν κατορύξαντες, εἰς ἀνέλπιστον πάσης περιέτρεψαν σωτηρίας. Ἀλλ' ὅγε κηδεμὼν αὐτῆς Λόγος, ὁ θεοφεγγὴς καὶ σωτήριος, τὴν κατ' ἀξίαν δίκην τῶν ἁμαρτημάτων ὑποσχοῦσαν, αὖθις ἐξυπαρχῆς ἀνελάμβανε, Πατρὸς παναγάθου φιλανθρωπίᾳ πειθόμενος. Αὐτὰς δὴ οὖν πρώτας τὰς τῶν ἀνωτάτω βασιλευόντων ψυχὰς προελόμενος, τῶν μὲν δυσσεβῶν καὶ ὀλεθρίων πάντων, αὐτῶν τε τῶν δεινῶν καὶ θεομισῶν τυράννων, τὴν οἰκουμένην ἅπασαν δι' αὐτῶν τῶν θεοφιλεστάτων ἐκαθήρατο, εἶτα δὲ τοὺς αὐτῷ γνωρίμους ἄνδρας,
he was taught. A very great wonder indeed is this and beyond all amazement, especially to those who apply their mind solely to the outward show of things. Yet more wonderful than wonders are the archetypes and their original intelligible and God-befitting patterns, I mean the renewals of the divinely inspired and rational edifice in souls; which the Child of God Himself, having fashioned according to His very own image, having bestowed on it everywhere and in all respects likeness to God, an incorruptible nature, incorporeal, rational, foreign to all earthy matter, a self-intelligent essence, when once at the first He had constituted it into being out of non-being, wrought into a holy bride and an all-sacred temple for Himself and for the Father. Which thing He Himself also clearly confessing manifests, saying: "I will dwell in them and walk among them, and I will be their God, and they shall be My people." And such indeed is the perfect and purified soul, so generated from the beginning as to bear within itself the image of the heavenly Word. Yet through the envy and jealousy of the evil-loving demon, having of her own free choice become passion-loving and evil-loving, when the Divine withdrew from her, as though bereft of a protector she was proved easy to capture and exposed to plotting for those who had long envied her, and cast down by the siege-towers and engines of the invisible foes and spiritual enemies she fell a monstrous fall, insomuch that not even stone upon stone of virtue remained standing in her, while wholly and altogether she lay dead upon the ground, utterly stripped of her natural conceptions concerning God. Her then who had thus fallen, that very one who had been framed according to the image of God, did no boar from the forest visible among us ravage, but a certain corrupting demon and wild spiritual beasts; who also having set her ablaze with passions as with fiery darts of their own malice, burned with fire the truly divine sanctuary of God, and profaned to the ground the tabernacle of His name; then, burying the wretched one beneath a great mound of earth, they brought her into a state hopeless of all salvation. Yet her guardian the Word, God-bright and saving, when she had suffered the due penalty of her sins, took her up again from the beginning, obeying the loving-kindness of the all-good Father. Having chosen out first, then, the very souls of the supreme sovereigns, He cleansed the whole inhabited world of all the impious and pestilent ones, and of the dread and God-hating tyrants themselves, through those most God-beloved men themselves, and thereafter the men known to Him,