Migne Reading Room

PG 20 · cols. 841–864 · Read from the page

Eusebius, Church History, Book X

Eusebius, Church History, Book X

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:841Read from the page
αʹ. Περὶ τῆς ἐκ Θεοῦ πρυτανευθείσης ἡμῖν εἰρήνης.
1. Concerning the peace dispensed to us from God.
βʹ. Περὶ τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως.
2. Concerning the renewal of the churches.
γʹ. Περὶ τῶν κατὰ πάντα τόπον ἐγκαινίων.
3. Concerning the dedications in every place.
δʹ. Πανηγυρικὸς ἐπὶ τῇ τῶν πραγμάτων φαιδρότητι.
4. Panegyric upon the brightness of affairs.
εʹ. Ἀντίγραφα βασιλικῶν νόμων.
5. Copies of imperial laws.
ΚΕΦΑΛΑΙΟΝ Αʹ.
Chapter I.
Περὶ τῆς ἐκ Θεοῦ πρυτανευθείσης ἡμῖν εἰρήνης. (Nic. H. E. VII, 40).
Concerning the peace dispensed to us from God. (Nic. H. E. VII, 40).
Θεῷ δὴ χάρις ἐπὶ πᾶσι τῷ παντοκράτορι καὶ βασιλεῖ τῶν ὅλων, πλείστη δὲ καὶ τῷ Σωτῆρι καὶ λυτρωτῇ τῶν ψυχῶν ἡμῶν Ἰησοῦ Χριστῷ, δι' οὗ τὰ τῆς εἰρήνης ἔκ τε τῶν ἔξωθεν ὀχληρῶν, καὶ τῶν κατὰ διάνοιαν, βέβαια καὶ ἀσάλευτα φυλάττεσθαι ἡμῖν διαπαντὸς εὐχόμεθα. Ἅμα δὲ ταῖς σαῖς εὐχαῖς καὶ τὸν δέκατον ἐν τούτῳ τοῖς προδιεξοδευθεῖσι τῆς ἐκκλησιαστικῆς ἱστορίας ἐπιθέντες τόμον, σοὶ τοῦτον ἐπιγράφομεν, ἱερώτατέ μοι Παυλῖνε. ὥσπερ ἐπισφράγισμά σε τῆς ὅλης ὑποθέσεως ἀναβοώμενοι.
Thanks indeed over all things be to God the Almighty and King of all, and very great thanks also to the Saviour and redeemer of our souls Jesus Christ, through Whom we pray that the blessings of peace, free both from troubles without and from those in the mind, may be preserved for us firm and unshaken continually. And together with your prayers, having herewith added the tenth volume also to those already gone through of the ecclesiastical history, we inscribe this to you, my most sacred Paulinus, proclaiming you as it were the seal of the whole undertaking.
PG 20:842Read from the page
ϛʹ. Περὶ τῶν Χριστιανοῖς προσηκόντων.
6. Concerning the things belonging to Christians.
ζʹ. Περὶ τῆς τῶν κληρικῶν ἀλειτουργησίας
7. Concerning the exemption of the clergy from public duties
ηʹ. Περὶ τῆς Λικιννίου εἰς ὕστερον κακοτροπίας, καὶ τῆς καταστροφῆς αὐτοῦ.
8. Concerning the subsequent malice of Licinius, and his downfall.
θʹ. Περὶ τῆς νίκης Κωνσταντίνου καὶ τῶν ὑπ' αὐτοῦ τοῖς ὑπὸ τὴν Ῥωμαίων ἐξουσίαν ὑπαρξάντων.
9. Concerning the victory of Constantine and the blessings accrued through him to those under the authority of the Romans.
PG 20:844Read from the page
Εἰκότως δ' ἐν ἀριθμῷ τελείῳ τὸν τέλειον ἐνταῦθα καὶ πανηγυρικὸν τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως λόγον κατατάξομεν, θείῳ Πνεύματι πειθαρχοῦντες, ὧδέ πως ἐγκελευομένῳ· «Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν. Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ· ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.» Καὶ δὴ τῷ λογίῳ προστάττοντι τὸ καινὸν ᾆσμα, διὰ τοῦδε νῦν ἀκολούθως ἐπιφωνῶμεν, ὅτι δὴ μετὰ τὰς δεινὰς καὶ σκοτεινὰς ἐκείνας ὄψεις τε καὶ διηγήσεις, τοιαῦτα νῦν ὁρᾷν καὶ τοιαῦτα πανηγυρίζειν ἠξιώθημεν, οἷα τῶν πρὸ ἡμῶν πολλοὶ τῷ ὄντι δίκαιοι καὶ Θεοῦ μάρτυρες ἐπεθύμησαν ἐπὶ γῆς ἰδεῖν, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, καὶ οὐκ ἤκουσαν. Ἀλλ' οἱ μὲν ᾗ τάχος σπεύσαντες, τῶν πολὺ κρειττόνων ἔτυχον, ἔν τ' αὐτοῖς οὐρανοῖς καὶ παραδείσῳ τῆς ἐνθέου τρυφῆς ἀναρπασθέντες, ἡμεῖς δὲ καὶ τάδε μείζονα ἢ καθ' ἡμᾶς ὑπάρχειν ὁμολογοῦντες, ὑπερεκπεπλήγμεθα μὲν τῆς τοῦ αἰτίου μεγαλοδωρεᾶς τὴν χάριν, θαυμάζομεν δὲ εἰκότως ὅλης ψυχῆς δυνάμει σέβοντες, καὶ ταῖς ἀναγράπτοις προῤῥήσεσιν ἀλήθειαν ἐπιμαρτυροῦντες, δι' ὧν εἴρηται· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς· τόξον συντρίψει καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί·» ἐφ' οἷς εἰς ἡμᾶς ἐναργῶς πεπληρωμένοις χαίροντες, τὸν ἐφεξῆς συνείρωμεν λόγον. Ἠφάνιστο
And fittingly in a perfect number shall we here set in order the perfect and festal discourse on the renewal of the churches, obeying the divine Spirit bidding us somewhat thus: "Sing to the Lord a new song, for He has done wonderful things. His right hand has saved Him, and His holy arm; the Lord has made known His salvation, before the nations He has revealed His righteousness." And indeed, in response to the oracle that enjoins the new song, let us through this now accordingly raise our acclaim, because indeed after those dreadful and dark sights and narratives, we have now been counted worthy to behold such things and to celebrate such things in festival as many truly righteous men and martyrs of God before us desired to see upon earth, and did not see, and to hear, and did not hear. Yet they, having hastened as swiftly as possible, obtained things far better, having been caught up into the very heavens and the paradise of divine delight, whereas we, confessing that even these things are greater than is according to our measure, have been struck with exceeding amazement at the grace of the munificence of the Author, and fittingly marvel, reverencing with the power of our whole soul, and attesting truth to the recorded predictions, through which it has been said: "Come and see the works of God, the prodigies which He has set upon the earth, abolishing wars unto the ends of the earth; the bow He will shatter and break in pieces the weapon, and shields He will burn completely in fire;" rejoicing over which things as manifestly fulfilled towards us, let us weave together the discourse that follows in order. There had vanished
PG 20:849Read from the page
Πανηγυρικὸς ἐπὶ τῇ τῶν ἐκκλησιων οικοδομῇ, Παυλίνῳ Τυριων ἐπισκόπῳ προσπεφωνημένος.
Panegyric on the building of the churches, addressed to Paulinus, bishop of the Tyrians.
Ὦ φίλοι Θεοῦ καὶ ἱερεῖς, οἱ τὸν ἅγιον ποδήρη, καὶ τὸν οὐράνιον τῆς δόξης στέφανον, τό τε χρῖσμα τὸ ἔνθεον, καὶ τὴν ἱερατικὴν τοῦ ἁγίου Πνεύματος στολὴν περιβεβλημένοι, σύ τε, ὦ νέου ἁγίου νεὼ Θεοῦ σεμνολόγημα, γεραρᾷ μὲν φρονήσει παρὰ Θεοῦ τετιμημένε, νέας δὲ καὶ ἀκμαζούσης ἀρετῆς ἔργα πολυτελῆ καὶ πράξεις ἐπιδεδειγμένε, ᾧ τὸν ἐπὶ γῆς οἶκον αὐτὸς ὁ τὸν σύμπαντα κόσμον περιέχων Θεὸς δείμασθαι καὶ ἀνανεοῦν Χριστῷ τῷ μονογενεῖ καὶ πρωτογενεῖ αὐτοῦ Λόγῳ, τῇ τε ἁγίᾳ καὶ θεοπρεπεῖ τούτου νύμφῃ, γέρας ἐξαίρετον δεδώρηται· εἴτε τις νέον σε Βεσελεὴλ, θείας ἀρχιτέκτονα σκηνῆς ἐθέλοι καλεῖν, εἴτε Σολομῶνα, καινῆς καὶ πολὺ κρείττονος Ἱερουσαλὴμ βασιλέα, εἴτε καὶ νέον Ζοροβάβελ, τὴν πολὺ κρείττονα δόξαν τῆς προτέρας τῷ νεῷ τοῦ Θεοῦ περιτιθέντα· ἀλλὰ καὶ ὑμεῖς, ὦ τῆς ἱερᾶς ἀγέλης Χριστοῦ θρέμματα, λόγων ἀγαθῶν ἑστία, σωφροσύνης παιδευτήριον, καὶ θεοσεβείας σεμνὸν καὶ θεοσεβὲς ἀκροατήριον· πάλαι μὲν ἡμῖν τὰς παραδόξους θευσημείας, καὶ τῶν τοῦ Κυρίου θαυμάτων τὰς εἰς ἀνθρώπους εὐεργεσίας, διὰ θείων ἀναγνωσμάτων ἀκοῇ παραδεχομένοις, ὕμνους εἰς Θεὸν καὶ ᾠδὰς ἀναπέμπειν ἐξῆν, λέγειν παιδευομένοις· «Ὁ Θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν· οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.» Ἀλλὰ νῦν γε οὐκέτ' ἀκοαῖς οὐδὲ λόγων φήμαις τὸν βραχίονα τὸν ὑψηλὸν, τήν τε οὐράνιον δεξιὰν τοῦ παναγάθου καὶ παμβασιλέως ἡμῶν Θεοῦ παραλαμβάνουσιν, ἔργοις δ', ὡς ἔπος εἰπεῖν, καὶ αὐτοῖς ὀφθαλμοῖς τὰ πάλαι μνήμῃ παραδεδομένα πιστὰ καὶ ἀληθῆ καθορωμένοις, δεύτερον ὕμνον ἐπινίκιον πάρεστιν ἀναμέλπειν, ἐναργῶς τε ἀναφωνεῖν καὶ λέγειν· «Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν, ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.» Ποίᾳ δὲ πόλει, ἢ τῇδε τῇ νεοπαγεῖ καὶ θεοτεύκτῳ; ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας· περὶ ἧς καὶ ἄλλο τι θεῖον λόγιον ὧδέ πως εὐαγγελίζεται· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» ἐφ' ἣν τοῦ παναγάθου συγκροτήσαντος ἡμᾶς Θεοῦ διὰ τῆς τοῦ Μονογενοῦς αὐτοῦ χάριτος, τῶν ἀνακεκλημένων ἕκαστος ὑμνείτω μονονουχὶ βοῶν καὶ λέγων· «Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, εἰς οἶκον Κυρίου πορευσόμεθα.» Καί· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου.» Καὶ μὴ μόνον γε ὁ καθεῖς,
O friends of God and priests, you who are clothed with the holy robe reaching to the feet, and the heavenly crown of glory, and the divine anointing, and the priestly vesture of the Holy Spirit, and you, O pride of the new holy temple of God, honoured by God with reverend wisdom, and having displayed costly works and deeds of young and flourishing virtue, to whom God Himself, Who encompasses the whole universe, has granted as a choice privilege to build and to renew the house upon earth for Christ, His only-begotten and first-begotten Word, and for His holy and God-befitting bride; whether one should wish to call you a new Bezalel, master-builder of a divine tabernacle, or Solomon, king of a new and far better Jerusalem, or even a new Zerubbabel, investing the temple of God with the glory far better than the former; and you also, O nurslings of the sacred flock of Christ, hearth of good discourses, school of temperance, and august and godly auditory of godliness; of old indeed it was open to us, receiving by hearing through divine readings the marvellous signs from God and the benefactions towards men of the Lord's wonders, to send up hymns and odes to God, being taught to say: "O God, with our ears we have heard; our fathers declared to us a work which Thou wrought in their days, in days of old." Yet now indeed, for us as no longer receiving by hearing nor by rumours of words the lofty arm and the heavenly right hand of our all-good God and universal King, but by deeds, so to speak, and with our very eyes beholding as faithful and true the things handed down of old in memory, it is at hand to chant a second hymn of victory, and manifestly to lift up our voices and say: "Even as we heard, so also have we seen, in the city of the Lord of hosts, in the city of our God." And in what city, other than this newly built and God-fashioned one? Which is the Church of the living God, a pillar and bulwark of the truth; concerning which another divine oracle also proclaims the good tidings somewhat thus: "Glorious things were spoken concerning you, O city of God;" unto which, since the all-good God has gathered us together through the grace of His Only-begotten, let each of those who have been summoned sing hymns, all but crying aloud and saying: "I was gladdened at those who have said to me, We shall go into the house of the Lord." And: "O Lord, I have loved the comeliness of Thy house, and the place of the tabernacle of Thy glory." And not only each one singly,
Notes, col. 849

On the reading

Printed ἐκκλησιων, for ἐκκλησιῶν.

Printed οικοδομῇ, for οἰκοδομῇ.

Printed Τυριων, for Τυρίων.

Printed θευσημείας, for θεοσημείας.

PG 20:856Read from the page
καὶ τῷ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ προήγαγεν. ὥστε ἤδη, ὃ μηδὲ ἄλλοτέ πω, τοὺς πάντων ἀνωτάτω βασιλέας, ἧς λελόγχασι παρ' αὐτοῦ τιμῆς συνησθημένους, νεκρῶν μὲν εἰδώλων καταπτύειν προσώποις, πατεῖν δ' ἄθεσμα δαιμόνων θέσμια, καὶ παλαιᾶς ἀπάτης πατροπαραδότου κατεγγελᾷν, ἕνα δὲ μόνον Θεὸν τὸν κοινὸν ἁπάντων καὶ ἑαυτῶν εὐεργέτην γνωρίζειν, Χριστόν τε τοῦ Θεοῦ Παῖδα παμβασιλέα τῶν ὅλων ὁμολογεῖν, Σωτῆρά τε αὐτὸν ἐν στήλαις ἀναγορεύειν, ἀνεξαλείπτῳ μνήμῃ τὰ κατορθώματα καὶ τὰς κατὰ τῶν ἀσεβῶν αὐτοῦ νίκας, μέσῃ τῇ βασιλευούσῃ τῶν ἐπὶ γῆς πόλει βασιλικοῖς χαρακτῆρσι προσεγγράφοντας· ὥστε μόνον τῶν ἐξ αἰῶνος Ἰησοῦν Χριστὸν τὸν ἡμῶν Σωτῆρα, καὶ πρὸς αὐτῶν τῶν ἐπὶ γῆς ἀνωτάτω, οὐχ οἷα κοινὸν ἐξ ἀνθρώπων βασιλέα γενόμενον ὁμολογεῖσθαι, ἀλλ' οἷα τοῦ καθόλου Θεοῦ Παῖδα γνήσιον καὶ αὐτόθεον προσκυνεῖσθαι, καὶ εἰκότως. Τίς γὰρ τῶν πώποτε βασιλέων τοσοῦτον ἀρετῆς ἠνέγκατο, ὡς πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἀκοὴν καὶ γλῶτταν ἐμπλῆσαι τῆς αὐτοῦ προσηγορίας; Τίς βασιλεὺς νόμους εὐσεβεῖς οὕτω καὶ σώφρονας διαταξάμενος, ἀπὸ περάτων γῆς καὶ εἰς ἄκρα τῆς ὅλης οἰκουμένης, εἰς ἐπήκοον ἅπασιν ἀνθρώποις ἀναγινώσκεσθαι διαρκῶς ἐκράτυνεν; Τίς ἀνημέρων ἐθνῶν ἔθη βάρβαρα καὶ ἀνήμερα τοῖς ἡμέροις αὐτοῦ καὶ φιλανθρωποτάτοις παρέλυσε νόμοις; Τίς αἰῶσιν ὅλοις ὑπὸ πάντων πολεμούμενος, τὴν ὑπὲρ ἄνθρωπον ἀρετὴν ἐπεδείξατο, ὡς ἀνθεῖν ὁσημέραι καὶ νεάζειν διὰ παντὸς τοῦ βίου; Τίς ἔθνος τὸ μηδ' ἀκουσθὲν ἐξ αἰῶνος, οὐκ ἐν γωνίᾳ ποι γῆς λεληθὸς, ἀλλὰ καθ' ὅλης τῆς ὑφ' ἡλίῳ ἱδρύσατο; Τίς εὐσεβείας ὅπλοις οὕτως ἐφράξατο τοὺς στρατιώτας, ὡς ἀδάμαντος τὰς ψυχὰς κραταιοτέρους ἐν τοῖς πρὸς τοὺς ἀντιπάλους ἀγῶσι διαφαίνεσθαι; Τίς βασιλέων εἰς τοσοῦτον κρατεῖ, καὶ στρατηγεῖ γε μετὰ θάνατον, καὶ τρόπαια κατ' ἐχθρῶν ἵστησι, καὶ πάντα τόπον καὶ χώραν καὶ πόλιν, Ἑλλάδα τε καὶ βάρβαρον, βασιλικῶν οἴκων αὐτοῦ πληροῖ, καὶ θείων ναῶν ἀφιερώμασιν; Οἷα τάδε τὰ τοῦδε τοῦ νεὼ περικαλλῆ κοσμήματά τε καὶ ἀναθήματα· ἃ καὶ αὐτὰ σεμνὰ μὲν ὡς ἀληθῶς καὶ μεγάλα, ἐκπλήξεώς τε καὶ θαύματος ἄξια, καὶ οἷα τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλείας ἐναργῆ δείγματα, ὅτι καὶ νῦν αὐτὸς εἶπε
and brought forth to the whole heaven and world. So that already, what never yet [happened] at any other time, the supreme emperors of all, having become conscious of the honour which they have obtained from Him, spit upon the faces of dead idols, trample upon the lawless ordinances of demons, and laugh to scorn ancient deceit handed down from the fathers, and recognize one God alone, the common benefactor of all and of themselves, and confess Christ the Son of God as sovereign king of the universe, and proclaim Him Saviour on pillars, inscribing in indelible memory His achievements and His victories over the ungodly in royal characters in the midst of the city that reigns over those upon earth; so that Jesus Christ our Saviour alone of those from of old is confessed, even by those themselves who are highest upon earth, not as a common king arisen from men, but is worshipped as the genuine Son of the universal God and God in Himself, and rightly so. For which of the kings that ever were won such greatness of virtue as to fill the hearing and tongue of all men upon earth with his name? What king, having ordained laws so pious and temperate, established firmly that from the ends of the earth even to the bounds of the whole inhabited world they should be read continually in the hearing of all men? Who abolished the barbarous and savage customs of savage nations by his gentle and most humane laws? Who, though warred against by all for whole ages, displayed a virtue beyond man, so as to flourish daily and remain young throughout the whole of life? Who established a nation that had not even been heard of from of old, not lying hidden somewhere in a corner of the earth, but throughout the whole [earth] under the sun? Who so fenced his soldiers with weapons of piety that in their contests against their adversaries they were shown mightier in their souls than adamant? Which of kings prevails to such an extent, and indeed commands armies after death, and sets up trophies over enemies, and fills every place and country and city, both Greek and barbarian, with his royal houses, and with dedications of divine temples? Such [are] these exceedingly beautiful ornaments and votive offerings of this temple; which themselves also [are] truly venerable and great, worthy of amazement and wonder, and as it were manifest tokens of our Saviour's kingdom, that even now He Himself spoke
PG 20:864Read from the page
λουτροῦ παλιγγενεσίας· καὶ νῦν γέγονεν ἡ πρὸ μικροῦ ἔρημος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν ἔβρυσε πηγὴ ὕδατος ζῶντος· ἴσχυσάν τε ὡς ἀληθῶς χεῖρες αἱ τὸ πρὶν ἀνειμέναι, καὶ τῆς τῶν χειρῶν ἰσχύος ἔργα, τάδε τὰ μεγάλα καὶ ἐναργῆ δείγματα· ἀλλὰ καὶ τὰ πάλαι σεσαθρωμένα καὶ παρειμένα γόνατα, τὰς οἰκείας ἀπολαβόντα βάσεις, τὴν ὁδὸν τῆς θεογνωσίας εὐθυποροῦντα βαδίζει, ἐπὶ τὴν οἰκείαν ποίμνην τοῦ παναγάθου Ποιμένος σπεύδοντα. Εἰ δὲ καὶ ταῖς τῶν τυράννων ἀπειλαῖς τὰς ψυχάς τινες ἀπενάρκησαν, οὐδὲ τούτους ὁ σωτήριος ἀθεραπεύτους παρορᾷ λόγος· εὖ μάλα δὲ καὶ αὐτοὺς ἰώμενος, εἰς τὴν τοῦ θείου παράκλησιν παρορμᾷ λέγων· « Παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε. » Τούτων δεῖν ἀπολαῦσαι τὴν διὰ Θεὸν γενομένην ἔρημον, τοῦ λόγου προαγορεύοντος ἐπακούσας ὀξείᾳ διανοίας ἀκοῇ οὗτος ὁ νέος ἡμῶν καὶ καλὸς Ζοροβάβελ, μετὰ τὴν πικρὰν ἐκείνην αἰχμαλωσίαν, καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως, οὐ παριδὼν τὸ πτῶμα νεκρὸν, πρώτιστα πάντων παρακλήσεσι καὶ λιταῖς, ἵλεων τὸν Πατέρα μετὰ τῆς κοινῆς ὑμῶν ἁπάντων ὁμοφροσύνης καταστησάμενος, καὶ τὸν μόνον νεκρῶν ζωοποιὸν σύμμαχον παραλαβὼν καὶ συνεργὸν, τὴν πεσοῦσαν ἐξήγειρε, προαποκαθάρας καὶ προθεραπεύσας τῶν κακῶν· καὶ στολὴν οὐ τὴν ἐξ ἀρχαίου παλαιὰν αὐτῇ περιτέθεικεν, ἀλλ' ὁποίαν αὖθις παρὰ τῶν θείων χρησμῶν ἐξεπαιδεύετο, σαφῶς ὧδε λεγόντων· « Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη, ὑπὲρ τὴν προτέραν. » Ταύτῃ δ' οὖν πολὺ μείζονα τὸν χῶρον ἅπαντα περιλαβὼν, τὸν μὲν ἔξωθεν ὠχυροῦτο περίβολον τῷ τοῦ παντὸς περιτειχίσματι, ὡς ἂν ἀσφαλέστατον εἴη τοῦ παντὸς ἕρκος. Πρόπυλον δὲ μέγα καὶ εἰς ὕψος ἐπηρμένον πρὸς αὐτὰς ἀνίσχοντος ἡλίου ἀκτῖνας ἀναπετάσας, ἤδη καὶ τοῖς μακρὰν περιβόλων ἔξω ἱερῶν ἑστῶσι, τῆς τῶν ἔνδον παρέσχεν ἀφθονίαν θέας, μονονουχὶ καὶ τῶν ἀλλοτρίων τῆς πίστεως ἐπὶ τὰς πρώτας εἰσόδους ἐπιστρέφων τὰς ὄψεις, ὡς ἂν μὴ παρατρέχῃ τις, ὅτι μὴ τὴν ψυχὴν κατανυγεὶς πρότερον μνήμῃ τῆς τε πρὶν ἐρημίας, καὶ τῆς νῦν παραδόξου θαυματουργίας, ὑφ' ἧς τάχα καὶ ἑλκυσθήσεσθαι κατανυγέντα, καὶ πρὸς αὐτῆς τῆς ὄψεως ἐπὶ τὴν εἴσοδον προτραπήσεσθαι ἤλπισεν. Εἴσω δὲ παρελθόντι πυλῶν, οὐκ εὐθὺς ἐφῆκεν ἀνάγνοις καὶ ἀνίπτοις ποσὶ τῶν ἔνδον ἐπιβαίνειν ἁγίων, διαλαβὼν δὲ πλεῖστον ὅσον τὸ μεταξὺ τοῦ τε νεὼ καὶ τῶν πρώτων εἰσόδων, τέτταρσι μὲν πέριξ ἐγκαρσίοις κατεκόσμησε στοαῖς, εἰς τετράγωνόν τι σχῆμα περιφράξας τὸν τόπον, κίοσι πανταχόθεν ἐπαιρομέναις· ὧν τὰ μέσα διαφράγμασι τοῖς ἀπὸ ξύλου δικτυωτοῖς ἐς τὸ σύμμετρον ἥκουσι
of the laver of regeneration; and now the wilderness of a little while ago has become marshes, and into the thirsty land has gushed forth a fountain of living water; and truly the hands that before were slackened have grown strong, and these great and manifest tokens are works of the strength of the hands; moreover the knees also that of old were enfeebled and relaxed, having recovered their own firm steps, walk advancing straight along the road of the knowledge of God, hastening towards the proper flock of the all-good Shepherd. And even if through the threats of the tyrants some grew benumbed in their souls, not even these does the saving Word overlook unhealed; rather, healing them right well, He urges them on towards the consolation of the Divine, saying: "Comfort, you who are faint-hearted in mind, be strong, do not fear." Having hearkened with keen hearing of mind to the Word foretelling that she who had become a wilderness on account of God must enjoy these things, this new and noble Zorobabel of ours, after that bitter captivity and the abomination of desolation, not overlooking the dead corpse, first of all by entreaties and supplications having rendered the Father gracious together with the common concord of you all, and having taken to himself as ally and fellow-worker Him Who alone gives life to the dead, raised up her who had fallen, having first cleansed and healed her beforehand of her ills; and he has put around her a robe, not the ancient one from of old, but such a one as he was again instructed by the divine oracles, which clearly say thus: "And the last glory of this house shall be above the former." Accordingly, having enclosed the whole space on a much larger scale, he fortified the outer precinct with the surrounding wall of the whole, so that it might be a most secure bulwark of the whole. And having spread open a great gateway raised aloft towards the very rays of the rising sun, even to those standing far outside the sacred precincts he afforded an abundance of view of the things within, all but turning the eyes even of those who are strangers to the faith towards the first entrances, so that no one might pass by without first being pricked in soul by the remembrance both of the former desolation and of the present marvellous working of wonders, by which he hoped that one thus pricked would perhaps also be drawn and impelled by the very sight towards entering in. Yet for one who has passed inside the gates, he did not straightway permit stepping with unholy and unwashed feet upon the holy places within, but leaving as wide an interval as possible between the temple and the first entrances, he adorned it all around with four transverse porticoes, enclosing the place into a certain quadrangular form, with columns rising on every side; the spaces between which with wooden lattice-work partitions reaching to a due measure