ἀκοῦσαι, ἑαυτῇ τε καὶ ταῖς κόραις παρακελευσαμένη, ἀλλὰ καὶ τὸ προδοῦναι τὰς ψυχὰς τῇ τῶν δαιμόνων δουλείᾳ, πάντων ὑπάρχειν θανάτων καὶ πάσης χεῖρον ἀπωλείας φήσασα, μίαν τούτων ἁπάντων εἶναι λύσιν ὑπετίθετο, τὴν ἐπὶ τὸν Κύριον καταφυγήν· κἄπειτα ὁμοῦ τῇ γνώμῃ συνθέμεναι, τά τε σώματα περιστείλασαι κοσμίως τοῖς περιβλήμασιν, ἐπ' αὐτῆς μέσης γενόμεναι τῆς ὁδοῦ, βραχύ τι τοὺς φύλακας εἰς ἀναχώρησιν ὑποπαραιτησάμεναι, ἐπὶ παραῤῥέοντα ποταμὸν ἑαυτὰς ἠκόντισαν. Αἵδε μὲν οὖν ἑαυτάς· ἄλλην δ' ἐπ' αὐτῆς Ἀντιοχείας ξυνωρίδα παρθένων τὰ πάντα θεοπρεπῶν καὶ ἀληθῶς ἀδελφῶν, ἐπιδόξων μὲν τὸ γένος, λαμπρῶν δὲ τὸν βίον, νέων τοὺς χρόνους, ὡραίων τὸ σῶμα, σεμνῶν τὴν ψυχὴν, εὐσεβῶν τὸν τρόπον, θαυμαστῶν τὴν σπουδὴν, ὡς ἂν μὴ φερούσης τῆς γῆς τὰ τοιαῦτα βαστάζειν, θαλάττῃ ῥίπτειν ἐκέλευον οἱ τῶν δαιμόνων θεραπευταί. Ταῦτα μὲν οὖν παρὰ τοῖσδε. Τὰ φρικτὰ δὲ ἀκοαῖς κατὰ τὸν Πόντον ἔπασχον ἕτεροι, καλάμοις ὀξέσι ταῖν χεροῖν ἐξ ἄκρων ὀνύχων τοὺς δακτύλους διαπειρόμενοι, καὶ ἄλλοι πυρὶ μολίβδου διατακέντος, βρασσούσῃ καὶ πεπυρακτωμένῃ τῇ ὕλῃ τὰ νῶτα καταχεόμενοι, καὶ τὰ μάλιστα ἀναγκαιότατα τοῦ σώματος κατοπτώμενοι· διά τε τῶν ἀποῤῥήτων ἕτεροι μελῶν τε καὶ σπλάγχνων αἰσχρὰς καὶ ἀσυμπαθεῖς καὶ οὐδὲ λόγῳ ῥητὰς ὑπέμενον πάθας, ἃς οἱ γενναῖοι καὶ νόμιμοι δικασταὶ τὴν σφων ἐπιδεικνύμενοι δεινότητα, ὥσπερ τινὰ σοφίας ἀρετὴν φιλοτιμότερον ἐπενόουν, ἀεὶ ταῖς καινότερον ἐφευρισκομέναις αἰκίαις, ὡσπερεὶ ἐν ἀγῶνος βραβείοις, ἀλλήλους ὑπερεξάγειν διαμιλλώμενοι. Τὰ δ' οὖν τῶν συμφορῶν ἔσχατα, ὅτε δὴ λοιπὸν ἀπειρηκότες ἐπὶ τῇ τῶν κακῶν ὑπερβολῇ καὶ πρὸς τὸ κτείνειν ἀποκαμόντες, πλησμονήν τε καὶ κόρον τῆς τῶν αἱμάτων ἐκχύσεως ἐσχηκότες, ἐπὶ τὸ νομιζόμενον αὐτοῖς χρηστὸν καὶ φιλάνθρωπον ἐτρέποντο, ὡς μηδὲν μὲν ἔτι δοκεῖν δεινὸν καθ' ἡμῶν περιεργάζεσθαι· μὴ γὰρ καθήκειν φασὶν ἐμφυλίοις αἵμασι μιαίνειν τὰς πόλεις, μηδ' ἐπ' ὠμότητι τὴν ἀνωτάτω διαβάλλειν τὴν τῶν κρατούντων ἀρχὴν, εὐμενῆ τοῖς πᾶσιν ὑπάρχουσαν καὶ πραεῖαν, δεῖν δὲ μᾶλλον τῆς φιλανθρώπου καὶ βασιλικῆς ἐξουσίας εἰς πάντας ἐκτείνεσθαι τὴν εὐεργεσίαν, μηκέτι θανάτῳ κολαζομένους· λελῦσθαι γὰρ καθ' ἡμῶν ταύτην αὐτῶν τὴν τιμωρίαν, διὰ τὴν τῶν κρατούντων φιλανθρωπίαν. Τηνικαῦτα ὀφθαλμοὺς ἐξορύττεσθαι, καὶ τοῖν σκελοῖν πηροῦσθαι θάτερον, προσετάττετο. Ταῦτα γὰρ ἦν αὐτοῖς τὰ φιλάν-
to hear, having exhorted both herself and the maidens, and having declared that to surrender their souls to the slavery of demons was worse than all deaths and every destruction, she suggested that there was one deliverance from all these things, flight for refuge unto the Lord; and thereupon having agreed together in resolve, and having wrapped their bodies modestly in their garments, when they had come right to the middle of the road, quietly begging leave of the guards for a brief retirement, they cast themselves into a river flowing past. These, then, [cast] themselves; while another pair of maidens right at Antioch, godly in all respects and truly sisters, illustrious in birth, splendid in life, young in years, lovely in body, reverend in soul, pious in manner, admirable in zeal, as though the earth could not bear to carry such excellence, the worshippers of demons ordered to be cast into the sea. Such, then, were the things among these. And things shuddering to hear others suffered in Pontus, having the fingers of both hands pierced through with sharp reeds from the tips of the nails, and others, when lead had been melted by fire, having their backs drenched with the boiling and fiery matter, and being roasted in the most indispensable parts of the body; and others endured through their secret members and bowels shameful and merciless sufferings not even utterable in speech, which the noble and lawful judges, showing off their cleverness, devised all the more ambitiously as though it were some virtue of wisdom, vying to outdo one another continually by ever more newly invented outrages, just as if for prizes in a contest. As for the final stage of the calamities, when indeed they had at last given up at the excess of evils and grown weary of killing, and had got their fill and satiety of the shedding of blood, they turned to what was deemed by them kind and humane, so as to seem to contrive nothing dreadful against us any longer: for it was not fitting, they say, to pollute the cities with kindred blood, nor to bring into reproach for cruelty the supreme rule, that of the sovereigns, which was benevolent towards all and gentle, but rather that the beneficence of the humane and imperial authority ought to be extended unto all, no longer being punished with death; for this punishment of theirs against us had been remitted because of the humanity of the sovereigns. Then it was ordered that eyes should be gouged out, and one of the two legs maimed. For these were to them the humane