Migne Reading Room

PG 20 · cols. 760–769 · Read from the page

Eusebius, Church History, Book VIII

Eusebius, Church History, Book VIII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:760Read from the page
κατωκάρα προσηλωθέντες, τηρούμενοί τε ζῶντες, εἰσότε καὶ ἐπ' αὐτῶν ἰκρίων λιμῷ διαφθαρεῖεν.
nailed head-downwards, and kept alive until they should perish by famine upon the gibbets themselves.
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Chapter IX.
Περὶ τῶν κατὰ Θηβαῗδα (Nic. H. E. VII, 8).
Concerning those in the Thebaid (Nic. H. E. VII, 8).
Πάντα δ' ὑπεραίρει λόγον, καὶ ἃς ὑπέμειναν αἰκίας καὶ ἀλγηδόνας οἱ κατὰ Θηβαῗδα μάρτυρες, ὀστράκοις ἀντὶ ὀνύχων ὅλον τὸ σῶμα καὶ μέχρις ἀπαλλαγῆς τοῦ βίου καταξαινόμενοι, γύναιά τε τοῖν ποδοῖν ἐξ ἑνὸς ἀποδεσμούμενα, μετέωρά τε καὶ διαέρια κάτω κεφαλὴν μαγγάνοις τισὶν εἰς ὕψος ἀνελκόμενα, γυμνοῖς τε παντελῶς καὶ μηδ' ἐπικεκαλυμμένοις τοῖς σώμασι, θέαν ταύτην αἰσχίστην καὶ πάντων ὠμοτάτην καὶ ἀπανθρωποτάτην τοῖς ὁρῶσιν ἅπασι παρεσχημένα. Ἄλλοι δ' αὖ πάλιν δένδρεσι καὶ πρέμνοις ἐναπέθνησκον δεσμούμενοι. Τοὺς γὰρ μάλιστα στεῤῥοτάτους τῶν κλάδων μηχαναῖς τισιν ἐπὶ ταὐτὸν συνέλκοντες, εἰς ἑκάτερά τε τούτων τὰ τῶν μαρτύρων ἀποτείνοντες σκέλη, εἰς τὴν ἑαυτῶν ἠφίεσαν τοὺς κλάδους φέρεσθαι φύσιν, ἄθρουν τῶν μελῶν διασπασμὸν καθ' ὧν ταῦτ' ἐνεχείρουν, ἐπινοοῦντες. Καὶ ταῦτά γε πάντα ἐνηργεῖτο οὐκ ἐπ' ὀλίγας ἡμέρας ἢ χρόνον τινὰ βραχὺν, ἀλλ' ἐπὶ μακρὸν ὅλων ἐτῶν διάστημα, ὁτὲ μὲν πλειόνων ἢ δέκα, ὁτὲ δὲ ὑπὲρ τοὺς εἴκοσι τὸν ἀριθμὸν ἀναιρουμένων, ἄλλοτε δὲ οὐχ ἧττον καὶ τριάκοντα, ἤδη δὲ ἐγγύς που καὶ ἑξήκοντα, καὶ πάλιν ἄλλοτε ἑκατὸν ἐν ἡμέρᾳ μιᾷ ἄνδρες ἅμα κομιδῆ νηπίοις καὶ γυναιξὶν ἐκτείνοντο, ποικίλαις καὶ ἐναλλαττούσαις τιμωρίαις καταδικαζόμενοι. Ἱστορήσαμεν δὲ καὶ αὐτοὶ ἐπὶ τῶν τόπων γενόμενοι, πλείους ἀθρόως κατὰ μίαν ἡμέραν, τοὺς μὲν τῆς κεφαλῆς ἀποτομὴν ὑπομείναντας, τοὺς δὲ τὴν διὰ πυρὸς τιμωρίαν· ὡς ἀμβλύνεσθαι φονεύοντα τὸν σίδηρον, ἀτονοῦντά τε διαθλᾶσθαι, αὐτούς τε τοὺς ἀναιροῦντας ἀποκάμνοντας, ἀμοιβαδὸν ἀλλήλους διαδέχεσθαι. Ὅτε καὶ θαυμασιωτάτην ὁρμὴν, θείαν τε ὡς ἀληθῶς δύναμιν καὶ προθυμίαν τῶν εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκότων συνεωρῶμεν. Ἅμα γοῦν τῇ κατὰ τῶν προτέρων ἀποφάσει, ἐπεπήδων ἄλλοθεν ἄλλοι τῷ πρὸ τοῦ δικαστοῦ βήματι, Χριστιανοὺς σφᾶς ὁμολογοῦντες, ἀφροντίστως μὲν πρὸς τὰ δεινὰ καὶ τοὺς τῶν πολυειδῶν βασάνων τρόπους διακείμενοι, ἀκαταπλήκτως δὲ παῤῥησιαζόμενοι ἐπὶ τῇ εἰς τὸν τῶν ὅλων Θεὸν εὐσεβείᾳ, μετά τε χαρᾶς καὶ γέλωτος καὶ εὐφροσύνης τὴν ὑστάτην ἀπόφασιν τοῦ θανάτου καταδεχόμενοι, ὥστε ψάλλειν, καὶ ὕμνους καὶ εὐχαριστίας εἰς τὸν τῶν ὅλων Θεὸν μέχρις αὐτῆς ἐσχάτης ἀναπέμπειν ἀναπνοῆς. Θαυμάσιοι μὲν οὖν καὶ οὗτοι· ἐξαιρέτως δὲ ἐκεῖνοι θαυμασιώτεροι, οἱ πλούτῳ μὲν καὶ εὐγενείᾳ καὶ δόξῃ, λόγῳ τε καὶ φιλοσοφίᾳ διαπρέψαντες, πάντα γε μὴν δεύτερα θέ-
Yet all speech is surpassed by the outrages and pains which the martyrs in the Thebaid also endured, having their whole body torn with potsherds instead of claws even until departure from life, and women bound by one of their two feet, hoisted aloft high in the air head-downwards by certain contrivances, their bodies utterly naked and not even covered, presenting this most shameful and of all things most cruel and most inhuman spectacle to all onlookers. Others again died bound to trees and trunks. For drawing together to the same point by certain machines the very stoutest of the branches, and stretching out the martyrs' legs to each of these, they let the branches rush back to their natural position, devising an instantaneous tearing apart of the limbs of those against whom they put their hands to these things. And all these things were carried on not for a few days or some brief time, but over a long interval of whole years, sometimes more than ten, sometimes over twenty in number being put to death, and at another time no fewer than thirty, and now even somewhere near sixty, and again at another time a hundred men in a single day together with very young infants and women were slain, condemned to varied and alternating punishments. We ourselves also, when we were in those places, observed many all together on a single day, some enduring decapitation and others punishment by fire; so that the murdering iron grew blunt and, losing its strength, broke in pieces, and the slayers themselves grew weary and relieved one another in turn. Then too we beheld the most marvellous impulse, and the truly divine power and eagerness of those who had believed in the Christ of God. Immediately upon sentence being pronounced against the earlier ones, at any rate, others from one side and another leapt up to the tribunal before the judge, confessing themselves Christians, disposed without concern towards the terrors and the modes of manifold tortures, speaking boldly and undauntedly in their piety towards the God of the universe, and receiving the final sentence of death with joy and laughter and gladness, so that they sang psalms and sent up hymns and thanksgivings to the God of the universe unto their very last breath. Marvellous indeed were these also; yet pre-eminently more marvellous were those who, though distinguished in wealth and noble birth and glory, as well as in eloquence and philosophy, nevertheless set all things second
PG 20:761Read from the page
μενοι τῆς ἀληθοῦς εὐσεβείας, καὶ τῆς εἰς τον Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστεως· οἷος Φιλόρωμος ἦν, ἀρχήν τινα οὐ τὴν τυχοῦσαν τῆς κατ' Ἀλεξάνδρειαν βασιλικῆς διοικήσεως ἐγκεχειρισμένος, ὃς μετὰ τοῦ ἀξιώματος καὶ τῆς Ῥωμαϊκῆς τιμῆς ὑπὸ στρατιώταις δορυφορούμενος, ἑκάστης ἀνεκρίνετο ἡμέρας· Φιλέας τε τῆς Θμουϊτῶν Ἐκκλησίας ἐπίσκοπος, διαπρέψας ἀνὴρ ταῖς κατὰ τὴν πατρίδα πολιτείαις τε καὶ λειτουργίαις, ἔν τε τοῖς κατὰ φιλοσοφίαν λόγοις· οἳ καὶ μυρίων ὅσων πρὸς αἵματός τε καὶ τῶν ἄλλων φίλων ἀντιβολούντων, ἔτι μὴν τῶν ἐπ' ἀξίας [ἀρχόντων], πρὸς δὲ καὶ αὐτοῦ τοῦ δικαστοῦ παρακαλοῦντος, ὡς ἂν αὑτῶν οἶκτον λάβοιεν, φειδώ τε παίδων καὶ γυναικῶν ποιήσοιντο, οὐδαμῶς πρὸς τῶν τοσούτων ἐπὶ τὸ φιλοζωῆσαι μὲν ἑλέσθαι, καταφρονῆσαι δὲ τῶν περὶ ὁμολογίας καὶ ἀρνήσεως τοῦ Σωτῆρος ἡμῶν θεσμῶν ὑπήχθησαν, ἀνδρείῳ δὲ λογισμῷ καὶ φιλοσόφῳ, μᾶλλον δὲ εὐσεβεῖ καὶ φιλοθέῳ ψυχῇ, πρὸς ἁπάσας τοῦ δικαστοῦ τάς τε ἀπειλὰς καὶ τὰς ὕβρεις ἐνστάντες, ἄμφω τὰς κεφαλὰς ἀπετμήθησαν.
to true piety and to faith in our Saviour and Lord Jesus Christ; such a man was Philoromus, entrusted with no ordinary office in the imperial administration at Alexandria, who, attended by a bodyguard of soldiers in keeping with his dignity and Roman honour, was examined each day; and Phileas, bishop of the Church of the Thmuites, a man distinguished in public offices and liturgies in his homeland, as well as in philosophical discourses; who, even when countless kinsmen by blood and other friends entreated them, and moreover those in dignity [rulers], and besides them even the judge himself exhorted them to take pity on themselves and spare their children and wives, were in no way induced by so many people to choose love of life and despise the ordinances of our Saviour concerning confession and denial, but having stood firm with courageous and philosophical reasoning—or rather with a pious and God-loving soul—against all the threats and insults of the judge, were both beheaded.
Notes, col. 761

On the reading

Printed τον, for τὸν.

PG 20:764Read from the page
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Φιλέου μάρτυρος περὶ τῶν κατ' Ἀλεξάνδρειαν πεπραγμένων ἔγγραφοι διδασκαλίαι (Nic. H. E. VII, 10).
Written accounts of Phileas the martyr concerning the things done at Alexandria (Nic. H. E. VII, 10).
Ἐπεὶ δὲ καὶ τῶν ἔξωθεν μαθημάτων ἕνεκα πολλοῦ λόγου ἄξιον γενέσθαι τὸν Φιλέαν ἔφαμεν, αὐτὸς ἑαυτοῦ παρίτω μάρτυς, ἅμα μὲν ἑαυτὸν ὅστις ποτ' ἦν ἐπιδείξων, ἅμα δὲ καὶ τὰ κατ' αὐτὸν ἐν τῇ Ἀλεξανδρείᾳ συμβεβηκότα μαρτύρια ἀκριβέστερον μᾶλλον ἢ ἡμεῖς ἱστορήσων διὰ τούτων τῶν λέξεων· Ἀπὸ τῶν Φιλέου πρὸς Θμουῗτας γραμμάτων. Τούτων ἁπάντων ὑποδειγμάτων ἡμῖν καὶ ὑπογραμμῶν καὶ καλῶν γνωρισμάτων ἐν ταῖς θείαις καὶ ἱεραῖς Γραφαῖς κειμένων, οὐδὲν μελλήσαντες οἱ μακάριοι οἱ σὺν ἡμῖν μάρτυρες, τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν ἐπὶ πάντων Θεὸν καθαρῶς τείναντες, καὶ τὸν ἐπ' εὐσεβείᾳ θάνατον ἐν νῷ λαβόντες, ἀπρὶξ τῆς κλήσεως εἴχοντο, τὸν μὲν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὑρόντες ἐνανθρωπήσαντα δι' ἡμᾶς, ἵνα πᾶσαν μὲν ἁμαρτίαν ἐκκόψῃ, ἐφόδια δὲ τῆς εἰς τὴν αἰώνιον ζωὴν εἰσόδου ἡμῖν κατάθηται· « οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἑαυτὸν ἐταπείνωσεν ἕως θανάτου, θανάτου δὲ σταυροῦ. » Διὸ καὶ ζηλώσαντες τὰ μείζονα χαρίσματα οἱ χριστοφόροι μάρτυρες, πάντα μὲν πόνον καὶ παντοίας αἰκισμῶν ἐπινοίας οὐχ εἰσάπαξ, ἀλλ' ἤδη καὶ δεύτερόν τινες ὑπέμειναν, πάσας δὲ ἀπειλὰς οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τῶν δορυφόρων κατ' αὐτῶν φιλοτιμουμένων, οὐκ ἐνεδίδουν τὴν γνώμην, διὰ τὸ τὴν τελείαν ἀγάπην ἔξω βάλλειν τὸν φόβον. Ὧν καταλέγειν τὴν ἀρετὴν καὶ τὴν ἐφ' ἑκάστῃ βασάνῳ ἀνδρείαν, τίς ἂν ἀρκέσειε λόγος; Ἀνέσεως γὰρ οὔσης ἅπασι τοῖς βουλομένοις ἐνυβρίζειν, οἱ μὲν ξύλοις ἐπαίοντο, ἕτεροι δὲ ῥάβδοις, ἄλλοι δὲ μάστιξιν, ἕτεροι δὲ πάλιν ἱμᾶσιν, ἄλλοι δὲ σχοινίοις. Καὶ ἦν ἡ θέα τῶν αἰκισμῶν ἐνηλλαγμένη, καὶ πολλὴν τὴν ἐν αὐτῇ κακίαν ἔχουσα. Οἱ μὲν γὰρ ὀπίσω τὼ χεῖρε δεθέντες, περὶ τὸ ξύλον ἐξηρτῶντο, καὶ μαγγάνοις τισὶ διετείνοντο πᾶν μέλος· εἶθ' οὕτως διὰ παντὸς τοῦ σώματος ἐπῆγον ἐκ κελεύσεως οἱ βασανισταὶ, οὐ καθάπερ τοῖς
Since we have said that Phileas was worthy of great account on behalf of secular learning as well, let him come forward as his own witness, at once to show who he was and at the same time to recount more accurately than we could the martyrdoms that took place in his time at Alexandria, in these words: From the writings of Phileas to the Thmuites. With all these examples and patterns and noble tokens lying before us in the divine and sacred Scriptures, the blessed martyrs who were with us did not hesitate at all, but directing the eye of the soul purely towards the God over all, and taking into mind death for piety, clung fast to their calling, having found that our Lord Jesus Christ became man for our sake, so that He might cut off every sin, and lay down for us provisions for the entrance into eternal life: "for He did not deem being on an equality with God a thing to be seized, but emptied Himself, having taken a slave's form, and having been found in outward guise as a man, He humbled Himself unto death, even death on a cross." Wherefore also, zealously seeking the greater gifts, the Christ-bearing martyrs endured every labour and all manner of contrivances of outrages, some not once only, but now even a second time, and though the guards vied against them in all threats not in words alone, but also in deeds, they did not yield their resolve, because perfect love casts fear outside. What speech would suffice to reckon up their virtue and their courage under each torture? For since licence was given to all who wished to heap abuse upon them, some were beaten with clubs, others with rods, others with scourges, others again with thongs, and others with ropes. And the spectacle of the outrages was varied, holding great malice within it. For some, having both hands bound behind them, were suspended upon the stocks, and by certain contrivances were stretched out in every limb; then in this state the torturers by command plied their instruments over the whole body, not as with
PG 20:765Read from the page
φονεῦσιν ἐπὶ τῶν πλευρῶν μόνον, ἀλλὰ καὶ τῆς γαστρὸς καὶ κνημῶν καὶ παρειῶν τοῖς ἀμυντηρίοις ἐκόλαζον· ἕτεροι δὲ ἀπὸ τῆς στοᾶς μιᾶς χειρὸς ἐξηρτημένοι αἰωροῦντο, πάσης ἀλγηδόνος δεινοτέραν τὴν ἀπὸ τῶν ἄρθρων καὶ μελῶν τάσιν ἔχοντες· ἄλλοι δὲ πρὸς τοῖς κίοσιν ἀντιπρόσωποι ἐδοῦντο, οὐ βεβηκόσι τοῖς ποσὶ, τῷ δὲ βάρει τοῦ σώματος βιαζομένων μετὰ τάσεως ἀνελκομένων τῶν δεσμῶν. Καὶ τοῦθ' ὑπέμενον, οὐκ ἐφ' ὅσον προσδιελέγετο, οὐδ' αὐτοῖς ἐσχόλαζεν ὁ ἡγεμὼν, ἀλλὰ μονονουχὶ δι' ὅλης τῆς ἡμέρας. Ὅτε γὰρ καὶ ἐφ' ἑτέρους μετέβαινε, τοῖς προτέροις κατελίμπανεν ἐφεδρεύειν τοὺς τῇ ἐξουσίᾳ αὐτοῦ ὑπηρετουμένους, εἴ που τις ἡττηθεὶς τῶν βασάνων ἐνδιδόναι ἐδόκει, ἀφειδῶς δὲ κελεύων καὶ τοῖς δεσμοῖς προσιέναι, καὶ μετὰ ταῦτα ψυχοῤῥαγοῦντας αὐτοὺς κατατιθεμένους εἰς τὴν γῆν ἕλκεσθαι· οὐ γὰρ εἶναι κἂν μέρος αὐτοῖς φροντίδος περὶ ἡμῶν. Ἀλλ' οὕτω ἐδόκουν διανοεῖσθαι, καὶ πράττειν, ὡς μηκέτ' ὄντων, ταύτην δευτέραν βάσανον ἐπὶ ταῖς πληγαῖς τῶν ὑπεναντίων ἐφευρόντων. Ἦσαν δὲ οἳ καὶ μετὰ τοὺς αἰκισμοὺς ἐπὶ τοῦ ξύλου κείμενοι διὰ τῶν τεσσάρων ὀπῶν διατεταμένοι ἄμφω τὼ πόδε, οἷς καὶ κατ' ἀνάγκην αὐτοὺς ἐπὶ τοῦ ξύλου ὑπτίους εἶναι, μὴ δυναμένους διὰ τὸ ἔναυλα τὰ τραύματα ἀπὸ τῶν πληγῶν καθ' ὅλου τοῦ σώματος ἔχειν· ἕτεροι δὲ εἰς τοὔδαφος ῥιφέντες, ἔκειντο ὑπὸ τῆς τῶν βασάνων ἀθρόας προσβολῆς, δεινοτέραν τὴν ὄψιν τῆς ἐνεργείας τοῖς ὁρῶσι παρέχοντες, ποικίλας καὶ διαφόρους ἐν τοῖς σώμασι φέροντες τῶν βασάνων τὰς ἐπινοίας. Τούτων οὕτως ἐχόντων, οἱ μὲν ἐναπέθνησκον ταῖς βασάνοις, τῇ καρτερίᾳ καταισχύναντες τὸν ἀντίπαλον· οἱ δὲ ἡμιθνῆτες ἐν τῷ δεσμωτηρίῳ συγκλειόμενοι, μετ' οὐ πολλὰς ἡμέρας ταῖς ἀλγηδόσι συνεχόμενοι ἐτελειοῦντο, οἱ δὲ λοιποὶ τῆς θεραπείας ἀνακτήσεως τυχόντες, τῷ χρόνῳ καὶ τῇ τῆς φυλακῆς διατριβῇ θαρσαλεώτεροι ἐγίγνοντο. Οὕτω γοῦν ἡνίκα προσετέτακτο, αἱρέσεως κειμένης ἢ ἐφαψάμενον τῆς ἐναγοῦς θυσίας ἀνενόχλητον εἶναι, τῆς ἐπαράτου ἐλευθερίας παρ' αὐτῶν τυχόντα, ἢ μὴ θύοντα,
murderers upon the sides only, but punished also the belly and shins and cheeks with the tearing-instruments; others hung suspended from the portico by one hand, enduring in the stretching of their joints and limbs an agony more terrible than any pain; and others were bound face-to-face against the pillars, their feet not resting on the ground, while the bonds were drawn tight with tension as they were weighed down by the weight of the body. And they endured this not merely for so long as the governor conversed with them or gave his leisure to them, but through almost the whole day. For whenever he passed on to others, he left behind those who ministered to his authority to keep watch over the earlier ones, in case anyone overcome by the tortures seemed to give way, bidding them also apply the bonds unsparingly, and afterwards, when they were at their last gasp, let them down and drag them upon the ground; for they had not even a shred of care for us. Rather, they seemed to think and act thus as though men existed no longer, our adversaries having devised this second torture on top of the blows. There were also some who after the outrages lay upon the stocks stretched out by both feet through the four holes, so that of necessity they had to lie on their backs upon the stocks, though unable to do so because they had the wounds from the blows fresh over their whole body; others, flung upon the pavement, lay prostrate under the accumulated assault of the tortures, presenting to onlookers a sight more terrible than the actual infliction, bearing upon their bodies varied and diverse contrivances of tortures. While matters stood thus, some died in the tortures, having put the adversary to shame by their endurance; others, shut up half-dead in the prison, after not many days were perfected while gripped by their pains, and the rest, obtaining recovery through treatment, by time and by their stay in prison grew more courageous. Thus, at any rate, when the order had been given, a choice being laid down either to touch the abominable sacrifice and be unmolested, obtaining from them the accursed freedom, or else, not sacrificing,
PG 20:768Read from the page
τὴν ἐπὶ θανάτῳ δίκην ἐκδέχεσθαι, οὐδὲν μελλήσαντες, ἀσμένως ἐπὶ τὸν θάνατον ἐχώρουν· ᾔδεσαν γὰρ τὰ ὑπὸ τῶν ἱερῶν Γραφῶν ἡμῖν προορισθέντα. «Ὁ γὰρ θυσιάζων, φησὶ, θεοῖς ἑτέροις, ἐξολοθρευθήσεται·» καὶ· «Ὅτι οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Τοιαῦτα τοῦ ὡς ἀληθῶς φιλοσόφου τε ὁμοῦ καὶ φιλοθέου μάρτυρος αἱ φωναὶ, ἃς πρὸ τελευταίας ἀποφάσεως ὑπὸ τὴν δεσμωτικὴν ἔθ' ὑπάρχων τάξιν, τοῖς κατὰ τὴν αὑτοῦ παροικίαν ἀδελφοῖς ἐπεστάλκει, ἅμα μὲν ἐν οἷς ἦν, ἀνατιθέμενος, ἅμα δὲ καὶ παρορμῶν αὐτοὺς ἐπὶ τὸ ἀπρὶξ ἔχεσθαι καὶ μετ' αὐτὸν ὅσον οὔπω τελειωθησόμενον, τῆς ἐν Χριστῷ θεοσεβείας. Ἀλλὰ τί χρὴ πολλὰ λέγειν, καὶ καινοτέρας ἐπὶ καινοτέραις τῶν ἀνὰ τὴν οἰκουμένην θεοπρεπῶν μαρτύρων ἀθλήσεις παρατίθεσθαι, καὶ μάλιστα τῶν οὐκέτι μὲν κοινῷ νόμῳ, πολέμου δὲ τρόπῳ πεπολιορκημένων;
to await the penalty of death, delaying not at all, gladly went towards death; for they knew the things foreordained for us by the sacred Scriptures. "For he who sacrifices," it says, "to other gods shall be utterly destroyed;" and: "That there shall not be to you other gods beside Me." Such were the utterances of the martyr who was truly at once a lover of wisdom and a lover of God, which before the final sentence, while still under the condition of imprisonment, he had sent to the brethren throughout his own parish, at once setting forth the circumstances in which he was, and at the same time exhorting them to hold fast tenaciously, even after him who was all but on the point of being perfected, to godliness in Christ. But why must one say much, and set side by side ever newer upon newer contests of the godly martyrs throughout the inhabited world, and especially of those besieged no longer by common law, but after the manner of war?
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Περὶ τῶν κατὰ Φρυγίαν (Nic. H. E. VII, 10).
Concerning the things in Phrygia (Nic. H. E. VII, 10).
Ἤδη γοῦν ὅλην Χριστιανῶν πολίχνην αὔτανδρον ἀμφὶ τὴν Φρυγίαν ἐν κύκλῳ περιβαλόντες ὁπλῖται, πῦρ τε ὑφάψαντες, κατέφλεξαν αὐτοὺς ἅμα νηπίοις καὶ γυναιξὶ, τὸν ἐπὶ πάντων Θεὸν Χριστὸν ἐπιβοωμένους· ὅτι δὴ πανδημεὶ πάντες οἱ τὴν πόλιν οἰκοῦντες, λογιστής τε αὐτὸς καὶ στρατηγὸς σὺν τοῖς ἐν τέλει πᾶσι καὶ ὅλῳ δήμῳ, Χριστιανοὺς σφᾶς ὁμολογοῦντες, οὐδ' ὁπωστιοῦν τοῖς προστάττουσιν εἰδωλολατρεῖν ἐπειθάρχουν. Καί τις ἕτερος Ῥωμαϊκῆς ἀξίας ἐπειλημμένος, Ἄδαυκτος ὄνομα, γένος τῶν παρ' Ἰταλοῖς ἐπισήμων, διὰ πάσης διελθὼν
Armed soldiers, at any rate, having already surrounded in a circle a whole small town of Christians together with its men around Phrygia, and having kindled a fire, burned them down together with infants and women as they called upon Christ the God over all; because indeed in a body all the inhabitants of the city, both the curator himself and the magistrate with all those in office and the whole populace, confessing themselves Christians, did not in any way whatever obey those commanding them to commit idolatry. And a certain other who had attained to Roman dignity, Adauctus by name, by race one of those distinguished among the Italians, having passed through all
Notes, col. 768

On the reading

Printed καὶ·, for καί·.

PG 20:769Read from the page
ἀνὴρ τῆς παρὰ βασιλεῦσι τιμῆς, ὡς καὶ τὰς καθόλου διοικήσεις τῆς παρ' αὐτοῖς καλουμένης μαγιστρότητός τε καὶ καθολικότητος ἀμέμπτως διελθεῖν, ἐπὶ πᾶσι τούτοις διαπρέψας τοῖς ἐν θεοσεβείᾳ κατορθώμασι καὶ ταῖς εἰς τὸν Χριστὸν τοῦ Θεοῦ ὁμολογίαις, τῷ τοῦ μαρτυρίου διαδήματι κατεκοσμήθη, ἐπ' αὐτῆς τῆς τοῦ καθολικοῦ πράξεως τὸν ὑπὲρ εὐσεβείας ὑπομείνας ἀγῶνα.
the honour with the emperors—a man such as blamelessly to go through even the general administrations of what among them is called both the mastership and the office of rationalis—besides all these things having excelled in right deeds in godliness and in confessions of the Christ of God, was adorned with the diadem of martyrdom, enduring the contest on behalf of piety in the very exercise of the office of rationalis.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
Περὶ πλείστων ἑτέρων ἀνδρῶν τε καὶ γυναικῶν διαφόρως ἠγωνισμένων (Nic. H. E. VII, 11).
Concerning very many other men and women who contended in diverse ways (Nic. H. E. VII, 11).
Τί με χρὴ νῦν ἐπ' ὀνόματος τῶν λοιπῶν μνημονεύειν, ἢ τὸ πλῆθος τῶν ἀνδρῶν ἀριθμεῖν, ἢ τὰς πολυτρόπους αἰκίας ἀναζωγραφεῖν τῶν θαυμασίων Χριστοῦ μαρτύρων, τοτὲ μὲν πέλυξιν ἀναιρουμένων, οἷα γέγονε τοῖς ἐπ' Ἀραβίας, τοτὲ δὲ τὰ σκέλη καταγνυμένων, οἷα τοῖς ἐν Καππαδοκίᾳ συμβέβηκε, καὶ ποτὲ μὲν κατὰ κεφαλῆς ἐκ τοῖν ποδοῖν εἰς ὕψος ἀναρτωμένων, καὶ μαλθακοῦ πυρὸς ὑποκαιομένου, τῷ παραπεμπομένῳ καπνῷ τῆς φλεγομένης ὕλης ἀποπνιγομένων, οἷα τοῖς ἐν μέσῃ τῶν ποταμῶν ἐπηνέχθη, ποτὲ δὲ ῥῖνας καὶ ὦτα καὶ χεῖρας ἀκρωτηριαζομένων, τά τε λοιπὰ τοῦ σώματος μέλη τε καὶ μέρη κρεουργουμένων, οἷα τὰ ἐπ' Ἀλεξανδρείας ἦν; Τί δεῖ τῶν ἐπ' Ἀντιοχείας ἀναζωπυρεῖν τὴν μνήμην, ἐσχάραις πυρὸς οὐκ εἰς θάνατον, ἀλλ' ἐπὶ μακρᾷ τιμωρίᾳ κατοπτωμένων, ἑτέρων τε θᾶττον τὴν δεξιὰν αὐτῶν πυρὶ καθιέντων, ἢ τῆς ἐναγοῦς θυσίας ἐφαπτομένων; ὧν τινες τὴν πεῖραν φεύγοντες, πρὶν ἁλῶναι καὶ εἰς χεῖρας τῶν ἐπιβούλων ἐλθεῖν, ἄνωθεν ἐξ ὑψηλῶν δωμάτων ἑαυτοὺς κατεκρήμνισαν, τὸν θάνατον ἅρπαγμα θέμενοι τῆς τῶν δυσσεβῶν μοχθηρίας. Καί τις ἱερὰ καὶ θαυμασία τὴν τῆς ψυχῆς ἀρετὴν, τὸ δὲ σῶμα γυνὴ, καὶ τὰ ἄλλα τῶν ἐπ' Ἀντιοχείας πλούτῳ καὶ γένει καὶ εὐδοξίᾳ παρὰ πᾶσι βεβοημένη, παίδων ξυνωρίδα παρθένων τῇ τοῦ σώματος ὥρᾳ καὶ ἀκμῇ διαπρεπουσῶν, θεσμοῖς εὐσεβείας ἀναθρεψαμένη, ἐπειδὴ πολὺς ὁ περὶ αὐτὰς κινούμενος φθόνος, πάντα τρόπον ἀνιχνεύων λανθανούσας περιειργάζετο, εἶτα ἐπ' ἀλλοδαπῆς αὐτὰς διατρίβειν μαθὼν, πεφροντισμένως ἐπὶ τὴν Ἀντιόχειαν ἐκάλει, δικτύων δὲ ἤδη στρατιωτικῶν εἴσω περιβέβληντο, ἐν ἀμηχάνοις αὑτὴν καὶ παῖδας θεασαμένη, καὶ τὰ μέλλοντα ἐξ ἀνθρώπων δεινὰ τῷ λόγῳ παραθεῖσα, τό τε πάντων δεινῶν ἀφορητότερον πορνείας ἀπειλὴν μηδὲ ἄκροις ὠσὶν ὑπομεῖναι δεῖν
Why need I now make mention by name of the rest, or count the multitude of the men, or depict the manifold outrages suffered by the wondrous martyrs of Christ, at one time being slain with axes, such as happened to those in Arabia, at another having their legs broken, such as befell those in Cappadocia, and sometimes being hung up head downwards by both feet on high, and while a slow fire burned underneath, being choked by the rising smoke of the burning fuel, such as was inflicted on those in Mesopotamia, and sometimes having noses and ears and hands mutilated, and the remaining limbs and parts of the body butchered piecemeal, such as were the things at Alexandria? Why need one rekindle the memory of those at Antioch, roasted on braziers of fire not unto death, but for a prolonged punishment, and of others sooner thrusting their right hand into fire than touching the accursed sacrifice? Trying to escape the trial of these things, some, before being caught and coming into the hands of the plotters, flung themselves down from above off lofty housetops, reckoning death a prize snatched from the wickedness of the impious. And a certain one sacred and wondrous in the virtue of her soul, though in body a woman, and in other respects famed among all those at Antioch for wealth and birth and good repute, having brought up in ordinances of piety a pair of virgin daughters excelling in beauty and bloom of body, since great envy stirred up around them busied itself in tracking them down in every way while they lay hidden, and then, having learned that they were staying in a foreign land, deliberately summoned them to Antioch, and they were already encompassed within military nets: seeing herself and her children in helpless straits, and setting before them in speech the dreadful things about to come from men, and that the threat of fornication, more unbearable than all dreadful things, one ought not to endure even with the tips of the ears