Migne Reading Room

PG 20 · cols. 772–781 · Read from the page

Eusebius, Church History, Book VIII

Eusebius, Church History, Book VIII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:772Read from the page
ἀκοῦσαι, ἑαυτῇ τε καὶ ταῖς κόραις παρακελευσαμένη, ἀλλὰ καὶ τὸ προδοῦναι τὰς ψυχὰς τῇ τῶν δαιμόνων δουλείᾳ, πάντων ὑπάρχειν θανάτων καὶ πάσης χεῖρον ἀπωλείας φήσασα, μίαν τούτων ἁπάντων εἶναι λύσιν ὑπετίθετο, τὴν ἐπὶ τὸν Κύριον καταφυγήν· κἄπειτα ὁμοῦ τῇ γνώμῃ συνθέμεναι, τά τε σώματα περιστείλασαι κοσμίως τοῖς περιβλήμασιν, ἐπ' αὐτῆς μέσης γενόμεναι τῆς ὁδοῦ, βραχύ τι τοὺς φύλακας εἰς ἀναχώρησιν ὑποπαραιτησάμεναι, ἐπὶ παραῤῥέοντα ποταμὸν ἑαυτὰς ἠκόντισαν. Αἵδε μὲν οὖν ἑαυτάς· ἄλλην δ' ἐπ' αὐτῆς Ἀντιοχείας ξυνωρίδα παρθένων τὰ πάντα θεοπρεπῶν καὶ ἀληθῶς ἀδελφῶν, ἐπιδόξων μὲν τὸ γένος, λαμπρῶν δὲ τὸν βίον, νέων τοὺς χρόνους, ὡραίων τὸ σῶμα, σεμνῶν τὴν ψυχὴν, εὐσεβῶν τὸν τρόπον, θαυμαστῶν τὴν σπουδὴν, ὡς ἂν μὴ φερούσης τῆς γῆς τὰ τοιαῦτα βαστάζειν, θαλάττῃ ῥίπτειν ἐκέλευον οἱ τῶν δαιμόνων θεραπευταί. Ταῦτα μὲν οὖν παρὰ τοῖσδε. Τὰ φρικτὰ δὲ ἀκοαῖς κατὰ τὸν Πόντον ἔπασχον ἕτεροι, καλάμοις ὀξέσι ταῖν χεροῖν ἐξ ἄκρων ὀνύχων τοὺς δακτύλους διαπειρόμενοι, καὶ ἄλλοι πυρὶ μολίβδου διατακέντος, βρασσούσῃ καὶ πεπυρακτωμένῃ τῇ ὕλῃ τὰ νῶτα καταχεόμενοι, καὶ τὰ μάλιστα ἀναγκαιότατα τοῦ σώματος κατοπτώμενοι· διά τε τῶν ἀποῤῥήτων ἕτεροι μελῶν τε καὶ σπλάγχνων αἰσχρὰς καὶ ἀσυμπαθεῖς καὶ οὐδὲ λόγῳ ῥητὰς ὑπέμενον πάθας, ἃς οἱ γενναῖοι καὶ νόμιμοι δικασταὶ τὴν σφων ἐπιδεικνύμενοι δεινότητα, ὥσπερ τινὰ σοφίας ἀρετὴν φιλοτιμότερον ἐπενόουν, ἀεὶ ταῖς καινότερον ἐφευρισκομέναις αἰκίαις, ὡσπερεὶ ἐν ἀγῶνος βραβείοις, ἀλλήλους ὑπερεξάγειν διαμιλλώμενοι. Τὰ δ' οὖν τῶν συμφορῶν ἔσχατα, ὅτε δὴ λοιπὸν ἀπειρηκότες ἐπὶ τῇ τῶν κακῶν ὑπερβολῇ καὶ πρὸς τὸ κτείνειν ἀποκαμόντες, πλησμονήν τε καὶ κόρον τῆς τῶν αἱμάτων ἐκχύσεως ἐσχηκότες, ἐπὶ τὸ νομιζόμενον αὐτοῖς χρηστὸν καὶ φιλάνθρωπον ἐτρέποντο, ὡς μηδὲν μὲν ἔτι δοκεῖν δεινὸν καθ' ἡμῶν περιεργάζεσθαι· μὴ γὰρ καθήκειν φασὶν ἐμφυλίοις αἵμασι μιαίνειν τὰς πόλεις, μηδ' ἐπ' ὠμότητι τὴν ἀνωτάτω διαβάλλειν τὴν τῶν κρατούντων ἀρχὴν, εὐμενῆ τοῖς πᾶσιν ὑπάρχουσαν καὶ πραεῖαν, δεῖν δὲ μᾶλλον τῆς φιλανθρώπου καὶ βασιλικῆς ἐξουσίας εἰς πάντας ἐκτείνεσθαι τὴν εὐεργεσίαν, μηκέτι θανάτῳ κολαζομένους· λελῦσθαι γὰρ καθ' ἡμῶν ταύτην αὐτῶν τὴν τιμωρίαν, διὰ τὴν τῶν κρατούντων φιλανθρωπίαν. Τηνικαῦτα ὀφθαλμοὺς ἐξορύττεσθαι, καὶ τοῖν σκελοῖν πηροῦσθαι θάτερον, προσετάττετο. Ταῦτα γὰρ ἦν αὐτοῖς τὰ φιλάν-
to hear, having exhorted both herself and the maidens, and having declared that to surrender their souls to the slavery of demons was worse than all deaths and every destruction, she suggested that there was one deliverance from all these things, flight for refuge unto the Lord; and thereupon having agreed together in resolve, and having wrapped their bodies modestly in their garments, when they had come right to the middle of the road, quietly begging leave of the guards for a brief retirement, they cast themselves into a river flowing past. These, then, [cast] themselves; while another pair of maidens right at Antioch, godly in all respects and truly sisters, illustrious in birth, splendid in life, young in years, lovely in body, reverend in soul, pious in manner, admirable in zeal, as though the earth could not bear to carry such excellence, the worshippers of demons ordered to be cast into the sea. Such, then, were the things among these. And things shuddering to hear others suffered in Pontus, having the fingers of both hands pierced through with sharp reeds from the tips of the nails, and others, when lead had been melted by fire, having their backs drenched with the boiling and fiery matter, and being roasted in the most indispensable parts of the body; and others endured through their secret members and bowels shameful and merciless sufferings not even utterable in speech, which the noble and lawful judges, showing off their cleverness, devised all the more ambitiously as though it were some virtue of wisdom, vying to outdo one another continually by ever more newly invented outrages, just as if for prizes in a contest. As for the final stage of the calamities, when indeed they had at last given up at the excess of evils and grown weary of killing, and had got their fill and satiety of the shedding of blood, they turned to what was deemed by them kind and humane, so as to seem to contrive nothing dreadful against us any longer: for it was not fitting, they say, to pollute the cities with kindred blood, nor to bring into reproach for cruelty the supreme rule, that of the sovereigns, which was benevolent towards all and gentle, but rather that the beneficence of the humane and imperial authority ought to be extended unto all, no longer being punished with death; for this punishment of theirs against us had been remitted because of the humanity of the sovereigns. Then it was ordered that eyes should be gouged out, and one of the two legs maimed. For these were to them the humane
PG 20:773Read from the page
θρωπα, καὶ τῶν καθ' ἡμῶν τιμωριῶν τὰ κουφότατα, ὥστε ἤδη ταύτης ἕνεκα τῆς τῶν ἀσεβῶν φιλανθρωπίας, οὐκέτ' εἶναι δυνατὸν ἐξειπεῖν τὸ πλῆθος τῶν ὑπὲρ πάντα λόγον, τοὺς μὲν δεξιοὺς ὀφθαλμοὺς ξίφει πρότερον ἐκκοπτομένων, καὶ μετὰ τὴν ἐκκέντησιν τούτους πυρὶ καυτηριαζομένων, τοὺς δὲ λαιοὺς πόδας κατὰ τῶν ἀγκυλῶν αὖθις καυτῆρσιν ἀχρειουμένων, μετά τε ταῦτα τοῖς κατ' ἐπαρχίαν χαλκοῦ μετάλλοις οὐχ ὑπηρεσίας τοσοῦτον, ὅσον κακώσεως καὶ ταλαιπωρίας ἕνεκεν καταδικαζομένων, πρὸς ἅπασί τε τούτοις ἄλλων ἄλλοις ἀγῶσιν, οὓς μηδὲ καταλέγειν δυνατόν· νικᾷ γὰρ πάντα λόγον τὰ κατ' αὐτοὺς ἀνδραγαθήματα· περιπεπτωκότων. Ἐν δὴ τούτοις ἐφ' ὅλης τῆς οἰκουμένης διαλάμψαντες οἱ μεγαλοπρεπεῖς τοῦ Χριστοῦ μάρτυρες, τοὺς μὲν ἁπανταχοῦ τῆς ἀνδρείας αὐτῶν ἐπόπτας εἰκότως κατεπλήξαντο, τῆς δὲ τοῦ Σωτῆρος ἡμῶν θείας ὡς ἀληθῶς καὶ ἀποῤῥήτου δυνάμεως ἐμφανῆ δι' ἑαυτῶν τὰ τεκμήρια παρεστήσαντο. Ἑκάστου μὲν οὖν ἐπ' ὀνόματος μνημονεύειν, μακρὸν ἂν εἴη, μήτι γε τῶν ἀδυνάτων.
acts, and the lightest of the punishments against us, so that already on account of this humanity of the ungodly it was no longer possible to tell out the multitude beyond all reckoning of those who first had their right eyes cut out with a sword, and after the stabbing had these seared with fire, and again had their left feet disabled at the sinews with branding-irons, and after these things were condemned to the copper mines in the province not so much for service as for ill-treatment and hardship, besides all these others falling into other contests, which it is not even possible to recount—for their brave deeds surpass all speech. Having shone forth in these throughout the whole inhabited world, the magnificent martyrs of Christ naturally astounded the eyewitnesses everywhere of their courage, and through themselves presented manifest proofs of the truly divine and ineffable power of our Saviour. To make mention, then, of each by name would be long, not to say among things impossible.
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
Chapter XIII.
Περὶ τῶν τῆς Ἐκκλησίας προέδρων, τῶν τὸ γνήσιον ἧς ἐπρέσβευον εὐσεβείας διὰ τοῦ σφων αἵματος ἐπιδεδειγμένων (Nic. H. E. VII, 16).
Concerning the presidents of the Church who demonstrated through their own blood the genuineness of the piety of which they were ambassadors (Nic. H. E. VII, 16).
Τῶν δὲ κατὰ τὰς ἐπισήμους πόλεις μαρτυρησάντων ἐκκλησιαστικῶν ἀρχόντων, πρῶτος ἡμῖν ἐν εὐσεβῶν στήλαις τῆς Χριστοῦ βασιλείας ἀναγορευέσθω μάρτυς, ἐπίσκοπος τῆς Νικομηδέων πόλεως, τὴν κεφαλὴν ἀποτμηθεὶς, Ἄνθιμος. Τῶν δ' ἀπ' Ἀντιοχείας μαρτύρων τὸν πάντα βίον ἄριστος πρεσβύτερος τῆς αὐτόθι παροικίας Λουκιανὸς, ἐν τῇ Νικομηδείᾳ καὶ αὐτὸς, βασιλέως ἐπιπαρόντος, τὴν οὐράνιον τοῦ Χριστοῦ βασιλείαν λόγῳ πρότερον δι' ἀπολογίας, εἶτα δὲ καὶ ἔργοις ἀνακηρύξας. Τῶν δ' ἐπὶ Φοινίκης μαρτύρων γένοιντ' ἂν ἐπισημότατοι τὰ πάντα θεοφιλεῖς τῶν λογικῶν Χριστοῦ θρεμμάτων ποιμένες, Τυραννίων ἐπίσκοπος τῆς κατὰ Τύρον Ἐκκλησίας, πρεσβύτερος τε τῆς κατὰ Σιδῶνα Ζηνόβιος, καὶ ἔτι Σιλβανὸς τῶν ἀμφὶ τὴν Ἔμισαν ἐκκλησιῶν ἐπίσκοπος. Ἀλλ' οὗτος μὲν θηρίων βορὰ μεθ' ἑτέρων ἐπ' αὐτῆς Ἐμίσης γενόμενος, χοροῖς ἀνελήφθη μαρτύρων, τῶν δ' ἐπ' Ἀντιοχείας ἄμφω τὸν τοῦ Θεοῦ λόγον διὰ τῆς εἰς θάνατον ὑπομονῆς ἐδοξασάτην, ὁ μὲν θαλαττίοις παραδοθεὶς βυθοῖς ὁ ἐπίσκοπος, ὁ δὲ ἰατρῶν ἄριστος Ζηνόβιος ταῖς κατὰ τῶν πλευρῶν ἐπιτεθείσαις αὐτῷ καρτερῶς ἐναποθανὼν βασάνοις. Τῶν δ' ἐπὶ Παλαιστίνης μαρτύρων Σιλβανὸς,
Of the ecclesiastical rulers who suffered martyrdom in the distinguished cities, let Anthimus, bishop of the city of the Nicomedians, who was beheaded, be proclaimed first by us on the monuments of the pious as a martyr of the kingdom of Christ. And of the martyrs from Antioch, Lucian, presbyter of the parish there, most excellent throughout his whole life, who himself also in Nicomedia, in the presence of the emperor, proclaimed the heavenly kingdom of Christ first in word through a defence, and afterwards in deeds as well. And of the martyrs in Phoenicia the most distinguished would be the pastors, beloved of God in all respects, of the rational flock of Christ: Tyrannion, bishop of the Church at Tyre, and Zenobius, presbyter of that at Sidon, and further Silvanus, bishop of the churches around Emesa. Now this last, having become food for wild beasts together with others in Emesa itself, was received among the choirs of martyrs; while of those at Antioch both glorified the word of God through endurance unto death, the bishop being delivered to the depths of the sea, and Zenobius, best of physicians, dying steadfastly amidst the tortures laid upon him against his sides. And of the martyrs in Palestine, Silvanus,
Notes, col. 773

On the reading

Printed πρεσβύτερος τε, for πρεσβύτερός τε.

PG 20:776Read from the page
ἐπίσκοπος τῶν ἀμφὶ τὴν Γάζαν ἐκκλησιῶν, κατὰ τὰ ἐν Φαινοῖ χαλκοῦ μέταλλα σὺν ἑτέροις ἑνὸς δέουσι τὸν ἀριθμὸν τεσσαράκοντα τὴν κεφαλὴν ἀποτέμνεται, Αἰγύπτιοί τε αὐτόθι Πηλεὺς καὶ Νεῖλος ἐπίσκοποι μεθ' ἑτέρων τὴν διὰ πυρὸς ὑπέμειναν τελευτήν. Καὶ τὸ μέγα δὲ κλέος τῆς Καισαρέων παροικίας ἐν τούτοις ἡμῖν μνημονευέσθω Πάμφιλος πρεσβύτερος, τῶν καθ' ἡμᾶς θαυμασιώτατος, οὗ τῶν ἀνδραγαθημάτων τὴν ἀρετὴν κατὰ τὸν δέοντα καιρὸν ἀνεγράψαμεν. Τῶν δ' ἐπ' Ἀλεξανδρείας καθ' ὅλης τε Αἰγύπτου καὶ Θηβαΐδος διαπρεπῶς τελειωθέντων, πρῶτος Πέτρος αὐτῆς Ἀλεξανδρείας ἐπίσκοπος, θεῖόν τι χρῆμα διδασκάλων τῆς ἐν Χριστῷ θεοσεβείας, ἀναγεγράφθω· καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων, Φαῦστος καὶ Δῖος καὶ Ἀμμώνιος, τέλειοι Χριστοῦ μάρτυρες· Φιλέας τε καὶ Ἡσύχιος καὶ Παχύμιος καὶ Θεόδωρος, τῶν ἀμφὶ τὴν Αἴγυπτον ἐκκλησιῶν ἐπίσκοποι, μυρίοι τε ἐπὶ τούτοις ἄλλοι διαφανεῖς, οἳ πρὸς τῶν κατὰ χώραν καὶ τόπον παροικιῶν μνημονεύονται· ὧν ἀνὰ τὴν πᾶσαν οἰκουμένην ὑπὲρ τῆς εἰς τὸ θεῖον εὐσεβείας ἠγωνισμένων γραφῇ παραδιδόναι τοὺς ἄθλους, ἐπ' ἀκριβές τε ἕκαστα τῶν περὶ αὐτοὺς συμβεβηκότων ἱστορεῖν, οὐχ ἡμέτερον, τῶν δ' ὄψει τὰ πράγματα παρειληφότων ἴδιον ἂν γένοιτο. Οἷς γε μὴν αὐτὸς παρεγενόμην, τούτους καὶ τοῖς μεθ' ἡμᾶς γνωρίμους δι' ἑτέρας ποιήσομαι γραφῆς. Κατά γε μὴν τὸν παρόντα λόγον τὴν παλινῳδίαν τῶν περὶ ἡμᾶς εἰργασμένων τοῖς εἰρημένοις ἐπισυνάψω, τά τε ἐξ ἀρχῆς τοῦ διωγμοῦ συμβεβηκότα, χρησιμώτατα τυγχάνοντα τοῖς ἐντευξομένοις. Τὰ μὲν οὖν πρὸ τοῦ καθ' ἡμῶν πολέμου τῆς Ῥωμαίων ἡγεμονίας, ἐν ὅσοις δὴ χρόνοις τὰ τῶν ἀρχόντων φίλιά τε ἡμῖν ἦν καὶ εἰρηναῖα, ὁπόσης ἀγαθῶν εὐπορίας καὶ εὐετηρίας ἠξίωτο, τίς ἂν ἐξαρκέσειε λόγος διηγή-
bishop of the churches around Gaza, at the copper mines in Phaeno is beheaded along with others forty save one in number, and the Egyptian bishops Peleus and Nilus there with others endured death by fire. And among these let there be remembered by us also the great glory of the parish of the Caesareans, Pamphilus the presbyter, the most admirable of the men of our time, the excellence of whose brave deeds we have recorded at the fitting season. And of those who were illustriously perfected at Alexandria and throughout the whole of Egypt and the Thebaid, first let Peter, bishop of Alexandria itself, a truly divine marvel among teachers of godliness in Christ, be inscribed; and of the presbyters with him, Faustus and Dius and Ammonius, perfect martyrs of Christ; and Phileas and Hesychius and Pachymius and Theodorus, bishops of the churches around Egypt, and besides these countless other illustrious men, who are commemorated by the parishes in each district and place; to hand down in writing the contests of those who throughout the whole inhabited world contended on behalf of piety towards the divine, and to relate accurately each of the things that befell them, is not ours, but would be proper to those who perceived the events with their own eyes. Yet those at which I myself was present, these I shall make known also to those after us through another treatise. In the present account, however, I shall subjoin to what has been said the recantation of those who wrought these things against us, and the events that befell from the beginning of the persecution, being most profitable to those who shall read them. As for the state of the Roman dominion before the war against us, in all the times when the dispositions of the rulers were friendly and peaceful towards us, of how great an abundance of blessings and prosperity it was deemed worthy, what discourse would suffice to
PG 20:777Read from the page
σασθαι; ὁπότε καὶ οἱ μάλιστα τῆς καθόλου κρατοῦντες ἀρχῆς, δεκαετηρίδας καὶ εἰκοσαετηρίδας τῆς βασιλείας ἐκπλήσαντες, ἐν ἑορταῖς καὶ πανηγύρεσι, φαιδροτάταις τε θαλίαις καὶ εὐφροσύναις, μετὰ πάσης εὐσταθοῦς διετέλουν εἰρήνης. Οὕτω δ' αὐτοῖς ἀπαραποδίστως αὐξούσης καὶ ἐπὶ μέγα ὁσημέραι προϊούσης τῆς ἐξουσίας, ἀθρόως τῆς πρὸς ἡμᾶς εἰρήνης μεταθέμενοι, πόλεμον ἄσπονδον ἐγείρουσιν, οὔπω δ' αὐτοῖς τῆς τοιασδὶ κινήσεως δεύτερον ἔτος πεπλήρωτο, καί τι περὶ τὴν ὅλην ἀρχὴν νεώτερον γεγονὸς, τὰ πάντα πράγματα ἀνατρέπει. Νόσου γὰρ οὐκ αἰσίας τῷ πρωτοστάτῃ τῶν εἰρημένων ἐπισκηψάσης, ὑφ' ἧς δὴ καὶ τὰ τῆς διανοίας εἰς ἔκστασιν αὐτῷ παρήγετο, σὺν τῷ μετ' αὐτὸν δευτερείοις τετιμημένῳ, τὸν δημώδη καὶ ἰδιωτικὸν ἀπολαμβάνει βίον· οὔπω δὲ ταῦθ' οὕτω πέπρακτο, καὶ διχῆ τὰ πάντα τῆς ἀρχῆς διαιρεῖται, πρᾶγμα
recount?—when even those who held chief sway over the universal empire, having completed tenth-year and twentieth-year periods of their reign, continued in festivals and public assemblies, and in most radiant banquets and rejoicings, with all settled peace. And while their authority was thus growing unhindered and advancing greatly day by day, suddenly departing from the peace towards us, they stir up a truceless war; and not yet had a second year of such a movement been completed for them, when something revolutionary happening concerning the whole empire overturns the entirety of affairs. For an unpropitious disease having swooped down upon the foremost of those mentioned, by which indeed even the faculties of his mind were driven into derangement, together with the one honoured with second rank after him he resumes ordinary and private life; and not yet had these things thus been done, when the whole of the empire is divided in two, a thing
PG 20:780Read from the page
μηδ' ἄλλοτέ πω πάλαι γεγονὸς, μνήμῃ παραδεδομένον. Χρόνου δ' οὐ πλείστου μεταξὺ γενομένου, βασιλεὺς Κωνστάντιος τὸν πάντα βίον πραότατα καὶ τοῖς ὑπηκόοις εὐνοϊκώτατα, τῷ τε θείῳ λόγῳ προσφιλέστατα διαθέμενος, παῖδα γνήσιον Κωνσταντῖνον αὐτοκράτορα καὶ Σεβαστὸν ἀνθ' ἑαυτοῦ καταλιπὼν, κοινῷ φύσεως νόμῳ τελευτᾷ τὸν βίον, πρῶτός τε ἐν θεοῖς ἀνηγορεύετο παρ' αὐτοῖς, ἁπάσης μετὰ θάνατον, ὅση βασιλεῖ τις ἂν ὠφείλετο, τιμῆς ἠξιωμένος. χρηστότατος καὶ ἠπιώτατος βασιλέων, ὃς δὴ καὶ μόνος τῶν καθ' ἡμᾶς ἐπαξίως τῆς ἡγεμονίας τὸν πάντα τῆς ἀρχῆς διατελέσας χρόνον, καὶ τἆλλα τοῖς πᾶσι δεξιώτατον καὶ εὐεργετικώτατον παρασχὼν ἑαυτὸν, τοῦ τε καθ' ἡμῶν πολέμου μηδαμῶς ἐπικοινωνήσας, ἀλλὰ καὶ τοὺς ὑπ' αὐτὸν θεοσεβεῖς, ἀβλαβεῖς καὶ ἀνεπηρεάστους φυλάξας, καὶ μήτε τῶν Ἐκκλησιῶν τοὺς οἴκους καθελὼν, μήθ' ἕτερόν τι καθ' ἡμῶν καινουργήσας, τέλος εὐδόκιμον καὶ τρισμακάριον ἀπείληφε τοῦ βίου, μόνος ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐμενῶς καὶ ἐπιδόξως ἐπὶ διαδόχῳ γνησίῳ παιδὶ, πάντα σωφρονεστάτῳ τε καὶ εὐσεβεστάτῳ, τελευτήσας. Τούτου παῖς Κωνσταντῖνος εὐθὺς ἀρχόμενος, βασιλεὺς τελεώτατος καὶ Σεβαστὸς πρὸς τῶν στρατοπέδων, καὶ ἔτι πολὺ τούτων πρότερον πρὸς αὐτοῦ τοῦ παμβασιλέως Θεοῦ ἀναγορευθεὶς, ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστήσατο. Καὶ οὗτος μὲν τοιοῦτος. Λικίνιος δὲ ἐπὶ τούτοις ὑπὸ κοινῆς ψήφου τῶν κρατούντων αὐτοκράτωρ καὶ Σεβαστὸς ἀναπέφηνε. Ταῦτα Μαξιμῖνον δεινῶς ἐλύπει, μόνον Καίσαρα παρὰ πάντας εἰσέτι τότε χρηματίζοντα· ὃς δὴ οὖν τὰ μάλιστα τυραννικὸς ὢν, παραρπάσας ἑαυτῷ τὴν ἀξίαν, Σεβαστὸς ἦν, αὐτὸς ὑφ' ἑαυτοῦ γεγονώς· ἐν τούτῳ δὲ Κωνσταντίνῳ μηχανὴν θανάτου συῤῥάπτων ἁλοὺς, ὁ μετὰ τὴν ἀπόθεσιν ἐπανηρῆσθαι δεδηλωμένος, αισχίστῳ καταστρέφει θανάτῳ. Πρώτου δὲ τού-
never yet at any other time of old recorded in memory as having happened. And not very much time having intervened, the emperor Constantius, having ordered his whole life most gently and with the utmost goodwill towards his subjects, and in a manner most friendly to the divine word, leaving behind in his stead his legitimate son Constantine as sovereign emperor and Augustus, ends his life by the common law of nature, and first among them was proclaimed among the gods, deemed worthy after death of every honour, whatsoever might be owed to an emperor; the kindest and mildest of emperors, who indeed alone of those of our day having passed the whole time of his rule worthily of supreme command, and in other respects having shown himself most gracious and most beneficent to all, and having in no way shared in the war against us, nay rather having preserved even the godly under him unharmed and unmolested, and having neither pulled down the houses of the Churches nor devised any other new measure against us, obtained a glorious and thrice-blessed end of life, alone dying favourably and gloriously in his own reign with a legitimate son as successor, in all respects most temperate and most pious. His son Constantine at the very outset of his rule, having been proclaimed most complete emperor and Augustus by the armies, and yet long before them by God Himself the Universal Sovereign, established himself as an emulator of his father's piety towards our doctrine. Such, then, was he. Thereafter Licinius by common vote of the rulers was declared sovereign emperor and Augustus. These things grievously vexed Maximinus, who up to that time was still styled Caesar alone in contrast to all; he therefore, being exceedingly tyrannical, having usurped the dignity for himself, was Augustus, made so by himself; and meanwhile the one who was shown to have resumed power after his abdication, being caught stitching together a plot of death against Constantine, perishes by a most shameful death. And first of this
Notes, col. 780

On the reading

Printed ἠξιωμένος. χρηστότατος, for ἠξιωμένος, χρηστότατος.

Printed αισχίστῳ, for αἰσχίστῳ.

PG 20:781Read from the page
του τὰς ἐπὶ τιμῇ γραφὰς, ἀνδριάντας τε καὶ ὅσα τοιαῦτα ἐπ' ἀναθέσει νενόμισται, ὡς ἀνοσίου καὶ δυσσεβεστάτου καθῄρουν.
man the paintings in his honour, statues and all such things as it has been customary to set up in dedication, they pulled down as belonging to one unholy and most impious.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Περὶ τοῦ τρόπου τῶν τῆς εὐσεβείας ἐχθρῶν (Nic. H. E. VII, 21).
Concerning the character of the enemies of piety (Nic. H. E. VII, 21).
Τούτου παῖς Μαξέντιος, ὁ τὴν ἐπὶ Ῥώμης τυραννίδα συστησάμενος, ἀρχόμενος μὲν τὴν καθ' ἡμᾶς πίστιν ἐπ' ἀρεσκείᾳ καὶ κολακείᾳ τοῦ δήμου Ῥωμαίων καθυπεκρίνατο, ταύτῃ τε τοῖς ὑπηκόοις τὸν κατὰ Χριστιανῶν ἀνεῖναι προστάττει διωγμὸν, εὐσέβειαν ἐπιμορφάζων, καὶ ὡς ἂν δεξιὸς καὶ πολὺ πρᾷος παρὰ τοὺς προτέρους φανείη. Οὐ μὴν οἷος ἔσεσθαι ἠλπίσθη, τοιοῦτος ἔργοις ἀναπέφηνεν· εἰς πάσας δ' ἀνοσιουργίας ὀκείλας, οὐδὲν ὅ τι μιαρίας ἔργον καὶ ἀκολασίας παραλέλοιπε, μοιχείας τε καὶ παντοίας ἐπιτελῶν φθοράς· διαζευγνύς γέ τοι τῶν ἀνδρῶν τὰς κατὰ νόμον γαμετὰς, ταύτας ἐνυβρίζων, ἀτιμότατα τοῖς ἀνδράσιν αὖθις ἀπέπεμπε· καὶ ταῦτ' οὐκ ἀσήμοις οὐδ' ἀφανέσιν ἐγχειρῶν ἐπετήδευεν, ἀλλ' αὐτῶν δὴ μάλιστα τῶν τὰ πρῶτα τῆς Ῥωμαίων συγκλήτου βουλῆς ἀπενηνεγμένων ἐμπαροινῶν τοῖς ἐξοχωτάτοις. Οἱ πάντες δ' αὐτὸν ὑποπεπτηχότες δῆμοι καὶ ἄρχοντες, ἔνδοξοί τε καὶ ἄδοξοι, δεινῇ κατετρύχοντο τυραννίδι. Καὶ οὐδ' ἠρεμούντων καὶ τὴν πικρὰν φερόντων δουλείαν, ἀπαλλαγή τις ὅμως ἦν τῆς τοῦ τυράννου φονώσης ὠμότητος· ἐπὶ σμικρᾷ γοῦν ἤδη ποτὲ προφάσει, τὸν δῆμον εἰς φόνον τοῖς ἀμφ' αὐτὸν δορυφόροις ἐκδίδωσι, καὶ ἐκτείνετο μυρία τοῦ δήμου Ῥωμαίων πλήθη ἐπὶ μέσης τῆς πόλεως, οὐ Σκυθῶν οὐδὲ βαρβάρων, ἀλλ' αὐτῶν τῶν οἰκείων δόρασι καὶ πανοπλίαις. Συγκλητικῶν γε μὴν φόνος ὁπόσος δι' ἐπιβουλὴν ἐνηργεῖτο τῆς οὐσίας, οὐδ' ἐξαριθμήσασθαι δυνατὸν, ἄλλοτε ἄλλαις πεπλασμέναις αἰτίαις μυρίων ἀναιρουμένων. Ἡ δὲ τῶν κακῶν τῷ τυράννῳ κορωνὶς, ἐπὶ γοητείαν ἤλαυνε· μαγικαῖς ἐπινοίαις τοτὲ μὲν γυναῖκας ἐγκύμονας ἀνασχίζοντος, τοτὲ δὲ νεογνῶν σπλάγχνα βρεφῶν διερευνωμένου, λέοντάς τε κατασφάττοντος, καί τινας ἀῤῥητοποιίας ἐπὶ δαιμόνων προκλήσεις καὶ ἀποτροπιασμὸν τοῦ πολέμου συνισταμένου· διὰ τούτων γὰρ αὐτῷ τὰ τῆς νίκης κατορθωθήσεσθαι, ἡ πᾶσα ἐτύγχανεν ἐλπίς. Οὗτος μὲν οὖν ἐπὶ Ῥώμης τυραννῶν, οὐδ' ἔστιν εἰπεῖν οἷα δρῶν τοὺς ὑπηκόους κατεδουλοῦτο, ὡς ἤδη καὶ τῶν ἀναγκαίων τροφῶν ἐν ἐσχάτῃ σπάνει καὶ ἀπορίᾳ
His son Maxentius, who set up the tyranny at Rome, at the beginning feigned our faith to please and flatter the Roman populace, and in this way orders his subjects to relax the persecution against Christians, putting on an outward show of piety, and that he might appear gracious and much milder in comparison with his predecessors. Yet he did not prove by his deeds to be such as he was hoped to be; rather, having run aground into all unholy deeds, he left no work whatever of defilement and licentiousness undone, committing adulteries and all manner of corruptions: separating, at any rate, lawful wives from their husbands, outraging them, he sent them back again most dishonourably to their husbands; and these things he practised not by laying hands on men of no mark or obscure, but above all drunkenly insulting the most eminent of the very men who had won the foremost places in the Roman senate. And all peoples and rulers cowering beneath him, renowned and unrenowned alike, were worn down by a dreadful tyranny. Nay, not even when they kept quiet and bore the bitter slavery was there nevertheless any deliverance from the murderous cruelty of the tyrant; on a slight pretext, at all events, once already he gives the populace over to slaughter to the bodyguards around him, and countless multitudes of the Roman people were slain in the midst of the city, not by spears and full armour of Scythians or barbarians, but of their very own fellow-countrymen. Moreover, how great a slaughter of senators was wrought through plotting against their wealth, it is not even possible to reckon up, countless men being put to death at one time or another on various fabricated charges. And the crowning point of evils for the tyrant drove on to sorcery: by magical contrivances at one time ripping open pregnant women, at another searching into the entrails of newborn babes, slaughtering lions, and composing certain unspeakable rites for invocations of demons and averting of the war; for his whole hope was that through these means victory would be achieved for him. He, then, playing the tyrant at Rome, enslaved his subjects by doing things impossible even to tell, so that already even of necessary provisions in extreme scarcity and want