Migne Reading Room

PG 20 · cols. 748–757 · Read from the page

Eusebius, Church History, Book VIII

Eusebius, Church History, Book VIII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:748Read from the page
νους, ἀτίμους, τοὺς δὲ ἐν οἰκετίαις, εἰ ἐπιμένοιεν ἐν τῇ τοῦ Χριστιανισμοῦ προθέσει, ἐλευθερίας στερεῖσθαι προαγορεύοντα. Καὶ ἡ μὲν πρώτη καθ' ἡμῶν γραφὴ, τοιαύτη τις ἦν· μετ' οὐ πολὺ δὲ ἑτέρων ἐπιφοιτησάντων γραμμάτων, προσετάττετο τοὺς τῶν ἐκκλησιῶν προέδρους πάντας τοὺς κατὰ πάντα τόπον, πρῶτα μὲν δεσμοῖς παραδίδοσθαι, εἶθ' ὕστερον πάσῃ μηχανῇ θύειν ἐξαναγκάζεσθαι.
be degraded, and that those in households, if they should persist in the profession of Christianity, be deprived of freedom. And the first writing against us was of some such kind; and not long afterwards, when other letters had arrived, it was commanded that all the presidents of the churches in every place should first be delivered over to bonds, and then afterwards be compelled by every contrivance to sacrifice.
ΚΕΦΑΛΑΙΟΝ Γʹ.
Chapter III.
Περὶ τοῦ τρόπου τῶν κατὰ τὸν διωγμὸν ἡγωνισμένων (Nic. H. E. VII, 4).
Concerning the manner of those who contended during the persecution (Niceph. H. E. VII, 4).
Τότε δὴ οὖν τότε πλεῖστοι μὲν ὅσοι τῶν ἐκκλησιῶν ἄρχοντες, δειναῖς αἰκίαις προθύμως ἐναθλήσαντες, μεγάλων ἀγώνων ἱστορίας ἐπεδείξαντο, μυρίοι δ' ἄλλοι τὴν ψυχὴν ὑπὸ δειλίας προναρκήσαντες, προχείρως οὕτως ἀπὸ πρώτης ἐξησθένησαν προσβολῆς· τῶν δὲ λοιπῶν ἕκαστος εἴδη διάφορα βασάνων ἐνήλλαττεν· ὁ μὲν μάστιξιν αἰκιζόμενος τὸ σῶμα, ὁ δὲ στρεβλώσεσι καὶ ξεσμοῖς ἀνυπομονήτοις τιμωρούμενος· ἐφ' οἷς ἤδη τινὲς οὐκ αἴσιον ἀπηνέγκαντο τοῦ βίου τέλος. Ἄλλοι δ' αὖ πάλιν ἄλλως τὸν ἀγῶνα διεξῄεσαν· ὁ μὲν γάρ τις ἑτέρων βίᾳ συνωθούντων καὶ ταῖς παμμιάροις καὶ ἀνάγνοις προσαγόντων θυσίαις, ὡς τεθυκὼς ἀπηλλάττετο, καὶ εἰ μὴ τεθυκὼς ἦν· ὁ δὲ μηθ' ὅλως προσπελάσας, μηδέ τινος ἐναγοῦς ἐφαψάμενος, εἰρηκότων δ' ἑτέρων ὅτι τεθύκοι, σιωπῇ φέρων τὴν συκοφαντίαν ἀπῄει· ἄλλος ἡμιθανὴς αἰρόμενος, ὡς ἂν ἤδη νεκρὸς ἐῤῥίπτετο. Καί τις αὖ πάλιν ἐπ' ἐδάφους κείμενος, μακρὰν ἐσύρετο τοῖν ποδοῖν, ἐν τεθυκόσιν αὐτοῖς λελογισμένος· ὁ δέ τις ἐβόα, καὶ μεγάλῃ διεμαρτύρετο φωνῇ τῆς θυσίας τὴν ἄρνησιν· καὶ ἄλλος Χριστιανὸς εἶναι ἐκεκράγει, τῇ τοῦ σωτηρίου προσρήματος ὁμολογίᾳ λαμπρυνόμενος· ἕτερος τὸ μὴ τεθυκέναι μήτε θύσειν ποτὲ διετείνετο. Ὅμως δ' οὖν καὶ οἵδε πολυχειρίᾳ τῆς ἐπὶ τοῦτο τεταγμένης στρατιωτικῆς παρατάξεως κατὰ στόματος παιόμενοι καὶ κατασιγαζόμενοι, κατά τε προσώπου καὶ παρειῶν τυπτόμενοι, μετὰ βίας ἐξωθοῦντο. Οὕτως ἐξ ἅπαντος οἱ τῆς θεοσεβείας ἐχθροὶ τὸ δοκεῖν ἠνυκέναι, περὶ πολλοῦ ἐτίθεντο. Ἀλλ' οὐ καὶ κατὰ τῶν ἁγίων αὐτοῖς μαρτύρων ταῦτα προὐχώρει· ὧν εἰς ἀκριβῆ διήγησιν τίς ἂν ἡμῖν ἐξαρκέσειε λόγος ;
Then indeed, at that time very many rulers of the churches, having eagerly contended in terrible torments, displayed histories of great struggles, while countless others, having had their soul benumbed beforehand by cowardice, thus readily grew weak from the first assault; and of the rest, each underwent diverse kinds of tortures in turn: one having his body maltreated with scourges, and another punished with rackings and unendurable scrapings; in which some now met an unfavourable end to their life. And others again went through the struggle in other ways: for one, while others pushed him by force and brought him to the all-polluted and impure sacrifices, was dismissed as having sacrificed, even though he had not sacrificed; and another, not having approached at all, nor having touched any accursed thing, when others had said that he had sacrificed, went away bearing the calumny in silence; another, being lifted up half-dead, was cast out as though already dead. And again someone lying upon the ground was dragged a long way by both feet, reckoned among those very ones who had sacrificed; and another cried out, and with a loud voice protested his refusal of the sacrifice; and another shouted that he was a Christian, glorying in the confession of the saving appellation; another maintained that he had neither sacrificed nor would ever sacrifice. Nevertheless, these also, being struck on the mouth and silenced by a multitude of hands of the military detachment appointed for this purpose, and beaten on the face and cheeks, were driven out by force. Thus at all costs the enemies of godliness accounted it of great moment to seem to have accomplished their purpose. Yet not even against the holy martyrs did these things succeed for them; for the accurate narration of whom, what discourse could suffice for us?
PG 20:749Read from the page
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Περὶ τῶν ἀοιδίμων τοῦ Θεοῦ μαρτύρων· ὡς πάντα τόπον ἔπλησαν τῆς ἑαυτῶν μνήμης, ποικίλους τοὺς ὑπὲρ εὐσεβείας ἀναδησάμενοι στεφάνους (Nic. H. E. VII, 3).
Concerning the renowned martyrs of God; how they filled every place with their own memory, having bound upon themselves varied crowns on behalf of piety (Nic. H. E. VII, 3).
Μυρίους μὲν γὰρ ἱστορήσαι ἄν τις θαυμαστὴν ὑπὲρ εὐσεβείας τοῦ Θεοῦ τῶν ὅλων ἐνδεδειγμένους προθυμίαν, οὐκ ἐξ ὅτουπερ μόνον ὁ κατὰ πάντων ἀνεκινήθη διωγμὸς, πολὺ πρότερον δὲ, καθ' ὃν ἔτι τὰ τῆς εἰρήνης συνεκροτεῖτο. Ἄρτι γὰρ ἄρτι πρῶτον ὥσπερ ἀπὸ κάρου βαθέος ὑποκινουμένου τοῦ ταύτην τὴν ἐξουσίαν εἰληφότος, κρύβδην τε ἔτι καὶ ἀφανῶς μετὰ τὸν ἀπὸ Δεκίου καὶ Οὐαλεριανοῦ μεταξὺ χρόνον ταῖς ἐκκλησίαις ἐπιχειροῦντος, οὐκ ἀθρόως τε τῷ καθ' ἡμῶν ἐπαποδυομένου πολέμῳ, ἀλλ' ἔτι τῶν κατὰ τὰ στρατόπεδα μόνων ἀποπειρωμένου· ταύτῃ γὰρ καὶ τοὺς λοιποὺς ἁλῶναι ῥᾳδίως ᾤετο, εἰ πρότερον ἐκείνων καταγωνισάμενος περιγένοιτο· πλείστους παρῆν τῶν ἐν στρατείαις ὁρᾷν ἀσμενέστατα τὸν ἰδιωτικὸν προασπαζομένους βίον, ὡς ἂν μὴ ἔξαρνοι γένοιντο τῆς περὶ τὸν τῶν ὅλων Δημιουργὸν εὐσεβείας. Ὡς γὰρ ὁ στρατοπεδάρχης, ὅς τις ποτὲ ἦν ἐκεῖνος, ἄρτι πρῶτον ἐνεχείρει τῷ κατὰ τῶν στρατευμάτων διωγμῷ, φυλοκρινῶν καὶ διακαθαίρων τοὺς ἐν τοῖς στρατοπέδοις ἀναφερομένους, αἵρεσίν τε διδοὺς, ἢ πειθαρχοῦσιν ἧς μετῆν αὐτοῖς ἀπολαύειν τιμῆς, ἢ τοὐναντίον στέρεσθαι ταύτης, εἰ ἀντιτάττοιντο τῷ προστάγματι, πλεῖστοι ὅσοι τῆς Χριστοῦ βασιλείας στρατιῶται τὴν εἰς αὐτὸν ὁμολογίαν, μὴ μελλήσαντες, τῆς δοκούσης δόξης καὶ εὐπραγίας ἧς εἶχον, ἀναμφιλόγως προὐτίμησαν. Ἤδη δὲ σπανίως τούτων εἷς που καὶ δεύτερος, οὐ μόνον τῆς ἀξίας τὴν ἀποβολὴν, ἀλλὰ καὶ θάνατον τῆς εὐσεβοῦς ἐνστάσεως ἀντικατηλλάττοντο, μετρίως πως ἤδη τότε τοῦ τὴν ἐπιβουλὴν ἐνεργοῦντος καὶ μέχρις αἵματος ἐπ' ἐνίων φθάνειν ἐπιτολμῶντος, τοῦ πλήθους, ὡς ἔοικε, τῶν πιστῶν δεδιττομένου τε αὐτὸν ἔτι καὶ ἀποκναίοντας ἐπὶ τὸν κατὰ πάντων ἀθρόως ἐφορμῆσαι πόλεμον. Ὡς δὲ καὶ γυμνότερον ἐπαπεδύετο, οὐδ' ἔστι λόγῳ δυνατὸν ἀφηγήσασθαι, ὅσους καὶ ὁποίους τοῦ Χριστοῦ μάρτυρας ὀφθαλμοῖς παρῆν ὁρᾷν, τοῖς ἀνὰ πάσας τάς τε πόλεις καὶ τὰς χώρας οἰκοῦσιν.
For one might recount ten thousand men who displayed a marvellous eagerness on behalf of piety towards the God of the universe, not only from the time when the persecution against all was stirred up, but much earlier, during the time when the affairs of peace were still held together. For just when he who had received this authority was for the very first time being stirred up as though from a deep stupor, and was still secretly and unseen making attempts against the churches after the intervening time since Decius and Valerian, and was stripping himself for the war against us not all at once, but still making trial only of those in the camps—for in this way he supposed that the rest too would easily be captured, if first he should contend against those men and prevail over them—one could see very many of those in military service most gladly embracing private life instead, so that they might not become deniers of piety towards the Creator of the universe. For when the commander of the camp, whoever that man was, was just beginning to put his hand to the persecution against the troops, sorting by rank and purging those enrolled in the camps, and giving them a choice, either by obeying to enjoy the honour in which they shared, or on the contrary to be deprived of it if they set themselves against the command, a great many soldiers of Christ's kingdom, without hesitating, unquestionably preferred the confession towards Him above the seeming glory and prosperity which they held. And already on rare occasions one or two of these received in exchange for their pious steadfastness not only the loss of their rank, but even death, as he who was working the plot was as yet acting somewhat moderately then and venturing only in the case of a few to proceed as far as blood, the multitude of the faithful, as it seems, both frightening him still and wearing [him] down from rushing all at once into the war against all. Yet when he stripped himself more openly for the contest, it is not even possible in speech to relate how many and what sort of martyrs of Christ it was possible for those dwelling throughout all the cities and countrysides to behold with their eyes.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Περὶ τῶν κατὰ Νικομήδειαν (Nic. H. E. VII, 5).
Concerning those in Nicomedia (Nic. H. E. VII, 5).
Αὐτίκα γοῦν τῶν οὐκ ἀσήμων τις, ἀλλὰ καὶ ἄγαν κατὰ τὰς ἐν τῷ βίῳ νενομισμένας ὑπεροχὰς ἐνδοξοτάτων, ἅμα τῷ τὴν κατὰ τῶν ἐκκλησιῶν ἐν τῇ Νικομηδείᾳ προτεθῆναι γραφὴν, ζήλῳ τῷ κατὰ Θεὸν
Immediately, at any rate, a certain man of those not undistinguished, indeed even among the most exceedingly illustrious according to the pre-eminences customary in life, as soon as the edict against the churches was posted up in Nicomedia, by zeal according to God
Notes, col. 749

On the reading

Printed ἀποκναίοντας, for ἀποκναίοντος.

PG 20:752Read from the page
ὑποκινηθεὶς, διαπύρῳ τε ἐφορμήσας τῇ πίστει, ἐν προφανεῖ καὶ δημοσίᾳ κειμένην, ὡς ἀνοσίαν καὶ ἀσεβεστάτην ἀνελὼν σπαράττει, δυεῖν ἐπιπαρόντων κατὰ τὴν αὐτὴν πόλιν βασιλέων, τοῦ τε πρεσβυτάτου τῶν ἄλλων, καὶ τοῦ τὸν τέταρτον ἀπὸ τούτου τῆς ἀρχῆς ἐπικρατοῦντος βαθμόν. Ἀλλ' οὗτος μὲν τῶν τηνικάδε πρῶτος τοῦτον διαπρέψας τὸν τρόπον, ἅμα τε τοιαῦτα, οἷα καὶ εἰκὸς ἦν, ὑπομείνας ὡς ἂν ἐπὶ τοιούτῳ τολμήματι, τὸ ἄλυπον καὶ ἀτάραχον εἰς αὐτὴν τελευταίαν διετήρησεν ἀναπνοήν.
moved, and rushing forward with fiery faith, took it down where it was posted in an open and public place and tore it to pieces as unholy and most impious, while two emperors were present in the same city, both the eldest of the rest and the one holding mastery of the fourth rank of the sovereignty after him. Yet this man, having been the first of those at that time to shine forth in this manner, and at the same time having endured such things as was likely for so bold a deed, preserved freedom from grief and calm unto his very last breath.
ΚΕΦΑΛΛΙΟΝ Ϛʹ.
Chapter VI.
Περὶ τῶν κατὰ τοὺς βασιλικοὺς οἴκους (Nic. H. E. VII, 5).
Concerning those in the imperial households (Nic. H. E. VII, 5).
Πάντων δὲ ὅσοι τῶν πώποτε ἀνυμνοῦνται θαυμάσιοι καὶ ἐπ' ἀνδρείᾳ βεβοημένοι, εἴτε παρ' Ἕλλησιν εἴτε παρὰ βαρβάροις, θείους ἤνεγκεν ὁ καιρὸς καὶ διαπρεπεῖς μάρτυρας, τοὺς ἀμφὶ τὸν Δωρόθεον βασιλικοὺς παῖδας, οἳ καὶ τῆς ἀνωτάτω τιμῆς παρὰ τοῖς δεσπόταις ἠξιωμένοι, γνησίων τε αὐτοῖς διαθέσει τέκνων οὐ λειπόμενοι, μείζονα πλοῦτον ὡς ἀληθῶς ἥγηνται τῆς τοῦ βίου δόξης καὶ τρυφῆς τοὺς ὑπὲρ εὐσεβείας ὀνειδισμούς τε καὶ πόνους, καὶ τοὺς κεκαινουργημένους ἐπ' αὐτοῖς πολυτρόπους θανάτους· ὧν ἑνός τινος οἵῳ κέχρηται μνησθέντες τῷ τοῦ βίου τέλει, σκοπεῖν ἐξ αὐτοῦ καὶ τὰ τοῖς ἄλλοις συμβεβηκότα, τοῖς ἐντυγχάνουσι καταλείψομεν· ἤγετό τις εἰς μέσον κατὰ τὴν προειρημένην πόλιν, ἐφ' ὧν δεδηλώκαμεν ἀρχόντων. Θύειν δὴ οὖν προσταχθεὶς, ὡς ἐνίστατο, γυμνὸς μετάρσιος ἀρθῆναι κελεύεται, μάστιξί τε τὸ πᾶν σῶμα καταξαίνεσθαι, εἰσότε ἡττηθεὶς, κἂν ἄκων τὸ προσταττόμενον ποιήσειεν. Ὡς δὲ καὶ ταῦτα πάσχων ἀδιάτρεπτος ἦν, ὄξος λοιπὸν ἤδη τῶν ὀστέων ὑποφαινομένων αὐτοῦ σὺν καὶ ἅλατι φύραντες, κατὰ τῶν διασαπέντων τοῦ σώματος μερῶν ἐνέχεον· ὡς δὲ καὶ ταύτας ἐπάτει τὰς ἀλγηδόνας, ἐσχάρα τοὐντεῦθεν καὶ πῦρ εἰς μέσον εἵλκετο. Καὶ κρεῶν ἐδωδίμων δίκην τὰ λείψανα αὐτῷ τοῦ σώματος ὑπὸ τοῦ πυρὸς οὐκ εἰς ἄθρουν, ὡς ἂν μὴ συντόμως ἀπαλλαγείη, κατὰ βραχὺ δὲ ἀνηλίσκετο, οὐ πρότερον ἀνεῖναι τῶν ἐπιτιθέντων αὐτὸν τῇ πυρᾷ συγχωρουμένων, πρὶν ἂν καὶ μετὰ τοσαῦτα τοῖς προστασσομένοις ἐπινεύσειεν. Ὁ δ' ἀπρὶξ ἐχόμενος τῆς προθέσεως, νικηφόρος ἐν αὐταῖς ταῖς βασάνοις ἀπέδωκε τὴν ψυχήν. Τοιοῦτον τῶν βασιλικῶν ἑνὸς τὸ μαρτύριον παίδων, ἄξιον ὡς ὄντως καὶ τῆς προσηγορίας· Πέτρος γὰρ ἐκα-
Beyond all who have ever been celebrated in song as marvellous and famed for courage, whether among Greeks or among barbarians, the season brought forth divine and distinguished martyrs, the imperial attendants around Dorotheus, who, though deemed worthy of the highest honour by their masters, and falling short not even of legitimate children in affection from them, accounted the reproaches and labours on behalf of piety, and the manifold deaths newly devised against them, to be truly greater wealth than the glory and luxury of life; mentioning what sort of end to life one of them met with, we shall leave it to our readers to perceive from him the things that befell the others as well: a certain man was brought forward in the aforesaid city before the rulers whom we have indicated. Being ordered, then, to sacrifice, as he stood firm, he was commanded to be hoisted aloft naked, and to have his whole body torn with scourges until, overcome, he should perform what was ordered even against his will. When even under these sufferings he remained unshaken, next, with his bones already showing underneath, they mixed vinegar together with salt and poured it down over the mangled parts of his body; and when he trampled upon these pains as well, a gridiron and fire were thereupon dragged into the midst. And after the manner of edible meats the remnants of his body were consumed by the fire not all at once, lest he be swiftly released, but little by little, those placing him upon the pyre not being permitted to desist before, even after such great torments, he should assent to the commands. Yet he, clinging fast to his purpose, yielded up his soul victorious in the very tortures themselves. Such was the martyrdom of one of the imperial attendants, truly worthy also of his appellation; for Peter he was
Notes, col. 752

On the reading

Printed ΚΕΦΑΛΛΙΟΝ, for ΚΕΦΑΛΑΙΟΝ.

PG 20:753Read from the page
λεῖτο Οὐ χείρονα δὲ καὶ τὰ κατὰ τοὺς λοιποὺς ὄντα, λόγου φειδόμενοι συμμετρίας, παραλείψομεν, τοσοῦτον ἱστορήσαντες, ὡς ὅ γε Δωρόθεος καὶ ὁ Γοργόνιος, ἑτέροις ἅμα πλείοσι τῆς βασιλικῆς οἰκετείας, μετὰ τοὺς πολυτρόπους ἀγῶνας βρόχῳ τὴν ζωὴν μεταλλάξαντες, τῆς ἐνθέου νίκης ἀπηνέγκαντο βραβεῖα. Ἐν τούτῳ τῆς κατὰ Νικομήδειαν Ἐκκλησίας ὁ τηνικαῦτα προεστὼς Ἄνθιμος, διὰ τὴν εἰς Χριστὸν μαρτυρίαν, τὴν κεφαλὴν ἀποτέμνεται· τούτῳ δὲ πλῆθος ἄθρουν μαρτύρων προστίθεται, οὐκ οἶδ' ὅπως ἐν τοῖς κατὰ τὴν Νικομήδειαν βασιλείοις, πυρκαϊᾶς ἐν αὐταῖς δὴ ταῖς ἡμέραις ἀφθείσης· ἣν καθ' ὑπόνοιαν ψευδῆ πρὸς τῶν ἡμετέρων ἐπιχειρηθῆναι λόγου διαδοθέντος, παγγενῆ σωρηδὸν βασιλικῷ νεύματι τῶν τῇδε θεοσεβῶν, οἱ μὲν ξίφει κατεσφάττοντο, οἱ δὲ διὰ πυρὸς ἐτελειοῦντο. Ὅτε λόγος ἔχει, προθυμίᾳ θείᾳ τινὶ καὶ ἀῤῥήτῳ, ἄνδρας ἅμα γυναιξὶν ἐπὶ τὴν πυρὰν καθάλλεσθαι· δήσαντες δὲ οἱ δήμιοι ἄλλο τι πλῆθος ἐπὶ σκάφαις, τοῖς θαλαττίοις ἐναπέῤῥιπτον βυθοῖς. Τοὺς δέ γε βασιλικοὺς μετὰ θάνατον παῖδας, γῇ κατὰ τῆς προσηκούσης κηδείας παραδοθέντας, αὖθις ἐξ ὑπαρχῆς ἀνορύξαντες ἐναποῤῥῖψαι θαλάσσῃ καὶ αὐτοὺς ᾤοντο δεῖν οἱ νενομισμένοι δεσπόται, ὡς ἂν μὴ ἐν μνήμασιν ἀποκειμένους προσκυνοῖέν τινες, θεοὺς αὐτοὺς, ὥς γε ᾤοντο, λογιζόμενοι. Καὶ τὰ μὲν ἐπὶ τῆς Νικομηδείας κατὰ τὴν ἀρχὴν ἀποτελεσθέντα τοῦ διωγμοῦ, τοιαῦτα. Οὐκ εἰς μακρὸν δὲ ἑτέρων κατὰ τὴν Μελιτινὴν οὕτω καλουμένην χώραν, καὶ αὖ πάλιν ἄλλων ἀμφὶ τὴν Συρίαν ἐπιφυῆναι τῇ βασιλείᾳ πεπειραμένων, τοὺς πανταχόσε τῶν ἐκκλησιῶν προεστῶτας εἰρκταῖς καὶ δεσμοῖς ἐνεῖραι πρόσταγμα ἐφοίτα βασιλικόν. Καὶ ἦν ἡ θέα τῶν ἐπὶ τούτοις γινομένων πᾶσαν διήγησιν ὑπεραίρουσα, μυρίου πλήθους ἐν παντὶ τόπῳ καθειργνυμένου, καὶ τὰ πανταχῆ δεσμωτήρια ἀνδροφόνοις καὶ τυμβωρύχοις πάλαι πρότερον ἐπεσκευασμένα, τότε πληρούντων ἐπισκόπων
called. Matters concerning the rest, though not inferior, we shall pass over, sparing the due proportion of our account, having recorded only so much: that Dorotheus and Gorgonius, together with many others of the imperial household, after manifold contests exchanged life by the noose and bore away the prizes of godlike victory. At this time Anthimus, who then presided over the Church in Nicomedia, was beheaded for his witness to Christ; and to him a dense multitude of martyrs was added, a conflagration having broken out, I know not how, in the imperial palace at Nicomedia in those very days; when a report was spread through a false suspicion that this had been attempted by our people, by imperial nod the God-fearing there, with their whole families and in heaps, were in part slaughtered by the sword and in part perfected through fire. At that time the report goes that with a certain divine and ineffable eagerness men together with women leapt down upon the pyre; while the executioners bound another multitude upon skiffs and cast them into the depths of the sea. As for the imperial attendants after death, though they had been committed to the earth by way of fitting burial, their reputed masters thought it necessary to dig them up all over again and cast them too into the sea, lest any should worship them as they lay in tombs, reckoning them, at least as those men supposed, to be gods. Such, then, were the things accomplished at Nicomedia at the beginning of the persecution. Before long, when others in the region called Melitene, and once again others around Syria, attempted to seize upon the sovereignty, an imperial command went forth to thrust into prisons and bonds those who presided over the churches everywhere. And the spectacle of the things taking place upon this surpassed every narrative, a myriad multitude being shut up in every place, and the prisons everywhere, prepared long before for murderers and grave-robbers, being filled then with bishops
Notes, col. 753

On the reading

Printed λεῖτο Οὐ, for λεῖτο. Οὐ.

Printed κατὰ τῆς, for μετὰ τῆς.

PG 20:756Read from the page
καὶ πρεσβυτέρων καὶ διακόνων, ἀναγνωστῶν τε καὶ ἐπορκιστῶν, ὡς μηδὲ χώραν ἔτι τοῖς ἐπὶ κακουργίαις κατακρίτοις αὐτόθι καταλείπεσθαι. Αὖθις δ' ἑτέρων τὰ πρῶτα γράμματα ἐπικατειληφότων, ἐν οἷς τοὺς κατακλείστους, θύσαντας μὲν, ἐᾷν βαδίζειν ἐπ' ἐλευθερίας, ἐνισταμένους δὲ μυρίαις καταξαίνειν προστέτακτο βασάνοις, πῶς ἂν πάλιν ἐνταῦθα τῶν καθ' ἑκάστην ἐπαρχίαν μαρτύρων ἀριθμήσειέ τις τὸ πλῆθος, καὶ μάλιστα τῶν κατὰ τὴν Ἀφρικὴν καὶ τὸ Μαύρων ἔθνος, Θηβαῗδα τε καὶ κατ' Αἴγυπτον; ἐξ ἧς καὶ εἰς ἑτέρας ἤδη προελθόντες πόλεις τε καὶ ἐπαρχίας, διέπρεψαν τοῖς μαρτυρίοις.
and presbyters and deacons, readers and exorcists, so that no room at all was left there any longer for those condemned for crimes. And when once again other letters overtook the first ones, in which it had been commanded to allow those shut up, if they sacrificed, to go in freedom, but if they resisted, to tear them with ten thousand tortures, how again in this case could anyone number the multitude of the martyrs in each province, and especially of those throughout Africa and the nation of the Moors, the Thebaid and throughout Egypt? Going forth already from there into other cities and provinces as well, they shone forth in their martyrdoms.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Περὶ τῶν κατὰ Φοινίκην Αἰγυπτίων (Nic. H. E. VII, 7).
Concerning the Egyptians in Phoenicia (Nic. H. E. VII, 7).
Ἴσμεν γοῦν τοὺς ἐξ αὐτῶν διαλάμψαντας ἐν Παλαιστίνῃ, ἴσμεν δὲ καὶ τοὺς ἐν Τύρῳ τῆς Φοινίκης· οὓς τίς ἰδὼν, οὐ κατεπλάγη τὰς ἀναριθμήτους μάστιγας, καὶ τὰς ἐν τούτοις τῶν ὡς ἀληθῶς παραδόξων τῆς θεοσεβείας ἀθλητῶν ἐνστάσεις, τόν τε παραχρῆμα μετὰ τὰς μάστιγας ἐν θηρσὶν αἱμοβόροις ἀγῶνα, καὶ τὰς ἐν τούτῳ παρδάλεων καὶ διαφόρων ἄρκτων, συῶν τε ἀγρίων καὶ πυρὶ καὶ σιδήρῳ κεκαυτηριασμένων βοῶν προσβολὰς, καὶ τὰς πρὸς ἕκαστον τῶν θηρίων θαυμασίους τῶν γενναίων ὑπομονάς; Οἷς γιγνομένοις καὶ αὐτοὶ παρῆμεν, ὁπηνίκα τοῦ μαρτυρουμένου Σωτῆρος ἡμῶν αὐτοῦ δὴ Ἰησοῦ Χριστοῦ τὴν θείαν δύναμιν ἐπιπαροῦσαν, ἐναργῶς τε αὑτὴν τοῖς μάρτυσιν ἐπιδεικνῦσαν ἱστορήσαμεν, τῶν ἀνθρωποβόρων ἐπὶ πλείονα χρόνον μὴ προσψαύειν μηδὲ πλησιάζειν τοῖς τῶν θεοφιλῶν σώμασιν ἐπιτολμώντων, ἀλλ' ἐπὶ μὲν τοὺς ἄλλους, ὅσοι δήπουθεν ἔξωθεν ἐρεθισμοῖς παρώρμων αὐτὰ, φερομένων, μόνων δὲ τῶν ἱερῶν ἀθλητῶν γυμνῶν ἑστώτων καὶ ταῖς χερσὶ κατασειόντων, ἐπί τε σφᾶς αὐτοὺς ἐπισπωμένων (τοῦτο γὰρ αὐτοῖς ἐκελεύετο πράττειν) μηδ' ὅλως ἐφαπτομένων, ἀλλ' ἔσθ' ὅπη μὲν καὶ ἐπ' αὐτοὺς ὁρμώντων, οἷα δὲ πρός τινος θειοτέρας δυνάμεως ἀνακρου-
We know, at any rate, those of them who shone out in Palestine, and we know also those at Tyre in Phoenicia; seeing whom, who was not astonished at the innumerable scourges, and the steadfastness under them of these truly extraordinary athletes of godliness, and the contest straightway after the scourges among bloodthirsty beasts, and in it the assaults of leopards and various bears, of wild boars too and bulls cauterized with fire and iron, and the marvellous endurance of those noble men against each of the beasts? At these events we ourselves were also present, when we observed the divine power of our Saviour Himself, Jesus Christ, to Whom witness was borne, attending and manifestly displaying itself to the martyrs, as for a considerable time the man-devouring beasts did not venture to touch or even approach the bodies of those dear to God, but rushed against the others who from outside, wherever it might be, were provoking them with goadings, while they did not touch at all the sacred athletes alone, who stood naked and waved with their hands and drew them on towards themselves (for this they were commanded to do), and though sometimes they even dashed at them, yet as if by some more divine power they were beaten
PG 20:757Read from the page
ομένων, καὶ αὖ πάλιν εἰς τοὐπίσω χωρούντων. Ὅ καὶ εἰς μακρὸν γινόμενον, θαῦμα παρεῖχεν οὐ σμικρὸν τοῖς θεωμένοις, ὥστε ἤδη διὰ τὸ ἄπρακτον τοῦ πρώτου, δεύτερον καὶ τρίτον προσαφίεσθαι ἑνὶ καὶ τῷ αὐτῷ μάρτυρι θηρίον. Καταπλαγῆναι δ' ἦν τὴν ἐπὶ τούτοις ἀπτόητον τῶν ἱερῶν ἐκείνων καρτερίαν, καὶ τὴν ἐν σώμασι νέοις βεβηκυῖαν καὶ ἀδιάτρεπτον ἔνστασιν. Ἑώρας γοῦν ἡλικίαν οὐδ' ὅλων ἐτῶν εἴκοσι, δίχα δεσμῶν ἑστῶτος νέου, καὶ τὰς μὲν χεῖρας ἐφαπλοῦντος εἰς σταυροῦ τύπον, ἀκαταπλήκτῳ δὲ καὶ ἀτρεμεῖ διανοίᾳ ταῖς πρὸς τὸ Θεῖον σχολαίτατα τεταμένου λιταῖς, μηδ' ὅλως τε μεθισταμένου μηδ' ἀποκλίνοντός ποι τοῦ ἔνθα εἱστήκει τόπου, ἄρκτων καὶ παρδάλεων θυμοῦ καὶ θανάτου πνεόντων, καὶ σχεδὸν αὐτῆς καθαπτομένων αὐτοῦ τῆς σαρκὸς, ἀλλ' οὐκ οἶδ' ὅπως θείᾳ καὶ ἀποῤῥήτῳ δυνάμει μονονουχὶ φραττομένων τὸ στόμα, καὶ αὖθις παλινδρομούντων εἰς τοὐπίσω. Καὶ οὗτος μὲν οὖν τοιοῦτός τις ἦν. Πάλιν δ' ἂν ἑτέρους εἶδες, πέντε γὰρ οἱ πάντες ἐτύγχανον, ἠγριωμένῳ ταύρῳ παραβληθέντας, ὃς τοὺς μὲν ἄλλους τῶν ἔξωθεν προσιόντων, τοῖς κέρασιν εἰς τὸν ἀέρα ῥίπτων διεσπάραττεν, ἡμιθνῆτας αἴρεσθαι καταλιπὼν, ἐπὶ μόνους δὲ θυμῷ καὶ ἀπειλῇ τοὺς ἱεροὺς ὁρμῶν μάρτυρας, οὐδὲ πλησιάζειν αὐτοῖς οἷός τε ἦν, κυρίττων δὲ τοῖς ποσὶ καὶ τοῖς κέρασι τῇδε κἀκεῖσε χρώμενος, καὶ διὰ τοὺς τῶν καυτήρων ἐρεθισμοὺς θυμοῦ καὶ ἀπειλῆς πνέων, εἰς τοὐπίσω πρὸς τῆς ἱερᾶς ἀνθείλκετο Προνοίας· ὡς μηδὲ τούτου μηδὲν μηδαμῶς αὐτοὺς ἀδικήσαντος, ἕτερα ἄττα αὐτοῖς ἐπαφίεσθαι θηρία. Τέλος δὴ οὖν μετὰ τὰς δεινὰς καὶ ποικίλας τούτων προσβολὰς, ξίφει κατασφαγέντες οἱ πάντες, ἀντὶ γῆς καὶ τάφων τοῖς θαλαττίοις παραδίδονται κύμασι.
back, and once again retreated backwards. When this went on for a long while, it occasioned no small wonder to the spectators, so that now, because the first beast accomplished nothing, a second and a third were let loose against one and the same martyr. One might be astounded at the undismayed endurance of those sacred men in the face of these things, and the firm and unshaken steadfastness in young bodies. You could see, at any rate, the youth of not even twenty full years standing without bonds, spreading out his hands into the form of a cross, and with undaunted and untrembling mind most leisurely intent upon his supplications towards the Divine, neither shifting at all nor turning aside anywhither from the spot where he stood, while bears and leopards breathed fury and death and almost fastened upon his very flesh, yet I know not how, by a divine and ineffable power, had their mouths all but stopped up, and ran back again to the rear. Such a one, then, was this youth. Again you would have seen others—for they were five in all—cast before an enraged bull, which tossed into the air with its horns the others who approached from outside and tore them apart, leaving them to be carried off half-dead, whereas when it rushed in fury and menace at the sacred martyrs alone, it was not even able to come near them, but stamping with its hooves and plying its horns hither and thither, and breathing fury and menace because of the goadings of the branding-irons, it was drawn back to the rear by sacred Providence; so that, as this beast too harmed them in no way whatever, other beasts were let loose against them. At last, then, after the terrible and varied assaults of these beasts, all of them were slaughtered with the sword, and instead of earth and tombs were committed to the waves of the sea.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Περὶ τῶν κατὰ τὴν Αἴγυπτον (Nic. H. E. VII, 8).
Concerning those in Egypt (Nic. H. E. VII, 8).
Καὶ τοιοῦτος μὲν ὁ ἀγὼν τῶν κατὰ Τύρον τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἐνδειξαμένων Αἰγυπτίων. Θαυμάσειε δ' ἄν τις αὐτῶν καὶ τοὺς ἐπὶ τῆς οἰκείας γῆς μαρτυρήσαντας· ἔνθα μυρίοι τὸν ἀριθμὸν ἄνδρες ἅμα γυναιξὶ καὶ παισὶν, ὑπὲρ τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας τοῦ προσκαίρου ζῆν καταφρονήσαντες, διαφόρους ὑπέμειναν θανάτους. Οἱ μὲν αὐτῶν μετὰ ξεσμοὺς καὶ στρεβλώσεις μάστιγάς τε χαλεπωτάτας, καὶ μυρίας ἄλλας ποικίλας καὶ φρικτὰς ἀκοῦσαι βασάνους πυρὶ παραδοθέντες, οἱ δὲ πελάγει καταβροχθισθέντες, ἄλλοι δὲ εὐθαρσῶς τοῖς ἀποτέμνουσι τὰς ἑαυτῶν προτείναντες κεφαλὰς, οἱ δὲ καὶ ἐναποθανόντες ταῖς βασάνοις, ἕτεροι δὲ λιμῷ διαφθαρέντες· καὶ ἄλλοι πάλιν ἀνασκολοπισθέντες, οἱ μὲν κατὰ τὸ σύνηθες τοῖς κακούργοις, οἱ δὲ καὶ χειρόνως ἀνάπαλιν
Such was the contest of the Egyptians who displayed their struggles on behalf of piety at Tyre. Yet one might also marvel at those of them who bore witness in their own land; where men ten thousand in number, together with women and children, despising temporary life on behalf of our Saviour's teaching, endured various deaths. Some of them, after scrapings and rackings and most grievous scourges, and ten thousand other varied tortures frightful to hear, were delivered to fire, while others were swallowed up in the open sea, and others courageously stretched forth their own heads to those cutting them off, and some died even in the tortures, and others perished by famine; and others again were impaled on stakes, some in the manner customary for malefactors, and others even worse, upside down
Notes, col. 757

On the reading

Printed Ὅ καὶ, for Ὃ καὶ.