Migne Reading Room

PG 20 · cols. 728–736 · Read from the page

Eusebius, Church History, Book VII

Eusebius, Church History, Book VII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:728Read from the page
εἴη, τοιούτων ἐπὶ τοῦ παρόντος μνημονεῦσαι.
it be, to make mention of such things at the present time.
Ἐκ τῶν περὶ τοῦ Πάσχα Ἀνατολίου κανόνων.
From the Canons of Anatolius concerning the Pascha.
« Ἔχεις τοίνυν ἐν τῷ πρώτῳ ἔτει τὴν νουμηνίαν τοῦ πρώτου μηνὸς, ἥτις ἁπάσης ἐστὶν ἀρχὴ τῆς ἐννεακαιδεκαετηρίδος, τῇ καθ' Αἰγυπτίους μὲν Φαμενὼθ ἕκτῃ καὶ εἰκάδι, κατὰ δὲ τοὺς Μακεδόνων μῆνας, Δύστρου δευτέρᾳ καὶ εἰκάδι, ὡς δ' ἂν εἴποιεν Ῥωμαῖοι, πρὸ ἕνδεκα Καλανδῶν Ἀπριλίων. Εὑρίσκεται δὲ ὁ ἥλιος ἐν τῇ προκειμένῃ Φαμενὼθ ἕκτῃ καὶ εἰκάδι οὐ μόνον ἐπιβὰς τοῦ πρώτου τμήματος, ἀλλ' ἤδη καὶ τετάρτην ἡμέραν ἐν αὐτῷ διαπορευόμενος. Τοῦτο δὲ τὸ τμῆμα, πρῶτον δωδεκατημόριον καὶ ἰσημερινὸν, καὶ μηνῶν ἀρχὴν, καὶ κεφαλὴν τοῦ κύκλου, καὶ ἄφεσιν τοῦ τῶν πλανητῶν δρόμου καλεῖν εἰώθασι· τὸ δὲ πρὸ τούτου, μηνῶν ἔσχατον καὶ τμῆμα δωδέκατον, καὶ τελευταῖον δωδεκατημόριον, καὶ τέλος τῆς τῶν πλανητῶν περιόδου. Διὸ καὶ τοὺς ἐν αὐτῷ τιθεμένους τὸν πρῶτον μῆνα, καὶ τὴν τεσσαρεσκαιδεκάτην τοῦ Πάσχα κατ' αὐτὴν λαμβάνοντας, οὐ μικρῶς οὐδ' ὡς ἔτυχεν ἁμαρτάνειν φαμέν. Ἔστι δ' οὐχ ἡμέτερος οὗτος ὁ λόγος. Ἰουδαίοις δὲ ἐγινώσκετο τοῖς πάλαι καὶ πρὸ Χριστοῦ, ἐφυλάττετό τε πρὸς αὐτῶν μάλιστα. Μαθεῖν δ' ἔστιν ἐκ τῶν ὑπὸ Φίλωνος, Ἰωσήπου, Μουσαίου λεγομένων· καὶ οὐ μόνων τούτων, ἀλλὰ καὶ τῶν ἔτι παλαιοτέρων, ἀμφοτέρων Ἀγαθοβούλων τῶν ἐπίκλην διδασκάλων, Ἀριστοβούλου τοῦ πάνυ, ὃς ἐν τοῖς Ἑβδομήκοντα κατειλεγμένος τοῖς τὰς ἱερὰς καὶ θείας Ἑβραίων ἑρμηνεύσασι Γραφὰς, Πτολεμαίῳ τῷ Φιλαδέλφῳ καὶ τῷ τούτου πατρὶ, καὶ βίβλους ἐξηγητικὰς τοῦ Μωϋσέως νόμου τοῖς αὐτοῖς προσεφώνησε βασιλεῦσιν. Οὗτοι τὰ ζητούμενα κατὰ τὴν ἔξοδον ἐπιλύοντες, φασὶ δεῖν τὰ διαβατήρια θύειν ἐπίσης ἅπαντας
"You have, therefore, in the first year the new moon of the first month, which is the beginning of the entire nineteen-year cycle, on the twenty-sixth of Phamenoth according to the Egyptians, and according to the months of the Macedonians on the twenty-second of Dystrus, or, as the Romans would say, eleven days before the Kalends of April. And the sun is found on the aforesaid twenty-sixth of Phamenoth not only having entered upon the first segment, but already traversing the fourth day within it. This segment they are accustomed to call the first twelfth-part, and the equinoctial, and the beginning of months, and the head of the cycle, and the starting-point of the course of the planets; whereas that before this they call the last of months, and the twelfth segment, and the final twelfth-part, and the end of the circuit of the planets. Wherefore also those who place the first month in it, and who take the fourteenth of the Pascha according to it, we affirm to err in no slight or ordinary way. And this statement is not our own; it was known to the Jews of old even before Christ, and was most strictly observed by them. One may learn this from the things said by Philo, Josephus, and Musaeus; and not by these alone, but also by those still more ancient, both the Agathobuli surnamed the Teachers, the renowned Aristobulus, who was reckoned among the Seventy who translated the sacred and divine Scriptures of the Hebrews for Ptolemy Philadelphus and his father, and who dedicated exegetical books on the law of Moses to the same kings. These men, in resolving the questions inquired into concerning Exodus, say that all alike ought to sacrifice the Passover offerings
PG 20:729Read from the page
μετὰ ἰσημερίαν ἐαρινὴν, μεσοῦντος τοῦ πρώτου μηνός· τοῦτο δὲ εὑρίσκεσθαι, τὸ πρῶτον τμῆμα τοῦ ἡλιακοῦ, ἢ, ὡς τινες αὐτῶν ὠνόμασαν, ζωοφόρου κύκλου διεξιόντος ἡλίου. Ὁ δὲ Ἀριστόβουλος προστίθησιν, ὡς εἴη ἐξανάγκης τῇ τῶν διαβατηρίων ἑορτῇ μὴ μόνον τὸν ἥλιον τὸ ἰσημερινὸν διαπορεύεσθαι τμῆμα, καὶ τὴν σελήνην δέ. Τῶν γὰρ ἰσημερινῶν τμημάτων ὄντων δύο, τοῦ μὲν ἐαρινοῦ, τοῦ δὲ μετοπωρινοῦ, καὶ διαμετρούντων ἄλληλα, δοθείσης τε τῆς τῶν διαβατηρίων ἡμέρας τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς μεθ' ἑσπέραν, ἑστήξεται μὲν σελήνη τὴν ἐναντίαν καὶ διάμετρον τῷ ἡλίῳ στάσιν. Ὥσπερ οὖν ἔξεστιν ἐν ταῖς πανσελήνοις ὁρᾷν· ἔσονται δὲ ὁ μὲν, κατὰ τὸ ἐαρινὸν ἰσημερινὸν ὁ ἥλιος τμῆμα, ἡ δὲ, ἐξανάγκης κατὰ τὸ φθινοπωρινὸν ἰσημερινὸν ἡ σελήνη. Οἶδα πλεῖστα καὶ ἄλλα πρὸς αὐτῶν λεγόμενα, τοῦτο μὲν πιθανὰ, τοῦτο δὲ κατὰ τὰς κυριακὰς ἀποδείξεις προϊόντα, δι' ὧν παριστάνειν πειρῶνται τὴν τοῦ Πάσχα καὶ τῶν ἀζύμων ἑορτὴν δεῖν πάντως μετ' ἰσημερίαν ἄγεσθαι· παρίημι δὲ τὰς τοιαύτας τῶν ἀποδείξεων ὕλας ἀπαιτῶν· ᾧ περιῄρηται μὲν τὸ ἐπὶ τοῦ Μωϋσέως νόμῳ κάλυμμα, ἀνακεκαλυμμένῳ δὲ τῷ προσώπῳ λοιπὸν ἤδη Χριστὸν καὶ τὰ Χριστοῦ ἀεὶ κατοπτρίζεσθαι μαθήματά τε καὶ παθήματα. Τοῦ δὲ τὸν πρῶτον παρ' Ἑβραίοις μῆνα περὶ ἰσημερίαν εἶναι, παραστατικὰ καὶ τὰ ἐν τῷ Ἐνὼχ μαθήματα. » Καὶ ἀριθμητικὰς δὲ καταλέλοιπεν ὁ αὐτὸς ἐν ὅλοις δέκα συγγράμμασιν εἰσαγωγὰς, καὶ ἄλλα δείγματα τῆς περὶ τὰ θεῖα σχολῆς τε αὐτοῦ καὶ πολυπειρίας. Τούτῳ πρῶτος ὁ τῆς Παλαιστινῶν Καισαρείας ἐπίσκοπος Θεότεκνος, χεῖρας εἰς ἐπισκοπὴν ἐπιτέθεικε, διάδοχον ἑαυτοῦ μετὰ τελευτὴν ποριεῖσθαι τῇ ἰδίᾳ παροικίᾳ προμνώμενος. Καὶ δὴ ἐπὶ σμικρόν τινα χρόνον ἄμφω τῆς αὐτῆς προὔστησαν Ἐκκλησίας· ἀλλὰ γὰρ ἐπὶ τὴν Ἀντιόχειαν τῆς κατὰ Παύλου συνόδου καλούσης, τὴν Λαοδικέων πόλιν παριὼν πρὸς τῶν ἀδελφῶν αὐτόθι κοιμηθέντος
after the vernal equinox, in the middle of the first month; and that this is found to occur when the sun passes through the first segment of the solar, or, as some of them named it, the zodiacal circle. And Aristobulus adds that at the feast of the Passover offerings it is of necessity that not only the sun should traverse an equinoctial segment, but the moon also. For since there are two equinoctial segments, the one vernal and the other autumnal, and diametrically opposite one another, and since the day of the Passover offerings is given on the fourteenth of the month after evening, the moon will stand in the station opposite and diametrical to the sun, just as indeed one may see at full moons; and the one, the sun, will be at the vernal equinoctial segment, while the other, the moon, will of necessity be at the autumnal equinoctial segment. I know very many other things also said by them, partly probable, partly proceeding according to authoritative demonstrations, through which they endeavour to establish that the feast of the Pascha and of Unleavened Bread ought by all means to be celebrated after the equinox; but I refrain from demanding such materials of demonstrations for one from whom the veil upon the law of Moses has been taken away, and to whom it remains henceforth with unveiled face always to behold as in a mirror Christ and the teachings and sufferings of Christ. And that the first month among the Hebrews is around the equinox, the teachings in Enoch also serve to establish." The same man has also left behind arithmetical introductions in ten whole treatises, and other proofs of his study and wide experience in divine things. Upon him first Theotecnus, bishop of Caesarea in Palestine, laid hands for the episcopate, wooing beforehand to procure him for his own parish as his successor after his decease. And indeed for some brief time both presided over the same Church; yet when the synod against Paul summoned him to Antioch, as he was passing by the city of the Laodiceans, by the brethren there, after the falling asleep
Notes, col. 729

On the reading

Printed ὡς τινες, for ὥς τινες.

PG 20:732Read from the page
Εὐσεβίου κεκράτηται, καὶ τοῦ Ἀνατολίου δὲ τὸν βίον μεταλλάξαντος, τῆς ἐκεῖσε παροικίας ὕστατος τῶν πρὸ τοῦ διωγμοῦ καθίσταται Στέφανος· λόγων μὲν φιλοσόφων καὶ τῆς ἄλλης παρ' Ἕλλησι παιδείας, παρὰ τοῖς πολλοῖς θαυμασθεὶς, οὐχ ὁμοίως γε μὴν περὶ τὴν θείαν πίστιν διατεθειμένος, ὡς προϊὼν ὁ τοῦ διωγμοῦ καιρὸς ἀπήλεγξεν, εἴρωνα μᾶλλον δειλόν τε καὶ ἄνανδρον, ἤπερ ἀληθῆ φιλόσοφον ἀποδείξας τὸν ἄνδρα. Οὐ μὴν ἐπὶ τούτῳ γε καταστρέφειν ἤμελλε τὰ τῆς Ἐκκλησίας, ἀνορθοῦται δ' αὐτὰ, πρὸς αὐτοῦ Θεοῦ τοῦ πάντων Σωτῆρος αὐτίκα τῆς αὐτόθι παροικίας ἐπίσκοπος ἀναδειχθεὶς, Θεόδοτος, πράγμασιν αὐτοῖς ἀνὴρ καὶ τὸ κύριον ὄνομα καὶ τὸν ἐπίσκοπον ἐπαληθεύσας. Ἰατρικῆς μὲν γὰρ σωμάτων ἀπεφέρετο τὰ πρῶτα τῆς ἐπιστήμης, ψυχῶν δὲ θεραπευτικῆς, οἷος οὐδὲ ἄλλος ἀνθρώπων ἐτύγχανε, φιλανθρωπίας, γνησιότητος, συμπαθείας, σπουδῆς τῆς τῶν παρ' αὐτοῦ δεομένων ὠφελείας ἕνεκεν. Πολὺ δὲ ἦν αὐτῷ καὶ τὸ περὶ τὰ θεῖα μαθήματα συνησκημένον. Οὗτος μὲν δὴ τοιοῦτος ἦν. Ἐν Καισαρείᾳ δὲ τῆς Παλαιστίνης σπουδαιότατα Θεότεκνον τὴν ἐπισκοπὴν διελθόντα, Ἀγάπιος διαδέχεται· ὃν καὶ πολλὰ καμεῖν, γνησιωτάτην τε πρόνοιαν τῆς τοῦ λαοῦ προστασίας ἴσμεν πεποιημένον, πλουσίᾳ τε χειρὶ πάντων μάλιστα πενήτων ἐπιμεμελημένον. Κατὰ τοῦτον ἐλλογιμώτατον αὐτῷ τε βίῳ φιλόσοφον ἀληθῆ, πρεσβείου τῆς αὐτόθι παροικίας ἠξιωμένον, Πάμφιλον ἔγνωμεν· ὃν ὁποῖός τις ἦν καὶ ὅθεν ὁρμώμενος, οὐ σμικρᾶς ἂν γένοιτο δηλοῦν ὑποθέσεως· ἕκαστα δὲ τοῦ κατ' αὐτὸν βίου καὶ ἧς συνεστήσατο διατριβῆς, τούς τε κατὰ τὸν διωγμὸν ἐν διαφόροις ὁμολογίαις ἀγῶνας αὐτοῦ, καὶ ὃν ἐπὶ πᾶσιν ἀνεδήσατο τοῦ μαρτυρίου στέφανον, ἐν ἰδίᾳ τῇ περὶ αὐτοῦ διειλήφαμεν ὑποθέσει. Ἀλλ' οὗτος μὲν τῶν τῇδε θαυμασιώτατος. Ἐν δὲ τοῖς μάλιστα καθ' ἡμᾶς
of Eusebius, he is detained; and when Anatolius also had departed this life, Stephen is appointed last of those before the persecution over the parish there—a man admired by the many for philosophical discourses and the rest of education among the Greeks, yet not similarly disposed towards the divine faith, as the advancing season of the persecution convicted him, showing the man a cowardly and unmanly dissembler rather than a true philosopher. Yet the affairs of the Church were not on this account about to be overturned; rather, Theodotus straightway sets them upright again, having been declared bishop of the parish there by God Himself, the Saviour of all—a man who by very deeds verified both his proper name and the title of bishop. For he carried off the first honours in the science of the healing of bodies, while in the care of souls he was such as no other among men, on account of his humanity, genuineness, sympathy, and zeal for the benefit of those in need of help from him; and great also was his training in divine studies. Such a man indeed was he. And in Caesarea of Palestine Agapius succeeds Theotecnus after he had most diligently fulfilled the episcopate; whom we know both to have laboured much and to have exercised the most genuine forethought in presiding over the people, and with a generous hand to have cared above all for all the poor. In his time we knew Pamphilus, a most eloquent man and in his very life a true philosopher, who had been deemed worthy of the presbyterate of the parish there; to show what sort of man he was and whence he sprang would be a matter of no small treatise; but each detail of his life and of the school which he established, as well as his contests during the persecution in various confessions, and the crown of martyrdom with which after all things he bound his brow, we have treated in a separate work concerning him. But this man indeed was the most admirable of those here; and among those especially in our own day
PG 20:733Read from the page
σπανιωτάτους γενομένους ἴσμεν, τῶν μὲν ἐπ' Ἀλεξανδρείας πρεσβυτέρων Πιέριον, Μελέτιον δὲ τῶν κατὰ Πόντον Ἐκκλησιῶν ἐπίσκοπον. Ἀλλ' ὁ μὲν ἄκρως ἀκτήμονι βίῳ καὶ μαθήμασι φιλοσόφοις δεδοκίμαστο, ταῖς περὶ τὰ θεῖα θεωρίαις καὶ ἐξηγήσεσι, καὶ ταῖς ἐπὶ τοῦ κοινοῦ τῆς Ἐκκλησίας διαλέξεσιν ὑπερφυῶς ἐξησκημένος· ὁ δὲ Μελέτιος, τὸ μέλι τῆς Ἀττικῆς ἐκάλουν αὐτὸν οἱ ἀπὸ παιδείας, τοιοῦτος ἦν, οἷον ἂν γράψειέ τις τῶν κατὰ πάντα λόγων ἕνεκα τελεώτατον· ῥητορικῆς μέν γε τὴν ἀρετὴν οὐδὲ οἷόν τε θαυμάζειν ἐπαξίως. Ἀλλὰ τοῦτο μὲν εἶναι αὐτῷ φαίη ἄν τις τὸ κατὰ φύσιν. Τῆς δ' ἄλλης πολυπειρίας τε καὶ πολυμαθείας τίς ἂν τὴν ἀρετὴν ὑπερβάλοιτο ; Ὅτι δὴ ἐπὶ πάσαις λογικαῖς ἐπιστήμαις τὸν τεχνικώτατον καὶ λογιώτατον καὶ μόνον πεῖραν αὐτοῦ λαβὼν ἂν εἶπες. Ἐφάμιλλα δὲ αὐτῷ καὶ τὰ τῆς ἀρετῆς παρῆν τοῦ βίου. Τοῦτον κατὰ τὸν τοῦ διωγμοῦ καιρὸν τοῖς κατὰ Παλαιστίνην κλίμασι διαδιδράσκοντα ἐφ' ὅλοις ἔτεσιν ἑπτὰ κατενοήσαμεν. Τῆς δ' ἐν Ἱεροσολύμοις Ἐκκλησίας μετὰ τὸν σμικρῷ πρόσθεν δεδηλωμένον ἐπίσκοπον Ὑμέναιον, Ζάμβδας τὴν λειτουργίαν παραλαμβάνει. Μετ' οὐ πολὺ δὲ τούτου κεκοιμημένου, Ἕρμων ὕστατος τῶν μέχρι τοῦ καθ' ἡμᾶς διωγμοῦ, τὸν εἰσέτι νῦν ἐκεῖσε πεφυλαγμένον ἀποστολικὸν διαδέχεται θρόνον.
we know to have been most rare men: of the presbyters at Alexandria, Pierius, and Meletius, bishop of the Churches in Pontus. Now the former had been approved through a life of extreme poverty and through philosophical studies, being extraordinarily practised in contemplations and expositions concerning divine things, and in discourses before the public assembly of the Church; while Meletius—the honey of Attica those of learning used to call him—was such a man as one might describe as most perfect in every respect on account of his discourses; indeed it is not even possible to admire worthily the excellence of his rhetoric. Yet this, one might say, belonged to him by nature; whereas of his other wide experience and manifold learning, who could surpass the excellence? For even upon taking a single trial of him, you would have pronounced him the most skilful and most erudite in all rational sciences. And vying with him were also the qualities of the virtue of his life. This man, during the time of the persecution, we observed escaping in the regions of Palestine for seven whole years. And of the Church in Jerusalem, after the bishop Hymenaeus set forth a little before, Zambdas takes over the ministry. And after no long time, when this man had fallen asleep, Hermon, the last of those up to the persecution in our day, succeeds to the apostolic throne that is still even now preserved there.
PG 20:736Read from the page
Καὶ ἐπ' Ἀλεξανδρείας δὲ Μάξιμον ὀκτωκαίδεκα ἔτεσι μετὰ τὴν Διονυσίου τελευτὴν ἐπισκοπεύσαντα Θεωνᾶς διαδέχεται· καθ' ὃν ἐπὶ τῆς Ἀλεξανδρείας ἐπὶ ταὐτὸν τῷ Πιερίῳ πρεσβυτερίου ἠξιωμένος Ἀχιλλᾶς ἐγνωρίζετο, τῆς ἱερᾶς πίστεως τὸ διδασκαλεῖον ἐγκεχειρισμένος, οὐδενὸς ἧττον σπανιώτατον φιλοσοφίας ἔργον καὶ πολιτείας εὐαγγελικῆς τρόπον γνήσιον ἐπιδεδειγμένος. Μετὰ δὲ Θεωνᾶν ἐννεακαίδεκα ἔτεσιν ἐξυπηρετησάμενον, διαδέχεται τὴν ἐπισκοπὴν τῶν ἐπ' Ἀλεξανδρείας Πέτρος, ἐν τοῖς μάλιστα καὶ αὐτὸς διαπρέψας ἐφ' ὅλοις δυοκαίδεκα ἐνιαυτοῖς· ὧν πρὸ τοῦ διωγμοῦ τρισὶν οὐδ' ὅλοις ἔτεσιν ἡγησάμενος τῆς Ἐκκλησίας, τὸν λοιπὸν τοῦ βίου χρόνον εὐτονωτέρᾳ τῇ συνασκήσει ἑαυτόν τε ἦγε, καὶ τῆς κοινῆς τῶν Ἐκκλησιῶν ὠφελείας οὐκ ἀφανῶς ἐπεμέλετο. Ταύτῃ δ' οὖν ἐνάτῳ ἔτει τοῦ διωγμοῦ τὴν κεφαλὴν ἀποτμηθεὶς, τῷ τοῦ μαρτυρίου κατεκοσμήθη στεφάνῳ.
And at Alexandria, Theonas succeeds Maximus after he had served as bishop for eighteen years following the death of Dionysius; in whose time at Alexandria Achillas, having been deemed worthy of the presbyterate together with Pierius, became known, having been entrusted with the school of the sacred faith, and having displayed second to none a most rare work of philosophy and a genuine manner of evangelical conduct. And after Theonas had ministered for nineteen years, Peter succeeds to the episcopate of those at Alexandria, having himself also shone forth among the foremost for twelve whole years; of which, having led the Church for not even three whole years before the persecution, for the remaining time of his life he guided himself by a more vigorous asceticism, and cared not obscurely for the common benefit of the Churches. Wherefore in the ninth year of the persecution, having had his head cut off, he was adorned with the crown of martyrdom.
Ἐν τούτοις τὴν τῶν διαδόχων περιγράψαντες ὑπόθεσιν, ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως ἐπὶ τὴν τῶν προσευκτηρίων καθαίρεσιν, εἰς ἔτη συντείνουσαν πέντε καὶ τριακόσια, φέρε ἑξῆς τοὺς καθ' ἡμᾶς
Having in these matters circumscribed the subject of the successions, stretching from the birth of our Saviour up to the destruction of the places of prayer to three hundred and five years, come, next, the in our own day