Migne Reading Room

PG 20 · cols. 716–725 · Read from the page

Eusebius, Church History, Book VII

Eusebius, Church History, Book VII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:716Read from the page
ζουσι, καὶ τῶν περὶ αὐτὸν πρεσβυτέρων καὶ διακόνων, οἷς καὶ τοῦτο καὶ τὰ ἄλλα ἁμαρτήματα ἀνίατα ὄντα συγκρύπτει, συνειδὼς καὶ ἐλέγξας ὅπως αὐτοὺς ὑπόχρεως ἔχῃ, περὶ ὧν λόγοις καὶ ἔργοις ἀδικεῖ, μὴ τολμῶντας κατηγορεῖν τῷ καθ' ἑαυτοὺς φόβῳ· ἀλλὰ καὶ πλουσίους ἀπέφηνεν· ἐφ' ᾧ πρὸς τῶν τὰ τοιαῦτα ζηλούντων φιλεῖται καὶ θαυμάζεται· τί ἂν ταῦτα γράφοιμεν; Ἐπιστάμεθα δὲ, ἀγαπητοὶ, ὅτι τὸν ἐπίσκοπον καὶ τὸ ἱερατεῖον ἅπαν παράδειγμα εἶναι δεῖ τῷ πλήθει πάντων καλῶν ἔργων· καὶ οὐδὲ ἐκεῖνο ἀγνοοῦμεν, ὅσοι ὑπὸ τοῦ συνεισάγειν ἑαυτοῖς γυναῖκας ἐξέπεσον· οἱ δ' ὑπωπτεύθησαν· ὥστε καὶ εἰ δοίη τις αὐτῷ τὸ μηδὲν ἀσελγὲς ποιεῖν, ἀλλὰ τήν γε ὑπόνοιαν τὴν ἐκ τοῦ τοιούτου πράγματος φυομένην ἐχρῆν εὐλαβηθῆναι, μή τινα σκανδαλίσῃ, τοὺς δὲ καὶ μιμεῖσθαι προτρέψηται. Πῶς γὰρ ἂν ἐπιπλήξειεν ἢ νουθετήσειεν ἕτερον, μὴ συγκαταβαίνειν ἐπιπλέον εἰς ταὐτὸν γυναικὶ μὴ ὀλισθῇ φυλαττόμενον, ὡς γέγραπται, ὅς τις μίαν μὲν ἀπέστησεν ἤδη, δύο δὲ ἀκμαζούσας καὶ εὐπρεπεῖς τὴν ὄψιν ἔχει μεθ' ἑαυτοῦ, κἂν ἀπίῃ που, συμπεριφέρει, καὶ ταῦτα τρυφῶν καὶ ὑπερεμπιμπλάμενος; Ὧν ἕνεκα στενάζουσι μὲν καὶ ὀδύρονται πάντες καθ' ἑαυτοὺς, οὕτω δὲ τὴν τυραννίδα καὶ δυναστείαν αὐτοῦ πεφόβηνται, ὥστε κατηγορεῖν μὴ τολμᾶν. Ἀλλὰ ταῦτα μὲν, ὡς προειρήκαμεν, εὔθυνεν ἄν τις τὸν ἄνδρα, τὸ γοῦν φρόνημα καθολικὸν ἔχοντα, καὶ συγκαταριθμούμενον ἡμῖν, τὸν δὲ ἐξορχησάμενον τὸ μυστήριον καὶ ἐμπομπεύοντα τῇ μιαρᾷ αἱρέσει τῇ Ἀρτεμᾶ (τί γὰρ οὐ χρὴ μόλις τὸν πατέρα αὐτοῦ δηλῶσαι;) οὐδὲν δεῖν ἡγούμεθα τούτων τοὺς λογισμοὺς ἀπαιτεῖν. » Εἶτ' ἐπὶ τέλει τῆς ἐπιστολῆς ταῦτ' ἐπιλέγουσιν· « Ἠναγκάσθημεν οὖν ἀντιτασσόμενον αὐτὸν τῷ Θεῷ καὶ μὴ εἴκοντα ἐκκηρύξαντες, ἕτερον ἀντ' αὐτοῦ τῇ καθολικῇ Ἐκκλησίᾳ καταστῆσαι ἐπίσκοπον Θεοῦ προνοίᾳ, ὡς πεπείσμεθα, τὸν τοῦ μακαρίτου Δημητριανοῦ καὶ ἐπιφανῶς προστάντος πρὸ τούτου τῆς αὐτῆς παροικίας υἱὸν Δόμνον ἅπασι τοῖς πρέπουσιν ἐπισκόπῳ
[they], and of the presbyters and deacons around him, whose incurable sins, both this and the others, he conceals, being privy to them and having convicted them so that he may hold them bound in obligation, not daring out of fear for themselves to accuse him concerning the wrongs he commits in words and deeds; nay, he has even made them rich, on which account he is loved and admired by those who eagerly pursue such things—why should we write these things? Yet we know, beloved, that the bishop and all the priesthood ought to be an example to the multitude of all good works; nor are we ignorant of this, how many have fallen through introducing women to live with themselves, while others have fallen under suspicion; so that even if someone should grant him that he does nothing licentious, yet at least he ought to have guarded against the suspicion springing up from such a practice, lest he scandalize anyone, and urge others even to imitate him. For how could he rebuke or admonish another not to consort further in the same place with a woman, guarding lest he slip, as it is written, who has already sent away one, and keeps two with himself in the bloom of youth and comely in appearance, and if ever he goes away anywhere, carries them about with him, and that too while living luxuriously and surfeiting himself? On account of these things all groan and lament by themselves, yet they so dread his tyranny and lordship that they do not dare to bring accusation. Yet for these matters indeed, as we have said before, one might call the man to account if at least he held the catholic mind and were reckoned together with us; whereas of him who has mocked away the mystery and parades insolently in the abominable heresy of Artemas (for why ought we not at length to declare his father?), we think there is no need to demand an account of these things." Then at the end of the epistle they add these words: "We were compelled, therefore, having excommunicated him as opposing himself to God and not yielding, to appoint another bishop in his stead for the catholic Church, by the providence of God, as we are persuaded: Domnus, the son of the blessed Demetrianus who before him illustriously presided over the same parish, with all things befitting a bishop
PG 20:717Read from the page
καλοῖς κεκοσμημένον· ἐδηλώσαμέν τε ὑμῖν, ὅπως τούτῳ γράφητε, καὶ τὰ παρὰ τούτου κοινωνικὰ δέχησθε γράμματα. Τῷ δὲ Ἀρτεμᾷ οὗτος ἐπιστελλέτω, καὶ οἱ τὰ Ἀρτεμᾶ φρονοῦντες τούτῳ κοινωνείτωσαν. » Καὶ ταῦτα μὲν ἐνταυθοῖ κείσθω. Τοῦ δὴ οὖν Παύλου σὺν καὶ τῇ τῆς πίστεως ὀρθοδοξίᾳ τῆς ἐπισκοπῆς ἐκπεπτωκότος, Δόμνος, ὡς εἴρηται, τὴν λειτουργίαν τῆς κατὰ Ἀντιόχειαν Ἐκκλησίας διεδέξατο. Ἀλλὰ γὰρ μηδαμῶς ἐκστῆναι τοῦ Παύλου τοῦ τῆς Ἐκκλησίας οἴκου θέλοντος,
that are noble adorned; and we have made this known to you, so that you may write to him, and may receive from him letters of communion. But let this man write to Artemas, and let those who mind the things of Artemas hold communion with him." And let these matters be set down thus far. Paul, then, having fallen from the episcopate together with the orthodoxy of the faith as well, Domnus, as has been said, succeeded to the ministry of the Church at Antioch. Yet indeed, since Paul was by no means willing to depart from the house of the Church,
PG 20:720Read from the page
βασιλεὺς ἐντευχθεὶς Αὐρηλιανὸς, αἰσιώτατα περὶ οὗ πρακτέου διείληφε, τούτοις νεῖμαι προστάττων τὸν οἶκον, οἷς ἂν οἱ κατὰ τὴν Ἰταλίαν καὶ τὴν Ῥωμαίων πόλιν ἐπίσκοποι τοῦ δόγματος ἐπιστέλλοιεν. Οὕτω δῆτα ὁ προδηλωθεὶς ἀνὴρ μετὰ τῆς ἐσχάτης αισχύνης ὑπὸ τῆς κοσμικῆς ἀρχῆς ἐξελαύνεται τῆς Ἐκκλησίας. Τοιοῦτος μέν γέ τις ἦν τὸ τηνικάδε περὶ ἡμᾶς ὁ Αὐρηλιανός· προϊούσης δ' αὐτῷ τῆς ἀρχῆς, ἀλλοῖόν τι περὶ ἡμῶν φρονήσας, ἤδη τισὶ βουλαῖς, ὡς ἂν διωγμὸν καθ' ἡμῶν ἐγείρειεν ἀνεκινεῖτο· πολύς τε ἦν ὁ παρὰ πᾶσι περὶ τούτου λόγος. Μέλλοντα δὲ ἤδη καὶ σχεδὸν εἰπεῖν τοῖς καθ' ἡμῶν γράμμασιν ὑποσημειούμενον, θεία μέτεισιν δίκη, μονονουχὶ ἐξ ἀγκώνων τῆς ἐγχειρήσεως αὐτὸν ἀποδεσμοῦσα, λαμπρῶς τε τοῖς πᾶσι συνορᾷν παριστῶσα, ὡς οὔποτε γένοιτ' ἂν ῥᾳστώνη τοῖς τοῦ βίου ἄρχουσι κατὰ τῶν τοῦ Χριστοῦ ἐκκλησιῶν, μὴ οὐχὶ τῆς ὑπερμάχου χειρὸς θείᾳ καὶ οὐρανίῳ κρίσει, παιδείας ἕνεκα καὶ ἐπιστροφῆς, καθ' οὓς ἂν αὐτὴ δοκιμάζοι καιροὺς, τοῦτ' ἐπιτελεῖσθαι συγχωρούσης. Ἔτεσι γοῦν ἓξ κρατήσαντα τὸν Αὐρηλιανὸν διαδέχεται Προβος· καὶ τοῦτον δήπου τοῖς ἴσοις ἐπικατασχόντα, Κάρος ἅμα τοις παισὶ Καρίνῳ καὶ Νουμεριανῷ διαδέχεται· πάλιν τ' αὖ καὶ τούτων οὐδ' ὅλοις τρισὶν ἐνιαυτοῖς διαγενομένων, μέτεισι τὰ τῆς ἡγεμονίας εἰς Διοκλητιανὸν καὶ τοὺς μετ' αὐτὸν εἰσποιηθέντας· ἐφ' ὧν ὁ καθ' ἡμᾶς συντελεῖται διωγμὸς, καὶ ἡ κατ' αὐτὸν τῶν ἐκκλησιῶν καθαίρεσις. Ἀλλὰ γὰρ μικρῷ τούτου πρότερον τὸν ἐπὶ Ῥώμης ἐπίσκοπον Διονύσιον ἔτεσιν ἐννέα διελθόντα τὴν λειτουργίαν, διαδέχεται Φῆλιξ.
the emperor Aurelian, when petitioned, decided most auspiciously concerning what was to be done, ordering the house to be assigned to those to whom the bishops of the doctrine throughout Italy and the city of the Romans should write. Thus indeed the aforesaid man is driven out of the Church with the utmost disgrace by the worldly authority. Such a man indeed was Aurelian towards us at that time; but as his reign advanced, having come to think somewhat differently concerning us, he was already being stirred up by certain counsels so that he might raise a persecution against us; and there was much talk everywhere concerning this. Yet as he was already on the point of acting and, one might almost say, subscribing to the edicts against us, divine justice overtakes him, all but binding him by the elbows away from the undertaking, and clearly setting before all to perceive that there could never be facility for the rulers of this life against the churches of Christ, unless the championing hand, by a divine and heavenly judgement, for the sake of chastening and conversion, at whatever seasons it might itself approve, should permit this to be accomplished. After Aurelian, accordingly, had ruled for six years, Probus succeeds him; and after him, having held sway for about the same number of years, Carus together with his sons Carinus and Numerianus succeeds; and when these again in turn had not continued for three whole years, the supreme power passes to Diocletian and those adopted after him, under whom the persecution in our time is accomplished, and the destruction of the churches during it. Yet a little before this, Felix succeeds Dionysius, bishop of Rome, after he had completed his ministry for nine years.
ΚΕΦΑΛΑΙΟΝ ΛΑʹ.
Chapter XXXI.
Περὶ τῆς τῶν Μανιχαίων ἑτεροδόξου διαστροφῆς ἄρτι τότε ἀρξαμένης (Nic. H. E. VI, 31, 32).
Concerning the heterodox perversion of the Manichaeans which had just then begun (Nic. H. E. VI, 31, 32).
Ἐν τούτῳ καὶ ὁ Μανεὶς τὰς φρένας, ἐπώνυμός τε τῆς δαιμονιώσης αἱρέσεως, τὴν τοῦ λογισμοῦ παρατροπὴν καθωπλίζετο, τοῦ δαίμονος αὐτοῦ δήπου τοῦ θεομάχου Σατανᾶ ἐπὶ λύμῃ πολλῶν τὸν ἄνδρα προβεβλημένου. Βάρβαρος δῆτα τὸν βίον αὐτῷ λόγῳ καὶ τρόπῳ, τήν τε φύσιν δαιμονικός τις ὢν καὶ μανιώδης, ἀκόλουθα τούτοις ἐγχειρῶν, Χριστὸν αὑτὸν μορφάζεσθαι ἐπειρᾶτο, τοτὲ μὲν τὸν Παράκλητον καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον αὐτὸς ἑαυτὸν ἀνακηρύττων, καὶ τυφούμενός γε ἐπὶ τῇ μανίᾳ, τοτὲ δὲ οἷα Χριστὸς, μαθητὰς δώδεκα κοινωνοὺς τῆς καινοτομίας αἱρούμενος. Δόγματά γε μὴν ψευδῆ καὶ
Meanwhile also the Madman in his wits, and namesake of the daemon-possessed heresy, was arming himself with perversion of reason, the daemon himself, Satan the fighter against God, having doubtless put the man forward for the ruin of many. A barbarian indeed in his life in both speech and manner, and being in nature someone daemoniac and frantic, attempting deeds answerable to these, he endeavoured to fashion himself into Christ, at one time proclaiming himself the Paraclete and the very Holy Spirit itself, and being puffed up indeed in his madness, and at another time, as though Christ, choosing twelve disciples as partners in his innovation. Doctrines indeed false and
Notes, col. 720

On the reading

Printed αισχύνης, for αἰσχύνης.

Printed Προβος, for Πρόβος.

Printed τοις, for τοῖς.

PG 20:721Read from the page
ἄθεα ἐκ μυρίων τῶν πρόπαλαι ἀπεσβηκυιῶν αἱρέσεων συμπεφορημένα καττύσας, ἐκ τῆς Περσῶν ἐπὶ τὴν καθ' ἡμᾶς οἰκουμένην ὥσπερ τινὰ θανατηφόρον ἰὸν ἐξωμόρξατο· ἀφ' οὗ δὴ τὸ Μανιχαίων δυσσεβὲς ὄνομα, τοῖς πολλοῖς εἰσέτι νῦν ἐπιπολάζει. Τοιαύτη μὲν οὖν ἡ καὶ τῆσδε τῆς ψευδωνύμου γνώσεως ὑπόθεσις, κατὰ τοὺς δεδηλωμένους ὑποφυείσης χρόνους.
godless, collected out of ten thousand heresies long ago extinguished, having stitched together, he wiped off out of the land of the Persians upon our inhabited world like some deadly venom; from which indeed the impious name of Manichaeans still even now prevails among many. Such, then, was the foundation of this falsely named knowledge also, which sprang up secretly at the times indicated.
ΚΕΦΑΛΑΙΟΝ ΛΒʹ.
Chapter XXXII.
Περὶ τῶν καθ' ἡμᾶς αὐτοὺς διαπρεψάντων ἐκκλησιαστικῶν ἀνδρῶν, τίνες τε αὐτῶν μέχρι τῆς τῶν ἐκκλησιῶν πολιορκίας ἔμειναν (Nic. H. E. VI, 34, 37).
Concerning the ecclesiastical men who were distinguished in our own time, and which of them remained until the siege of the churches (Nic. H. E. VI, 34, 37).
Καθ' οὓς Φήλικα τῆς Ῥωμαίων προστάντα Ἐκκλησίας ἔτεσι πέντε, Εὐτυχιανὸς διαδέχεται· οὐδ' ὅλοις δὲ μησὶν οὗτος δέκα διαγενόμενος, Γαΐῳ τῷ καθ' ἡμᾶς καταλείπει τὸν κλῆρον. Καὶ τούτου δὲ ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη προστάντος, Μαρκελλῖνος κατέστη διάδοχος, ὃν καὶ αὐτὸν ὁ διωγμὸς κατείληφε. Κατὰ τούσδε τῆς Ἀντιοχέων ἐπισκοπῆς μετὰ Δόμνον ἡγήσατο Τίμαιος· ὃν ὁ καθ' ἡμᾶς διεδέξατο Κύριλλος. Καθ' ὃν Δωρόθεον πρεσβείου τοῦ κατὰ Ἀντιόχειαν ἠξιωμένον τῶν τηνικάδε λόγιον ἄνδρα ἔγνωμεν. Φιλόκαλος δ' οὗτος περὶ τὰ θεῖα γεγονὼς, καὶ τῆς Ἑβραίων ἐπεμελήθη γλώττης, ὡς καὶ αὐταῖς ταῖς Ἑβραϊκαῖς γραφαῖς ἐπιστημόνως ἐντυγχάνειν. Ἦν δ' οὗτος τῶν μάλιστα ἐλευθερίων, προπαιδείας τε τῆς καθ' Ἕλληνας οὐκ ἄμοιρος, τὴν φύσιν δὲ ἄλλως εὐνοῦχος, οὕτω πεφυκὼς ἐξ αὐτῆς γενέσεως· ὥς καὶ βασιλέα διὰ τοῦτο οἷόν τι παράδοξον, αὐτὸν οἰκειώσασθαι, καὶ τιμῆσαί γε ἐπιτροπῇ τῆς κατὰ Τύρον ἁλουργοῦ βαφῆς. Τούτου μετρίως τὰς Γραφὰς ἐπὶ τῆς Ἐκκλησίας διηγουμένου κατηκούσα-
During these times Eutychianus succeeds Felix after he had presided over the Church of the Romans for five years; and he, having continued not even ten whole months, leaves the charge to Caius in our own day. And after he had presided for about fifteen years, Marcellinus was appointed successor, whom also the persecution overtook. At these same times Timaeus led the episcopate of the Antiochenes after Domnus; whom Cyril in our own day succeeded. Under him we knew Dorotheus, a learned man among those of that day, who had been deemed worthy of the presbyterate at Antioch. Being a lover of what is noble in divine things, he also cared for the tongue of the Hebrews, so as to read with skill even the Hebrew Scriptures themselves. He was among the most liberal-minded of men, and not without share in the preliminary education among the Greeks, yet otherwise by nature a eunuch, having been born thus from his very birth; so that even the emperor, on account of this as though some marvel, attached him to his household, and honoured him with the stewardship of the purple dye-works at Tyre. Him expounding the Scriptures with due measure in the Church heard
Notes, col. 721

On the reading

Printed ὥς, for ὡς.

PG 20:724Read from the page
μεν. Μετὰ δὲ Κύριλλον Τύραννος τῆς Ἀντιοχέων παροικίας τὴν ἐπισκοπὴν διεδέξατο. Καθ' ὃν ἤκμασεν ἡ τῶν ἐκκλησιῶν πολιορκία. Τῆς δ' ἐν Λαοδικείᾳ παροικίας ἡγήσατο μετὰ Σωκράτην Εὐσέβιος, ἀπὸ τῆς Ἀλεξανδρέων ὁρμηθεὶς πόλεως. Αἰτία δ' αὐτῷ τῆς μεταναστάσεως ὑπῆρξεν ἡ κατὰ τὸν Παῦλον ὑπόθεσις. Δι' ὃν τῆς Συρίας ἐπιβὰς, πρὸς τῶν τῇδε περὶ τὰ θεῖα ἐσπουδακότων, τῆς οἴκαδε πορείας εἴργεται, ἐπέραστόν τι θεοσεβείας χρῆμα τῶν καθ' ἡμᾶς γενόμενος, ὡς ἤδη καὶ ἀπὸ τῶν παρατεθεισῶν Διονυσίου φωνῶν διαγνῶναι ῥᾴδιον. Ἀνατόλιος αὐτῷ διάδοχος, ἀγαθός φασιν ἀγαθοῦ, καθίσταται, γένος μὲν καὶ αὐτὸς Ἀλεξανδρεὺς, λόγων δ' ἕνεκα καὶ παιδείας τῆς Ἑλλήνων φιλοσοφίας τε τὰ πρῶτα τῶν μάλιστα καθ' ἡμᾶς δοκιμωτάτων ἀπενηνεγμένος, ἅτε ἀριθμητικῆς καὶ γεωμετρίας ἀστρονομίας τε καὶ τῆς ἄλλης διαλεκτικῆς, ἔτι τε φυσικῆς θεωρίας, ῥητορικῶν τε αὖ μαθημάτων ἐληλακὼς εἰς ἄκρον· ὧν ἕνεκα, καὶ τῆς ἐπ' Ἀλεξανδρείας Ἀριστοτέλους διαδοχῆς τὴν διατριβὴν λόγος ἔχει πρὸς τῶν τῇδε πολιτῶν συστήσασθαι αὐτὸν ἀξιωθῆναι. Μυρίας μὲν οὖν τοῦδε καὶ ἄλλας ἀριστείας ἐν τῇ κατ' Ἀλεξάνδρειαν τοῦ Πυρουχείου πολιορκίᾳ μνημονεύουσιν· ἅτε τῶν ἐν τέλει προνομίας ἐξαιρέτου πρὸς ἁπάντων ἠξιωμένου, δείγματος δὲ ἕνεκα, μόνου τοῦδε ἐπιμνησθήσομαι. Τοῦ πυροῦ, φασὶ, τοῖς πολιορκουμένοις ἐπιλελοιπότος, ὡς ἤδη τῶν ἔξωθεν πολεμίων μᾶλλον αὐτοῖς τὸν λιμὸν ἀφόρητον καθεστάναι, παρὼν ὁ δηλούμενος, οἰκονομεῖταί τι τοιοῦτον. Θατέρου μέρους τῆς πόλεως τῷ Ῥωμαϊκῷ συμ-
we. After Cyril, Tyrannus succeeded to the episcopate of the parish of the Antiochenes, under whom the siege of the churches reached its height. And over the parish in Laodicea Eusebius presided after Socrates, having set out from the city of the Alexandrians. The cause of his migration was the affair concerning Paul; on whose account having set foot in Syria, he is restrained from his journey homewards by those here who were zealous for divine things, having proved a lovely treasure of godliness among those of our day, as it is easy to discern already from the words of Dionysius cited above. Anatolius is appointed his successor—a good man after a good, as they say—himself also an Alexandrian by race, and for learning and education in the philosophy of the Greeks having carried off first place among the most approved men of our time, inasmuch as he had advanced to the summit in arithmetic and geometry and astronomy and the rest of dialectic, and further in natural contemplation, and again in rhetorical studies; on account of which it is reported that he was deemed worthy by the citizens there to establish the school of the succession of Aristotle at Alexandria. Countless other noble deeds of this man, indeed, they recount during the siege of the Pyruchium at Alexandria, inasmuch as he was deemed worthy by all of extraordinary privilege among those in authority; but by way of example I shall make mention of this one alone. When the wheat, they say, had failed the besieged, so that famine was already proving more unbearable to them than the enemies outside, the man spoken of, being present, devises a measure of the following kind. While the other part of the city together with the Roman
PG 20:725Read from the page
μαχοῦντος στρατῷ, ταύτῃ τε τυγχάνοντος ἀπολιορκήτου, τὸν Εὐσέβιον (ἔτι γὰρ εἶναι τότε αὐτόθι πρὸ τῆς ἐπὶ Συρίαν μεταναστάσεως) ἐν τοῖς ἀπολιορκήτοις ὄντα, μέγα τε κλέος καὶ διαβόητον ὄνομα μέχρι καὶ τοῦ Ῥωμαίων στρατηλάτου κεκτημένον, περὶ τῶν λιμῷ διαφθειρομένων κατὰ τὴν πολιορκίαν πέμψας ὁ Ἀνατόλιος ἐκδιδάσκει. Ὁ δὲ μαθὼν σωτηρίαν τοῖς ἀπὸ τῶν πολεμίων αὐτομόλοις παρασχεῖν, ὡς ἐν μεγίστῃ χάριτι δωρεᾶς τὸν Ῥωμαίων στρατηγὸν αἰτεῖται. Καὶ τῆς ἀξιώσεώς γε τυχὼν, ἐμφανὲς τῷ Ἀνατολίῳ καθίστησιν. Ὁ δὲ αὐτίκα τὴν ἐπαγγελίαν δεξάμενος, βουλὴν τῶν Ἀλεξανδρέων συναγαγὼν, τὰ μὲν πρῶτα πάντας ἠξίου φιλικὴν δοῦναι Ῥωμαίοις δεξιὰν, ὡς δ' ἀγριαίνοντας ἐπὶ τῷ λόγῳ συνεῖδεν, ἀλλ' οὐ τούτῳ γε, φησὶν, ἀντιλέξειν ποθ' ὑμᾶς οἴομαι, ει τοὺς περιττοὺς καὶ ἡμῖν αὐτοῖς οὐδαμῆ χρησίμους, γραΐδας καὶ νήπια καὶ πρεσβύτας, ἐκδοῦναι πυλῶν ἔξω βαδίζειν ὅποι καὶ βούλοιντο συμβουλεύσαιμι. Τί γὰρ δὴ τούτους εις μάτην ὅσον οὔπω τεθνηξομένους παρ' ἑαυτοῖς ἔχοιμεν; τί δὲ τοὺς ἀναπήρους καὶ τὰ σώματα λελωβημένους, τῷ λιμῷ κατατρύχομεν, τρέφειν δέον μόνους ἄνδρας καὶ νεανίας, καὶ τὸν ἀναγκαῖον πυρὸν τοῖς ἐπὶ φυλακῇ τῆς πόλεως ἐπιτηδείοις ταμιεύεσθαι; Τοιούτοις τισὶ λογισμοῖς πείσας τὸ συνέδριον, ψῆφον πρῶτος ἀναστὰς ἐκφέρει, πᾶν τὸ τῇ στρατείᾳ μὴ ἐπιτήδειον εἴτε ἀνδρῶν εἴτε γυχαικῶν γένος, ἀπολύειν τῆς πόλεως, ὅτι μηδὲ καταμένουσιν αὐτοῖς καὶ εἰς τὸ ἄχρηστον ἐν τῇ πόλει διατρίβουσιν, ἐλπὶς ἂν γένοιτο σωτηρίας, πρὸς τοῦ λιμοῦ διαφθαρησομένοις. Ταύτῃ δὲ τῶν λοιπῶν ἁπάντων τῇ βουλῇ συγκατατεθειμένων, μικροῦ δεῖν τοὺς πάντας τῶν παλιορκουμένων διεσώσατο, ἐν πρώτοις μὲν τοὺς ἀπὸ τῆς Ἐκκλησίας, ἔπειτα δὲ καὶ τῶν ἄλλων τῶν κατὰ τὴν πόλιν πᾶσαν ἡλικίαν, διαδιδράσκειν προμηθούμενος, οὐ μόνον τῶν κατὰ τὴν ψῆφον δεδογμένων. Τῇ δὲ τούτων προφάσει, καὶ μυρίους ἄλλους λεληθότως γυναικείαν στολὴν ἀμπισχομένους, νύκτωρ τε τῇ ἐκείνου φροντίδι τῶν πυλῶν ἐξιόντας, καὶ ἐπὶ τὴν Ῥωμαίων στρατιὰν ὁρμῶντας. Ἔνθα τοὺς πάντας ὑποδεχόμενος ὁ Εὐσέβιος, πατρὸς καὶ ἰατροῦ δίκην, κεκακωμένους ἐκ τῆς μακρᾶς πολιορκίας, διὰ πάσης προνοίας καὶ θεραπείας ἀνεκτᾶτο. Τοιούτων ἡ κατὰ Λαοδίκειαν Ἐκκλησία δύο ἐφεξῆς κατὰ διαδοχὴν ἠξιώθη ποιμένων, σὺν θείᾳ προμηθείᾳ μετὰ τὸν δηλωθέντα πόλεμον ἐκ τῆς Ἀλεξανδρέων πόλεως ἐπὶ τὰ τῇδε μετεληλυθότων. Οὐ μὲν οὖν ἐσπουδάσθη πλεῖστα τῷ Ἀνατολίῳ συγγράμματα, τοσαῦτα δ' εἰς ἡμᾶς ἐλήλυθε, δι' ὧν αὐτοῦ καταμαθεῖν δυνατὸν ὁμοῦ τό τε λόγιον καὶ πολυμαθὲς, ἐν οἷς μάλιστα τὰ περὶ τοῦ Πάσχα δόξαντα παρίστησιν. Ἀφ' ὧν ἀναγκαῖον ἂν
army was fighting, and on that account happened to be unbesieged, Anatolius sends to Eusebius (for he was still there at that time before his migration to Syria), who was among the unbesieged and had acquired great renown and a celebrated name even as far as the Roman commander, and informs him thoroughly concerning those perishing of famine in the siege. And he, having learned this, begs the Roman general as the greatest favour of a gift to grant safety to deserters from the enemies. And having obtained his request, he makes it known to Anatolius. And he, immediately receiving the promise, having convened the council of the Alexandrians, at first asked them all to give the right hand of friendship to the Romans; but when he perceived that they grew savage at the proposal, "Yet to this at least," says he, "I think you will never object, if I should counsel handing over those who are superfluous and nowise useful even to ourselves—old women and infants and old men—to go forth outside the gates whithersoever they might wish. For why indeed should we keep with ourselves to no purpose these who are on the very point of dying? And why do we wear down with famine the crippled and the maimed in body, when we ought to feed only men and youths, and husband the necessary wheat for those fit for guarding the city?" Having persuaded the council by some such arguments, rising first he puts forward a resolution to dismiss from the city the entire class, whether of men or of women, unfit for military service, because should they remain behind and linger uselessly in the city, there would be no hope of safety for them, doomed as they were to be destroyed by the famine. And when all the rest in the council had assented to this proposal, he saved almost all of the besieged, taking forethought that first those of the Church, and next every age of the rest throughout the city as well, should escape—not only those decreed according to the vote; and on the pretext of these, ten thousand others also, secretly putting on women's attire, and by night through his care going out of the gates and hastening to the Roman army. There Eusebius, welcoming them all, like a father and a physician restored them through every forethought and care, distressed as they were from the long siege. Of two such shepherds successively in turn was the Church at Laodicea deemed worthy, after they had removed by divine forethought after the aforesaid war from the city of the Alexandrians to these parts. Now Anatolius did not compose very many treatises, yet enough have come down to us through which it is possible to learn at once both his eloquence and his wide learning, in which above all he sets forth his views concerning the Pascha. From which necessary would
Notes, col. 725

On the reading

Printed ει, for εἰ.

Printed εις, for εἰς.

Printed γυχαικῶν, for γυναικῶν.

Printed παλιορκουμένων, for πολιορκουμένων.