Migne Reading Room

PG 20 · cols. 680–689 · Read from the page

Eusebius, Church History, Book VII

Eusebius, Church History, Book VII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:680Read from the page
σι, φασὶ παρὰ ταῖς αὐτόθι δεικνυμέναις ἐν ταῖς ὑπωρείαις τοῦ καλουμένου Πανίου ὄρους πηγαῖς, ἐξ ὧν καὶ τὸν Ἰορδάνην προχεῖσθαι, κατά τινα ἑορτῆς ἡμέραν σφάγιόν τι καταβάλλεσθαι· καὶ τοῦτο τῇ τοῦ δαίμονος δυνάμει ἀφανὲς γίνεσθαι παραδόξως, θαῦμά τε εἶναι περιβόητον τοῖς παροῦσι τὸ νινόμενον. Παρόντα δ' οὖν ποτε τοῖς πραττομένοις τὸν Ἀστύριον, καὶ τὸ πρᾶγμα καταπληττομένους ἰδόντα τοὺς πολλοὺς, οἰκτεῖραι τῆς πλάνης, κἄπειτα ἀνανεύσαντα εἰς οὐρανὸν, ἱκετεῦσαι διὰ Χριστοῦ τὸν ἐπὶ πάντων Θεὸν, τὸ λαοπλάνον δαιμόνιον ἀπελέγξαι καὶ παῦσαι τῆς τῶν ἀνθρώπων ἀπάτης. Ταῦτα δέ φασιν εὐξαμένου, ἀθρόως τὸ ἱερεῖον ἐπιπολάσαι ταῖς πηγαῖς. Οὕτω τε αὐτοῖς τὸ παράδοξον οἴχεσθαι, μηδενὸς μηκέτι θαύματος περὶ τὸν τόπον γενομένου.
they say that beside the springs shown there at the foot of the mountain called Panius, out of which also the Jordan flows forth, on a certain feast day a victim is cast down, and that through the power of the demon this marvelously vanishes from sight, and that what takes place is a famed wonder to those present. Once, then, when Astyrius was present at what was being done, and saw the multitude struck with amazement at the affair, he pitied them for their error, and then, looking up to heaven, besought through Christ the God over all to convict the people-deceiving demon and make an end of the delusion of men. And when he had prayed thus, they say that all at once the victim floated up to the surface of the springs; and so their marvel departed, no wonder ever again occurring about the place.
ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ.
Chapter XVIII.
Περὶ τοῦ ἀνδριάντος οὗ ἡ αἱμοῤῥοοῦσα ἀνέστησεν (Nic. H. E. VI, 15).
Concerning the statue which the woman with an issue of blood set up (Nicephorus, H. E. VI, 15).
Ἀλλ' ἐπειδὴ τῆσδε τῆς πόλεως εἰς μνήμην ἐλήλυθα, οὐκ ἄξιον ἡγοῦμαι παρελθεῖν διήγησιν καὶ τοῖς μεθ' ἡμᾶς μνημονεύεσθαι ἀξίαν. Τὴν γὰρ αἱμοῤῥοοῦσαν ἣν ἐκ τῶν ἱερῶν Εὐαγγελίων πρὸς τοῦ Σωτῆρος ἡμῶν τοῦ πάθους ἀπαλλαγὴν εὕρασθαι μεμαθήκαμεν, ἐνθένδε ἔλεγον ὁρμᾶσθαι, τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι, καὶ τῆς ὑπὸ τοῦ Σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παραμένειν. Ἑστάναι γὰρ ἐφ' ὑψηλοῦ λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ αὐτῆς οἴκου, γυναικὸς ἐκτύπωμα χάλκεον ἐπὶ γόνυ κεκλιμένον, καὶ τεταμέναις ἐπὶ τὸ πρόσθεν ταῖς χερσὶν, ἱκετευούσῃ ἐοικός. Τούτου δὲ ἄντικρυς ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα, διπλοΐδα κοσμίως περιβεβλημένον, καὶ τὴν χεῖρα τῇ γυναικὶ προτεῖνον, οὗ παρὰ τοῖς ποσὶν ἐπὶ τῆς στήλης αὐτῆς, ξένον τι βοτάνης εἶδος φύειν, ὃ μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοΐδος ἀνιὸν, ἀλεξιφάρμακόν τι παντοίων νοσημάτων τυγχάνειν. Τοῦτον δὲ τὸν ἀνδριάντα εἰκόνα τοῦ Ἰησοῦ φέρειν ἔλεγον. Ἔμεινε δὲ καὶ εἰς ἡμᾶς, ὡς καὶ ὄψει παραλαβεῖν ἐπιδημήσαντας αὐτοὺς τῇ πόλει. Καὶ θαυμαστὸν οὐδὲν τοὺς πάλαι ἐξ ἐθνῶν εὐεργετηθέντας πρὸς τοῦ Σωτῆρος ἡμῶν, ταῦτα πεποιηκέναι, ὅτε καὶ τῶν ἀποστόλων αὐτοῦ τὰς εἰκόνας Παύλου καὶ Πέτρου, καὶ αὐτοῦ δὴ τοῦ Χριστοῦ, διὰ χρωμάτων ἐν γραφαῖς σωζομένας ἱστορήσαμεν, ὡς εἰκὸς τῶν παλαιῶν ἀπαραλλάκτως οἷα σωτῆρας ἐθνικῇ συνηθείᾳ παρ' ἑαυτοῖς τοῦτον τιμᾷν εἰωθότων τὸν τρόπον.
But since I have come to mention this city, I do not think it right to pass over a narrative worthy to be remembered also by those after us. For the woman with an issue of blood, whom we have learned from the sacred Gospels to have found deliverance from her affliction at the hands of our Saviour, they said came from here, and that her house is pointed out in the city, and that marvellous memorials of the benefit conferred upon her by the Saviour remain. For upon a lofty stone by the gates of her house stands a brazen figure of a woman bent upon her knee, and with her hands stretched out before her like one entreating. Opposite this is another upright figure of a man, of the same material, decently clad in a double cloak and stretching out his hand to the woman; at whose feet, upon the pedestal itself, a strange kind of herb grows up, which, rising as high as the hem of the brazen double cloak, happens to be an antidote for diseases of every kind. This statue, they said, bore the likeness of Jesus. And it remained even to our day, so that we ourselves saw it with our own eyes when we stayed in the city. Nor is it at all strange that those of the Gentiles who of old received benefits from our Saviour should have done these things, seeing that we have examined the likenesses of His apostles Paul and Peter, and indeed of Christ Himself, preserved in paintings with colours, as it is likely that the ancients were accustomed without distinction to honour them among themselves in this manner like saviours, after the Gentile custom.
Notes, col. 680

On the reading

Printed νινόμενον, for γινόμενον.

PG 20:681Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
Chapter XIX.
Περὶ τοῦ θρόνου Ἰακώβου τοῦ ἀποστόλου (Nic. H. E. VI, 16).
Concerning the throne of James the apostle (Nicephorus, H. E. VI, 16).
Τὸν γὰρ Ἰακώβου θρόνον τοῦ πρώτου τῆς Ἱεροσολύμων Ἐκκλησίας τὴν ἐπισκοπὴν πρὸς αὐτοῦ τοῦ Σωτῆρος καὶ τῶν ἀποστόλων ὑποδεξαμένου, ὃν καὶ ἀδελφὸν τοῦ Χριστοῦ χρηματίσαι οἱ θεῖοι λόγοι περιέχουσιν, εἰς δεῦρο πεφυλαγμένον οἱ τῆδε κατὰ διαδοχὴν περιέποντες ἀδελφοὶ, σαφῶς τοῖς πᾶσιν ἐπιδείκνυνται, οἷον περὶ τοὺς ἁγίους ἄνδρας τοῦ θεοφιλοῦς ἕνεκεν, οἵ τε πάλαι καὶ οἱ εἰς ἡμᾶς ἔσωζόν τε καὶ ἀποσώζουσι σέβας. Καὶ ταῦτα μὲν ταύτῃ.
For the throne of James, who first received the episcopate of the Church of Jerusalem from the Saviour Himself and the apostles, and whom the divine words record to have been called the brother of Christ, has been preserved until now, and the brethren there who care for it in succession clearly show to all what reverence, both those of old and those down to our day, maintained and still maintain towards holy men on account of their love of God. So much, then, for these matters.
ΚΕΦΑΛΑΙΟΝ Κʹ.
Chapter XX.
Περὶ τῶν ἑορταστικῶν Διονυσίου ἐπιστολῶν, ἔνθα καὶ περὶ τοῦ Πάσχα κανονίζει (Nic. H. E. VI, 4).
Concerning the festal epistles of Dionysius, wherein he also lays down a canon concerning Easter (Nicephorus, H. E. VI, 4).
Ὅ γε μὴν Διονύσιος πρὸς ταῖς δηλωθείσαις ἐπιστολαῖς αὐτοῦ, ἔτι καὶ τὰς φερομένας ἑορταστικὰς τὸ τηνικαῦτα συντάττει, πανηγυρικωτέρους ἐν αὐταῖς περὶ τῆς τοῦ Πάσχα ἑορτῆς ἀνακινῶν λόγους. Τούτων τὴν μὲν Φλαυΐῳ προσφωνεῖ, τὴν δὲ Δομετίῳ καὶ Διδύμῳ· ἐν ᾗ καὶ κανόνα ἐκτίθεται ὀκταετηρίδος, ὅτι μὴ ἄλλοτε ἢ μετὰ τὴν ἐαρινὴν ἰσημερίαν προσήκοι τὴν τοῦ Πάσχα ἑορτὴν ἐπιτελεῖν παριστάμενος. Πρὸς ταύταις καὶ ἄλλην τοῖς κατ' Ἀλεξάνδρειαν συμπρεσβυτέροις ἐπιστολὴν διαχαράττει, ἑτέροις τε ὁμοῦ διαφόρως, καὶ ταύτας ἔτι τοῦ διωγμοῦ συνεστῶτος.
Dionysius, moreover, in addition to his epistles already mentioned, at that time also composed the extant festal epistles, setting forth in them discourses of a more panegyric character concerning the feast of Easter. Of these he addresses one to Flavius, and another to Domitius and Didymus, in which he also sets forth a canon of an eight-year cycle, proving that it is not fitting to celebrate the feast of Easter at any other time than after the vernal equinox. Besides these he also penned another epistle to his fellow presbyters in Alexandria, and at the same time to others variously, and these while the persecution was still going on.
PG 20:684Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
Περὶ τῶν ἐν Ἀλεξανδρείᾳ συμβάντων (Nic. H. E. VI, 19).
Concerning the things that happened in Alexandria (Nic. H. E. VI, 19).
Ἐπιλαβούσης δὲ ὅσον οὔπω τῆς εἰρήνης, ἐπάνεισι μὲν εἰς τὴν Ἀλεξάνδρειαν· πάλιν δ' ἐνταῦθα στάσεως καὶ πολέμου συστάντος, ὡς οὐχ οἷόν τε ἦν αὐτῷ τοὺς κατὰ τὴν πόλιν ἅπαντας ἀδελφοὺς εἰς ἑκάτερον τῆς στάσεως μέρος διῃρημένους ἐπισκοπεῖν, αὖθις ἐν τῇ τοῦ Πάσχα ἑορτῇ, ὥσπερ τις ὑπερόριος ἐξ αὐτῆς τῆς Ἀλεξανδρείας διὰ γραμμάτων αὐτοῖς ὡμίλει. Καὶ Ἱέρακι δὲ μετὰ ταῦτα τῶν κατ' Αἰγύπτου ἐπισκόπῳ ἑτέραν ἑορταστικὴν ἐπιστολὴν γράφων, τῆς κατ' αὐτὸν τῶν Ἀλεξανδρέων στάσεως μνημονεύει διὰ τούτων· «Ἐμοὶ δὲ τί θαυμαστὸν εἰ πρὸς τοὺς πορῥωτέρω κατοικοῦντας χαλεπὸν τὸ κἂν δι' ἐπιστολῶν ὁμιλεῖν, ὅτε καὶ τὸ πρὸς ἐμαυτὸν αὐτῷ μοι διαλέγεσθαι καὶ τῇ ἰδίᾳ ψυχῇ συμβουλεύεσθαι, καθέστηκεν ἄπορον; Πρὸς γοῦν τὰ ἐμαυτοῦ σπλάγχνα τοὺς ὁμοσκήνους καὶ συμψύχους ἀδελφοὺς, καὶ τῆς αὐτῆς πολίτας Ἐκκλησίας, ἐπιστολιμαίων δέομαι γραμμάτων, καὶ ταῦθ' ὅπως διαπεμψαίμην, ἀμήχανον φαίνεται. Ῥᾷον γὰρ ἄν τις οὐχ ὅπως εἰς τὴν ὑπερορίαν, ἀλλὰ καὶ ἀπ' ἀνατολῶν ἐπὶ δυσμὰς περαιωθείη, ἢ τὴν Ἀλεξάνδρειαν ἀπ' αὐτῆς τῆς Ἀλεξανδρείας ἐπέλθοι. Τῆς γὰρ ἐρήμου τῆς πολλῆς καὶ ἀτριβοῦς ἐκείνης, ἣν ἐν δυσὶ γενεαῖς διώδευσεν ὁ Ἰσραὴλ, ἄπειρος μᾶλλον καὶ ἄβατος ἐστιν ἡ μεσαιτάτη τῆς πόλεως ὁδός. Καὶ τῆς θαλάσσης ἣν ἐκεῖνοι ῥαγεῖσαν καὶ διατειχισθεῖσαν ἔσχον ἱππήλατον· καὶ ὧν ἐν τῇ λεωφόρῳ κατεποντίσθησαν οἱ Αἰγύπτιοι, οἱ γαληνοὶ καὶ ἀκύμαντοι λιμένες γεγόνασιν εἰκὼν, πολλάκις φανέντες ἀπὸ τῶν ἐν αὐτοῖς φόνων, οἷον Ἐρυθρὰ θάλασσα. Ὁ δ' ἐπιῤῥέων ποταμὸς τὴν πόλιν, ποτὲ μὲν ἐρήμου τῆς ἀνύδρου ξηρότερος ᾤφθη, καὶ μᾶλλον αὐχμώδης ἐκείνης, ἣν διαπορευ-
And when peace had all but taken hold, he returns indeed to Alexandria; when sedition and war, however, had broken out there again, so that it was not possible for him to oversee all the brethren throughout the city, divided as they were onto either side of the sedition, once more at the feast of Pascha, as though someone beyond the borders, from Alexandria itself he conversed with them by letters. And afterwards also, writing another festal epistle to Hierax, a bishop of those in Egypt, he makes mention of the sedition of the Alexandrians in his time through these words: "And for me, what wonder is it if it is difficult to converse even by epistles with those dwelling further off, when even for me myself to discourse with myself and take counsel with my own soul has become impracticable? At any rate, towards my own bowels, the brethren who share the same dwelling and are of one soul, and citizens of the same Church, I stand in need of epistolary letters, and how I might send even these across appears impossible. For more easily might one cross over, I do not say beyond the borders, but even from east to west, than traverse Alexandria from Alexandria itself. For vaster and more impassable than that great and trackless desert which Israel journeyed through in two generations is the midmost street of the city. And of the sea which, rent asunder and walled on either side, those men had passable for horses, and in whose highway the Egyptians were drowned, our calm and waveless harbours have become an image, having oftentimes appeared from the murders in them like a Red Sea. And the river that flows past the city was at times seen drier than the waterless desert, and more parched than that one, which, in journeying through,
Notes, col. 684

On the reading

Printed Αἰγύπτου, for Αἴγυπτον.

Printed ἄβατος ἐστιν, for ἄβατός ἐστιν.

Printed ᾤφθη, for ὤφθη.

PG 20:685Read from the page
όμενος ὁ Ἰσραὴλ οὕτως ἐδίψησεν, ὥς Μωϋσοῦ μὲν καταβοᾷν, ῥυῆναι δ' αὐτοῖς παρὰ τοῦ θαυμάσια ποιοῦντος μόνου ἐκ πέτρας ἀκροτόμου ποτόν· ποτὲ δὲ τοσοῦτον ἐπλήμμυρεν, ὡς πᾶσαν τὴν περίχωρον, τάς τε ὁδοὺς καὶ τοὺς ἀγροὺς ἐπικλύσαντα, τῆς ἐπὶ Νῶε γενομένης τοῦ ὕδατος φορᾶς ἐπαγαγεῖν ἀπειλήν· ἀεὶ δὲ αἵματι καὶ φόνοις, καὶ καταποντισμοῖς κάτεισι μεμιασμένος, οἷος ὑπὸ Μωϋσεῖ γέγονε τῷ Φαραὼ, μεταβαλὼν εἰς αἷμα καὶ ἐποζέσας. Καὶ ποῖον γένοιτ' ἂν τοῦ πάντα καθαίροντος ὕδατος ὕδωρ ἄλλο καθάρσιον; Πῶς ἂν ὁ πολὺς καὶ ἀπέραντος ἀνθρώποις Ὠκεανὸς ἐπιχυθεὶς, τὴν πικρὰν ταύτην ἀποσμήξαι θάλασσαν; ἢ πῶς ἂν ὁ μέγας ποταμὸς ὁ ἐκπορευόμενος ἐξ Ἐδὲμ, τὰς τέσσαρας ἀρχὰς εἰς ἃς ἀφορίζεται μετοχετεύσας εἰς μίαν τοῦ Γηὼν, ἀποπλύναι τὸ λύθρον; ἢ πότε ὁ τεθολωμένος ὑπὸ τῶν πονηρῶν πανταχόθεν ἀναθυμιάσεων ἀὴρ, εἰλικρινὴς γένοιτο; Τοιοῦτοι γὰρ ἀπὸ τῆς γῆς ἀτμοὶ, καὶ ἀπὸ θαλάσσης ἄνεμοι, ποταμῶν τε αὖραι καὶ λιμένων ἀνιμήσεις ἀποπνέουσιν, ὡς σηπομένων ἐν πᾶσι τοῖς ὑποκειμένοις στοιχείοις νεκρῶν ἰχῶρας εἶναι τὰς δρόσους. Εἶτα θαυμάζουσι καὶ διαποροῦσι, πόθεν οἱ συνεχεῖς λοιμοὶ, πόθεν αἱ χαλεπαὶ νόσοι, πόθεν αἱ παντοδαπαὶ φθοραὶ, πόθεν ὁ ποικίλος καὶ πολὺς τῶν ἀνθρώπων ὄλεθρος· διὰ τί μηκέτι τοσοῦτον πλῆθος οἰκητόρων ἡ μεγίστη πόλις ἐν αὑτῇ φέρει, ἀπὸ νηπίων ἀρξαμένη παίδων μέχρι τῶν εἰς ἄκρον γεγηρακότων, ὅσους ὠμογέροντας οὓς ἐκάλει πρότερον ὄντας ἔτρεφεν· ἀλλ' οἱ τεσσαρακοντοῦται καὶ μέχρι τῶν ἑβδομήκοντα ἐτῶν, τοσοῦτον πλείονες τότε, ὥστε μὴ συμπληροῦσθαι νῦν τὸν ἀριθμὸν αὐτῶν προσεγγραφέντων καὶ συγκαταλεγέντων εἰς τὸ δημόσιον σιτηρέσιον, τῶν ἀπὸ τεσσαρεσκαίδεκα ἐτῶν μέχρι τῶν ὀγδοήκοντα· καὶ γεγόνασιν οἷον ἡλικιῶται τῶν πάλαι γεραιτάτων, οἱ ὄψει νεώτατοι. Καὶ οὕτω μειούμενον ἀεὶ καὶ δαπανώμενον ὁρῶντες τὸ ἐπὶ γῆς ἀνθρώπων γένος, οὐ τρέμουσιν, αὐξομένου καὶ προκόπτοντος τοῦ παντελοῦς αὐτῶν ἀφανισμοῦ.»
Israel so thirsted, as to cry out against Moses indeed, while drink flowed for them out of the flinty rock from Him Who alone does wonders; and at times it has flooded to such a degree that, having inundated all the surrounding country, both the roads and the fields, it brought on the threat of the rush of water that came to pass in the days of Noah; and ever does it go down defiled with blood and murders and drownings, such as it became for Pharaoh under Moses, having turned into blood and stunk. And what other water could become a purifier of the water that purifies all things? How could the great Ocean, boundless to men, if poured over it, wipe clean this bitter sea? Or how could the great river that goes forth out of Edem, if it diverted the four heads into which it is divided into the single one of Geon, wash away the gore? Or when could the air, befouled by the evil exhalations from every side, become pure? For such vapours breathe forth from the earth, and winds from the sea, and breezes of rivers and mists drawn up from harbours, that the dews are the sanious discharges of corpses rotting in all the underlying elements. Then they marvel and are at a loss whence come the continual plagues, whence the grievous diseases, whence the manifold destructions, whence the varied and great ruin of men; why the greatest city no longer bears within itself so great a multitude of inhabitants, beginning from infant children up to those aged to the uttermost, as many as it formerly nourished of those whom it used to call hale old men; whereas those of forty years and up to seventy years were so much more numerous then, that their number is not filled up now even when those from fourteen years up to eighty have been registered in addition and enrolled together for the public corn-ration; and those youngest in appearance have become, as it were, of the same age with the most aged of old. And seeing the race of men upon earth thus ever diminishing and wasting away, they do not tremble, while their utter disappearance grows and advances."
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.
Chapter XXII.
Περὶ τῆς ἐπισκεψάσης νόσου (Nic. H. E. VI, 20).
Concerning the disease that visited [them] (Nic. H. E. VI, 20).
Μετὰ ταῦτα λοιμικῆς τὸν πόλεμον διαλαβούσης νόσου, τῆς τε ἑορτῆς πλησιαζούσης, αὖθις διὰ γραφῆς τοῖς ἀδελφοῖς ὁμιλεῖ, τὰ τῆς συμφορᾶς ἐπισημαινόμε-
After these things, a pestilential disease having succeeded the war, and the feast approaching, once more he converses with the brethren through a writing, indicating the calamity's
Notes, col. 685

On the reading

Printed ὥς, for ὡς.

PG 20:688Read from the page
νος πάθη διὰ τούτων· «Τοῖς μὲν ἄλλοις ἀνθρώποις οὐκ ἂν δόξειε καιρὸς ἑορτῆς εἶναι τὰ παρόντα. Οὐδὲ ἔστιν αὐτοῖς οὔτε οὗτος οὔτε τις ἕτερος, οὐχ ὅπως τῶν ἐπιλύπων, ἀλλ' οὐδ' εἴ τις περιχαρὴς ὃν οἰηθεῖεν μάλιστα. Νῦν μέν γε θρῆνοι πάντα· καὶ πενθοῦσι πάντες, καὶ περιηχοῦσιν οἰμωγαὶ τὴν πόλιν διὰ τὸ πλῆθος τῶν τεθνηκότων καὶ τῶν ἀποθνησκόντων ὁσημέραι. Ὡς γὰρ ἐπὶ τῶν πρωτοτόκων τῶν Αἰγυπτίων γέγραπται, οὕτως καὶ νῦν ἐγενήθη κραυγὴ μεγάλη. Οὐ γάρ ἐστιν οἰκία ἐν ᾗ οὐκ ἔστιν ἐν αὐτῇ τεθνηκώς· καὶ ὄφελόν γε· πολλὰ μὲν γὰρ καὶ δεινὰ καὶ τὰ πρὸ τούτου συμβεβηκότα. Πρῶτον μὲν ἡμᾶς ἤλασαν· καὶ μόνοι πρὸς ἁπάντων διωκόμενοι καὶ θανατούμενοι, ἑορτάσαμεν καὶ τότε. Καὶ πᾶς ὁ τῆς καθ' ἕκαστον θλίψεως τόπος, πανηγυρικὸν ἡμῖν γέγονε χωρίον, ἀγρὸς, ἐρημία, ναῦς, πανδοχεῖον, δεσμωτήριον, φαιδροτάτην δὲ πασῶν ἤγαγον ἑορτὴν οἱ τέλειοι μάρτυρες εὐωχηθέντες ἐν οὐρανῷ. Μετὰ δὲ ταῦτα, πόλεμος καὶ λιμὸς ἐπέλαβεν· ἃ τοῖς ἔθνεσι συνδιηνέγκαμεν, μόνοι μὲν ὑποστάντες, ὅσα ἡμῖν ἐλυμήναντο, παραπολαύσαντες δὲ καὶ ὧν ἀλλήλους εἰργάσαντό τε καὶ πεπόνθασι· καὶ τῇ Χριστοῦ πάλιν ἐνηυφράνθημεν εἰρήνῃ, ἣν μόνοις ἡμῖν ἔδωκε. Βραχυτάτης δὲ ἡμῶν τε καὶ αὐτῶν τυχόντων ἀναπνοῆς, ἐπικατέσκηψεν ἡ νόσος αὕτη, πρᾶγμα φόβου τε παντὸς φοβερώτερον ἐκείνοις, καὶ συμφορᾶς ἡστινοσοῦν σχετλιώτερον, καὶ ὡς ἴδιός τις αὐτῶν ἀπήγγειλε συγγραφεὺς, πρᾶγμα μόνον δὴ τῆς πάντων ἐλπίδος κρεῖσσον γενόμενον· ἡμῖν δὲ οὐ τοιοῦτο μὲν, γυμνάσιον δὲ καὶ δοκίμιον οὐδένος τῶν ἄλλων ἔλαττον. Ἀπέσχετο μὲν γὰρ οὐδὲ ἡμῶν, πολλὴ δὲ ἐξῆλθεν εἰς τὰ ἔθνη.» Τούτοις ἑξῆς ἐπιφέρει λέγων· «Οἱ γοῦν πλεῖστοι τῶν ἀδελφῶν ἡμῶν δι' ὑπερβάλλουσαν ἀγάπην καὶ φιλαδελφίαν ἀφειδοῦντες ἑαυτῶν καὶ ἀλλήλων ἐχόμενοι, ἐπισκοποῦντες ἀφυλάκτως τοὺς νοσοῦντας, λιπαρῶς ὑπερητούμενοι, θεραπεύοντες ἐν Χριστῷ, συναπηλλάττοντο ἐκείνοις ἀσμενέστατα, τοῦ παρ' ἑτέρων
sufferings through these words: "To other men indeed the present circumstances would not seem to be a season for a feast. Neither is there for them either this one or any other, I do not say of the sorrowful ones, but not even if there be any joyful one which they might suppose to be exceedingly so. Now at all events all things are lamentations, and all mourn, and wailings resound round the city because of the multitude of the dead and of those dying daily. For as it has been written concerning the firstborn of the Egyptians, so now also there came to be a great cry. For there is not a house in which there is not one dead in it—and would indeed that this were all! For many and terrible also were the things that happened before this. First indeed they drove us out; and alone being persecuted by all and put to death, we kept the feast even then. And every place of each several affliction became for us a place of festal assembly—field, desert, ship, inn, prison—and the brightest feast of all did the perfected martyrs keep, feasting sumptuously in heaven. And after these things, war and famine overtook us, which we bore together with the Gentiles, bearing alone indeed whatever outrages they wrought against us, and sharing besides in what they both did to one another and suffered; and we were gladdened again in the peace of Christ, which He gave to us alone. But when both we and they had obtained the briefest respite, this disease swooped down upon us, a thing more fearful to them than every fear, and more cruel than any calamity whatsoever, and, as a certain writer of their own reported, a thing that alone indeed proved beyond the expectation of all; yet to us not such, but a training-school and testing-ground inferior to none of the rest. For it did not spare us either, although it went out in great force against the Gentiles." Next after these things he adds, saying: "Most of our brethren, at any rate, through surpassing love and brotherly affection, unsparing of themselves and cleaving to one another, visiting the sick without precaution, unremittingly ministering to them, tending them in Christ, departed this life together with them most gladly, from others
Notes, col. 688

On the reading

Printed οὐδένος, for οὐδενὸς.

Printed ὑπερητούμενοι, for ὑπηρετούμενοι.

PG 20:689Read from the page
ἀναπιμπλάμενοι πάθους, καὶ τὴν νόσον ἐφ' ἑαυτοὺς ἕλκοντες ἀπὸ τῶν πλησίων, καὶ ἑκόντες ἀναμασσόμενοι τὰς ἀλγηδόνας. Καὶ πολλοὶ νοσοκομήσαντες καὶ ῥώσαντες ἑτέρους, ἐτελεύτησαν αὐτοὶ, τὸν ἐκείνων θάνατον εἰς ἑαυτοὺς μεταστησάμενοι, καὶ τὸ δημῶδες ῥῆμα μόνης ἀεὶ δοκοῦν φιλοφροσύνης ἔχεσθαι, ἔργῳ δὴ τότε πληροῦντες, ἀπιόντες αὐτῶν πάντων περίψημα. Οἱ γοῦν ἄριστοι τῶν παρ' ἡμῖν ἀδελφῶν τοῦτον τὸν τρόπον ἐξεχώρησαν τοῦ βίου, πρεσβύτεροί τε τινὲς καὶ διάκονοι, καὶ τῶν ἀπὸ τοῦ λαοῦ λίαν ἐπαινούμενοι· ὡς καὶ τοῦ θανάτου τοῦτο τὸ εἶδος διὰ πολλὴν εὐσέβειαν καὶ πίστιν ἰσχυρὰν γινόμενον, μηδὲν ἀποδεῖν μαρτυρίου δοκεῖν. Καὶ τὰ σώματα δὲ τῶν ἁγίων ὑπτίαις χερσὶ καὶ κόλποις ὑπολαμβάνοντες, καθαιροῦντές τε τοὺς ὀφθαλμοὺς, καὶ στόματα συγκλείοντες, ὠμοφοροῦντές τε καὶ διατιθέντες, προσκολλώμενοι, συμπλεκόμενοι, λουτροῖς τε καὶ περιστολαῖς κατακοσμοῦντες, μετὰ μικρὸν ἐτύγχανον τῶν ἴσων, ἀεὶ τῶν ὑπολειπομένων ἐφεπομένων τοῖς πρὸ αὐτῶν. Τὰ δέ γε ἔθνη πᾶν τοὐναντίον· καὶ νοσεῖν ἀρχομένους ἀποθοῦντο, καὶ ἀπέφευγον τοὺς φιλτάτους, κἀν ταῖς ὁδοῖς ἐῤῥίπτουν ἡμιθνῆτας, καὶ νεκροὺς ἀτάφους ἀπεσκυβαλίζοντο, τὴν τοῦ θανάτου διάδοσιν καὶ κοινωνίαν ἐκτρεπόμενοι, ἣν οὐκ ἦν καὶ πολλὰ μηχανομένοις ἐκκλῖναι ῥᾴδιον.» Μετὰ δὲ ταύτην τὴν ἐπιστολὴν, εἰρηνευσάντων τῶν κατὰ τὴν πόλιν, τοῖς κατ' Αἴγυπτον ἀδελφοῖς ἑορταστικὴν αὖθις ἐπιστέλλει γραφὴν, καὶ ἐπὶ ταύτῃ ἄλλας διαφόρους πάλιν διατυποῦται. Φέρεται δέ τις αὐτοῦ καὶ περὶ Σαββάτου· καὶ ἄλλη περὶ γυμνασίου. Ἑρμάμμωνι δὲ πάλιν καὶ τοῖς κατ' Αἴγυπτον ἀδελφοῖς δι' ἐπιστολῆς ὁμιλῶν, πολλά τε ἄλλα περὶ τῆς Δεκίου καὶ τῶν μετ' αὐτὸν διεξελθὼν κακοτρο-
being filled with the affliction, and drawing the disease upon themselves from their neighbours, and willingly wiping onto themselves their pains. And many, having nursed and restored others to strength, died themselves, having transferred their death onto themselves, and then in very deed fulfilling the popular saying that ever seemed to belong merely to courtesy, departing as the offscouring of them all. At any rate, the best of the brethren among us departed from life in this manner, both certain presbyters and deacons, and of those from the people such as were exceedingly praised, so that even this form of death, coming to pass through great piety and strong faith, seemed in no way to fall short of martyrdom. And taking up the bodies of the saints on upturned hands and bosoms, and drawing down their eyes and closing their mouths, carrying them on their shoulders and laying them out, clinging to them, embracing them, adorning them with washings and burial garments, after a little while they met with the same services, those left behind ever following after those before them. The Gentiles, however, did the clean contrary: both those beginning to fall sick they thrust away, and they fled from their dearest ones, and in the roads they cast them out half-dead, and treated unburied corpses as refuse, shunning the transmission and fellowship of death, which was not easy to turn aside even for those devising many contrivances." And after this epistle, when those throughout the city were at peace, to the brethren throughout Egypt he once more sends a festal writing, and upon this again drafts various others. And there is extant a certain one of his also concerning the Sabbath; and another concerning exercise. And conversing again by epistle with Hermammon and the brethren throughout Egypt, having gone through both many other things concerning Decius and those after him and their evil
Notes, col. 689

On the reading

Printed πλησίων, for πλησίον.

Printed ἀποθοῦντο, for ἀπωθοῦντο.

Printed μηχανομένοις, for μηχανωμένοις.