πρὸς τὸ κατ' Ἀλεξάνδρειαν ποίμνιον αὐτοῦ. Ἐν τούτοις ἐστὶ καὶ ἡ Περὶ μαρτυρίου πρὸς τὸν Ὠριγένην γραφεῖσα, καὶ τοῖς κατὰ Λαοδίκειαν ἀδελφοῖς, ὧν προΐστατο Θηλυμίδρης ἐπίσκοπος. Καὶ τοῖς κατὰ Ἀρμενίαν ὡσαύτως περὶ μετανοίας ἐπιστέλλει, ὧν ἐπεσκόπευε Μερουζάνης. Πρὸς ἅπασι τούτοις, καὶ Κορνηλίῳ τῷ κατὰ Ῥώμην γράφει, δεξάμενος αὐτοῦ τὴν κατὰ τοῦ Νοουάτου ἐπιστολήν· ᾧ καὶ σημαίνει δηλῶν ἑαυτὸν παρακεκλῆσθαι ὑπό τε Ἑλένου τοῦ ἐν Ταρσῷ τῆς Κιλικίας ἐπισκόπου, καὶ τῶν λοιπῶν τῶν σὺν αὐτῷ, Φιρμιλιανοῦ τε τοῦ ἐν Καππαδοκίᾳ, καὶ τοῦ κατὰ Παλαιστίνην Θεοκτίστου, ὡς ἂν ἐπὶ τὴν σύνοδον ἀπαντήσοι τὴν κατὰ Ἀντιόχειαν, ἔνθα τοῦ Νοουάτου κρατύνειν τινὲς ἐπεχείρουν τὸ σχίσμα. Πρὸς τούτοις ἐπιστέλλει μηνυθῆναι αὐτῷ, Φάβιον μὲν κεκοιμῆσθαι, Δημητριανὸν δὲ διάδοχον ἐκείνου τῆς κατὰ Ἀντιόχειαν ἐπισκοπῆς καθεστάναι. Γράφει δὲ καὶ περὶ τοῦ ἐν Ἱεροσολύμοις αὐτοῖς ῥήμασι φάσκων· « Ὁ μὲν γὰρ μακάριος Ἀλέξανδρος ἐν φρουρᾷ γενόμενος, μακαρίως ἀνεπαύσατο. » Ἑξῆς ταύτῃ καὶ ἑτέρα τις ἐπιστολὴ τοῖς ἐν Ῥώμῃ τοῦ Διονυσίου φέρεται διακονικὴ, διὰ Ἱππολύτου. Τοῖς αὐτοῖς δὲ ἄλλην περὶ εἰρήνης διατυποῦται· καὶ ὡσαύτως περὶ μετανοίας· καὶ αὖ πάλιν ἄλλην τοῖς ἐκεῖσε ὁμολογηταῖς, ἔτι τῇ τοῦ Νοουάτου συμφερομένοις γνώμῃ. Τοῖς δὲ αὐτοῖς τούτοις, ἑτέρας δύο μεταθεμένοις ἐπὶ τὴν Ἐκκλησίαν ἐπιστέλλει. Καὶ ἄλλοις δὲ πλείοσιν ὁμοίως διὰ γραμμάτων ὁμιλήσας, ποικίλας τοῖς ἔτι νῦν σπουδὴν περὶ τοὺς λόγους αὐτοῦ ποιουμένοις καταλέλοιπεν ὠφελείας.
towards his flock in Alexandria. Among these is also the treatise On Martyrdom written to Origen, and to the brethren in Laodicea, over whom Thelymidres presided as bishop. And he writes in like manner on repentance to those in Armenia, of whom Meruzanes was bishop. In addition to all these, he also writes to Cornelius at Rome, after receiving his letter against Novatus; to whom he also signifies, making plain that he himself had been invited both by Helenus, the bishop in Tarsus of Cilicia, and by the rest who were with him, Firmilian in Cappadocia and Theoctistus in Palestine, that he might meet at the synod in Antioch, where certain persons were attempting to strengthen the schism of Novatus. In addition to these things he writes that it had been reported to him that Fabius had fallen asleep, and that Demetrian had been appointed his successor in the bishopric of Antioch. And he writes also concerning the bishop in Jerusalem, saying in these very words: "For the blessed Alexander, having been placed in prison, rested blessedly." Next after this, another letter also of Dionysius to those in Rome is extant, On the Diaconate, through Hippolytus. And to the same persons he composes another on peace; and likewise on repentance; and again another to the confessors there who still agreed with the opinion of Novatus. And to these same persons, after they had come over to the Church, he sends two others. And having conversed with many others likewise by letters, he has left behind varied benefits for those who even now bestow study upon his discourses.
γʹ. Ὅπως Κυπριανὸς ἅμα τοῖς κατ' αὐτὸν ἐπισκόποις τοὺς ἐξ αἱρετικῆς πλάνης ἐπιστρέφοντας
3. How Cyprian, together with the bishops of his time, those turning back from heretical error