τῶν μαρτύρων κλήρῳ· ἔμειναν δὲ ἔξω, οἱ μηδὲ ἴχνος πώποτε πίστεως, μηδὲ αἴσθησιν ἐνδύματος νυμφικοῦ, μηδὲ ἔννοιαν φόβου Θεοῦ σχόντες, ἀλλὰ καὶ διὰ τῆς ἀναστροφῆς αὐτῶν βλασφημοῦντες τὴν ὁδὸν· τουτέστιν οἱ υἱοὶ τῆς ἀπωλείας. Οἱ δὲ λοιποὶ πάντες τῇ Ἐκκλησίᾳ προσετέθησαν· ὧν καὶ ἀνεταζομένων, Ἀλέξανδρός τις, Φρὺξ μὲν τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιστήμην, πολλοῖς ἔτεσιν ἐν ταῖς Γαλλίαις διατρίψας, καὶ γνωστὸς σχεδὸν πᾶσι διὰ τὴν πρὸς Θεὸν ἀγάπην καὶ παῤῥησίαν τοῦ λόγου (ἦν γὰρ καὶ οὐκ ἄμοιρος ἀποστολικοῦ χαρίσματος), παρεστὼς τῷ βήματι, καὶ νεύματι προτρέπων αὐτοὺς πρὸς τὴν ὁμολογίαν, φανερὸς ἦν τοῖς περιεστῶσι τὸ βῆμα ὥσπερ ὠδίνων. Ἀγανακτήσαντες δὲ οἱ ὄχλοι ἐπὶ τὸ τοὺς πρότερον ἠρνημένους αὖθις ὁμολογεῖν, κατεβόησαν τοῦ Ἀλεξάνδρου, ὡς ἐκείνου τοῦτο ποιοῦντος. Καὶ ἐπιστήσαντος τοῦ ἡγεμόνος, καὶ ἀνετάσαντος αὐτὸν, ὅστις εἴη, τοῦ δὲ φήσαντος ὅτι Χριστιανὸς, ἐν ὀργῇ γενόμενος, κατέκρινεν αὐτὸν πρὸς θηρία· καὶ τῇ ἐπιούσῃ εἰσῆλθε μετὰ καὶ τοῦ Ἀττάλου. Καὶ γὰρ καὶ τὸν Ἄτταλον, τῷ ὄχλῳ χαριζόμενος ὁ ἡγεμὼν, ἐξέδωκε πάλιν πρὸς θηρία. Οἳ καὶ διὰ πάντων διελθόντες τῶν ἐν τῷ ἀμφιθεάτρῳ πρὸς κόλασιν ἐξευρημένων ὀργάνων, καὶ μέγιστον ὑπομείναντες ἀγῶνα, τοὔσχατον ἐτύθησαν καὶ αὐτοί· τοῦ μὲν Ἀλεξάνδρου μήτε στενάξαντος, μήτε γρύξαντός τι ὅλως, ἀλλὰ κατὰ καρδίαν ὁμιλοῦντος τῷ Θεῷ. Ὁ δὲ Ἄτταλος, ὁπότε ἐπὶ τῆς σιδηρᾶς ἐπετέθη καθέδρας καὶ περιεκαίετο, ἡνίκα ἡ ἀπὸ τοῦ σωματίου κνίσσα ἀνεφέρετο, ἔφη πρὸς τὸ πλῆθος τῇ Ῥωμαϊκῇ φωνῇ· Ἰδοὺ τοῦτό ἐστιν ἀνθρώπους ἐσθίειν, ὃ ποιεῖτε ὑμεῖς. Ἡμεῖς δὲ οὔτε ἀνθρώπους ἐσθίομεν, οὔθ' ἕτερόν τι πονηρὸν πράττομεν. Ἐπερωτώμενος δὲ, τί ὄνομα ἔχει ὁ Θεὸς, ἀπεκρίθη· « Ὁ Θεὸς ὄνομα οὐκ ἔχει ὡς ἄνθρωπος. Ἐπὶ πᾶσι δὲ τούτοις, τῇ ἐσχάτῃ λοιπὸν ἡμέρᾳ τῶν μονομαχιῶν, ἡ Βλαν-
lot of the martyrs; while there remained outside those who had never had even a trace of faith, nor perception of the bridal garment, nor a thought of the fear of God, but even through their conduct blasphemed the way: that is, the sons of perdition. And all the rest were added to the Church; and while these also were being examined, a certain Alexander, a Phrygian by race and a physician in profession, who had spent many years in the Gauls and was known to almost all on account of his love towards God and boldness of speech (for he was indeed not without a share of apostolic grace), standing beside the tribunal and urging them by signs towards the confession, was manifest to those standing around the tribunal as though travailing in birth. But the crowds, indignant that those who had formerly denied were confessing again, cried out against Alexander, as though he were bringing this about. And when the governor halted and examined him as to who he might be, and he said that he was a Christian, falling into anger he condemned him to the wild beasts; and on the following day he entered in along with Attalus also. For indeed the governor, doing a favour to the crowd, delivered Attalus also again to the wild beasts. And these, having passed through all the instruments devised in the amphitheatre for punishment, and having endured a very great contest, were themselves also sacrificed at the last, Alexander neither groaning nor uttering a sound at all, but conversing in heart with God. And Attalus, when he was placed upon the iron chair and was being burned all around, when the savour from his body was rising up, said to the multitude in the Latin tongue: "Behold, this is to eat men, what you do; whereas we neither eat men nor do anything else wicked." And being questioned what name God has, he answered: "God does not have a name as a man has." And after all these, on the last remaining day of the gladiatorial combats, Blan-