Migne Reading Room

PG 20 · cols. 416–425 · Read from the page

Eusebius, Church History, Book V

Eusebius, Church History, Book V

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:416Read from the page
Ὑπερβεβλημένως δὲ ἐνέσκηψεν ἡ ὀργὴ πᾶσα καὶ ὄχλου καὶ ἡγεμόνος καὶ στρατιωτῶν, εἰς Σάγκτον διάκονον ἀπὸ Βιέννης, καὶ εἰς Μάτουρον νεοφώτιστον μὲν, ἀλλὰ γενναῖον ἀγωνιστὴν, καὶ εἰς Ἄτταλον Περγαμηνὸν τῷ γένει, στύλον καὶ ἑδραίωμα τῶν ἐνταῦθα ἀεὶ γεγονότα, καὶ εἰς Βλανδίναν, δι' ἧς ἐπέδειξεν ὁ Χριστὸς ὅτι τὰ παρὰ ἀνθρώποις εὐτελῆ καὶ ἀειδῆ καὶ εὐκαταφρόνητα φαινόμενα, μεγάλης καταξιοῦται παρὰ Θεῷ δόξης διὰ τὴν πρὸς αὐτὸν ἀγάπην, τὴν ἐν δυνάμει δεικνυμένην, καὶ μὴ ἐν εἴδει καυχωμένην. Ἡμῶν γὰρ πάντων δεδιότων, καὶ τῆς σαρκίνης δεσποίνης αὐτῆς, ἥτις ἦν καὶ αὐτὴ τῶν μαρτύρων μία ἀγωνίστρια, ἀγωνιώσης μὴ οὐδὲ τὴν ὁμολογίαν δυνήσεται παῤῥησιάσασθαι διὰ τὸ ἀσθενὲς τοῦ σώματος, ἡ Βλανδίνα τοσαύτης ἐπληρώθη δυνάμεως, ὥστε ἐκλυθῆναι καὶ παρεθῆναι τοὺς κατὰ διαδοχὰς παντὶ τρόπῳ βασανίζοντας αὐτὴν ἀπὸ ἑωθινῆς ἕως ἑσπέρας, καὶ αὐτοὺς ὁμολογοῦντας ὅτι νενίκηνται, μηδὲν ἔχοντες μηκέτι ὃ ποιήσουσιν αὐτῇ, καὶ θαυμάζειν ἐπὶ τῷ παραμένειν ἔμπνουν αὐτὴν, παντὸς τοῦ σώματος περιεῤῥωγότος καὶ ἠνεῳγμένου, καὶ μαρτυρεῖν ὅτι ἓν εἶδος στρεβλώσεως ἱκανὸν ἦν πρὸς τὰ ἐξαγαγεῖν τὴν ψυχὴν, οὐχ ὅτι γε τοιαῦτα καὶ τοσαῦτα. Ἀλλ' ἡ μακαρία ὡς γενναῖος ἀθλητὴς ἀνενέαζεν ἐν τῇ ὁμολογίᾳ, καὶ ἦν αὐτῆς ἀνάληψις καὶ ἀνάπαυσις καὶ ἀναλγησία τῶν συμβαινόντων, τὸ λέγειν, ὅτι « Χριστιανή εἰμι· καὶ παρ' ἡμῖν οὐδὲν φαῦλον γίνεται. » Ὁ δὲ Σάγκτος, καὶ αὐτὸς ὑπερβεβλημένως καὶ ὑπὲρ πάντα ἄνθρωπον πάσας τὰς ἐξ ἀνθρώπων αἰκίας γενναίως ὑπομένων, τῶν ἀνόμων ἐλπιζόντων διὰ τὴν ἐπιμονὴν καὶ τὸ μέγεθος τῶν βασάνων ἀκούσεσθαί τι παρ' αὐτοῦ τῶν μὴ δεόντων, τοσαύτῃ ὑποστάσει ἀντιπαρετάξατο αὐτοῖς, ὥστε μηδὲ τὸ ἴδιον κατειπεῖν ὄνομα, μήτε ἔθνους, μήτε πόλεως ὅθεν ἦν, μήτε εἰ δοῦλος ἢ ἐλεύθερος εἴη, ἀλλὰ πρὸς πάντα τὰ ἐπερωτώμενα ἀπεκρίνατο τῇ Ῥωμαϊκῇ φωνῇ· « Χριστιανός εἰμι. » Τοῦτο καὶ ἀντὶ ὀνόματος, καὶ ἀντὶ πόλεως, καὶ ἀντὶ γένους, καὶ ἀντὶ παντὸς ἐπαλλήλως ὡμολόγει, ἄλλην δὲ φωνὴν οὐκ ἤκουσαν αὐτοῦ τὰ ἔθνη. Ὅθεν δὴ καὶ φιλονεικία μεγάλη τοῦ τε ἡγεμόνος καὶ τῶν βασανιστῶν ἐγένετο πρὸς αὐτὸν, ὥστε ὁπότε μηκέτι μηδὲν εἶχον ὃ ποιήσουσιν αὐτῷ, τὸ τελευταῖον χαλκᾶς λεπίδας διαπύρους προσεκόλλων τοῖς τρυφερωτάτοις μέλεσι τοῦ σώματος αὐτοῦ. Καὶ ταῦτα μὲν ἐκαίετο, αὐτὸς δὲ παρέμενεν ἀνεπίκαμπτος καὶ
Exceedingly, however, did the whole wrath of both mob and governor and soldiers swoop down upon Sanctus, the deacon from Vienna, and upon Maturus, a newly baptized man indeed, yet a noble combatant, and upon Attalus, a Pergamene by race, who had always been a pillar and foundation of those here, and upon Blandina, through whom Christ showed forth that the things that appear mean and uncomely and contemptible among men are deemed worthy of great glory with God because of love towards Him, which is shown in power, and does not boast in outward appearance. For while we were all afraid, and her earthly mistress, who was herself also one of the combatants among the martyrs, was in agony lest she should not even be able to make her confession boldly because of the weakness of her body, Blandina was filled with such power that those who took turns torturing her in every way from dawn until evening were exhausted and worn out, themselves confessing that they were conquered, having nothing more that they could do to her, and marvelled at her remaining still breathing when her whole body was torn around and laid open, and bore witness that a single kind of racking was sufficient to draw forth her life, let alone such and so many. But the blessed woman, like a noble athlete, renewed her youth in the confession, and it was her recovery and rest and insensibility to the things happening to her to say, « I am a Christian; and among us nothing vile is done. » And Sanctus also himself, nobly enduring beyond measure and beyond any man all the outrages at the hands of men, while the lawless men hoped because of the persistence and the greatness of the tortures that they would hear something from him of the things that ought not to be said, arrayed himself against them with such steadfastness that he did not even tell his own name, nor that of his nation, nor of the city whence he was, nor whether he were a slave or free, but to all the questions asked he answered in the Roman tongue: « I am a Christian. » This he confessed successively instead of a name, and instead of a city, and instead of a race, and instead of everything, and the Gentiles heard no other word from him. Whence indeed there arose also a great rivalry both of the governor and of the torturers against him, so that when they no longer had anything left that they could do to him, at the last they fastened red-hot plates of brass to the tenderest members of his body. And these indeed were being burned, yet he himself remained unbending and
Notes, col. 416

On the reading

Printed τὰ ἐξαγαγεῖν, for τὸ ἐξαγαγεῖν.

PG 20:417Read from the page
ἀνένδοτος, στεῤῥὸς πρὸς τὴν ὁμολογίαν, ὑπὸ τῆς οὐρανίου πηγῆς τοῦ ὕδατος τῆς ζωῆς τοῦ ἐξιόντος ἐκ τῆς νηδύος τοῦ Χριστοῦ δροσιζόμενος καὶ ἐνδυναμούμενος. Τὸ δὲ σωμάτιον μάρτυς ἦν τῶν συμβεβηκότων, ὅλον τραῦμα καὶ μώλωψ, καὶ συνεσπασμένον, καὶ ἀποβεβληκὸς τὴν ἀνθρώπειον ἔξωθεν μορφήν. Ἐν ᾧ πάσχων Χριστὸς μεγάλας ἐπετέλει δόξας, καταργῶν τὸν ἀντικείμενον, καὶ εἰς τὴν τῶν λοιπῶν ὑποτύπωσιν ὑποδεικνύων, ὅτι μηδὲν φοβερὸν ὅπου Πατρὸς ἀγάπη, μηδὲ ἀλγεινὸν ὅπου Χριστοῦ δόξα. Τῶν γὰρ ἀνόμων μεθ' ἡμέρας πάλιν στρεβλούντων τὸν μάρτυρα, καὶ νομιζόντων, ὅτι, οἰδούντων καὶ φλεγμαινόντων τῶν σωμάτων, εἰ τὰ αὐτὰ προσενέγκοιεν κολαστήρια, περιέσοιντο αὐτοῦ, ὁπότε οὐδὲ τὴν ἀπὸ τῶν χειρῶν ἁφὴν ἠνείχετο· ἢ ὅτι ἐναποθανὼν ταῖς βασάνοις, φόβον ἐμποιήσειε τοῖς λοιποῖς, οὐ μόνον οὐδὲν περὶ αὐτὸν τοιοῦτο συνέβη, ἀλλὰ καὶ παρὰ πᾶσαν δόξαν ἀνθρώπων ἀνέκυψε καὶ ἀνωρθώθη τὸ σωμάτιον ἐν ταῖς μετέπειτα βασάνοις, καὶ τὴν ἰδέαν ἀπέλαβε τὴν προτέραν καὶ τὴν χρῆσιν τῶν μελῶν, ὥστε μὴ κόλασιν, ἀλλ' ἴασιν διὰ τῆς χάριτος τοῦ Χριστοῦ, τὴν δευτέραν στρέβλωσιν αὐτῷ γενέσθαι. Καὶ Βιβλιάδα δέ τινα μίαν τῶν ἠρνημένων ἤδη δοκῶν διάβολος καταπεπωκέναι, θελήσας δὲ καὶ διὰ βλασφημίας κατακρῖναι, ἦγεν ἐπὶ κόλασιν, ἀναγκάζων εἰπεῖν τὰ ἄθεα περὶ ἡμῶν, ὡς εὔθραυστον ἤδη καὶ ἄνανδρον. Ἡ δὲ ἐν τῇ στρεβλώσει ἀνένηψε, καὶ ὡς ἂν εἰπεῖν, ἐκ βαθέος ὕπνου ἀνεγρηγόρησεν, ὑπομνησθεῖσα διὰ τῆς προσκαίρου τιμωρίας τὴν αἰώνιον ἐν γεέννῃ κόλασιν, καὶ ἐξ ἐναντίας ἀντεῖπε τοῖς βλασφήμοις φήσασα· « Πῶς ἂν παιδία φάγοιεν οἱ τοιοῦτοι, οἷς μηδὲ ἀλόγων ζώων αἷμα φαγεῖν ἐξόν; » Καὶ ἀπὸ τοῦδε Χριστιανὴν ἑαυτὴν ὡμολόγει, καὶ τῷ κλήρῳ τῶν μαρτύρων προσετέθη. Καταργηθέντων δὲ τῶν τυραννικῶν κολαστηρίων ὑπὸ τοῦ Χριστοῦ διὰ τῆς τῶν μακαρίων ὑπομονῆς, ἑτέρας μηχανὰς ὁ διάβολος ἐπενόει, τὰς κατὰ τὴν εἱρκτὴν ἐν τῷ σκότει καὶ τῷ χαλεπωτάτῳ χωρίῳ συγκλείσεις, καὶ τὰς ἐν τῷ ξύλῳ διατάσεις τῶν ποδῶν, ἐπὶ πέμπτον διατεινομένων τρύπημα,
unyielding, firm towards the confession, bedewed and strengthened by the heavenly fountain of the water of life that goes forth from the belly of Christ. And his poor body was a witness of what had happened, all wound and bruise, and drawn together, and having cast off the outward human form. In whom Christ suffering accomplished great glories, bringing the adversary to nought, and showing forth for an example to the rest that nothing is fearful where the Father's love is, nor painful where Christ's glory is. For when the lawless men after some days were racking the martyr again, and supposing that, as his body was swollen and inflamed, if they applied the same instruments of torture, they would overcome him, since he could not even bear the touch of hands; or that by dying under the tortures he would instil fear into the rest, not only did nothing of the sort happen regarding him, but even contrary to all expectation of men his poor body unbent and was set upright in the subsequent tortures, and recovered its former appearance and the use of its limbs, so that the second racking became to him through the grace of Christ not a punishment, but a healing. And Biblias also, a certain one of those who had already denied, whom the devil thought he had swallowed up, and wishing to condemn her through blasphemy as well, he led to punishment, compelling her to say the godless things concerning us, as being already fragile and cowardly. But she in the racking came to her senses, and, so to speak, awoke out of a deep sleep, being reminded through the temporal punishment of the eternal punishment in Gehenna, and on the contrary spoke back to the blasphemers, saying: « How could such people eat children, for whom it is not lawful to eat even the blood of irrational animals? » And from this time she confessed herself a Christian, and was added to the ranks of the martyrs. And when the tyrannical instruments of torture had been brought to nought by Christ through the endurance of the blessed ones, the devil devised other contrivances, the confinements in the prison in the darkness and the most grievous place, and the stretchings of the feet in the stocks, stretched out to the fifth hole,
PG 20:420Read from the page
καὶ τὰς λοιπὰς αἰκίας, ὅσας εἰώθασιν ὀργιζόμενοι ὑπουργοὶ, καὶ ταῦτα διαβόλου πλήρεις, διατιθέναι τοὺς ἐγκλειομένους, ὥστε ἀποπνιγῆναι τοὺς πλείστους ἐν τῇ εἱρκτῇ, ὅσους γε ὁ Κύριος οὕτως ἐξελθεῖν ἠθέλησεν, ἐπιδεικνύων τὴν αὐτοῦ δόξαν. Οἱ μὲν γὰρ βασανισθέντες πικρῶς, ὥστε δοκεῖν μηδὲ τῆς πάσης θεραπείας τυχόντας ἔτι ζῆσαι δύνασθαι, παρέμενον ἐν τῇ εἱρκτῇ, ἔρημοι μὲν τῆς παρὰ ἀνθρώπων ἐπιμελείας, ἀναῤῥωννύμενοι δὲ ὑπὸ τοῦ Κυρίου καὶ ἐνδυναμούμενοι καὶ σώματι καὶ ψυχῇ, καὶ τοὺς λοιποὺς παρορμῶντες καὶ παραμυθούμενοι. Οἱ δὲ νεαροὶ καὶ ἄρτι συνειλημμένοι, ὧν μὴ προκατῄκιστο τὰ σώματα, τὸ βάρος οὐκ ἔφερον τῆς συγκλείσεως, ἀλλ' ἔνδον ἐναπέθνησκον. Ὁ δὲ μακάριος Ποθεινὸς ὁ τὴν διακονίαν τῆς ἐπισκοπῆς ἐν Λουγδούνῳ πεπιστευμένος, ὑπὲρ τὰ ἐνενήκοντα ἔτη τῆς ἡλικίας γεγονὼς, καὶ πάνυ ἀσθενὴς τῷ σώματι, μόλις μὲν ἐμπνέων διὰ τὴν προκειμένην σωματικὴν ἀσθένειαν, ὑπὸ δὲ προθυμίας πνεύματος ἀναῤῥωννύμενος διὰ τὴν ἐγκειμένην τῆς μαρτυρίας ἐπιθυμίαν, καὶ αὐτὸς ἐπὶ τὸ βῆμα ἐσύρετο, τοῦ μὲν σώματος καὶ ὑπὸ τοῦ γήρως καὶ ὑπὸ τῆς νόσου λελυμένου, τηρουμένης δὲ τῆς ψυχῆς ἐν αὐτῷ, ἵνα δι' αὐτῆς Χριστὸς θριαμβεύσῃ. Ὅς ὑπὸ τῶν στρατιωτῶν ἐπὶ τὸ βῆμα κομισθεὶς, παραπεμπόντων αὐτὸν τῶν πολιτικῶν ἐξουσιῶν, καὶ παντὸς τοῦ πλήθους ἐπιβοήσεις παντοίας ποιουμένων, ὡς αὐτοῦ ὄντος τοῦ Χριστοῦ, ἀπεδίδου τὴν καλὴν μαρτυρίαν. Ἀνεταζόμενος δὲ ὑπὸ τοῦ ἡγεμόνος, τίς εἴη Χριστιανῶν ὁ Θεὸς, ἔφη· « Ἐὰν ᾖς ἄξιος, γνώσῃ. » Ἐντεῦθεν δὴ ἀφειδῶς ἐσύρετο, καὶ ποικίλας ἔπασχε πληγὰς, τῶν μὲν σύνεγγυς, χερσὶ καὶ ποσὶν ἐνυβριζόντων παντοίως, μηδὲ τὴν ἡλικίαν αἰδουμένων αὐτοῦ, τῶν δὲ μακρὰν, ὃ μετὰ χεῖρας ἕκαστος εἶχεν, εἰς αὐτὸν ἀκοντιζόντων, πάντων δὲ ἡγουμένων μεγάλως πλημμελεῖν καὶ ἀσεβεῖν, εἴ τις ἀπολειφθείη τῆς εἰς αὐτὸν ἀσελγείας· καὶ γὰρ τοὺς θεοὺς ἑαυτῶν ᾤοντο οὕτως ἐκδικήσειν. Καὶ μόγις ἐμπνέων ἐῤῥίφη ἐν τῇ εἱρκτῇ, καὶ μετὰ δύο ἡμέρας ἀπέψυξεν. Ἐνταῦθα δὴ μεγάλη τις οἰκονομία τοῦ Θεοῦ ἐγίνετο, καὶ ἔλεος ἀμέτρητον ἀνεφαίνετο Ἰησοῦ, σπανίως μὲν ἐν τῇ ἀδελφότητι γεγονὸς, μὴ ἀπολειπόμενον δὲ τῆς τέχνης τοῦ Χριστοῦ. Οἱ γὰρ κατὰ τὴν πρώτην
and the remaining outrages, as many as angry attendants, and those full of the devil at that, are accustomed to inflict upon those shut up, so that the greater number were suffocated in the prison, as many at least as the Lord willed to depart thus, displaying His glory. For those who had been bitterly tortured, so that it seemed they could not live any longer even if they obtained every care, remained in the prison, destitute indeed of care from men, but strengthened anew by the Lord and empowered both in body and in soul, and urging on and comforting the rest. But the young and those newly arrested, whose bodies had not previously been maltreated, did not bear the weight of the confinement, but died within. And the blessed Pothinus, who had been entrusted with the ministry of the episcopate in Lugdunum, being past ninety years of age, and very weak in body, barely breathing because of the bodily weakness that lay upon him, yet strengthened anew by eagerness of spirit because of the urgent desire for martyrdom, was himself also dragged to the tribunal, his body indeed beingloosened both by old age and by disease, yet his soul being preserved in him, that through it Christ might triumph. Who, having been brought by the soldiers to the tribunal, with the civil authorities escorting him and the whole multitude making all manner of outcries as though he were Christ Himself, rendered the noble testimony. And being examined by the governor as to who the God of the Christians might be, he said: "If you are worthy, you shall know." Thereupon indeed he was dragged away unsparingly, and suffered varied blows, those near at hand insulting him in every way with hands and feet, not even respecting his age, and those at a distance hurling at him whatever each had in hand, and all thinking that they would commit a great fault and impiety if anyone should fall short in brutality towards him; for indeed they supposed that in this way they would avenge their gods. And barely breathing he was cast into the prison, and after two days he expired. Then indeed a great dispensation of God took place, and the immeasurable mercy of Jesus was made manifest, such as had rarely happened in the brotherhood, yet did not fall short of the skill of Christ. For those who at the first
PG 20:421Read from the page
σύλληψιν ἔξαρνοι γενόμενοι, συνεκλείοντο καὶ αὐτοὶ καὶ μετεῖχον τῶν δεινῶν. Οὐδὲ γὰρ ἐν τῷ καιρῷ τούτῳ ὄφελός τι αὐτοῖς ἡ ἐξάρνησις ἐγίνετο· ἀλλ' οἱ μὲν ὁμολογοῦντες ὃ καὶ ἦσαν, συνεκλείοντο ὡς Χριστιανοὶ, μηδεμιᾶς ἄλλης αἰτίας αὐτοῖς ἐπιφερομένης, οὗτοι δὲ λοιπὸν ὡς ἀνδροφόνοι καὶ μιαροὶ κατείχοντο, διπλότερον παρὰ τοὺς λοιποὺς κολαζόμενοι. Ἐκείνους μὲν γὰρ ἐπεκούφιζεν ἡ χαρὰ τῆς μαρτυρίας, καὶ ἡ ἐλπὶς τῶν ἐπηγγελμένων, καὶ ἡ πρὸς τὸν Χριστὸν ἀγάπη, καὶ τὸ Πνεῦμα τὸ πατρικόν· τούτους δὲ τὸ συνειδὸς μεγάλως ἐτιμωρεῖτο, ὥστε καὶ παρὰ τοῖς λοιποῖς ἅπασι κατὰ τὰς παρόδους, διαδήλους τὰς ὄψεις αὐτῶν εἶναι. Οἱ μὲν γὰρ ἱλαροὶ προῄεσαν, δόξης καὶ χάριτος πολλῆς ταῖς ὄψεσιν αὐτῶν συγκεκραμένης, ὥστε καὶ τὰ δεσμὰ κόσμον εὐπρεπῆ περικεῖσθαι αὐτοῖς, ὡς νύμφῃ κεκοσμημένῃ ἐν κροσσωτοῖς χρυσοῖς περιπεποικιλμένοις, τὴν εὐωδίαν ὀδωδότες ἅμα τὴν Χριστοῦ, ὥστε ἐνίους δόξαι καὶ μύρῳ κοσμικῷ κεχρίσθαι αὐτούς· οἱ δὲ, κατηφεῖς καὶ ταπεινοὶ καὶ δυσειδεῖς, καὶ πάσης ἀσχημοσύνης ἀνάπλεοι, προσέτι δὲ ὑπὸ τῶν ἐθνῶν ὀνειδιζόμενοι ὡς ἀγεννεῖς καὶ ἄνανδροι, ἀνδροφόνων μὲν ἔγκλημα ἔχοντες, ἀπολωλεκότες δὲ τὴν πάντιμον καὶ ἔνδοξον καὶ ζωοποιὸν προσηγορίαν. Ταῦτα δὲ οἱ λοιποὶ θεωροῦντες, ἐστηρίχθησαν, καὶ οἱ συλλαμβανόμενοι ἀδιστάκτως ὡμολόγουν, μηδὲ ἔννοιαν ἔχοντες διαβολικοῦ λογισμοῦ. » Τούτοις μεταξύ τινα ἐπειπόντες, αὖθις ἐπιφέρουσι· « Μετὰ ταῦτα δὴ λοιπὸν εἰς πᾶν εἶδος διῃρεῖτο τὰ μαρτύρια τῆς ἐξόδου αὐτῶν. Ἐκ διαφόρων γὰρ χρωμάτων καὶ παντοίων ἀνθῶν ἕνα πλέξαντες στέφανον, προσήνεγκαν τῷ Πατρί. Ἐχρῆν γοῦν τοὺς γενναίους ἀθλητὰς, ποικίλον ὑπομείναντας ἀγῶνα καὶ μεγάλως νικήσαντας, ἀπολαβεῖν τὸν μέγαν τῆς ἀφθαρσίας στέφανον. Ὁ μὲν οὖν Μάτουρος καὶ ὁ Σάγκτος καὶ ἡ Βλανδίνα καὶ Ἄτταλος ἤγοντο ἐπὶ τὰ θηρία εἰς τὸ δημόσιον, καὶ εἰς τὸ κοινὸν τῶν ἐθνῶν τῆς ἀπανθρωπίας θέαμα, ἐπίτηδες τῆς τῶν θηριομαχιῶν ἡμέρας διὰ τοὺς ἡμετέρους διδομένης. Καὶ ὁ μὲν Μάτουρος καὶ ὁ Σάγκτος αὖθις
arrest had denied, were themselves also shut up together and shared in the terrors. For neither at this time was their denial of any benefit to them; but whereas those who confessed what they indeed were, were shut up as Christians, with no other charge brought against them, these on the other hand were thereafter detained as murderers and polluted men, being punished twice as heavily as the rest. For those indeed were lightened by the joy of martyrdom, and the hope of the promises, and love towards Christ, and the Spirit of the Father; whereas these were greatly tormented by their conscience, so that even among all the rest along the passages their countenances were manifest. For the ones went forth cheerful, with much glory and grace blended in their countenances, so that even their bonds lay around them as a comely ornament, like a bride adorned in golden fringes variably wrought, breathing at the same time the sweet odour of Christ, so that some supposed that they had even been anointed with worldly unguent; whereas the others were downcast and humble and unsightly, and full of every unseemliness, and moreover reviled by the heathen as ignoble and unmanly, bearing indeed the charge of murderers, and having lost the all-honourable and glorious and life-giving appellation. And the rest, beholding these things, were established, and those who were arrested confessed without hesitation, not even entertaining a thought of diabolical reasoning." After adding some things between to these, they again subjoin: "After these things, then, the testimonies of their departure were divided into every form. For having woven one crown out of different colours and all manner of flowers, they offered it to the Father. It was fitting, therefore, that the noble athletes, having endured a varied contest and mightily conquered, should receive the great crown of incorruption. Maturus, then, and Sanctus and Blandina and Attalus were led to the wild beasts into the public arena, and to the common spectacle of the inhumanity of the heathen, the day of the fights with wild beasts being purposely granted on account of our people. And Maturus and Sanctus again
PG 20:424Read from the page
διῄεσαν ἐν τῷ ἀμφιθεάτρῳ διὰ πάσης κολάσεως, ὡς μηδὲν ὅλως προπεπονθότες, μᾶλλον δὲ ὡς διὰ πλειόνων ἤδη κλήρων ἐκβεβιακότες τὸν ἀντίπαλον, καὶ περὶ τοῦ στεφάνου αυτοῦ τὸν ἀγῶνα ἔχοντες, ὑπέφερον πάλιν τὰς διεξόδους τῶν μαστίγων τὰς ἐκεῖσε εἰθισμένας, καὶ τοὺς ἀπὸ τῶν θηρίων ἑλκηθμοὺς, καὶ πάνθ' ὅσα μαινόμενος ὁ δῆμος ἄλλοι ἀλλαχόθεν ἐπεβόων καὶ ἐπεκελεύοντο, καὶ ἐπὶ πᾶσι τὴν σιδηρᾶν καθέδραν, ἐφ' ἧς τηγανιζόμενα τὰ σώματα, κνίσσης αὐτοὺς ἐνεφόρει. Οἱ δ' οὐδ' οὕτως ἔληγον, ἀλλ' ἔτι καὶ μᾶλλον ἐξεμαίνοντο, βουλόμενοι νικῆσαι τὴν ἐκείνων ὑπομονήν. Καὶ οὐδ' ὡς παρὰ Σάγκτου ἕτερόν τι ἤκουσαν, παρ' ἣν ἀπαρχῆς εἴθιστο λέγειν τῆς ὁμολογίας φωνήν. Οὗτοι μὲν οὖν δι' ἀγῶνος μεγάλου ἐπιπολὺ παραμενούσης αὐτῶν τῆς ψυχῆς, τοὔσχατον ἐτύθησαν, διὰ τῆς ἡμέρας ἐκείνης, ἀντὶ πάσης τῆς ἐν τοῖς μονομαχίοις ποικιλίας, αὐτοὶ θέαμα γενόμενοι τῷ κόσμῳ. Ἡ δὲ Βλανδίνα ἐπὶ ξύλου κρεμασθεῖσα, προὔκειτο βορὰ τῶν εἰσβαλλομένων θηρίων· ἣ καὶ διὰ τοῦ βλέπεσθαι σταυροῦ σχήματι κρεμαμένη, διὰ τῆς εὐτόνου προσευχῆς, πολλὴν προθυμίαν ἐνεποίει τοῖς ἀγωνιζομένοις, βλεπόντων αὐτῶν ἐν τῷ ἀγῶνι, καὶ τοῖς ἔξωθεν ὀφθαλμοῖς διὰ τῆς ἀδελφῆς, τὸν ὑπὲρ αὐτῶν ἐσταυρωμένον, ἵνα πείσῃ τοὺς πιστεύοντας εἰς αὐτὸν, ὅτι πᾶς ὁ ὑπὲρ τῆς Χριστοῦ δόξης παθὼν, τὴν κοινωνίαν ἀεὶ ἔχει μετὰ τοῦ ζῶντος Θεοῦ. Καὶ μηδενὸς ἁψαμένου τότε τῶν θηρίων αὐτῆς, καθαιρεθεῖσα ἀπὸ τοῦ ξύλου, ἀνελήφθη πάλιν εἰς τὴν εἱρκτὴν, εἰς ἄλλον ἀγῶνα τηρουμένη, ἵνα διὰ πλειόνων γυμνασμάτων νικήσασα, τῷ μὲν σκολιῷ ὄφει ἀπαραίτητον ποιήσῃ τὴν καταδίκην, προτρέψηται δὲ τοὺς ἀδελφοὺς ἡ μικρὰ καὶ ἀσθενὴς καὶ εὐκαταφρόνητος, μέγαν καὶ ἀκαταγώνιστον ἀθλητὴν Χριστὸν ἐνδεδυμένη, διὰ πολλῶν κλήρων ἐκβιβάσασα τὸν ἀντικείμενον, καὶ δι' ἀγῶνος τὸν τῆς ἀφθαρσίας στεψαμένη στέφανον. Ὁ δὲ Ἄτταλος καὶ αὐτὸς μεγάλως
passed through every punishment in the amphitheatre, as though they had suffered nothing at all before, or rather as having already forced out the opponent through several heats, and holding the contest for the crown itself, they endured again the gauntlets of scourges that were customary there, and the draggings by the wild beasts, and all that the frenzied populace, some from one side and some from another, shouted for and demanded, and above all the iron chair, upon which their bodies being roasted filled them with the savour of burnt flesh. Yet not even so did those men cease, but they grew still more frantic, wishing to overcome their endurance. And not even so did they hear anything else from Sanctus besides the utterance of confession which he had been accustomed to speak from the beginning. These men, then, their soul remaining in them for a long while through a great contest, were at last sacrificed, having throughout that day become themselves a spectacle to the world in place of all the variety in the gladiatorial combats. And Blandina, having been hung upon a stake, was set forth as food for the wild beasts that were let in; and she also, by being seen hanging in the form of a cross, through her earnest prayer produced great eagerness in those who were contending, as in their contest they beheld even with their outward eyes, through their sister, Him Who was crucified for them, that she might persuade those who believe in Him that everyone who has suffered for the glory of Christ always has fellowship with the living God. And when none of the wild beasts touched her at that time, she was taken down from the stake and brought back again into the prison, being kept for another contest, so that by conquering through more exercises she might make the condemnation irreversible for the crooked serpent, and might encourage the brethren—she, small and weak and despised, yet clothed with the great and invincible athlete Christ, having routed the adversary through many heats, and through the contest having crowned herself with the crown of incorruption. And Attalus himself also, being mightily
Notes, col. 424

On the reading

Printed αυτοῦ, for αὐτοῦ.

PG 20:425Read from the page
ἐξαιτηθεὶς ὑπὸ τοῦ ὄχλου, καὶ γὰρ ἦν ὀνομαστὸς, ἕτοιμος εἰσῆλθεν ἀγωνιστὴς διὰ τὸ εὐσυνείδητον, ἐπειδὴ γνησίως ἐν τῇ Χριστιανῇ συντάξει γεγυμνασμένος ἦν, καὶ ἀεὶ μάρτυς ἐγεγόνει παρ' ἡμῖν ἀληθείας. Καὶ περιαχθεὶς κύκλῳ τοῦ ἀμφιθεάτρου, πίνακος αὐτὸν προάγοντος ἐν ᾧ ἐπεγέγραπτο Ῥωμαϊστί· Οὗτός ἐστιν Ἄτταλος ὁ Χριστιανός· καὶ τοῦ δήμου σφόδρα σφριγῶντος ἐπ' αὐτῷ, μαθὼν ὁ ἡγεμὼν ὅτι Ῥωμαῖός ἐστιν, ἐκέλευσεν αὐτὸν ἀναληφθῆναι μετὰ καὶ τῶν λοιπῶν τῶν ἐν τῇ εἱρκτῇ ὄντων, περὶ ὧν ἐπέστειλε τῷ Καίσαρι, καὶ περιέμενε τὴν ἀπόφασιν τὴν ἀπ' ἐκείνου. Ὁ δὲ διὰ μέσου καιρὸς οὐκ ἀργὸς αὐτοῖς οὐδὲ ἄκαρπος ἐγίνετο, ἀλλὰ διὰ τῆς ὑπομονῆς αὐτῶν, τὸ ἀμέτρητον ἔλεος ἀνεφαίνετο Χριστοῦ. Διὰ γὰρ τῶν ζώντων ἐζωοποιοῦντο τὰ νεκρὰ, καὶ μάρτυρες τοῖς μὴ μάρτυσιν ἐχαρίζοντο. Καὶ ἐνεγίνετο πολλὴ χαρὰ τῇ παρθένῳ μητρὶ, οὓς ὡς νεκροὺς ἐξέτρωσε, τούτους ζῶντας ἀπολαμβανούσῃ. Δι' ἐκείνων γὰρ οἱ πλείους τῶν ἠρνημένων ἀνεμητροῦντο καὶ ἀνεκυΐσκοντο, καὶ ἀνεζωπυροῦντο, καὶ ἐμάνθανον ὁμολογεῖν, καὶ ζῶντες ἤδη καὶ τετονωμένοι, προσῄεσαν τῷ βήματι, ἐγγλυκαίνοντος τοῦ τὴν μὲν θάνατον τοῦ ἁμαρτωλοῦ μὴ βουλομένου, ἐπὶ δὲ τὴν μετάνοιαν χρηστευομένου Θεοῦ, ἵνα καὶ πάλιν ἐπερωτηθῶσιν ὑπὸ τοῦ ἡγεμόνος· ἐπιστείλαντος γὰρ τοῦ Καίσαρος, τοὺς μὲν ἀποτυμπανισθῆναι, εἰ δέ τινες ἀρνοῖντο, τούτους ἀπολυθῆναι, τῆς ἐνθάδε πανηγύρεως (ἔστι δὲ αὕτη πολυάνθρωπος ἐκ πάντων τῶν ἐθνῶν συνερχομένων εἰς αὐτὴν) ἀρχομένης συνεστάναι, ἀνῆγεν ἐπὶ τὸ βῆμα θεατρίζων τοὺς μακαρίους, καὶ ἐμπομπεύων τοῖς ὄχλοις. Διὸ καὶ πάλιν ἀνήταζε, καὶ ὅσοι μὲν ἐδόκουν πολιτείαν Ῥωμαίων ἐσχηκέναι, τούτων ἀνέτεμνε τὰς κεφαλὰς, τοὺς δὲ λοιποὺς ἔπεμπεν εἰς θηρία. Ἐδοξάζετο δὲ μεγάλως ὁ Χριστὸς ἐπὶ τοῖς πρότερον ἠρνησαμένοις, τότε παρὰ τὴν τῶν ἐθνῶν ὑπόνοιαν ὁμολογοῦσι. Καὶ γὰρ ἰδίᾳ οὗτοι ἀνητάζοντο, ὡς δῆθεν ἀπολυθησόμενοι. Καὶ ὁμολογοῦντες, προσετίθεντο τῷ
demanded by the crowd—for indeed he was of note—entered in as a ready contestant on account of his good conscience, since he had been genuinely trained in the Christian discipline and had always been a witness of truth among us. And having been led around the circle of the amphitheatre, with a tablet going before him on which was inscribed in Latin, "This is Attalus the Christian," when the people were raging vehemently against him, the governor, learning that he was a Roman, ordered him to be taken back along with the rest also who were in the prison, concerning whom he had written to Caesar and was awaiting the decision from him. And the intervening time was neither idle nor unfruitful for them, but through their endurance the immeasurable mercy of Christ was made manifest. For through the living the dead were made alive, and martyrs bestowed favour upon those who were not martyrs. And great joy arose in the virgin mother, as she received back alive those whom she had cast forth as dead in miscarriage. For through them the greater number of those who had denied were formed anew in the womb, and were conceived anew, and were kindled anew to life, and learned to confess; and now living and braced in strength, they approached the tribunal, while God, Who does not will the death of the sinner, but in His kindness leads towards repentance, sweetened them, so that they might again be questioned by the governor. For as Caesar had written back that the ones should be beaten to death, while if any should deny, these should be released, when the festival here (and this is populous, with people assembling to it out of all the nations) was beginning to be held, he brought the blessed ones up to the tribunal, making a theatre of them and parading them before the crowds. Wherefore he also examined them again, and as many as appeared to possess the citizenship of the Romans, of these he cut off the heads, while the rest he sent to the wild beasts. And Christ was greatly glorified in those who had formerly denied, but then confessed contrary to the expectation of the heathen. For indeed these were examined apart, as though forsooth they were about to be released. And confessing, they were added to the
Notes, col. 425

On the reading

Printed τὴν μὲν θάνατον, for τὸν μὲν θάνατον.