ὅπως ἀπὸ τῶν τοιούτων ἐνστάσεων ἀναχωρήσαιεν. Ἐγγράψαι τοιγαροῦν πρὸς τοὺς λογιστὰς καὶ τοὺς στρατηγοὺς, καὶ τοὺς πραιποσίτους τοῦ πάγου ἑκάστης πόλεως ἡ σὴ ἐπιστρέφεια ὀφείλει, ἵνα γνῷεν περαιτέρω αὐτοῖς τούτου τοῦ πράγματος φροντίδα ποιεῖσθαι μὴ προσήκειν.» Ἐπὶ τούτοις οἱ κατ' ἐπαρχίαν, τὴν τῶν γραφέντων αὐτοῖς ἐπαληθεύειν προαίρεσιν νενομικότες, λογισταῖς καὶ στρατηγοῖς καὶ τοῖς κατ' ἀγροὺς ἐπιτεταγμένοις, τὴν βασιλικὴν διὰ γραμμάτων ἐμφανῆ καθιστῶσι γνώμην, οὐ μόνον δ' αὐτοῖς διὰ γραφῆς ταῦτα προὐχώρει, καὶ ἔργοις δὲ πολὺ πρότερον, ὡς ἂν νεῦμα βασιλικὸν εἰς πέρας ἄγοντες, οὓς εἶχον ἐν δεσμωτηρίοις καθειργμένους διὰ τὴν εἰς τὸ θεῖον ὁμολογίαν, εἰς φανερὸν προάγοντες ἠλευθέρουν, ἀνιέντες τούτων δὴ αὐτῶν τοὺς ἐν μετάλλοις ἐπὶ τιμωρίᾳ δεδομένους· τοῦτο γὰρ ἐπ' ἀληθείας βασιλεῖ δοκεῖν ὑπειλήφασιν ἠπατημένοι. Καὶ δὴ τούτων οὕτως ἐπιτελεσθέντων, ἀθρόως οἷόν τι φῶς ἐκ ζοφερᾶς νυκτὸς ἐκλάμψαν, κατὰ πᾶσαν πόλιν συγκροτουμένας παρῆν ὁρᾷν ἐκκλησίας, συνόδους τε παμπληθεῖς, καὶ τὰς ἐπὶ τούτων ἐξ ἔθους ἐπιτελουμένας συναγωγὰς, καταπέπληκτο δ' ἐπὶ τούτοις οὐ σμικρῶς πᾶς τις τῶν ἀπίστων ἐθνῶν, τῆς τοσαύτης μεταβολῆς τὸ παράδοξον ἀποθαυμάζων, μέγαν τε καὶ μόνον ἀληθῆ τὸν Χριστιανῶν Θεὸν ἐπιβοώμενος. Τῶν δ' ἡμετέρων οἱ μὲν τὸν τῶν διωγμῶν ἀγῶνα πιστῶς καὶ ἀνδρείως διηθληκότες, τὴν πρὸς ἅπαντας αὖθις ἀπελάμβανον παῤῥησίαν, ὅσοι δὲ τὰ τῆς πίστεως νενοσηκότες, τὰς ψυχὰς ἐτύγχανον κεχειμασμένοι, ἀσμένως περὶ τὴν σφῶν θεραπείαν ἔσπευδον, ἀντιβολοῦντες καὶ σωτηρίας δεξιὰν τοὺς ἐῤῥωμένους αἰτούμενοι, τόν τε Θεὸν ἵλεων αὐτοῖς γενέσθαι καθικετεύοντες. Εἶτα δὲ καὶ οἱ γενναῖοι τῆς θεοσεβείας ἀθληταὶ τῆς εἰς τὰ μέταλλα κακοπαθείας ἐλευθερούμενοι, ἐπὶ τὰς ἑαυτῶν ἐστέλλοντο, γαῦροι καὶ φαιδροὶ διὰ πάσης ἰόντες πόλεως, εὐφροσύνης τε ἀλέκτου, καὶ ἣν οὐδὲ λόγῳ δυνατὸν ἑρμηνεῦσαι παῤῥησίας ἔμπλεοι. Στίφη οὖν πολυάνθρωπα κατὰ μέσας λεωφόρους καὶ ἀγορὰς, ᾠδαῖς καὶ ψαλμοῖς τὸν Θεὸν ἀνυμνοῦντα τὰ τῆς πορείας ἤνυε. Καὶ τοὺς μετὰ τιμωρίας ἀπηνεστάτης μικρῷ πρόσθεν δεσμίους τῶν πατρίδων ἀπεληλαμένους, εἶδες ἂν ἱλαροῖς καὶ γεγηθόσι προσώποις τὰς αὐτῶν ἀπολαμβάνοντας ἑστίας, ὡς καὶ τοὺς πρότερον καθ' ἡμῶν φονῶντας, τὸ θαῦμα παρὰ πᾶσαν ὁρῶντας ἐλπίδα, συγχαίρειν τοῖς γεγενημένοις.
so as to withdraw from such obstinate courses. Your diligence therefore ought to write to the curators and the magistrates, and the praepositi of the district of each city, that they may know that it does not belong to them to take care any further of this matter." Upon this those in each province, having supposed the purport of what was written to them to be genuine, make manifest by letters the imperial mind to curators and magistrates and those set over the country districts; and not only did these things go forward for them by writing, but much earlier by deeds as well, as though carrying out an imperial nod to fulfilment, those whom they held shut up in prisons on account of their confession towards the Divine they brought forth into the open and set free, releasing those very ones among them who had been consigned to the mines for punishment; for being deceived they supposed that this in truth seemed good to the emperor. And when these things had thus been accomplished, suddenly, like some light shining forth out of gloomy night, in every city one might see churches gathered together, and thronged assemblies, and the meetings customarily held therein; and every single one of the unbelieving Gentiles was struck with no small amazement at these things, marvelling at the strangeness of so great a change, and acclaiming the God of the Christians as great and alone true. And of our people, those who had faithfully and bravely contended through the conflict of the persecutions recovered again their outspokenness towards all, whilst as many as had been sick in the matters of the faith and happened to have been storm-tossed in their souls gladly hastened regarding their own healing, entreating and asking of the strong the right hand of salvation, and imploring God to be merciful unto them. And then too the noble athletes of godliness, being set free from their hardship in the mines, were setting out for their own homes, going proud and joyous through every city, filled with unspeakable gladness and a confidence which it is not possible even by word to express. Throngs therefore of many people along the middle of highways and market-places accomplished their journey praising God with songs and psalms. And those who a little before in bonds with most ruthless punishment had been driven from their native lands, you might have seen with cheerful and rejoicing faces recovering their hearths, so that even those who previously thirsted for our blood, beholding the wonder beyond all expectation, rejoiced with us over what had come to pass.