Migne Reading Room

PG 20 · cols. 312–321 · Read from the page

Eusebius, Church History, Book IV

Eusebius, Church History, Book IV

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:312Read from the page
ὑπὸ βασιλέως πεμφθείσης, ταῖς ἀπονοίαις αὐτῶν ἀφειδῶς χρώμενος ἐπεξῄει, μυριάδας ἀθρόως ἀνδρῶν ὁμοῦ καὶ παίδων καὶ γυναικῶν διαφθείρων, πολέμου τε νόμῳ τὰς χώρας αὐτῶν ἐξανδραποδιζόμενος. Ἐστρατήγει δὲ Ἰουδαίων τηνικαῦτα Βαρχωχεβᾶς ὄνομα, ὃ δὴ ἀστέρα δηλοῖ, τὰ μὲν ἄλλα φονικὸς καὶ ληστρικός τις ἀνὴρ, ἐπὶ δὲ τῇ προσηγορίᾳ οἷα ἐπ' ἀνδραπόδων, ὡς δὴ ἐξ οὐρανοῦ φωστὴρ αὐτοῖς κατεληλυθὼς, κακουμένοις τε ἐπιλάμψαι τερατευόμενος. Ἀκμάσαντος δὲ τοῦ πολέμου ἔτους ὀκτωκαιδεκάτου τῆς ἡγεμονίας Ἀδριανοῦ κατὰ Βήθθηρα πόλιν, ἥτις ἦν ὀχυρωτάτη, τῶν Ἱεροσολύμων οὐ σφόδρα πόρρω διεστῶσα, τῆς τε ἔξωθεν πολιορκίας χρονίου γενομένης, λιμῷ τε καὶ δίψει τῶν νεωτεροποιῶν εἰς ἔσχατον ὀλέθρου περιελαθέντων, καὶ τοῦ τῆς ἀπονοίας αὐτοῖς αἰτίου τὴν ἀξίαν ἐκτίσαντος δίκην, τὸ πᾶν ἔθνος ἐξ ἐκείνου καὶ τῆς περὶ τὰ Ἱεροσόλυμα γῆς πάμπαν ἐπιβαίνειν εἴργεται,
had been sent by the king, marched out against them, dealing unsparingly with their madness, destroying myriads of men at once together with children and women, and enslaving their lands by the law of war. Now the general of the Jews at that time was one by name Barchochebas, which signifies a star, a man in other respects murderous and brigand-like, but relying upon his appellation, as though dealing with slaves, pretending that he had come down to them as a luminary from heaven to shine upon them in their affliction. And when the war reached its height in the eighteenth year of the rule of Hadrian at the city of Beththera, which was a very strong fortress standing not very far from Jerusalem, and the siege from without had lasted a long time, and the rebels had been driven to the last extremity of destruction by hunger and thirst, and the author of their madness had paid the just penalty, the whole nation from that time was altogether debarred even from setting foot upon the land around Jerusalem,
PG 20:313Read from the page
νόμου δόγματι καὶ διατάξεσιν Ἀδριανοῦ, ὡς ἂν μηδ' ἐξ ἀπόπτου θεωροῖεν τὸ πατρῷον ἔδαφος, ἐγκελευσαμένου, Ἀρίστων ὁ Πελλαῖος ἱστορεῖ. Οὕτω δὴ τῆς πόλεως εἰς ἐρημίαν τοῦ Ἰουδαίων ἔθνους, καὶ παντελῆ φθορὰν τῶν πάλαι οἰκητόρων ἐλθούσης, ἐξ ἀλλοφύλου τε γένους συνοικισθείσης, ἡ μετέπειτα συστᾶσα Ῥωμαϊκὴ πόλις τὴν ἐπωνυμίαν ἀμεί-
by the decree of a law and the ordinances of Hadrian, who commanded that not even from afar should they behold their ancestral soil, as Aristo of Pella relates. And when the city had thus come into desolation of the nation of the Jews and utter destruction of its ancient inhabitants, and had been colonized by an alien race, the Roman city which subsequently arose, having changed its name-
PG 20:316Read from the page
ψασα, εἰς τὴν τοῦ κρατοῦντος Αἰλίου Ἀδριανού τιμὴν, Αἰλία προσαγορεύεται. Καὶ δὴ τῆς αὐτόθι Ἐκκλησίας ἐξ ἐθνῶν συγκροτηθείσης, πρῶτος μετὰ τοὺς ἐκ περιτομῆς ἐπισκόπους, τὴν τῶν ἐκεῖσε λειτουργίαν ἐγχειρίζεται Μάρκος.
ing, is called Aelia in honour of the reigning Aelius Hadrian. And indeed when the Church there had been gathered together from the Gentiles, the first after the bishops of the circumcision to be entrusted with the ministry of the people there is Marcus.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Τίνες κατ' ἐκεῖνο καιροῦ γεγόνασι ψευδωνύμου γνώσεως ἀρχηγοὶ (Nic. H. E. IV, 2-4).
Who at that season became leaders of knowledge falsely so called (Nic. H. E. IV, 2-4).
Ἤδη δὲ λαμπροτάτων δίκην φωστήρων τῶν ἀνὰ τὴν οἰκουμένην ἀποστιλβουσῶν Ἐκκλησιῶν, ἀκμαζούσης τε εἰς ἅπαν τὸ τῶν ἀνθρώπων γένος τῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστεως, ὁ μισόκαλος δαίμων οἷα τῆς ἀληθείας ἐχθρὸς καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἀεὶ τυγχάνων πολεμιώτατος, πάσας στρέφων κατὰ τῆς Ἐκκλησίας μηχανὰς, πάλαι μὲν τοῖς ἔξωθεν διωγμοῖς κατ' αὐτῆς ὡπλίζετο· τότε γε μὴν τούτων ἀποκεκλεισμένος, πονηροῖς καὶ γόησιν ἀνδράσιν ὥσπερ τισὶν ὀλεθρίοις ψυχῶν ὀργάνοις, διακόνοις τε ἀπωλείας χρώμενος, ἑτέραις κατεστρατήγει μεθόδοις, πάντα πόρον ἐπινοῶν, ὡς ἂν ὑποδύντες γόητες καὶ ἀπατηλοὶ τὴν αὐτὴν τοῦ δόγματος ἡμῖν προσηγορίαν, ὁμοῦ μὲν τῶν πιστῶν τοὺς πρὸς αὐτῶν ἁλισκομένους, εἰς βυθὸν ἀπωλείας ἄγοιεν, ὁμοῦ δὲ τοὺς τῆς πίστεως ἀγνῶτας δι' ὧν αὐτοὶ δρῶντες ἐπιχειροῖεν, ἀποτρέποιντο τῆς ἐπὶ τὸν σωτήριον λόγον παρόδου. Ἀπὸ γοῦν τοῦ Μενάνδρου ὃν διάδοχον τοῦ Σίμωνος ἤδη πρότερον παραδεδώκαμεν, ἀμφίστομος ὥσπερ καὶ δικέφαλος ὀφιώδης τις προελθοῦσα δύναμις, δυοῖν αἱρέσεων διαφόρων ἀρχηγοὺς κατεστήσατο, Σατορνῖνόν τε Ἀντιοχέα τὸ γένος, καὶ Βασιλείδην Ἀλεξανδρέα, ὧν ὁ μὲν κατὰ Συρίαν, ὁ δὲ κατ' Αἴγυπτον, συνεστήσαντο θεομισῶν αἱρέσεων διδασκαλεῖα. Τὰ μὲν οὖν πλεῖστα τὸν Σατορνῖνον τὰ αὐτὰ τῷ Μενάνδρῳ ψευδολογῆσαι ὁ Εἰρηναῖος δηλοῖ, προσχήματι δὲ ἀποῤῥητοτέρων, τὸν Βασιλείδην εἰς τὸ ἄπειρον τεῖναι τὰς ἐπινοίας, δυσσεβοῦς αἱρέσεως ἑαυτῷ τερατώδεις ἀναπλάσαντα μυθοποιίας. Πλείστων οὖν ἐκκλησιαστικῶν ἀνδρῶν κατ' ἐκεῖνο καιροῦ τῆς ἀληθείας ὑπεραγωνιζομένων, λογικώτερόν τε τῆς
And when the Churches were now shining after the manner of the brightest luminaries throughout the world, and faith in our Saviour and Lord Jesus Christ was flourishing among the whole race of men, the demon who hates what is good, as being the enemy of truth and always most hostile to the salvation of men, turning all his devices against the Church, of old indeed armed himself against her with persecutions from without; but at that time, being shut out from these, using wicked men and sorcerers like certain destructive instruments of souls and ministers of perdition, he manoeuvred by other methods, contriving every means, so that sorcerers and deceivers, slipping under the same appellation of our doctrine, might at once lead into the depth of perdition those of the faithful who were caught by them, and at the same time turn away those ignorant of the faith, through the things which they themselves undertook to do, from the approach to the saving word. From Menander, at any rate, whom we have already previously handed down as the successor of Simon, a certain two-mouthed and two-headed serpent-like power, proceeding forth, established leaders of two different heresies, Saturninus, an Antiochene by race, and Basilides, an Alexandrian, of whom the one in Syria, and the other in Egypt, set up schools of God-hated heresies. Now Irenaeus shows that in most respects Saturninus uttered the same falsehoods as Menander, while Basilides, under the pretext of more secret doctrines, stretched his inventions to infinity, having fashioned for himself monstrous mythologies of an impious heresy. While very many ecclesiastical men, therefore, were at that season contending in defence of the truth, and more rationally for the
Notes, col. 316

On the reading

Printed Ἀδριανού, for Ἀδριανοῦ.

PG 20:317Read from the page
ἀποστολικῆς καὶ ἐκκλησιαστικῆς δόξης ὑπερμαχούντων, ἤδη τινὲς καὶ διὰ συγγραμμάτων τοῖς μετέπειτα προφυλακτικὰς αὐτῶν δὴ τούτων τῶν δηλωθεισῶν αἱρέσεων παρεῖχον ἐφόδους. Ὧν εἰς ἡμᾶς κατῆλθεν ἐν τοῖς τότε γνωριμωτάτου συγγραφέως Ἀγρίππα Κάστορος ἱκανώτατος κατὰ Βασιλείδου ἔλεγχος, τὴν δεινότητα τῆς τἀνδρὸς ἀποκαλύπτων γοητείας. Ἐκφαίνων δ' οὖν αὐτοῦ τὰ ἀπόῤῥητα, φησὶν αὐτὸν εἰς μὲν τὸ Εὐαγγέλιον τέσσαρα πρὸς τοῖς εἴκοσι συντάξαι βιβλία, προφήτας δὲ ἑαυτῷ ὀνομάσαι Βαρχαββᾶν καὶ Βαρχὼφ, καὶ ἄλλους ἀνυπάρκτους τινὰς ἑαυτῷ συστησάμενον, βαρβάρους τε αὐτοῖς εἰς κατάπληξιν τῶν τὰ τοιαῦτα τεθηπότων ἐπιφημίσαι προσηγορίας· διδάσκειν τε ἀδιαφορεῖν εἰδωλοθύτων ἀπογευομένους, καὶ ἐξομνυμένους ἀπαραφυλάκτως τὴν πίστιν κατὰ τοὺς τῶν διωγμῶν καιροὺς, Πυθαγορικῶς τε τοῖς προσιοῦσιν αὐτῷ πενταετῆ σιωπὴν παρακελεύεσθαι. Καὶ ἕτερα δὲ τούτοις παραπλήσια ἀμφὶ τοῦ Βασιλείδου καταλέξας ὁ εἰρημένος, οὐκ ἀγεννῶς τῆς δηλωθείσης αἱρέσεως εἰς προῦπτον ἐφώρασε τὴν πλάνην. Γράφει δὲ καὶ Εἰρηναῖος συγχρονίσαι τούτοις Καρποκράτην, ἑτέρας αἱρέσεως τῆς τῶν Γνωστικῶν ἐπικληθείσης πατέρα· οἳ καὶ τοῦ Σίμωνος, οὐχ ὡς ἐκεῖνος κρύβδην, ἀλλ' ἤδη καὶ εἰς φανερὸν, τὰς μαγείας παραδιδόναι ἠξίουν, ὡς ἐπὶ μεγάλοις δὴ μονονουχὶ σεμνυνόμενοι τοῖς κατὰ περιεργίαν πρὸς αὐτῶν ἐπιτελουμένοις φίλτροις, ὀνειροπομποῖς τε καὶ παρέδροις τισὶ δαίμοσι, καὶ ἄλλαις ὁμοιοτρόποις
apostolic and ecclesiastical doctrine were fighting in defence, some already even through writings provided for posterity preventive methods against these very heresies that have been mentioned. Of these there has come down to us a most capable refutation against Basilides by Agrippa Castor, a most notable writer among those of that time, uncovering the terribleness of the man's sorcery. Disclosing, therefore, his secret doctrines, he says that he composed twenty-four books upon the Gospel, and named for himself as prophets Barchabbas and Barchoph, having also fabricated for himself certain other non-existent ones, and that he assigned to them barbarous appellations for the astonishment of those who marvel at such things; and that he taught them to regard it as indifferent to taste of things sacrificed to idols, and unguardedly to abjure the faith during the times of the persecutions, and that after the Pythagorean manner he enjoined a five years' silence upon those who came to him. And the aforesaid writer, having recounted other things also similar to these concerning Basilides, nobly exposed into the open the error of the aforesaid heresy. And Irenaeus also writes that contemporary with these was Carpocrates, father of another heresy which was called that of the Gnostics; who also presumed to hand down the magic arts of Simon, not secretly as he did, but now even openly, all but priding themselves, as upon great things, upon the love-potions wrought by them through curious arts, and dream-sending and certain familiar demons, and other similar
PG 20:320Read from the page
τισὶν ἀγωγαῖς· τούτοις τε ἀκολούθως πάντα δρᾷν χρῆναι διδάσκειν τὰ αἰσχρουργότατα τοὺς μέλλοντας εἰς τὸ τέλειον τῆς κατ' αὐτοὺς μυσταγωγίας, ἢ καὶ μᾶλλον μυσαροποιίας ἐλεύσεσθαι, ὡς μὴ ἂν ἄλλως ἐκφευξομένους τοὺς κοσμικοὺς, ὡς ἂν ἐκεῖνοι φαῖεν, ἄρχοντας, μὴ οὐχὶ πᾶσι τὰ δι' ἀῤῥητοποιίας ἀπονείμαντας χρέα. Τούτοις δῆτα συνέβαινε διακόνοις χρώμενον τὸν ἐπιχαιρεσίκακον δαίμονα, τοὺς μὲν πρὸς αὐτῶν ἀπατωμένους οἰκτρῶς οὕτως εἰς ἀπώλειαν ἀνδραποδίζεσθαι, τοῖς δὲ ἀπίστοις ἔθνεσι πολλὴν παρέχειν κατὰ τοῦ θείου λόγου δυσφημίας περιουσίαν, τῆς ἐξ αὐτῶν φήμης εἰς τὴν τοῦ παντὸς Χριστιανῶν ἔθνους διαβολὴν καταχεομένης. Ταύτῃ δ' οὖν ἐπιπλεῖστον συνέβαινε τὴν περὶ ἡμῶν παρὰ τοῖς τότε ἀπίστοις ὑπόνοιαν δυσσεβῆ καὶ ἀτοπωτάτην διαδίδοσθαι, ὡς δὴ ἀθεμίτοις πρὸς μητέρας καὶ ἀδελφὰς μίξεσιν ἀνοσίαις τε τροφαῖς χρωμένων. Οὐκ εἰς μακρόν γε μὴν αὐτῷ ταῦτα προὐχώρει, τῆς ἀληθείας αὐτῆς ἑαυτὴν συνιστώσης, ἐπὶ μέγα τε φῶς κατὰ τὸν προϊόντα χρόνον διαλαμπούσης. Ἔσβεστο μὲν γὰρ αὐτίκα πρὸς αὐτῆς ἐνεργείας ἀπελεγχόμενα τὰ τῶν ἐχθρῶν ἐπιτεχνήματα, ἄλλων ἐπ' ἄλλαις αἱρέσεων καινοτομουμένων ὑποῤῥεουσῶν ἀεὶ τῶν προτέρων, καὶ εἰς πολυτρόπους καὶ πολυμόρφους ἰδέας ἄλλοτε ἄλλως φθειρομένων· προῄει δ' εἰς αὔξησιν καὶ μέγεθος ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα ἡ τῆς καθόλου καὶ μόνης ἀληθοῦς Ἐκκλησίας λαμπρότης, τὸ σεμνὸν καὶ εἰλικρινὲς καὶ ἐλευθέριον, τό τε σῶφρον καὶ καθαρὸν τῆς ἐνθέου πολιτείας τε καὶ φιλοσοφίας εἰς ἅπαν γένος Ἑλλήνων τε καὶ βαρβάρων ἀποστίλβουσα. Συναπέσβη γοῦν ἅμα τῷ χρόνῳ καὶ ἡ κατὰ παντὸς τοῦ δόγματος διαβολὴ, ἔμενε δὲ μόνη ἄρα παρὰ πᾶσι κρατοῦσα καὶ ἀνομολογουμένη τὰ μάλιστα δια-
by certain esoteric tradings; and consistently with these things they taught that those who were about to come to the perfection of their initiation into the mysteries, or rather of their abomination-making, must do all the most shameful deeds, as though they would in no other way escape the cosmic rulers, as they would call them, unless they had rendered to them all their dues through unspeakable practices. By using these men, then, as ministers, it came to pass that the demon who rejoices in evil enslaved to destruction those who were thus pitiably deceived by them, whilst to the unbelieving nations he furnished a great abundance of slander against the divine Word, since the report arising from them was poured out to the calumny of the whole race of Christians. In this way, therefore, it came to pass for the most part that an impious and most absurd suspicion concerning us was spread abroad amongst the unbelievers of that time, as though we practised unlawful intercourse with mothers and sisters and unholy meats. Yet these things did not prosper for him for long, as the truth itself established itself, and shone forth into a great light as time went on. For straightway the contrivances of the enemies were quenched, being refuted by its very activity, as heresies after heresies were newly invented while the former ones ever flowed away beneath, and perished at different times in different ways into manifold and multiform shapes; whereas the brightness of the catholic and only true Church advanced into increase and greatness, ever holding in the same state and in like manner, flashing forth the reverend and sincere and liberal, and the temperate and pure character of its divinely inspired citizenship and philosophy unto every race of both Greeks and barbarians. Along with time, therefore, the calumny against the whole teaching also died out together, and there remained alone prevailing amongst all and acknowledged to the highest degree to excel
PG 20:321Read from the page
πρέπειν ἐπὶ σεμνότητι καὶ σωφροσύνῃ θείοις τε καὶ φιλοσόφοις δόγμασιν, ἡ καθ' ἡμᾶς διδασκαλία, ὡς μηδένα τῶν εἰς νῦν αἰσχρὰν ἐπιφέρειν τολμᾷν κατὰ τῆς πίστεως ἡμῶν δυσφημίαν, μηδέ τινα τοιαύτην διαβολὴν, οἵαις πάλαι πρότερον φίλον ἦν χρῆσθαι τοῖς καθ' ἡμῶν ἐπισυνισταμένοις. Ὅμως δ' οὖν κατὰ τοὺς δηλουμένους αὖθις παρῆγεν εἰς μέσον ἡ ἀλήθεια πλείους ἑαυτῆς ὑπερμάχους, οὐ δι' ἀγράφων αὐτὸ μόνον ἐλέγχων, ἀλλὰ καὶ δι' ἐγγράφων ἀποδείξεων κατὰ τῶν ἀθέων αἱρέσεων στρατευομένους.
in gravity and temperance and in divine and philosophical doctrines, our teaching, so that no one up to the present dares to bring a shameful slander against our faith, nor any such calumny as those who banded together against us of old formerly loved to use. Nevertheless, at the times indicated, the truth again brought forward into the midst more champions of her own, campaigning against the godless heresies not merely through unwritten refutations alone, but also through written demonstrations.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Τίνες ἐκκλησιαστικοὶ συγγραφεῖς (Nic. H. E. IV, 5).
Who were the ecclesiastical writers (Nic. H. E. IV, 5).
Εν τούτοις ἐγνωρίζετο Ἡγήσιππος, οὗ πλείσταις ἤδη πρότερον κεχρήμεθα φωναῖς, ὡς ἂν ἐκ τῆς αὐτοῦ παραδόσεώς τινα τῶν κατὰ τοὺς ἀποστόλους παρατιθέμενοι. Ἐν πέντε δὴ οὖν συγγράμμασιν οὗτος τὴν ἀπλανῆ παράδοσιν τοῦ ἀποστολικοῦ κηρύγματος ἁπλουστάτῃ συντάξει γραφῆς ὑπομνηματισάμενος, καθ' ὃν ἐγνωρίζετο σημαίνει χρόνον, περὶ τῶν ἀρχῆθεν ἱδρυσάντων τὰ εἴδωλα οὕτω πως γράφων· « Οἷς κενοτάφια καὶ ναοὺς ἐποίησαν ὡς μέχρι νῦν· ὧν ἐστι καὶ Ἀντίνοος δοῦλος Ἀδριανοῦ Καίσαρος, οὗ καὶ ἀγὼν ἄγεται Ἀντινόειος, ὁ καὶ ἐφ' ἡμῶν γινόμενος. Καὶ γὰρ καὶ πόλιν ἔκτισεν ἐπώνυμον Ἀντινόου, καὶ προφήτας. » Κατὰ τοῦτον
Amongst these Hegesippus was known, whose very many utterances we have already used before, setting forth from his tradition certain of the things concerning the apostles. In five treatises, then, this man, having recorded in a most simple composition of writing the unerring tradition of the apostolic preaching, signifies the time during which he was known, writing thus in some way concerning those who from the beginning set up idols: "To whom they made cenotaphs and temples as unto this day; amongst whom is also Antinous, a slave of Hadrian Caesar, in whose honour also the Antinoeian contest is held, which takes place even in our day. For indeed he also founded a city named after Antinous, and prophets." At this
Notes, col. 321

On the reading

Printed Εν, for Ἐν.