Migne Reading Room

PG 20 · cols. 197–208 · Read from the page

Eusebius, Church History, Book II

Eusebius, Church History, Book II

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:197Read from the page
ἐν τῷ πέμπτῳ αὐτοῦ Ὑπομνήματι τοῦτον λέγων ἱστορεῖ τὸν τρόπον· « Διαδέχεται δὲ τὴν Ἐκκλησίαν μετὰ τῶν ἀποστόλων, ὁ ἀδελφὸς τοῦ Κυρίου Ἰάκωβος, ὁ ὀνομασθεὶς ὑπὸ πάντων Δίκαιος ἀπὸ τῶν τοῦ Κυρίου χρόνων μέχρι καὶ ἡμῶν. Ἐπεὶ πολλοὶ Ἰάκωβοι ἐκαλοῦντο. Οὗτος δὲ ἐκ κοιλίας μητρὸς αὐτοῦ ἅγιος ἦν. Οἶνον καὶ σίκερα οὐκ ἔπιεν, οὐδὲ ἔμψυχον ἔφαγε. Ξυρὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἔλαιον οὐκ ἠλείψατο, καὶ βαλανείῳ οὐκ ἐχρήσατο. Τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἅγια εἰσιέναι. Οὐδὲ γὰρ ἐρεοῦν ἐφόρει, ἀλλὰ σινδόνας. Καὶ μόνος εἰσήρχετο εἰς τὸν ναὸν, ηὑρίσκετό τε κείμενος ἐπὶ τοῖς γόνασι, καὶ αἰτούμενος ὑπὲρ τοῦ λαοῦ ἄφεσιν, ὡς ἀπεσκληκέναι τὰ γόνατα αὐτοῦ δίκην καμήλου, διὰ τὸ ἀεὶ κάμπτειν ἐπὶ γόνυ προσκυνοῦντα τῷ Θεῷ, καὶ αἰτεῖσθαι ἄφεσιν τῷ λαῷ. Διά γε τοι τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ, ἐκαλεῖτο Δίκαιος καὶ Ὠβλίας · ὅ ἐστιν Ἑλληνιστὶ περιοχὴ τοῦ λαοῦ καὶ δικαιοσύνη, ὡς οἱ προφῆται δηλοῦσι περὶ αὐτοῦ. Τινὲς οὖν τῶν ἑπτὰ αἱρέσεων τῶν ἐν τῷ λαῷ, τῶν προγεγραμμένων μοι ἐν τοῖς Ὑπομνήμασιν, ἐπυνθάνοντο αὐτοῦ, τίς ἡ θύρα τοῦ Ἰησοῦ. Καὶ ἔλεγε
relate the matters concerning him in his fifth Memoir, speaking in this manner: "James, the brother of the Lord, succeeds to the Church together with the apostles, he who was called by all 'the Just' from the times of the Lord even down to our own, since many were called James. But this man was holy from his mother's womb. Wine and strong drink he drank not, nor did he eat anything animate. A razor came not up upon his head, he anointed himself not with oil, and he used not the bath. To him alone was it permitted to enter into the sanctuary; for neither did he wear woollen, but linen garments. And alone he used to enter into the temple, and used to be found lying upon his knees and asking forgiveness on behalf of the people, so that his knees grew hard like a camel's, because he was always bending upon his knee worshipping God and asking forgiveness for the people. Because, then, of the excess of his righteousness, he was called the Just and Oblias, which is in Greek 'Bulwark of the people' and 'Righteousness', as the prophets declare concerning him. Some therefore of the seven sects that were among the people, which have been described by me before in the Memoirs, inquired of him what was the door of Jesus; and he said
PG 20:200Read from the page
τοῦτον εἶναι τὸν Σωτῆρα. Ἐξ ὧν τινες ἐπίστευσαν, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός. Αἱ δὲ αἱρέσεις αἱ προειρημέναι, οὐκ ἐπίστευον οὔτε ἀνάστασιν, οὔτε ἐρχόμενον ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὅσοι δὲ καὶ ἐπίστευσαν, διὰ Ἰάκωβον. Πολλῶν οὖν καὶ τῶν ἀρχόντων πιστευόντων, ἦν θόρυβος τῶν Ἰουδαίων καὶ γραμματέων καὶ Φαρισαίων λεγόντων, ὅτι κινδυνεύει πᾶς ὁ λαὸς Ἰησοῦν τὸν Χριστὸν προσδοκᾷν. Ἔλεγον οὖν συνελθόντες τῷ Ἰακώβῳ· Παρακαλοῦμέν σε, ἐπίσχες τὸν λαὸν ἐπεὶ ἐπλανήθη εἰς Ἰησοῦν, ὡς αὐτοῦ ὄντος τοῦ Χριστοῦ. Παρακαλοῦμέν σε πεῖσαι πάντας τοὺς ἐλθόντας εἰς τὴν ἡμέραν τοῦ Πάσχα περὶ Ἰησοῦ. Σοὶ γὰρ πάντες πειθόμεθα. Ἡμεῖς γὰρ μαρτυροῦμέν σοι καὶ πᾶς ὁ λαὸς, ὅτι δίκαιος εἶ, καὶ ὅτι πρόσωπον οὐ λαμβάνεις. Πεῖσον οὖν σὺ τὸν ὄχλον περὶ Ἰησοῦ μὴ πλανᾶσθαι. Καὶ γὰρ πᾶς ὁ λαὸς καὶ πάντες πειθόμεθά σοι. Στῆθι οὖν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, ἵνα ἄνωθεν ᾖς ἐπιφανὴς, καὶ ᾖ εὐάκουστά σου τὰ ῥήματα παντὶ τῷ λαῷ. Διὰ γὰρ τὸ Πάσχα συνεληλύθασι πᾶσαι αἱ φυλαὶ μετὰ καὶ τῶν ἐθνῶν. Ἔστησαν οὖν οἱ προειρημένοι γραμματεῖς καὶ Φαρισαῖοι τὸν Ἰάκωβον ἐπὶ τὸ πτερύγιον τοῦ ναοῦ, καὶ ἔκραξαν αὐτῷ καὶ εἶπον· Δίκαιε, ᾧ πάντες πείθεσθαι ὀφείλομεν, ἐπεὶ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ τοῦ σταυρωθέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ Ἰησοῦ τοῦ σταυρωθέντος. Καὶ ἀπεκρίνατο φωνῇ μεγάλῃ· Τί με ἐπερωτᾶτε περὶ Ἰησοῦ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ; καὶ αὐτὸς κάθηται ἐν τῷ οὐρανῷ ἐκ δεξιῶν τῆς μεγάλης δυνάμεως, καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Καὶ πολλῶν πληροφορηθέντων, καὶ δοξαζόντων ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου, καὶ λεγόντων Ὡσαννὰ τῷ υἱῷ Δαβὶδ, τότε πάλιν οἱ
that this man was the Saviour. From among whom some believed that Jesus is the Christ. But the aforesaid sects did not believe either in a resurrection or in One coming to render to each according to his works; yet as many as did believe, believed through James. When therefore many even of the rulers believed, there was an uproar of the Jews and scribes and Pharisees, saying that all the people was in danger of looking for Jesus as the Christ. Coming together therefore, they said to James: 'We entreat thee, restrain the people, since it has gone astray after Jesus, as though he were the Christ. We entreat thee to persuade all who have come for the day of the Passover concerning Jesus; for we all obey thee. For we bear witness to thee, as does all the people, that thou art righteous and that thou acceptest not the person of man. Persuade therefore the multitude not to go astray concerning Jesus; for indeed all the people and all of us obey thee. Stand therefore upon the pinnacle of the temple, that from on high thou mayest be conspicuous, and that thy words may be easily heard by all the people; for on account of the Passover all the tribes have come together, with the Gentiles also.' The aforesaid scribes and Pharisees therefore set James upon the pinnacle of the temple, and cried out to him and said: 'O Just one, whom we ought all to obey, since the people goes astray after Jesus the crucified, declare to us what is the door of Jesus the crucified.' And he answered with a loud voice: 'Why do you ask me concerning Jesus the Son of Man? He himself sits in heaven at the right hand of the Great Power, and is about to come upon the clouds of heaven.' And when many were fully convinced, and were glorifying God at the testimony of James, and saying, 'Hosanna to the Son of David,' then again the
PG 20:201Read from the page
αὐτοὶ γραμματεῖς καὶ Φαρισαῖοι πρὸς ἀλλήλους ἔλεγον· Κακῶς ἐποιήσαμεν τοιαύτην μαρτυρίαν παρασχόντες τῷ Ἰησοῦ · ἀλλὰ ἀναβάντες, καταβάλωμεν αὐτὸν ἵνα φοβηθέντες μὴ πιστεύσωσιν αὐτῷ. Καὶ ἔκραξαν λέγοντες· Ὢ ὢ, καὶ ὁ δίκαιος ἐπλανήθη. Καὶ ἐπλήρωσαν τὴν Γραφὴν τὴν ἐν τῷ Ἠσαΐᾳ γεγραμμένην· Ἄρωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Ἀναβάντες οὖν κατέβαλον τὸν Δίκαιον, καὶ ἔλεγον ἀλλήλοις· Λιθάσωμεν Ἰάκωβον τὸν Δίκαιον. Καὶ ἤρξαντο λιθάζειν αὐτὸν, ἐπεὶ καταβληθεὶς οὐκ ἀπέθανεν, ἀλλὰ στραφεὶς ἔθηκε τὰ γόνατα λέγων· Παρακαλῶ, Κύριε Θεὲ Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Οὕτω δὲ καταλιθοβολούντων αὐτὸν, εἷς τῶν ἱερέων τῶν υἱῶν Ῥηχὰβ υἱοῦ Ῥαχαβεὶμ τῶν μαρτυρουμένων ὑπὸ Ἱερεμίου τοῦ προφήτου, ἔκραζε λέγων· Παύσασθε ! τί ποιεῖτε ; εὔχεται ὑπὲρ ὑμῶν ὁ Δίκαιος. Καὶ λαβών τις ἀπ' αὐτῶν εἷς τῶν γναφέων τὸ ξύλον ἐν ᾧ ἀπεπίεζε τὰ ἱμάτια, ἤνεγκε κατὰ τῆς κεφαλῆς τοῦ Δικαίου. Καὶ οὕτως ἐμαρτύρησεν. Καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τόπῳ, καὶ ἔτι αὐτοῦ ἡ στήλη μένει παρὰ τῷ ναῷ. Μάρτυς οὗτος
same scribes and Pharisees said to one another: 'We have done ill in affording such a testimony to Jesus; but let us go up and cast him down, that being affrighted they may not believe him.' And they cried out, saying: 'Oh, oh, even the righteous one has gone astray!' And they fulfilled the Scripture that is written in Isaiah: 'Let us take away the righteous, because he is troublesome to us; therefore shall they eat the fruits of their works.' Going up therefore, they cast down the Just, and said to one another: 'Let us stone James the Just.' And they began to stone him, since after being cast down he did not die, but turning round knelt down, saying: 'I beseech Thee, O Lord God Father, forgive them, for they know not what they do.' And while they were thus stoning him, one of the priests of the sons of Rechab, the son of Rechabim, who are borne witness to by Jeremiah the prophet, cried out, saying: 'Cease! What are you doing? The Just one prays for you.' And one of them, one of the fullers, taking the club with which he used to press the clothes, brought it down upon the head of the Just. And thus he suffered martyrdom. And they buried him on the spot, and his pillar still remains beside the temple. This man a true witness
PG 20:204Read from the page
ἀληθὴς Ἰουδαίοις τε καὶ Ἕλλησι γεγένηται, ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν. Καὶ εὐθὺς, Οὐεσπασιανὸς πολιορκεῖ αὐτούς. » Ταῦτα διὰ πλάτους συνῳδὰ τῷ γε Κλήμεντι καὶ ὁ Ἡγήσιππος. Οὕτω δὲ ἄρα θαυμάσιός τις ἦν, καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν ἐπὶ δικαιοσύνῃ βεβόητο ὁ Ἰάκωβος, ὡς καὶ τοὺς Ἰουδαίων ἔμφρονας δοξάζειν, ταύτην εἶναι τὴν αἰτίαν τῆς παραχρῆμα μετὰ τὸ μαρτύριον αὐτοῦ πολιορκίας τῆς Ἱερουσαλὴμ, ἣν δι' οὐδὲν ἕτερον αὐτοῖς συμβῆναι, ἢ διὰ τὸ κατ' αὐτοῦ τολμηθὲν ἄγος. Ὁ γοῦν Ἰώσηπος οὐκ ἀπώκνησε καὶ τοῦτ' ἐγγράφως ἐπιμαρτύρασθαι, δι' ὧν φησι λέξεων· « Ταῦτα δὲ συμβέβηκεν Ἰουδαίοις, κατ' ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου, ὃς ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ· ἐπειδήπερ δικαιότατον αὐτὸν ὄντα οἱ Ἰουδαῖοι ἀπέκτειναν. » Ὁ δ' αὐτὸς καὶ τὸν θάνατον αὐτοῦ ἐν εἰκοστῷ τῆς Ἀρχαιολογίας δηλοῖ διὰ τούτων· « Πέμπει δὲ Καῖσαρ Ἀλβῖνον εἰς τὴν Ἰουδαίαν ἔπαρχον, Φήστου τὴν τελευτὴν πυθόμενος. Ὁ δὲ νεώτερος Ἄνανος, ὃν τὴν ἀρχιερωσύνην εἴπομεν παρειληφέναι, θρασὺς ἦν τὸν τρόπον καὶ τολμητὴς διαφερόντως. Αἵρεσιν δὲ μετῄει τὴν Σαδδουκαίων, οἵπερ εἰσὶ περὶ τὰς κρίσεις ὠμοὶ παρὰ πάντας τοὺς Ἰουδαίους, καθὼς ἤδη δεδηλώκαμεν. Ἅτε δὴ οὖν τοιοῦτος ὢν ὁ Ἄνανος, νομίσας ἔχειν καιρὸν ἐπιτήδειον, διὰ τὸ τεθνάναι μὲν Φῆστον, Ἀλβῖνον δὲ ἔτι κατὰ τὴν ὁδὸν ὑπάρχειν, καθίζει συνέδριον κριτῶν. Καὶ παραγαγὼν εἰς αὐτὸ τὸν ἀδελφὸν Ἰησοῦ τοῦ Χριστοῦ λεγομένου, Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους ὡς παρανομησάντων κατηγορίαν ποιησάμενος, παρέδωκε λευσθησομένους. Ὅσοι δὲ ἐδόκουν ἐπιεικέστατοι
has become both to Jews and to Greeks that Jesus is the Christ. And straightway Vespasian besieges them." These things at length does Hegesippus also relate, in agreement with Clement. So admirable a man indeed was James, and so celebrated among all others for righteousness, that even the prudent among the Jews thought that this was the cause of the siege of Jerusalem immediately after his martyrdom, which happened to them for no other reason than the sacrilege dared against him. At any rate Josephus did not hesitate to attest this also in writing, in the words which he speaks: "And these things happened to the Jews in vengeance for James the Just, who was a brother of Jesus who is called Christ, forasmuch as the Jews slew him, though he was a most righteous man." And the same writer also declares his death in the twentieth book of the Antiquities in these words: "And Caesar, upon learning of the death of Festus, sends Albinus into Judaea as prefect. Now the younger Ananus, whom we said had received the high-priesthood, was bold in his temper and exceedingly daring; and he followed the sect of the Sadducees, who are cruel in judgements beyond all the Jews, as we have already shown. Being therefore such a man, Ananus, thinking that he had a convenient opportunity because Festus was dead and Albinus was still on the way, convenes a council of judges; and bringing before it the brother of Jesus who is called Christ—his name was James—and certain others, having brought an accusation against them as law-breakers, he delivered them up to be stoned. But as many as seemed most equitable
PG 20:205Read from the page
τῶν κατὰ τὴν πόλιν εἶναι καὶ τὰ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ. Καὶ πέμπουσι πρὸς τὸν βασιλέα κρύφα, παρακαλοῦντες αὐτὸν ἐπιστεῖλαι τῷ Ἀνάνῳ μηκέτι τοιαῦτα πράσσειν· μηδὲ γὰρ τὸ πρῶτον ὀρθῶς αὐτὸν πεποιηκέναι. Τινὲς δὲ αὐτῶν καὶ τὸν Ἀλβῖνον ὑπαντιάζουσιν ἀπὸ τῆς Ἀλεξανδρείας ὁδοιποροῦντα, καὶ διδάσκουσιν, ὡς οὐκ ἐξὸν ἦν Ἀνάνῳ χωρὶς τῆς αὐτοῦ γνώμης καθίσαι συνέδριον. Ἀλβῖνος δὲ πεισθεὶς τοῖς λεγομένοις, γράφει μετ' ὀργῆς τῷ Ἀνάνῳ, λήψεσθαι παρ' αὐτοῦ δίκας ἀπειλῶν. Καὶ ὁ βασιλεὺς δὲ Ἀγρίππας διὰ τοῦτο τὴν ἀρχιερωσύνην ἀφελόμενος αὐτοῦ ἄρξαντος μῆνας τρεῖς, Ἰησοῦν τὸν τοῦ Δαμμαίου κατέστησεν. » Τοιαῦτα καὶ τὰ κατὰ τὸν Ἰάκωβον, οὗ ἡ πρώτη τῶν ὀνομαζομένων καθολικῶν Ἐπιστολῶν εἶναι λέγεται. Ἰστέον δὲ ὡς νοθεύεται μέν· οὐ πολλοὶ γοῦν τῶν παλαιῶν αὐτῆς ἐμνημόνευσαν, ὡς οὐδὲ τῆς λεγομένης Ἰούδα, μιᾶς καὶ αὐτῆς οὔσης τῶν ἑπτὰ λεγομένων καθολικῶν. Ὅμως δὲ ἴσμεν καὶ ταύτας μετὰ τῶν λοιπῶν ἐν πλείσταις δεδημοσιευμένας Ἐκκλησίαις.
to be of those in the city and strict in matters concerning the laws, bore this ill. And they send secretly to the king, entreating him to write to Ananus no longer to do such things; for not even at the first had he acted rightly. And some of them also meet Albinus as he is journeying from Alexandria, and inform him that it was not lawful for Ananus without his consent to convene a council. And Albinus, being persuaded by what was said, writes in anger to Ananus, threatening to exact punishment from him. And because of this, King Agrippa also, having deprived him of the high-priesthood after he had ruled three months, appointed Jesus the son of Dammaeus." Such also were the things concerning James, whose is said to be the first of the Epistles called catholic. Yet it is to be known that it is considered spurious; at any rate, not many of the ancients made mention of it, as neither of that called Jude's, which is also itself one of the seven called catholic. Nevertheless, we know that these also, along with the rest, have been publicly read in very many Churches.
ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ.
Chapter XXIV.
Ως μετὰ Μάρκον πρῶτος ἐπίσκοπος τῆς Ἀλεξανδρέων Ἐκκλησίας Ἀννιανὸς κατέστη (Nic. H. E. II, 15).
How after Mark, Annianus was appointed first bishop of the Church of the Alexandrians (Nic. H. E. II, 15).
Νέρωνος δὲ ὄγδοον ἄγοντος τῆς βασιλείας ἔτος, πρῶτος μετὰ Μάρκον τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν, τῆς ἐν Ἀλεξανδρείᾳ παροικίας, Ἀννιανὸς τὴν λειτουργίαν διαδέχεται, ἀνὴρ θεοφιλὴς ὢν καὶ τὰ πάντα θαυμάσιος.
And when Nero was in the eighth year of his reign, Annianus first after Mark the apostle and evangelist succeeds to the ministry of the parish in Alexandria, being a man beloved of God and admirable in all things.
Notes, col. 205

On the reading

Printed Ως, for Ὡς.

PG 20:208Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.
Chapter XXV.
Περὶ τοῦ κατὰ Νέρωνα διωγμοῦ, καθ' ὃν ἐπὶ Ῥώμης Παῦλος καὶ Πέτρος, τοῖς ὑπὲρ εὐσεβείας μαρτυρίοις κατεκοσμήθησαν (Nic. H. E. II, 34-37)
Concerning the persecution under Nero, in which at Rome Paul and Peter were adorned with martyrdoms for godliness (Nic. H. E. II, 34-37)
Κραταιουμένης δὲ ἤδη τῷ Νέρωνι τῆς ἀρχῆς, εἰς ἀνοσίους ἐξοκείλας ἐπιτηδεύσεις, κατ' αὐτῆς ὡπλίζετο τῆς εἰς τὸν τῶν ὅλων Θεὸν εὐσεβείας. Γράφειν μὲν οὖν οἷός τις οὗτος γεγένηται τὴν μοχθηρίαν, οὐ τῆς παρούσης γένοιτ' ἂν σχολῆς. Πολλῶν γε μὴν τὰ κατ' αὐτὸν ἀκριβεστάταις παραδεδωκότων διηγήσεσι, πάρεστιν ὅτῳ φίλον, ἐξ αὐτῶν τὴν σκαιότητα τῆς τἀνδρὸς ἐκτόπου καταθεωρῆσαι μανίας, καθ' ἣν οὐ μετὰ λογισμοῦ, μυρίων ὅσων ἀπωλείας διεξελθὼν, ἐπὶ τοσαύτην ἤλασε μιαιφονίαν, ὡς μηδὲ τῶν οἰκειοτάτων τε καὶ φιλτάτων ἀποσχέσθαι, μητέρα δὲ ὁμοίως καὶ ἀδελφοὺς καὶ γυναῖκα σὺν καὶ ἄλλοις μυρίοις τῷ γένει προσήκουσι, τρόπον ἐχθρῶν καὶ πολεμίων, ποικίλαις θανάτων ἰδέαις διαχρήσασθαι. Ἐνέδει δὲ ἄρα τοῖς πᾶσι καὶ τοῦτ' ἐπιγραφῆναι αὐτῷ, ὡς ἂν πρῶτος αὐτοκρατόρων, τῆς εἰς τὸ Θεῖον εὐσεβείας πολέμιος ἀναδειχθείη. Τούτου δὲ πάλιν ὁ Ῥωμαῖος Τερτυλλιανὸς, ὧδέ πως λέγων μνημονεύει· « Ἐντύχετε τοῖς ὑπομνήμασιν ὑμῶν. Ἐκεῖ εὑρήσετε πρῶτον Νέρωνα τοῦτο τὸ δόγμα, ἡνίκα μάλιστα ἐν Ῥώμῃ τὴν ἀνατολὴν πᾶσαν ὑποτάξας, ὠμὸς ἦν εἰς πάντας, διώξαντα. Τοιούτῳ τῆς κολάσεως ἡμῶν ἀρχηγῷ καυχώμεθα. Ὁ γὰρ εἰδὼς ἐκεῖνον, νοῆσαι δύναται, ὡς οὐκ ἂν εἰ μὴ μέγα τι ἀγαθὸν ἦν, ὑπὸ Νέρωνος κατακριθῆναι. » Ταύτῃ γοῦν οὗτος θεομάχος ἐν τοῖς μάλιστα πρῶτος ἀνακηρυχθεὶς, ἐπὶ τὰς κατὰ τῶν ἀποστόλων ἐπήρθη σφαγάς. Παῦλος δὴ οὖν ἐπ' αὐτῆς Ῥώμης τὴν κεφαλὴν ἀποτμηθῆναι, καὶ Πέτρος ὡσαύτως ἀνασκολοπισθῆναι κατ' αὐτὸν ἱστοροῦνται. Καὶ πιστοῦταί γε τὴν ἱστορίαν ἡ Πέτρου καὶ Παύλου εἰς δεῦρο κρατήσασα ἐπὶ τῶν αὐτόθι κοιμητηρίων πρόσρησις. Οὐδὲν δ' ἧττον καὶ ἐκκλησιαστικὸς ἀνὴρ Γάϊος ὄνομα, κατὰ Ζεφυ-
Now when the rule of Nero was already becoming firmly established, having drifted into unholy pursuits, he began to arm himself against the very godliness towards the God of all. To write, then, what sort of man this one became in wickedness would not be the part of our present leisure. Yet since many have handed down the matters concerning him in most accurate narratives, it is open to anyone who pleases to contemplate from them the perversity of the man's extraordinary madness, under which, having gone through the destruction of countless thousands without reason, he drove on to such bloodguiltiness as not even to spare those nearest and dearest, but in like manner to dispatch his mother and brothers and wife, together with countless others belonging to his family, after the manner of enemies and foes, by various forms of death. Yet there was lacking to all these things that this also should be registered against him, that he should be shown forth first of emperors as an enemy of godliness towards the Divine. And of this again the Roman Tertullian makes mention, speaking thus: "Consult your records. There you will find that Nero was the first to persecute this teaching, when above all at Rome, having subjugated all the East, he was cruel towards all. We boast in such an initiator of our chastisement. For he who knows that man can understand that nothing, unless it were some great good, was condemned by Nero." In this way, at any rate, this man, having been proclaimed among the foremost a fighter against God, was lifted up to the slaughters against the apostles. Paul, therefore, is recorded to have been beheaded in Rome itself, and Peter likewise to have been crucified in his time. And the history is confirmed by the appellation of Peter and Paul which has prevailed until now over the cemeteries there. And no less also an ecclesiastical man named Caius, in the time of Zephy-