Migne Reading Room

PG 20 · cols. 185–196 · Read from the page

Eusebius, Church History, Book II

Eusebius, Church History, Book II

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:185Read from the page
σεως, καὶ ὁ Περὶ τῆς πρὸς τὰ παιδεύματα συνόδου. Περί τε τοῦ, τίς ὁ τῶν θείων ἐστὶ κληρονόμος, ἢ Περὶ τῆς εἰς τὰ ἴσα καὶ ἐναντία τομῆς, καὶ ἔτι ὁ Περὶ τῶν τριῶν ἀρετῶν, ἃς σὺν ἄλλαις ἀνέγραψε Μωσῆς. Πρὸς τούτοις, ὁ Περὶ τῶν μετονομαζομένων, καὶ ὧν ἕνεκα μετονομάζονται, ἐν ᾧ φησι συντεταχέναι καὶ περὶ Διαθηκῶν πρώτης καὶ δευτέρας. Ἔστι δ' αὐτοῦ καὶ Περὶ ἀποικίας, καὶ Βίου σοφοῦ τοῦ κατὰ δικαιοσύνην τελειωθέντος, ἢ Περὶ νόμων ἀγράφων. Καὶ ἔτι Περὶ γιγάντων, καὶ Περὶ τοῦ μὴ τρέπεσθαι τὸ θεῖον, Περί τε τοῦ, κατὰ Μωϋσέα, θεοπέμπτους εἶναι τοὺς ὀνείρους, πρῶτον, δεύτερον, τρίτον, τέταρτον, πέμπτον. Καὶ ταῦτα μὲν τὰ εἰς ἡμᾶς ἐλθόντα τῶν Εἰς τὴν Γένεσιν. Εἰς δὲ τὴν Ἔξοδον ἔγνωμεν αὐτοῦ Ζητημάτων καὶ Λύσεων πρῶτον, δεύτερον, τρίτον, τέταρτον, πέμπτον. Καὶ τὸ Περὶ τῆς σκηνῆς, τό τε Περὶ τῶν δέκα λογίων, καὶ τὰ Περὶ τῶν ἀναφερομένων ἐν εἴδει νόμων εἰς τὰ συντείνοντα κεφάλαια τῶν δέκα λόγων, πρῶτον, δεύτερον, τρίτον, τέταρτον. Καὶ τὸ Περὶ τῶν εἰς τὰς ἱερουργίας ζώων, καὶ τίνα τὰ τῶν θυσιῶν εἴδη. Καὶ τὸ Περὶ τῶν προκειμένων ἐν τῷ νόμῳ τοῖς μὲν ἀγαθοῖς ἄθλων, τοῖς δὲ πονηροῖς ἐπιτιμίων καὶ ἀρῶν. Πρὸς τούτοις ἅπασι καὶ μονόβιβλα αὐτοῦ φέρεται, ὡς τὸ Περὶ Προνοίας, καὶ
covery, and that On the Congress for the Sake of Instruction; and On Who Is the Heir of Divine Things, or On the Division into Equals and Opposites; and further the book On the Three Virtues Which With Others Moses Recorded. In addition to these, that On Those Whose Names Are Changed and Why They Have Their Names Changed, in which he says that he has also composed two books On Covenants, the First and the Second. And there is also by him a work On Emigration, and On the Life of the Wise Man Perfected in Righteousness, or On Unwritten Laws; and further On Giants, and On the Unchangeableness of the Divine, and On the Doctrine According to Moses that Dreams Are Sent by God, first, second, third, fourth, and fifth books. And these are the works that have come down to us of his writings On Genesis. And on Exodus we know his first, second, third, fourth, and fifth books of Questions and Solutions; also that On the Tabernacle, and that On the Ten Oracles, and the books On the Laws Referred Specifically to the Principal Heads of the Ten Words, first, second, third, and fourth; also that On the Animals Appointed for Sacred Rites and What Are the Kinds of Sacrifices; and that On the Rewards Proposed in the Law for the Good, and the Punishments and Curses for the Wicked. In addition to all these, single-book treatises of his are also extant, such as that On Providence, and
PG 20:188Read from the page
ὁ Περὶ Ἰουδαίων συνταχθεὶς αὐτῷ λόγος, καὶ ὁ Πολιτικός· ἔτι τε Ὁ Ἀλέξανδρος, ἢ Περὶ τοῦ λόγον ἔχειν τὰ ἄλογα ζῶα. Ἐπὶ τούτοις ὁ Περὶ τοῦ δοῦλον εἶναι πάντα φαῦλον. Ὧ ἐξῆς ἐστιν, ὁ Περὶ τοῦ πάντα σπουδαῖον ἐλεύθερον εἶναι. Μεθ' οὓς συντέτακται αὐτῷ, ὁ Περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν, ἐξ οὗ τὰ περὶ τοῦ βίου τῶν ἀποστολικῶν ἀνδρῶν διεληλύθαμεν · καὶ Τῶν ἐν νόμῳ δὲ καὶ προφήταις Ἑβραϊκῶν ὀνομάτων αἱ ἑρμηνειαι, τοῦ αὐτοῦ σπουδὴ εἶναι λέγονται. Οὗτος μὲν οὖν κατὰ Γάϊον ἐπὶ τῆς Ῥώμης ἀφικόμενος, τὰ περὶ τῆς Γαΐου θεοστυγίας αὐτῷ γραφέντα, ἃ μετὰ ἤθους καὶ εἰρωνείας ἐπέγραψεν Περὶ ἀρετῶν, ἐπὶ πάσης λέγεται τῆς Ῥωμαίων συγκλήτου κατὰ Κλαύδιον διελθεῖν, ὡς καὶ τῆς ἐν βιβλιοθήκαις ἀναθέσεως θαυμασθέντας αὐτοῦ καταξιωθῆναι τοὺς λόγους. Τηνικαῦτα δὲ καὶ Παύλου τὴν ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ πορείαν μέχρι τοῦ Ἰλλυρικοῦ διανύοντος, Ἰουδαίους Ῥώμης ἀπελαύνει Κλαύδιος. Ὅτε Ἀκύλας καὶ Πρίσκιλλα μετὰ τῶν ἄλλων Ἰουδαίων τῆς Ῥώμης ἀπαλλαγέντες, ἐπὶ τὴν Ἀσίαν καταίρουσιν· ἐνταῦθά τε Παύλῳ τῷ ἀποστόλῳ συνδιατρίβουσι, τοὺς αὐτόθι τῶν Ἐκκλησιῶν ἄρτι πρὸς αὐτοῦ καταβληθέντας θεμελίους ἐπιστηρίζοντι. Διδάσκαλος καὶ τούτων ἡ ἱερὰ τῶν Πράξεων γραφή.
the treatise composed by him On the Jews, and The Statesman; and further, Alexander, or On Irrational Animals Possessing Reason. Besides these, the treatise On Every Bad Man Being a Slave; next to which is the one On Every Good Man Being Free. After which were composed by him the treatise On the Contemplative Life, or On Suppliants, from which we have gone through the particulars concerning the life of the apostolic men; and The Interpretations of the Hebrew Names in the Law and the Prophets are said to be a work of the same author. He then, having come to Rome in the time of Caius, is said in the time of Claudius to have read before the whole senate of the Romans what had been written by him concerning Caius's hatred of God, which with character and irony he entitled On Virtues, so that his discourses were admired and deemed worthy of being placed in libraries. At that time also, while Paul was completing his journey from Jerusalem and round about unto Illyricum, Claudius drives the Jews out of Rome; when Aquila and Priscilla, having departed from Rome with the other Jews, come down to Asia, and there abide with Paul the apostle, who was strengthening the foundations of the Churches there that had just been laid by him. Of these things also the sacred Scripture of the Acts is the teacher.
Notes, col. 188

On the reading

Printed ἐξῆς, for ἑξῆς.

Printed ἑρμηνειαι, for ἑρμηνεῖαι.

PG 20:189Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
Chapter XIX.
Οἵα τοὺς ἐν Ἱεροσολύμοις Ἰουδαίους συμφορὰ μετῆλθεν ἐν τῇ τοῦ Πάσχα ἡμέρᾳ (Nic. H. E. II, 26).
What sort of calamity overtook the Jews in Jerusalem on the day of the Passover (Nic. H. E. II, 26).
Ἔτι δὲ Κλαυδίου τὰ τῆς βασιλείας διέποντος, κατὰ τὴν τοῦ Πάσχα ἑορτὴν, τοσαύτην ἐπὶ τῶν Ἱεροσολύμων στάσιν καὶ ταραχὴν ἐγγενέσθαι συνέβη, ὡς μόνον τῶν περὶ τὰς ἐξόδους τοῦ ἱεροῦ βίᾳ συνωθουμένων, τρεῖς μυριάδας Ἰουδαίων ἀποθανεῖν πρὸς ἀλλήλων καταπατηθέντων, γενέσθαι τε τὴν ἑορτὴν πένθος μὲν ὅλῳ τῷ ἔθνει, θρῆνον δὲ καθ' ἑκάστην οἰκίαν. Καὶ ταῦτα μὲν σχεδὸν κατὰ λέξιν ὁ Ἰώσηπος. Κλαύδιος δὲ Ἀγρίππαν, Ἀγρίππου παῖδα, Ἰουδαίων καθίστησι βασιλέα, Φήλικα τῆς χώρας ἁπάσης Σαμαρείας τε καὶ Γαλιλαίας, καὶ προσέτι τῆς ἐπικαλουμένης Περαίας, ἐπίτροπον ἐκπέμψας. Διοικήσας δὲ αὐτὸς τὴν ἡγεμονίαν ἔτεσι τρισὶ καὶ δέκα πρὸς μησὶν ὀκτὼ, Νέρωνα τῆς ἀρχῆς διάδοχον καταλιπὼν τελευτᾷ.
While Claudius was still governing the empire, at the feast of the Passover, it came to pass that so great a sedition and tumult arose in Jerusalem that, of those alone who were forcibly crowded together about the exits of the temple, three myriads of Jews perished, being trampled under foot by one another, and the feast became a mourning for the whole nation and a lamentation in every house. And these things Josephus relates almost word for word. And Claudius appoints Agrippa, the son of Agrippa, king of the Jews, having sent out Felix as procurator of the whole country of Samaria and Galilee, and in addition of that which is called Peraea. And after he had himself administered the sovereignty for thirteen years and eight months, he dies, leaving Nero as successor to the rule.
ΚΕΦΑΛΑΙΟΝ Κʹ.
Chapter XX.
Οἷα καὶ κατὰ Νέρωνα ἐν τοῖς Ἱεροσολύμοις ἐπράχθη (Nic. H. E. II, 26).
What sort of things also were done in Jerusalem under Nero (Nic. H. E. II, 26).
Κατὰ δὲ Νέρωνα Φήλικος τῆς Ἰουδαίας ἐπιτροπεύοντος, αὐτοῖς ῥήμασι αὖθις ὁ Ἰώσηπος, τὴν εἰς ἀλλήλους στάσιν τῶν ἱερέων ὧδέ πως ἐν εἰκοστῷ τῆς Ἀρχαιολογίας γράφει· « Ἐξάπτεται δὲ καὶ τοῖς ἀρχιερεῦσι στάσις πρὸς τοὺς ἱερεῖς, καὶ τοὺς πρώτους τοῦ πλήθους τῶν Ἱεροσολύμων, ἕκαστός τε αὐτῶν, στῖφος ἀνθρώπων τῶν θρασυτάτων καὶ νεωτεριστῶν ἑαυτῷ ποιήσας, ἡγεμὼν ἦν. Καὶ συῤῥάσσοντες ἐκακολόγουν τε ἀλλήλους, καὶ λίθοις ἔβαλλον. Ὁ δ' ἐπιπλήξων, ἦν οὐδὲ εἷς, ἀλλ' ὡς ἐν ἀπροστατεύτῳ πόλει ταῦτ' ἐπράσσετο μετ' ἐξουσίας. Τοσαύτη δὲ τοὺς ἀρχιερεῖς κατέλαβεν ἀναίδεια καὶ τόλμα, ὥστε ἐκπέμπειν δούλους ἐτόλμων ἐπὶ τὰς ἅλωνας, τοὺς ληψομένους τὰς τοῖς ἱερεῦσι ὀφειλομένας δεκάτας. Καὶ συνέβαινε τοὺς ἀπορουμένους τῶν ἱερέων ὑπ' ἐνδείας
And in the time of Nero, while Felix was procurator of Judaea, Josephus again in his very words writes thus concerning the sedition of the priests against one another, in the twentieth book of the Antiquities: "There is kindled also among the chief priests a sedition against the priests and the principal men of the multitude of Jerusalem, and each of them, having made for himself a band of the most reckless and revolutionary men, was a leader. And clashing together they both reviled one another and pelted one another with stones. And there was not even one to rebuke them, but these things were done with licence as in a city destitute of a ruler. And such shamelessness and audacity seized the chief priests that they dared to send slaves to the threshing-floors to take the tithes that were due to the priests. And it came to pass that those of the priests who were in want, through lack
PG 20:192Read from the page
ἀπολλυμένους θεωρεῖν. Οὕτως ἐκράτει τοῦ δικαίου παντὸς ἡ τῶν στασιαζόντων βία. » Πάλιν δὲ ὁ αὐτὸς συγγραφεὺς κατὰ τοὺς αὐτοὺς χρόνους ἐν Ἱεροσολύμοις ὑποφυῆναι λῃστῶν τι εἶδος ἱστορεῖ, « οἳ μεθ' ἡμέραν, ὥς φησι, καὶ ἐν μέσῃ τῇ πόλει ἐφόνευον τοὺς συναντῶντας · μάλιστα γὰρ ἐν ταῖς ἑορταῖς μιγνυμένους τῷ πλήθει, καὶ ταῖς ἐσθῆσιν ὑποκρύπτοντας μικρὰ ξιφίδια, τούτους νύττειν τοὺς διαφόρους· ἔπειτα πεσόντων, μέρος γίνεσθαι τῶν ἐπαγανακτούντων αὐτοὺς τοὺς πεφονευκότας· διὸ καὶ παντάπασιν ὑπ' ἀξιοπιστίας ἀνευρέτους γενέσθαι. Πρῶτον μὲν οὖν ὑπ' αὐτῶν, Ἰωνάθην τὸν ἀρχιερέα κατασφαγῆναι, μετὰ δ' αὐτὸν, καθ' ἡμέραν ἀναιρεῖσθαι πολλοὺς, καὶ τῶν συμφορῶν τὸν φόβον εἶναι χαλεπώτερον, ἑκάστου καθάπερ ἐν πολέμῳ καθ' ὥραν τὸν θάνατον προσδεχομένου. »
were seen perishing. Thus did the violence of the seditious prevail over all justice." And again the same writer relates that about the same times there sprang up in Jerusalem a certain kind of robbers, "who by day," as he says, "and in the midst of the city slew those whom they met; for especially at the feasts, mingling with the multitude and hiding small daggers under their garments, they stabbed with these the men of note; then, when they fell, the very murderers became a part of those who were indignant, wherefore also through the credit given to them they remained altogether undiscovered. First then by them Jonathan the high priest was slaughtered, and after him many wereslain daily, and the fear was more grievous than the calamities, each man, just as in war, hourly expecting death."
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
Περὶ τοῦ Αἰγυπτίου, οὗ καὶ τῶν ἀποστόλων αἱ Πράξεις ἐμνημόνευσαν (Nic. H. E. II, 26).
Concerning the Egyptian, whom the Acts of the Apostles also mentioned (Nic. H. E. II, 26).
Ἐξῆς δὲ τούτοις ἐπιφέρει μεθ' ἕτερα λέγων· « Μείζονι δὲ τούτων πληγῇ Ἰουδαίους ἐκάκωσεν ὁ Αἰγύπτιος ψευδοπροφήτης. Παραγενόμενος γὰρ εἰς τὴν χώραν ἄνθρωπος γόης, καὶ προφήτου πίστιν ἐπιθεὶς ἑαυτῷ, περὶ τρισμυρίους μὲν ἀθροίζει τῶν ἠπατημένων, περιαγαγὼν δ' αὐτοὺς ἐκ τῆς ἐρημίας εἰς τὸ Ἐλαιῶν καλούμενον ὄρος, ἐκεῖθεν οἷός τε ἦν εἰς Ἱεροσόλυμα παρελθεῖν βιάζεσθαι, καὶ κρατήσας τῆς τε Ῥωμαϊκῆς φρουρᾶς καὶ τοῦ δήμου τυραννεῖν, χρώμενος τοῖς συνεισπεσοῦσι δορυφόροις. Φθάνει τ' αὐτοῦ τὴν ὁρμὴν Φῆλιξ, ὑπαντήσας μετὰ τῶν Ῥωμαϊκῶν ὁπλιτῶν. Καὶ πᾶς ὁ δῆμος συνεφήψατο τῆς ἀμύνης, ὥστε, συμβολῆς γενομένης, τὸν μὲν Αἰγύπτιον φυγεῖν μετ' ὀλίγων, διαφθαρῆναι δὲ καὶ ζωγρηθῆναι πλείστους τῶν σὺν αὐτῷ. » Ταῦτα ἐν τῇ δευτέρᾳ τῶν Ἱστοριῶν ὁ Ἰώσηπος· ἐπιστῆσαι δὲ ἄξιον τοῖς ἐνταῦθα κατὰ τὸν Αἰγύπτιον δεδηλωμένοις, καὶ τοῖς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Ἔνθα κατὰ Φήλικα ὑπὸ τοῦ ἐν Ἱεροσολύμοις χιλιάρχου εἴρηται τῷ Παύλῳ, ὁπηνίκα κατεστασίαζεν αὐτοῦ τὸ τῶν Ἰουδαίων πλῆθος· « Οὐκ ἄρα σὺ εἶ ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας
Next to these things he adds, after other matters, saying: "And with a blow greater than these did the Egyptian false prophet afflict the Jews. For a sorcerer having come into the country, and having gained for himself the credit of a prophet, gathers together about thirty thousand of those who had been deceived; and having led them round out of the wilderness to the mount called the Mount of Olives, from thence he was ready to force an entrance into Jerusalem, and after mastering the Roman garrison to tyrannize over the people as well, using as bodyguards those who rushed in with him. But Felix anticipates his onset, having met him with the Roman heavy-armed soldiers; and all the people joined in the defence, so that, when an engagement took place, the Egyptian fled with a few, while the most of those with him were destroyed or taken alive." These things Josephus relates in the second book of the Histories; and it is worth while to compare the things set forth here concerning the Egyptian with those in the Acts of the Apostles, where in the time of Felix it was said to Paul by the chiliarch in Jerusalem, when the multitude of the Jews raised a sedition against him: "Art not thou then that Egyptian who before these days stirred up to sedition and led out into the wilderness the four thousand men
Notes, col. 192

On the reading

Printed Ἐξῆς, for Ἑξῆς.

PG 20:193Read from the page
τῶν σικαρίων ; » Ἀλλὰ τὰ μὲν κατὰ Φήλικα τοιαῦτα.
of the Assassins?" But such were the matters in the time of Felix.
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.
Chapter XXII.
Ὡς ἐκ τῆς Ἰουδαίας εἰς τὴν Ῥώμην δέσμιος ἀναπεμφθεὶς Παῦλος, ἀπολογησόμενος, πάσης ἀπελύθη αἰτίας (Nic. H. E. II, 28-33).
How Paul, having been sent up a prisoner from Judaea to Rome, after making his defence, was acquitted of every charge (Nic. H. E. II, 28-33).
Τούτου δὲ Φῆστος ὑπὸ Νέρωνος διάδοχος πέμπεται· καθ' ὃν δικαιολογησάμενος ὁ Παῦλος, δέσμιος ἐπὶ Ῥώμης ἄγεται. Ἀρίσταρχος δ' αὐτῷ συνῆν, ὃν καὶ εἰκότως συναιχμάλωτόν που τῶν ἐπιστολῶν ἀποκαλεῖ. Καὶ Λουκᾶς δὲ ὁ τὰς Πράξεις τῶν ἀποστόλων γραφῇ παραδοὺς, ἐν τούτοις κατέλυσε τὴν ἱστορίαν διετίαν ὅλην ἐπὶ τῆς Ῥώμης τὸν Παῦλον ἄνετον διατρίψαι, καὶ τὸν τοῦ Θεοῦ λόγον ἀκωλύτως κηρύξαι ἐπισημηνάμενος. Τότε μὲν οὖν ἀπολογησάμενον, αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν λόγος ἔχει στείλασθαι τὸν Ἀπόστολον, δεύτερον δ' ἐπιβάντα τῇ αὐτῇ πόλει, τῷ κατ' αὐτὸν τελειωθῆναι μαρτυρίῳ. Ἐν ᾧ δεσμοῖς ἐχόμενος, τὴν πρὸς Τιμόθεον δευτέραν ἐπιστολὴν συντάττει, ὁμοῦ σημαίνων τήν τε προτέραν αὐτῷ γενομένην ἀπολογίαν, καὶ τὴν παραπόδας τελείωσιν. Δέχου δὴ καὶ τούτων τὰς αὐτοῦ μαρτυρίας· « Ἐν τῇ πρώτῃ μου, φησὶν, ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον. Μὴ αὐτοῖς λογισθείη. Ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσωσι πάντα τὰ ἔθνη. Καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος. » Σαφῶς δὴ παρίστησι διὰ τούτων, ὅτι δὴ τὸ πρότερον, ὅπως ἂν τὸ κήρυγμα τὸ δι' αὐτοῦ πληρωθείη, ἐῤῥύσθη ἐκ στόματος λέοντος, τὸν Νέρωνα ταύτῃ ὡς ἔοικε, διὰ τὸ ὠμόθυμον προσειπών. Οὔκουν ἑξῆς προστέθεικε παραπλήσιόν τι, τὸ, « Ῥύσεταί με ἐκ στόματος λέοντος· » ἑώρα γὰρ τῷ Πνεύματι τὴν ὅσον οὔπω μέλλουσαν αὐτοῦ τελευτήν. Διό φησιν
As successor to him Festus is sent by Nero, under whom Paul, having pleaded his cause, is taken as a prisoner to Rome. And Aristarchus was with him, whom also in a certain place of his epistles he fittingly calls his fellow-prisoner. And Luke also, who committed the Acts of the Apostles to writing, ended his history at this point, after noting that Paul spent a whole period of two years at Rome at liberty, and preached the word of God without hindrance. Then indeed, after he had made his defence, the account holds that the Apostle set forth again upon the ministry of preaching, and that having entered the same city a second time, he was perfected by martyrdom before him. Wherein, while held in bonds, he composes the second epistle to Timothy, at the same time indicating both the former defence that he had made and his impending consummation. Receive indeed his own testimonies of these things: "At my first defence," he says, "no one stood by me, but all forsook me. May it not be laid to their charge. But the Lord stood by me and strengthened me, that through me the preaching might be fully proclaimed, and that all the Gentiles might hear; and I was delivered out of the mouth of the lion." Clearly indeed he shows through these words that on the former occasion, in order that the preaching through him might be fulfilled, he was delivered out of the mouth of the lion, having as it seems thus called Nero on account of his cruelty. Not therefore did he next add anything similar, such as, "He will deliver me out of the mouth of the lion"; for he saw in the Spirit his end that was all but imminent. Wherefore he says,
PG 20:196Read from the page
ἐπιλέγων τῷ, « καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος, » τό· « Ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον, » σημαίνων τὸ παραυτίκα μαρτύριον, ὃ καὶ σαφέστερον ἐν τῇ αὐτῇ προλέγει γραφῇ φάσκων· « Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. » Νῦν μὲν οὖν ἐπὶ τῆς δευτέρας Ἐπιστολῆς τῶν πρὸς Τιμόθεον, τὸν Λουκᾶν μόνον γράφοντι αὐτῷ συνεῖναι δηλοῖ, κατὰ δὲ τὴν προτέραν ἀπολογίαν οὐδὲ τοῦτον. Ὅθεν εἰκότως τὰς τῶν ἀποστόλων Πράξεις ἐπ' ἐκεῖνον ὁ Λουκᾶς περιέγραψε τὸν χρόνον, τὴν μέχρις ὅτε τῷ Παύλῳ συνῆν ἱστορίαν ὑφηγησάμενος. Ταῦτα δὲ ἡμῖν εἴρηται παρισταμένοις, ὅτι μὴ καθ' ἣν ὁ Λουκᾶς ἀνέγραψεν ἐπὶ τῆς Ῥώμης ἐπιδημίαν τοῦ Παύλου, τὸ μαρτύριον αὐτῷ συνεπεράνθη. Εἰκός γε τοι κατὰ μὲν ἀρχὰς ἠπιώτερον τοῦ Νέρωνος διακειμένου, ῥᾷον τὴν ὑπὲρ τοῦ δόγματος τοῦ Παύλου καταδεχθῆναι ἀπολογίαν· προελθόντος δὲ εἰς ἀθεμίτους τόλμας, μετὰ τῶν ἄλλων καὶ τὰ κατὰ τῶν ἀποστόλων ἐγχειρισθῆναι.
adding to the words, "and I was delivered out of the mouth of the lion," this: "The Lord will deliver me from every evil work, and will save me unto His heavenly kingdom," indicating his immediate martyrdom, which he also foretells more clearly in the same writing, saying: "For I am already being offered, and the time of my departure is at hand." Now therefore, in the second of the Epistles to Timothy, he shows that Luke alone was with him as he wrote, whereas at his former defence not even he was. Whence reasonably Luke circumscribed the Acts of the Apostles at that time, having related the history down to the time when he was with Paul. And these things have been said by us to show that Paul's martyrdom was not accomplished during that sojourn of his at Rome which Luke recorded. Indeed it is likely that, since at the beginning Nero was more mildly disposed, Paul's defence on behalf of his doctrine was more easily accepted; but when he had advanced to lawless audacities, the measures against the apostles were undertaken along with the rest.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.
Chapter XXIII.
Ὡς ἐμαρτύρησεν Ἰάκωβος ὁ τοῦ Κυρίου χρηματίσας ἀδελφός (Nic. H. E. II, 38).
How James, who was called the brother of the Lord, suffered martyrdom (Nic. H. E. II, 38).
Ἰουδαῖοί γε μὴν, τοῦ Παύλου Καίσαρα ἐπικαλεσαμένου, ἐπί τε τὴν Ῥωμαίων πόλιν ὑπὸ Φήστου παραπεμφθέντος, τῆς ἐλπίδος καθ' ἣν ἐξήρτυον αὐτῷ τὴν ἐπιβουλὴν, ἀποπεσόντες, ἐπὶ Ἰάκωβον τὸν τοῦ Κυρίου τρέπονται ἀδελφὸν, ᾧ πρὸς τῶν ἀποστόλων ὁ τῆς ἐπισκοπῆς τῆς ἐν Ἱεροσολύμοις ἐγκεχείριστο θρόνος. Τοιαῦτα δὲ αὐτοῖς καὶ τὰ κατὰ τούτου τολμήματα. Εἰς μέσον αὐτὸν ἀγαγόντες, ἄρνησιν τῆς εἰς τὸν Χριστὸν πίστεως ἐπὶ παντὸς ἐζήτουν τοῦ λαοῦ. Τοῦ δὲ παρὰ τὴν ἁπάντων γνώμην ἐλευθέρᾳ φωνῇ καὶ μᾶλλον ἢ προσεδόκησαν ἐπὶ τῆς πληθύος ἁπάσης παῤῥησιασαμένου, καὶ ὁμολογήσαντος Υἱὸν εἶναι τοῦ Θεοῦ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, μηκέθ' οἷοί τε τὴν τοῦ ἀνδρὸς μαρτυρίαν φέρειν, τῷ δικαιότατον αὐτὸν παρὰ τοῖς πᾶσι δι' ἀκρότητα, ἧς μετῄει κατὰ τὸν βίον, φιλοσοφίας τε καὶ θεοσεβείας πιστεύεσθαι, κτείνουσι, καιρὸν εἰς ἐξουσίαν λαβόντες τὴν ἀναρχίαν, ὅτι δὴ τοῦ Φήστου κατ' αὐτὸ τοῦ καιροῦ ἐπὶ τῆς Ἰουδαίας τελευτήσαντος, ἄναρχα καὶ ἀνεπιτρόπευτα τὰ τῆς αὐτόθι διοικήσεως καθειστήκει. Τὸν δὲ τῆς τοῦ Ἰακώβου τελευτῆς τρόπον, ἤδη μὲν πρότερον αἱ παρατεθεῖσαι τοῦ Κλήμεντος φωναὶ δεδηλώκασιν, ἀπὸ τοῦ πτερυγίου βεβλῆσθαι, ξύλῳ τε τὴν πρὸς θάνατον πεπλῆχθαι αὐτὸν ἱστορηκότος. Ἀκριβέστατά γε μὴν τὰ κατ' αὐτὸν ὁ Ἡγήσιππος ἐπὶ τῆς πρώτης τῶν ἀποστόλων γενόμενος διαδοχῆς,
The Jews, however, when Paul had appealed to Caesar and had been sent on to the city of the Romans by Festus, having fallen from the hope according to which they were preparing their plot against him, turn against James the brother of the Lord, to whom the throne of the bishopric in Jerusalem had been entrusted by the apostles. And such were the things dared by them against him also. Having brought him into the midst, they demanded a denial of faith in Christ before all the people. But when he, contrary to the expectation of all, with a free voice and more than they looked for spoke boldly before the whole multitude, and confessed that our Saviour and Lord Jesus the Christ is the Son of God, they, being no longer able to endure the testimony of the man, because he was believed by all to be most righteous on account of the height which he pursued in his life both of philosophy and of godliness, slay him, seizing anarchy as an opportunity for licence, inasmuch as Festus had died in Judaea at that very juncture of time, and the affairs of the administration there had been left without a ruler and without a procurator. And the manner of James's death the words of Clement already adduced before have shown, relating that he was cast down from the pinnacle and struck to death with a club. Yet most accurately does Hegesippus, who belonged to the first succession from the apostles,