Migne Reading Room

PG 20 · cols. 173–184 · Read from the page

Eusebius, Church History, Book II

Eusebius, Church History, Book II

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:173Read from the page
καὶ συντάξαι φασὶν ἐπ' αὐτῆς Ῥώμης, σημαίνειν τε τοῦτ' αὐτὸν τὴν πόλιν τροπικώτερον Βαβυλῶνα προσειπόντα διὰ τούτων· « Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ, καὶ Μάρκος ὁ υἱός μου. »
they say he also composed in Rome itself, and that he himself signifies this by calling the city more figuratively Babylon in these words: "She that is elected together with you in Babylon salutes you, and so does Mark my son."
ΚΕΦΑΛΑΙΟΝ Ιϛʹ.
Chapter XVI.
Ὡς πρῶτος ὁ Μάρκος τοῖς κατ' Αἴγυπτον την εἰς τὸν Χριστὸν γνῶσιν ἐκήρυξεν (Nic. H. E. II, 15).
How Mark first proclaimed to those in Egypt the knowledge of Christ (Nic. H. E. II, 15).
Τοῦτον δὲ Μάρκον πρῶτόν φασιν ἐπὶ τῆς Αἰγύπτου στειλάμενον, τὸ Εὐαγγέλιον ὃ δὴ καὶ συνεγράψατο, κηρύξαι, ἐκκλησίας τε πρῶτον ἐπ' αὐτῆς Ἀλεξανδρείας συστήσασθαι. Τοσαύτη δ' ἄρα τῶν αὐτόθι πεπιστευκότων πληθὺς ἀνδρῶν τε καὶ γυναικῶν ἐκ πρώτης ἐπιβολῆς συνέστη, δι' ἀσκήσεως φιλοσοφωτάτης τε καὶ σφοδροτάτης, ὡς καὶ γραφῆς αὐτῶν ἀξιῶσαι τὰς διατριβὰς καὶ τὰς συνηλύσεις, τά τε συμπόσια, καὶ πᾶσαν τὴν ἄλλην τοῦ βίου ἀγωγὴν τὸν Φίλωνα.
And they say that this Mark was the first to be sent to Egypt and to proclaim the Gospel which he had also written down, and first to establish churches in Alexandria itself. And so great a multitude of men and women who believed there was gathered together from the first attempt, through a most philosophical and most ardent discipline, that Philo deemed their pursuits, their assemblies, their banquets, and all the rest of their manner of life worthy of record in writing.
ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ.
Chapter XVII.
Οἷα περὶ τῶν κατ' Αἴγυπτον ἀσκητῶν ὁ Φίλων ἱστορεῖ (Nic. H. E. II, 16, 17).
What things Philo relates concerning the ascetics in Egypt (Nic. H. E. II, 16, 17).
Ὃν καὶ λόγος ἔχει κατὰ Κλαύδιον ἐπὶ τῆς Ῥώμης εἰς ὁμιλίαν ἐλθεῖν Πέτρῳ, τοῖς ἐκεῖσε τότε κηρύττοντι. Καὶ οὐκ ἀπεικὸς ἂν εἴη τοῦτό γε, ἐπεὶ καὶ ὃ φαμεν σύγγραμμα εἰς ὕστερον καὶ μετὰ χρόνους αὐτῷ πεπονημένον, σαφῶς τοὺς εἰς ἔτι νῦν καὶ εἰς ἡμᾶς
Who, report also has it, came in the time of Claudius to Rome into converse with Peter, who was then preaching to those there. And this would not be unlikely, since the treatise of which we speak, elaborated by him afterwards and at a later period, clearly
Notes, col. 173

On the reading

Printed την, for τὴν.

PG 20:176Read from the page
πεφυλαγμένους τῆς Ἐκκλησίας περιέχει κανόνας· Ἀλλὰ καὶ τὸν βίον τῶν παρ' ἡμῖν ἀσκητῶν ως ἕνι μάλιστα ἀκριβέστατα ἱστορῶν, γένοιτ' ἂν ἔκδηλος, οὐκ εἰδὼς μόνον, ἀλλὰ καὶ ἀποδεχόμενος, ἐκθειάζων τε καὶ σεμνύνων τοὺς κατ' αὐτὸν ἀποστολικοὺς ἄνδρας, ἐξ Ἑβραίων ὡς ἔοικε γεγονότας, ταύτῃ τε Ἰουδαϊκώτερον τῶν παλαιῶν ἔτι τὰ πλεῖστα διατηροῦντας ἐθῶν. Πρῶτον γέ τοι τὸ μηδὲν πέρα τῆς ἀληθείας οἴκοθέν τε καὶ ἐξ ἑαυτοῦ προσθήσειν, ἐν οἷς ἱστορήσειν ἔμελλεν ἀπισχυρισάμενος, ἐν ᾧ ἐπέγραψε λόγῳ Περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν, θεραπευτὰς αὐτοὺς καὶ τὰς σὺν αὐτοῖς γυναῖκας θεραπευτρίδας ἀποκαλεῖσθαί φησι, τὰς αἰτίας ἐπειπὼν τῆς τοιᾶσδε προσρήσεως, ἤτοι παρὰ τὸ τὰς ψυχὰς τῶν προσιόντων αὐτοῖς, τῶν ἀπὸ κακίας παθῶν, ἰατρῶν δίκην ἀπαλλάττοντας ἀκεῖσθαι καὶ θεραπεύειν, ἢ τῆς περὶ τὸ Θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας τε καὶ θρησκείας ἕνεκα. Εἴτ' οὖν ἐξ ἑαυτοῦ ταύτην αὐτοῖς ἐπιτέθειται τὴν προσηγορίαν, οἰκείως ἐπιγράψας τῷ τρόπῳ τῶν ἀνδρῶν τοὔνομα, εἴτε καὶ ὄντως τοῦτ' αὐτοὺς ἐκάλουν καταρχὰς οἱ πρῶτοι, μηδαμῶς τῆς
contains the canons of the Church that have been preserved down to the present day and down to us. Moreover, in relating as accurately as possible the life of the ascetics among us, he makes it plain that he not only knew, but also welcomed, extolled, and revered the apostolic men of his day, who were, as it seems, of Hebrew origin, and on that account still observed in a more Jewish manner most of the ancient customs. In the first place, having assuredly declared that he would add nothing beyond the truth from his own mind or of himself in what he was about to relate, in the discourse which he entitled On the Contemplative Life or On Suppliants, he says that they are called Therapeutae and the women with them Therapeutrides, adding the reasons for such an appellation: either from their healing and curing, after the manner of physicians, the souls of those who came to them, freeing them from the passions that spring from vice, or on account of their pure and sincere service and worship of the Divine. Whether, then, he himself set this title upon them of himself, suitably affixing the name to the character of the men, or whether the first ones actually called them so in the beginning, since the
Notes, col. 176

On the reading

Printed ως, for ὡς.

PG 20:177Read from the page
Χριστιανῶν πω προσρήσεως ἀνὰ πάντα τόπον ἐπιπεφημισμένης, οὔτι πω διατείνεσθαι ἀναγκαῖον. Ὅμως δ' οὖν ἐν πρώτοις τὴν ἀπόταξιν αὐτοῖς τῆς οὐσίας μαρτυρεῖ, φάσκων ἀρχομένους φιλοσοφεῖν, ἐξίστασθαι τοῖς προσήκουσι τῶν ὑπαρχόντων, ἔπειτα πάσαις ἀποταξαμένους ταῖς τοῦ βίου φροντίσιν, ἔξω τειχῶν προελθόντας, ἐν μοναγρίοις καὶ κήποις τὰς διατριβὰς ποιεῖσθαι, τὰς ἐκ τῶν ἀνομοίων ἐπιμιξίας, ἀλυσιτελεῖς καὶ βλαβερὰς εὖ εἰδότας· τῶν κατ' ἐκεῖνο καιροῦ τοῦθ' ὡς εἰκὸς ἐπιτελούντων ἐκθύμῳ καὶ θερμοτάτῃ πίστει, τῶν τὸν προφητικὸν ζηλοῦν ἀσκούντων βίον. Τοιγαροῦν κἀν ταῖς ὁμολογουμέναις τῶν ἀποστόλων Πράξεσιν ἐμφέρεται, ὅτι δὴ πάντες οἱ τῶν ἀποστόλων γνώριμοι, τὰ κτήματα καὶ τὰς ὑπάρξεις διαπιπράσκοντες, ἐμέριζον ἅπασι καθ' ὃ ἄν τις χρείαν εἶχεν, ὡς μηδὲ εἶναί τινα ἐνδεῆ παρ' αὐτοῖς· ὅσοι γοῦν κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, ὡς ὁ λόγος φησὶ, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, ἐτίθεσάν τε παρὰ τοὺς πόδας τῶν ἀποστόλων, ὥστε διαδίδοσθαι ἑκάστῳ καθ' ὅ τι ἄν τις χρείαν εἶχεν. Τὰ παραπλήσια δὲ τούτοις μαρτυρήσας τοῖς δηλουμένοις ὁ Φίλων, συλλαβαῖς αὐταῖς ἐπιφέρει λέγων ταῦτα περὶ αὐτῶν οὕτω· « Πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶ τὸ γένος. Ἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον. Πλεονάζει δ' ἐν Αἰγύπτῳ καθ' ἕκαστον τῶν ἐπικαλουμένων νομῶν, καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν. Οἱ δὲ πανταχόθεν ἄριστοι, καθάπερ εἰς πατρίδα θεραπευτῶν, ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον, ὅπερ ἐστὶν ὑπὲρ λίμνης Μαρίας κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου σφόδρα εὐκαίρως, ἀσφαλείας τε ἕνεκα καὶ ἀέρος εὐκρασίας. » Εἶθ' ἑξῆς τὰς οἰκήσεις αὐτῶν ὁποῖαί τινες ἦσαν διαγράψας, περὶ τῶν κατὰ χώραν ἐκκλησιῶν ταῦτά φησιν· « Ἐν ἑκάστῃ δὲ οἰκίᾳ, ἔστιν οἴκημα ἱερὸν ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι, τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδὲν εἰσκομίζοντες, μὴ ποτὸν, μὴ σιτίον, μήτε τι τῶν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους, καὶ τἄλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται. » Καὶ μεθ' ἕτερά φησι· « Τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκησις. Ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι, φιλοσοφοῦσι τὴν πάτριον φιλοσοφίαν ἀλληγοροῦντες, ἐπειδὴ σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀποκεκρυμμένης φύσεως, ἐν ὑπονοίαις δηλουμένης.
appellation of Christians had not yet been proclaimed in every place, there is no need at all to contend. Nevertheless, among the first things he bears witness to their renunciation of property, saying that when they begin to practise philosophy they yield their possessions to their relatives, and then, having renounced all the cares of life, go forth outside the walls and make their dwellings in lonely fields and gardens, knowing well that intercourse with people of dissimilar character is unprofitable and harmful; as those at that time, as is likely, were doing in fervent and most ardent faith, practising the emulation of the prophetic life. Wherefore even in the acknowledged Acts of the Apostles it is recorded that all the acquaintances of the apostles sold their possessions and goods and parted them to all, according as anyone had need, so that there was not anyone in need among them; for as many as were owners of lands or houses, as the account says, sold them and brought the prices of the things that were sold, and laid them at the feet of the apostles, so as to be distributed to each according as anyone had need. And Philo, having borne witness to things similar to these concerning the persons mentioned, adds in the very syllables, speaking thus about them: "Now this race is in many parts of the inhabited world; for it was fitting that both Greece and the barbarian world should share in perfect good. Yet it abounds in Egypt in each of the districts called nomes, and especially around Alexandria. And the noblest from everywhere, as if to a fatherland of Therapeutae, are sent as a colony to a certain most suitable spot, which lies above Lake Maria upon a rather low hill very conveniently situated, both for the sake of safety and for the mildness of the air." Then next, after describing of what sort their dwellings were, he says these things concerning the churches in the region: "And in each house there is a sacred chamber which is called a sanctuary and a monastery, in which, in solitude, they perform the mysteries of the holy life, bringing nothing in, neither drink, nor food, nor any of the other things necessary for the needs of the body, but laws and oracles delivered through prophets, and hymns, and the other things whereby knowledge and piety are increased together and perfected." And after other matters he says: "And the whole interval from dawn until evening is for them an exercise; for reading the sacred scriptures, they pursue their ancestral philosophy by expounding it allegorically, since they regard the words of the literal expression as symbols of a hidden nature, made plain in underlying meanings.
PG 20:180Read from the page
Ἔστι δ' αὐτοῖς καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, οἳ τῆς αἱρέσεως αὐτῶν ἀρχηγέται γενόμενοι, πολλὰ μνημεῖα τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι, μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον. » Ταῦτα μὲν οὖν ἔοικεν εἰρῆσθαι τῷ ἀνδρὶ, τὰς ἱερὰς ἐξηγουμένων ἐπακροασαμένῳ Γραφάς. Τάχα δ' εἰκὸς ἅ φησιν ἀρχαίων παρ' αὐτοῖς εἶναι συγγράμματα, τά τε Εὐαγγέλια καὶ τὰς τῶν ἀποστόλων γραφὰς [τυγχάνειν], διηγήσεις τε τινὰς κατὰ τὸ εἰκὸς τῶν πάλαι προφητῶν ἑρμηνευτικὰς, ὁποίας ἥ τε πρὸς Ἑβραίους, καὶ ἄλλαι πλείους τοῦ Παύλου περιέχουσιν ἐπιστολαὶ, ταῦτα εἶναι. Εἶτα πάλιν ἑξῆς περὶ τοῦ νέους αὐτοῖς ποιεῖσθαι ψαλμοὺς οὕτως γράφει· « Ὥστ' οὐ θεωροῦσι μόνον, ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν Θεὸν, διὰ παντοίων μέτρων καὶ μελῶν ῥυθμοῖς σεμνοτέροις ἀναγκαίως χαράσσοντες. » Πολλὰ μὲν οὖν καὶ ἄλλα περὶ ὧν ὁ λόγος, ἐν ταὐτῷ διέξεισιν, ἐκεῖνα δ' ἀναγκαῖον ἐφάνη δεῖν ἀναλέξασθαι, δι' ὧν τὰ χαρακτηριστικὰ τῆς ἐκκλησιαστικῆς ἀγωγῆς ὑποτίθεται. Εἰ δέ τῳ μὴ δοκεῖ τὰ εἰρημένα ἴδια εἶναι τῆς κατὰ τὸ Εὐαγγέλιον πολιτείας, δύνασθαι δὲ καὶ ἄλλοις παρὰ τοὺς δεδηλωμένους ἁρμόττειν, πειθέσθω κἂν ἀπὸ τῶν ἑξῆς αὐτοῦ φωνῶν, ἐν αἷς ἀναμφήριστον εἰ εὐγνωμονοίη, κομίσεται τὴν περὶ τοῦδε μαρτυρίαν. Γράφει γὰρ ὧδε· « Ἐγκράτειαν δ' ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῇ ψυχῇ, τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς. Σιτίον γὰρ ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκαιτο πρὸ ἡλίου δύσεως, ἐπεὶ τὸ μὲν φιλοσοφεῖν φωτὸς ἄξιον κρίνουσιν εἶναι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας, ὅθεν τῷ μὲν ἡμέραν, ταῖς δὲ νυκτὸς βραχύ τι μέρος ἀπένειμαν. Ἔνιοι δὲ καὶ διὰ τριῶν ἡμερῶν ὑπομιμνήσκονται τροφῆς, οἷς πλείων ὁ πόθος ἐπιστήμης ἐνίδρυται, τινὲς δ' οὕτως ἐνευφραίνονται καὶ τρυφῶσιν ὑπὸ σοφίας ἑστιώμενοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγούσης, ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν καὶ μόγις δι' ἓξ ἡμερῶν ἀπογεύεσθαι τροφῆς ἀναγκαίας ἐθισθέντες. » Ταύτας
And they also have writings of ancient men, who, having been the founders of their sect, left behind many memorials of the form used in allegorical works, using which as certain models they imitate the manner of their school." These things, then, seem to have been said by the man after he had listened to them expounding the sacred Scriptures. And perhaps it is likely that the writings of the ancients which he says were among them [were] the Gospels and the writings of the apostles, and certain expositions interpretative, in all likelihood, of the ancient prophets, such as the Epistle to the Hebrews and several other Epistles of Paul contain. Then again next in order, concerning their composing new psalms, he writes thus: "So that they not only engage in contemplation, but also compose songs and hymns to God, through all manner of metres and melodies, necessarily engraving them in more solemn rhythms." Many other things also, indeed, concerning those of whom we speak he recounts in the same work, but it seemed necessary to select those whereby the characteristics of the ecclesiastical discipline are set forth. And if to anyone what has been said does not seem to be peculiar to the polity according to the Gospel, but able to apply also to others besides those indicated, let him be persuaded at least from his following words, in which, if he be fair-minded, he will receive an indisputable testimony on this point. For he writes thus: "Laying down self-control first as a kind of foundation in the soul, they build the other virtues upon it. For none of them would partake of food or drink before sunset, since they judge the practice of philosophy to be worthy of the light, but the necessities of the body to belong to darkness; whence they have assigned the day to the one, and to the others a small part of the night. And some call food to mind only every three days, in whom a greater longing for knowledge is implanted; while some so delight and luxuriate in being feasted by wisdom, which supplies its doctrines richly and ungrudgingly, that they hold out even for double the time and after six days scarcely taste necessary food, having grown accustomed to this." These
PG 20:181Read from the page
τοῦ Φίλωνος σαφεῖς καὶ ἀναντιῤῥήτους περὶ τῶν καθ' ἡμᾶς ὑπάρχειν ἡγούμεθα λέξεις. Εἰ δ' ἐπὶ τούτοις ἀντιλέγων τις ἔτι σκληρύνοιτο, καὶ οὕτως ἀπαλλαττέσθω τῆς δυσπιστίας, ἐναργεστέραις πειθαρχῶν ἀποδείξεσιν, ἃς οὐ παρά τισιν, ἢ μόνῃ τῇ τῶν Χριστιανῶν εὑρεῖν ἔνεστι κατὰ τὸ Εὐαγγέλιον θρησκείᾳ. Φησὶ γὰρ τοῖς περὶ ὧν ὁ λόγος, καὶ γυναῖκας συνεῖναι ὧν αἱ πλεῖσται γηραλέαι τυγχάνουσι παρθένοι, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ' Ἕλλησιν ἱερειῶν, φυλάξασαι μᾶλλον, ἢ καθ' ἑκούσιον γνώμην, διὰ ζῆλον καὶ πόθον σοφίας ᾗ συμβιοῦν σπουδάσασαι, τῶν περὶ τὸ σῶμα ἡδονῶν ἠλόγησαν, οὐ θνητῶν ἐκγόνων, ἀλλ' ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ' ἑαυτῆς οἷα τε ἐστὶν ἡ θεοφιλὴς ψυχή. Εἶθ' ὑποκαταβὰς ἐμφαντικώτερον ἐκτίθεται καὶ ταῦτα· « Αἱ δ' ἐξηγήσεις τῶν ἱερῶν γραμμάτων γίνονται αὐτοῖς δι' ὑπονοιῶν ἐν ἀλληγορίαις. Ἅπασα γὰρ ἡ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ἐοικέναι ζώῳ, καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς λέξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν, ὃν ἤρξατο διαφερόντως ἡ θρησκεία αὕτη θεωρεῖν, ὡς διὰ κατόπτρου τῶν ὀνομάτων, ἐξαίσια κάλλη νοημάτων ἐμφαινόμενα κατιδοῦσα. » Τί δεῖ τούτοις ἐπιλέγειν τὰς ἐπὶ ταὐτὸν συνόδους, καὶ τὰς ἰδίᾳ μὲν ἀνδρῶν, ἰδίᾳ δὲ γυναικῶν ἐν ταὐτῷ διατριβὰς, καὶ τὰς ἐξ ἔθους εἰσέτι καὶ νῦν πρὸς ἡμῶν ἐπιτελουμένας ἀσκήσεις, ἃς διαφερόντως κατὰ τὴν τοῦ σωτηρίου πάθους ἑορτὴν, ἐν ἀσιτίαις καὶ διανυκτερεύσεσιν, προσοχαῖς τε τῶν θείων λόγων ἐκτελεῖν εἰώθαμεν. Ἅπερ ἐπακριβὲς τὸν αὐτὸν ὃν καὶ εἰς δεῦρο τετήρηται παρὰ μόνοις ἡμῖν τρόπον, ἐπισημηνάμενος ὁ δηλωθεὶς ἀνὴρ, τῇ ἰδίᾳ παραδέδωκε γραφῇ· καὶ μάλιστα τὰς τῆς μεγάλης ἑορτῆς παννυχίδας, καὶ τὰς ἐν ταύταις ἀσκήσεις, τούς
words of Philo we consider to be clear and indisputable concerning those of our communion. But if beside these things anyone should still harden himself in contradiction, let him even so be freed from his disbelief by yielding to clearer proofs, which it is impossible to find among any others save only in the religion of the Christians according to the Gospel. For he says that with those of whom we speak women also associate, whereof the most are aged virgins, who have guarded their chastity not out of necessity, like some of the priestesses among the Greeks, so much as of voluntary purpose, through zeal and longing for wisdom, in companionship wherewith having been eager to live, they disregarded the pleasures of the body, longing not for mortal offspring, but for immortal, which the soul dear to God is alone able to bring forth of itself. Then lower down he sets forth still more emphatically these things also: "And the expositions of the sacred scriptures are made by them through underlying meanings in allegories. For the whole legislation seems to these men to resemble a living creature, and to have for its body the literal words, and for its soul the invisible mind laid up within the words, which this religion has especially begun to contemplate, beholding, as through a mirror of the names, extraordinary beauties of thoughts reflected therein." Why need one add to these their meetings together in the same place, and the separate abodes for men and separate for women in the same place, and the exercises still even now customarily performed by us, which we are accustomed to perform especially at the feast of the saving Passion, in fastings and all-night vigils, and in attention to the divine words? Which very things the aforesaid man, having noted down accurately the selfsame manner in which they have been observed even to this day among us alone, has handed down in his own writing; and especially the all-night vigils of the great feast, and the exercises therein, and the
PG 20:184Read from the page
τε λέγεσθαι εἰωθότας πρὸς ἡμῶν ὕμνους ἱστορῶν, καὶ ὡς ἑνὸς μετὰ ῥυθμοῦ κοσμίως ἐπιψάλλοντος, οἱ λοιποὶ καθ' ἡσυχίαν ἀκροώμενοι, τῶν ὕμνων τὰ ἀκροτελευτια συνεξηχοῦσιν, ὅπως τε κατὰ τὰς δεδηλωμένας ἡμέρας ἐπὶ στιβάδων χαμευνοῦντες, οἴνου μὲν τοπαράπαν, ὡς αὐτοῖς ῥήμασιν ἀνέγραψεν, οὐκ ἀπογεύονται, ἀλλ' οὐδὲ τῶν ἐναίμων τινὸς, ὕδωρ δὲ μόνον αὐτοῖς ἐστι τὸ ποτὸν, καὶ προσόψημα μετ' ἄρτου ἅλες καὶ ὕσσωπον. Πρὸς τούτοις γράφει τὸν τῆς προστασίας τρόπον, τῶν τὰς ἐκκλησιαστικὰς λειτουργίας ἐγκεχειρισμένων, διακονίας τε καὶ τὰς ἐπὶ πᾶσιν ἀνωτάτω τῆς ἐπισκοπῆς προεδρίας. Τούτων δ' ὅτῳ πόθος ἔνεστι τῆς ἀκριβοῦς ἐπιστάσεως, μάθοι ἂν ἐκ τῆς δηλωθείσης τοῦ ἀνδρὸς ἱστορίας. Ὅτι δὲ τοὺς πρώτους κήρυκας τῆς κατὰ τὸ Εὐαγγέλιον διδασκαλίας, τά τε ἀρχῆθεν πρὸς τῶν ἀποστόλων ἔθη παραδεδομένα καταλαβὼν ὁ Φίλων ταῦτ' ἔγραφε, παντί τῳ δῆλον.
hymns accustomed to be recited by us, relating also how, while one sings a psalm with rhythm decorously, the rest listening in silence chant together the closing refrains of the hymns, and how during the days mentioned, sleeping on the ground upon pallets of straw, they do not taste wine at all, as he has recorded in these very words, nor any flesh with blood in it, but water alone is their drink, and the relish with their bread is salt and hyssop. In addition to these things he writes of the manner of presidency of those entrusted with the ecclesiastical ministries, the diaconate and the supreme presidency of the episcopate over all. And whoever has a desire for an accurate knowledge of these matters may learn it from the aforesaid account of the man. And that Philo wrote these things because he had met with the first heralds of the teaching according to the Gospel and the customs handed down from the beginning by the apostles, is manifest to everyone.
ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ.
Chapter XVIII.
Ὅσα τοῦ Φίλωνος εἰς ἡμᾶς περιῆλθε συγγράμματα (Nic. H. E. II, 17, 18).
What writings of Philo have come down to us (Nic. H. E. II, 17, 18).
Πολύς γε μὴν τῷ λόγῳ, καὶ πλατὺς ταῖς διανοίαις, ὑψηλός τε καὶ μετέωρος ἐν ταῖς εἰς τὰς θείας Γραφὰς θεωρίαις γεγενημένος, ποικίλην καὶ πολύτροπον τῶν ἱερῶν λόγων πεποίηται τὴν ὑφήγησιν· τοῦτο μὲν εἱρμῷ καὶ ἀκολουθίᾳ, τὴν τῶν εἰς τὴν Γένεσιν διεξελθὼν πραγματείαν, ἐν οἷς ἐπέγραψε νόμων ἱερῶν Ἀλληγορίαις, τοῦτο δὲ, κατὰ μέρος διαστολὰς κεφαλαίων τῶν ἐν ταῖς Γραφαῖς ζητουμένων, ἐπιστάσεις τε καὶ διαλύσεις ποιούμενος ἐν οἷς καὶ αὐτοῖς καταλλήλως τῶν ἐν Γενέσει καὶ τῶν ἐν Ἐξαγωγῇ ζητημάτων τε καὶ λύσεων τέθειται τὴν ἐπιγραφήν. Ἔστι δ' αὐτῷ παρὰ ταῦτα, προβλημάτων τινῶν ἰδίως πεπονημένα σπουδάσματα. Οἷά ἐστι τὰ Περὶ γεωργίας δύο, καὶ τὰ Περὶ μέθης τοσαῦτα, καὶ ἄλλα ἄττα διαφόρου καὶ οἰκείας ἐπιγραφῆς ἠξιωμένα. Οἷος Περὶ ὧν νήψας ὁ νοῦς εὔχεται καὶ καταρᾶται, καὶ ὁ Περὶ φυγῆς καὶ εὑρέ-
Copious indeed in discourse, and broad in thoughts, and having proved lofty and elevated in his contemplations upon the divine Scriptures, he has made his exposition of the sacred words varied and manifold: on the one hand going through in connected order and sequence the treatise on Genesis, in the books which he entitled Allegories of the Sacred Laws; and on the other hand making particular distinctions of the heads of inquiry in the Scriptures, with objections and solutions, in the books to which he likewise suitably gave the title of Questions and Solutions in Genesis and in Exodus. And there are by him, besides these, treatises specially elaborated on certain problems, such as the two On Agriculture, and as many On Drunkenness, and certain others deemed worthy of different and fitting titles: such as Concerning the Things for Which the Sober Mind Prays and Curses, and the book On Flight and Dis-
Notes, col. 184

On the reading

Printed ἀκροτελευτια, for ἀκροτελεύτια.