Migne Reading Room

PG 20 · cols. 161–172 · Read from the page

Eusebius, Church History, Book II

Eusebius, Church History, Book II

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:161Read from the page
θανεῖν ἀπάγομαι. Δεκτέον δὲ τὴν πεπρωμένην, ᾗ θεὸς βεβούληται. Καὶ γὰρ βεβιώκαμεν οὐδαμῆ φαύλως, ἀλλ' ἐπὶ τῆς μακαριζομένης λαμπρότητος. Ταῦτα δὲ λέγων, ἐπιτάσει τῆς ὀδύνης κατεπονεῖτο. Μετὰ σπουδῆς οὖν εἰς τὸ βασίλειον ἐκομίσθη, καὶ διῆλθε λόγος εἰς πάντας, ὡς ἔχοι τοῦ τεθνάναι παντάπασι μετ' ὀλίγον. Ἡ πληθὺς δ' αὐτίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκον καθεσθεῖσα τῷ πατρίῳ νόμῳ, τὸν Θεὸν ἱκέτευον ὑπὲρ τοῦ βασιλέως, οἰμωγῆς τε πάντ' ἦν ἀνάπλεω καὶ θρήνων. Ἐν ὑψηλῷ δ' ὁ βασιλεὺς δωματίῳ κατακείμενος, καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας, ἄδακρυς οὐδ' αὐτὸς ἔμενεν. Συνεχῶς δ' ἐφ' ἡμέρας πέντε τῷ τῆς γαστρὸς ἀλγήματι διεργασθεὶς, τὸν βίον κατέστρεψεν, ἀπὸ γενέσεως ἄγων πεντηκοστὸν ἔτος καὶ τέταρτον, τῆς δὲ βασιλείας ἕβδομον. Τέσσαρας μὲν οὖν ἐπὶ Γαΐου Καίσαρος ἐβασίλευσεν ἐνιαυτοὺς, τῆς Φιλίππου μὲν τετραρχίας εἰς τριετίαν ἄρξας, τῷ τετάρτῳ δὲ καὶ τὴν Ἡρώδου προσειληφὼς, τρεῖς δ' ἐπιλαβὼν τῆς Κλαυδίου Καίσαρος αὐτοκρατορίας. » Ταῦτα τὸν Ἰώσηπον μετὰ τῶν ἄλλων ταῖς θείαις συναληθεύοντα Γραφαῖς ἀποθαυμάζω. Εἰ δὲ περὶ τὴν τοῦ βασιλέως προσηγορίαν δόξειέ τισι διαφωνεῖν, ἀλλ' ὅ γε χρόνος καὶ ἡ πρᾶξις τὸν αὐτὸν ὄντα δείκνυσιν, ἤτοι κατά τι σφάλμα γραφικὸν ἐνηλλαγμένου τοῦ ὀνόματος, ἢ καὶ διωνυμίας περὶ αὐτὸν, οἷα καὶ περὶ πολλοὺς γεγενημένης.
led away to die. Keep we must our appointed lot, as God has willed; for indeed we have lived in no wise poorly, but in the splendour that is accounted happy.' And as he was saying these things, he was worn down by the intensity of the pain. With haste therefore he was carried into the palace, and word went through to all that he was altogether on the point of dying after a little while. And the multitude immediately, sitting upon sackcloth with wives and children according to the ancestral law, besought God on behalf of the king, and all things were full of wailing and lamentations. And the king, lying in a lofty chamber and looking down at them falling prostrate, did not remain tearless himself either. And having been continuously racked for five days by the pain of the belly, he ended his life, being in the fifty-fourth year from his birth, and the seventh of his reign. Four years, then, he reigned under Caius Caesar, having ruled the tetrarchy of Philip for a three-year period, and in the fourth having received in addition that of Herod also, and having lived on for three years of the sovereignty of Claudius Caesar." In these things, along with the others, I marvel greatly at Josephus speaking the truth together with the divine Scriptures. And if he should seem to some to differ concerning the appellation of the king, yet at least the time and the action show that he is the same man, either the name having been altered through some scribal error, or else a double name having existed in his case, such as has happened in the case of many.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Περὶ Θευδᾶ τοῦ γόητος, καὶ τῶν σὺν αὐτῷ (Nic. H. E. II, 11).
Concerning Theudas the sorcerer, and those with him (Nicephorus, Ecclesiastical History II, 11).
Ἐπεὶ δὲ πάλιν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν εἰσάγει τὸν Γαμαλιὴλ ἐν τῇ περὶ τῶν ἀποστόλων σκέψει λέγοντα, ὡς ἄρα κατὰ τὸν δηλούμενον χρόνον ἀνέστη Θευδᾶς, λέγων ἑαυτὸν εἶναί τινα (ὃς κατελύθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν)· φέρε καὶ τὴν περὶ τούτου παραθώμεθα τοῦ Ἰωσήπου γρα-
And since again Luke in the Acts introduces Gamaliel in the deliberation concerning the apostles as saying that at the time indicated Theudas rose up, saying that he himself was somebody (who was destroyed, and all as many as obeyed him were dispersed), come, let us set beside this also the writ-
PG 20:164Read from the page
φὴν. Ἱστορεῖ τοίνυν αὖθις κατὰ τὸν ἀρτίως δεδηλωμένον αὐτοῦ λόγον, αὐτὰ δὴ ταῦτα κατὰ λέξιν· « Φάδου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος, γόης τις
ing of Josephus concerning this man. He relates accordingly again, in his book just now indicated, these very things word for word: "While Fadus was procurator of Judaea, a certain sorcerer
PG 20:165Read from the page
ἀνὴρ, Θευδᾶς τοὔνομα, πείθει τὸν πλεῖστον ὄχλον, ἀναλαβόντα τὰς κτήσεις ἕπεσθαι πρὸς τὸν Ἰορδάνην ποταμὸν αὐτῷ. Προφήτης γὰρ ἔλεγεν εἶναι, καὶ προστάγματι τὸν ποταμὸν σχίσας, δίοδον ἔφη παρέξειν αὐτοῖς ῥᾳδίαν. Καὶ ταῦτα λέγων, πολλοὺς ἠπάτησεν. Οὐ μὴν εἴασεν αὐτοὺς τῆς ἀφροσύνης ὄνασθαι Φάδος, ἀλλ' ἐξέπεμψεν ἴλην ἱππέων ἐπ' αὐτούς· ἥτις ἐπιπεσοῦσα ἀπροσδοκήτως αὐτοῖς, πολλοὺς μὲν ἀνεῖλε, πολλοὺς δὲ ζῶντας ἔλαβεν, αὐτόν τε τὸν Θευδᾶν ζωγρήσαντες, ἀποτέμνουσιν αὐτοῦ τὴν κεφαλὴν, καὶ κομίζουσιν εἰς Ἱεροσόλυμα. » Τούτοις ἑξῆς καὶ τοῦ κατὰ Κλαύδιον γενομένου λιμοῦ μνημονεύει ὧδέ πως·
by name Theudas persuades most of the crowd to take up their possessions and follow him to the river Jordan. For he said that he was a prophet, and that having parted the river by a command, he would provide them an easy passage across. And by saying these things, he deceived many. Yet Fadus did not allow them to reap the benefit of their folly, but sent out a troop of horsemen against them, which, falling upon them unexpectedly, slew many and took many alive; and having captured Theudas himself alive, they cut off his head and bring it to Jerusalem." Next after these things he also makes mention of the famine that took place under Claudius, somewhat thus:
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
Περὶ Ἑλένης τῆς τῶν Ὀσροηνῶν βασιλίδος (Nic. H. E. II, 11).
Concerning Helen the queen of the Osroenians (Nicephorus, Ecclesiastical History II, 11).
« Ἐπὶ τούτοις γε καὶ τὸν μέγαν λιμὸν κατὰ τὴν Ἰουδαίαν συνέβη γενέσθαι, καθ' ὃν καὶ ἡ βασίλισσα Ἑλένη πολλῶν χρημάτων ὠνησαμένη σῖτον ἀπὸ τῆς Αἰγύπτου, διένειμε τοῖς ἀπορουμένοις. » Σύμφωνα δ' ἂν εὕροις καὶ ταῦτα τῇ τῶν Πράξεων τῶν ἀποστόλων γραφῇ, περιεχούσῃ ὡς ἄρα τῶν κατὰ τὴν Ἀντιόχειαν μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος εἰς διακονίαν ἀποστεῖλαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ· ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Παύλου. Τῆς γέ τοι Ἑλένης ἧς δὴ καὶ ὁ συγγραφεὺς ἐποιήσατο μνήμην, εἰσέτι νῦν στῆλαι διαφανεῖς ἐν προαστείοις δείκνυνται τῆς νῦν Αἰλίας. Τοῦ δὲ Ἀδιαβηνῶν ἔθνους αὕτη βασιλεῦσαι ἐλέγετο.
"And besides these things it happened that the great famine also took place throughout Judaea, during which also Queen Helen, having bought grain from Egypt for much money, distributed it to those in need." And you would find these things also in agreement with the record of the Acts of the Apostles, which contains how among the disciples at Antioch, according as any one prospered, they each determined to send for relief to those dwelling in Judaea; which also they did, sending it to the elders by the hand of Barnabas and Paul. Of Helen, at any rate, of whom the writer also made mention, conspicuous pillars are still even now pointed out in the suburbs of the city now called Aelia. And she was said to have reigned over the nation of the Adiabenians.
PG 20:168Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
Chapter XIII.
Περὶ Σίμωνος τοῦ Μάγου (Nic. H. E. II, 14, 27; Eus. infra IV, 21).
Concerning Simon Magus (Nicephorus, Ecclesiastical History II, 14, 27; Eusebius, below, IV, 21).
Ἀλλὰ γὰρ τῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς πάντας ἀνθρώπους ἤδη διαδεδομένης πίστεως, ὁ τῆς ἀνθρώπων πολέμιος σωτηρίας, τὴν βασιλεύουσαν προαρπάσασθαι πόλιν μηχανώμενος, ἐνταῦθα Σίμωνα τὸν πρόσθεν δεδηλωμένον ἄγει, καὶ δὴ ταῖς ἐντέχνοις τἀνδρὸς συναιρόμενος γοητείαις, πλείους τῶν τὴν Ῥώμην οἰκούντων ἐπὶ τὴν πλάνην σφετερίζεται. Δηλοῖ δὲ τοῦτο μετ' οὐ πολὺ τῶν ἀποστόλων ἐν τῷ καθ' ἡμᾶς διαπρέψας λόγῳ Ἰουστῖνος, περὶ οὗ τὰ προσήκοντα κατὰ καιρὸν παραθήσομαι. Καί μοι λαβὼν ἀνάγνωθι τοῦδε τὴν γραφὴν, ἣν ἐν τῇ προτέρᾳ πρὸς Ἀντωνῖνον ὑπὲρ τοῦ καθ' ἡμᾶς δόγματος Ἀπολογίᾳ γράφων ὧδέ φησιν· « Καὶ μετὰ τὴν ἀνάληψιν τοῦ Κυρίου εἰς οὐρανὸν, προεβάλοντο οἱ δαίμονες ἀνθρώπους τινὰς, λέγοντας ἑαυτοὺς εἶναι θεούς· οἳ οὐ μόνον οὐκ ἐδιώχθησαν ὑφ' ὑμῶν, ἀλλὰ καὶ τιμῶν ἠξιώθησαν· Σίμωνα μέν τινα Σαμαρέα τὸν ἀπὸ κώμης λεγομένης Γίττων, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν ἐνεργούντων δαιμόνων τέχνης δυνάμεις μαγικὰς ποιήσας ἐπὶ τῇ πόλει ὑμῶν τῇ βασιλίδι Ῥώμῃ θεὸς ἐνομίσθη, καὶ ἀνδριάντι παρ' ὑμῖν ὡς θεὸς τετίμηται, ἐν τῷ Τίβερι ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν, ἔχων ἐπιγραφὴν Ῥωμαϊκὴν ταύτην, ΣΙΜΩΝΙ ΔΕΩ ΣΑΓΚΤΩ, ὅπερ ἐστὶ Σίμωνι θεῷ ἁγίῳ. Καὶ σχεδὸν μὲν πάντες Σαμαρεῖς, ὀλίγοι δὲ καὶ ἐν ἄλλοις ἔθνεσιν, ὡς τὸν πρῶτον Θεὸν ἐκεῖνον ὁμολογοῦντες προσκυνοῦσι. Καὶ Ἑλένην τινὰ τὴν συμπερινοστήσασαν αὐτῷ κατ' ἐκεῖνο τοῦ καιροῦ, πρότερον ἐπὶ τέγους σταθεῖσαν ἐν Τύρῳ τῆς Φοινίκης, τὴν ἀπ' αὐτοῦ πρώτην ἔννοιαν λέγουσιν. » Ταῦτα μὲν οὕτως. Συνᾴδει δ' αὐτῷ καὶ ὁ Εἰρηναῖος ἐν πρώτῳ τῶν Πρὸς τὰς αἱρέσεις, ὁμοῦ τὰ περὶ τὸν ἄνδρα καὶ τὴν ἀνοσίαν καὶ μιαρὰν αὐτοῦ διδασκαλίαν ὑπογράφων, ἣν ἐπὶ τοῦ παρόντος περιττὸν ἂν εἴη καταλέγειν, παρὸν τοῖς βουλομένοις, καὶ τῶν μετ' αὐτὸν κατὰ μέρος αἱρεσιαρχῶν τὰς ἀρχὰς καὶ τοὺς
Now as faith in our Saviour and Lord Jesus Christ had already been spread abroad among all men, the enemy of men's salvation, contriving to seize beforehand the imperial city, brings thither Simon, who was mentioned previously, and lending aid to the man's artful sorceries, wins over to the error many of those who dwelt in Rome. And Justin, who shone forth in our doctrine not long after the apostles, concerning whom I shall set forth what is fitting in due season, makes this plain. Take, pray, and read the writing of this man, in which, writing in the first Apology to Antoninus on behalf of our doctrine, he speaks thus: "And after the ascension of the Lord into heaven, the demons put forward certain men who said that they themselves were gods; who not only were not persecuted by you, but were even deemed worthy of honours: a certain Simon, a Samaritan, the one from a village called Gitton, who under Claudius Caesar, having performed magical mighty works through the art of the demons operating in him, in your royal city of Rome was accounted a god, and has been honoured among you as a god with a statue, on the river Tiber between the two bridges, having this Roman inscription, SIMONI DEO SANCTO, which is, 'To Simon the holy god.' And almost all Samaritans, and a few even among other nations, confessing that man as the first God, worship him. And a certain Helen, who went about with him at that time, having previously stood in a brothel in Tyre of Phoenicia, they call the first thought proceeding from him." So much, then, for these things. And Irenaeus also agrees with him in the first book of Against Heresies, sketching together the matters concerning the man and his unholy and foul teaching, which it would be superfluous to recount at the present time, since it is open to those who wish to learn in detail the beginnings also of the heresiarchs after him and the
PG 20:169Read from the page
βίους, καὶ τῶν ψευδῶν διδαγμάτων τὰς ὑποθέσεις, τά τε πᾶσιν αὐτοῖς ἐπιτετηδευμένα διαγνῶναι, οὐ κατὰ πάρεργον τῇ δεδηλωμένῃ τοῦ Εἰρηναίου παραδεδομένα βίβλῳ. Πάσης μὲν οὖν ἀρχηγὸν αἱρέσεως πρῶτον γενέσθαι τὸν Σίμωνα παρειλήφαμεν. Ἐξ οὗ καὶ εἰς δεῦρο οἱ τὴν κατ' αὐτὸν μετιόντες αἵρεσιν, τὴν σώφρονα καὶ διὰ καθαρότητα βίου παρὰ πᾶσι βεβοημένην Χριστιανῶν φιλοσοφίαν ὑποκρινόμενοι, ἧς μὲν ἔδοξαν ἀπαλλάττεσθαι περὶ τὰ εἴδωλα δεισιδαιμονίας οὐδὲν ἧττον αὖθις ἐπιλαμβάνονται, καταπίπτοντες ἐπὶ γραφὰς καὶ εἰκόνας, αὐτοῦ τε τοῦ Σίμωνος καὶ τῆς σὺν αὐτῷ δηλωθείσης Ἑλένης, θυμιάμασί τε καὶ θυσίαις καὶ σπονδαῖς τούτους θρησκεύειν ἐπιχειροῦντες. Τὰ δὲ τούτων αὐτοῖς ἀποῤῥητότερα, ὧν φασι τὸν πρῶτον ἐπακούσαντα ἐκπλαγήσεσθαι, καὶ κατά τι παρ' αὐτοῖς λόγιον ἔγγραφον θαμβωθήσεσθαι, θάμβους ὡς ἀληθῶς καὶ φρενῶν ἐκστάσεως καὶ μανίας ἔμπλεω τυγχάνει, τοιαῦτα ὄντα, ὡς μὴ μόνον μὴ δυνατὰ εἶναι παραδοθῆναι γραφῇ, ἀλλ' οὐδὲ χείλεσιν αὐτὸ μόνον δι' ὑπερβολὴν αἰσχρουργίας τε καὶ ἀῤῥητοποιΐας, ἀνδράσι σώφροσι λαληθῆναι. Ὅ τι ποτὲ γὰρ ἂν εἴη ἢ ἐπινοηθείη παντὸς αἰσχροῦ μιαρώτερον, τοῦτο πᾶν ὑπερηκόντισεν ἡ τῶνδε μυσαρωτάτη αἵρεσις, ταῖς ἀθλίαις καὶ παντοίων ὡς ἀληθῶς κακῶν σεσωρευμέναις γυναιξὶν ἐγκαταπαιζόντων.
lives, and the arguments of their false teachings, and the practices pursued by them all, handed down not cursorily in the indicated book of Irenaeus. We have received, then, that Simon was the first author of every heresy. From whom even down to the present those who follow the heresy after him, feigning the sober philosophy of the Christians, which is celebrated among all for purity of life, none the less lay hold again of the superstition concerning idols from which they seemed to be delivered, falling down before pictures and images both of Simon himself and of Helen who was mentioned with him, and undertaking to worship these with incense and sacrifices and libations. And their more secret matters than these, at which they say that he who first hears of them will be astonished, and according to a certain written oracle among them will be struck with stupor, are in truth full of stupor and derangement of mind and madness, being of such a sort that not only can they not be committed to writing, but because of an excess of baseness and unspeakable deeds they cannot even so much as be spoken with the lips by sober men. For whatever could ever be or be devised more foul than every base thing, all this the most abominable heresy of these men has outdone, as they make sport of wretched women who are in truth heaped up with evils of every kind.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Περὶ τοῦ κατὰ Ῥώμην κηρύγματος Πέτρου τοῦ ἀποστόλου (Nic. H. E. II, 14).
Concerning the preaching at Rome of Peter the apostle (Nicephorus, Ecclesiastical History II, 14).
Τοιούτων κακῶν πατέρα καὶ δημιουργὸν τὸν Σίμωνα κατ' ἐκεῖνο καιροῦ, ὡσπερεὶ μέγαν καὶ μεγάλων ἀντίπαλον τῶν θεσπεσίων τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων, ἡ μισόκαλος καὶ τῆς ἀνθρώπων ἐπίβουλος σωτηρίας πονηρὰ δύναμις προὐστήσατο. Ὅμως δ' οὖν ἡ θεία καὶ ὑπερουράνιος χάρις, τοῖς αὐτῆς συναιρομένη διακόνοις, δι' ἐπιφανείας αὐτῶν καὶ παρουσίας, ἀναπτομένην τοῦ πονηροῦ τὴν φλόγα ᾗ τάχος ἐσβέννυ, ταπεινοῦσα δι' αὐτῶν καὶ καθαιροῦσα πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Διὸ δὴ οὔτε Σίμωνος οὔτ' ἄλλου του τῶν τότε φυέντων συγκρότημά τι κατ' αὐτοὺς ἐκείνους τοὺς ἀποστολικοὺς ὑπέστη χρόνους. Ὑπερενίκα γὰρ καὶ ὑπερίσχυε τὰ πάντα τὸ τῆς ἀληθείας φέγγος, ὅ τε Λόγος αὐτὸς ὁ θεῖος ἄρτι θεόθεν ἀνθρώποις ἐπιλάμψας ἐπὶ γῆς τε ἀκμάζων, καὶ τοῖς ἰδίοις ἀποστόλοις ἐμπολιτευόμενος. Αὐτίκα ὁ δηλωθεὶς γόης ὥσπερ ὑπὸ θείας καὶ παραδόξου μαρμαρυγῆς τὰ τῆς διανοίας πληγεὶς ὄμματα, ὅτε πρότερον ἐπὶ τῆς Ἰουδαίας ἐφ' οἷς ἐπονηρεύσατο πρὸς τοῦ ἀποστόλου Πέτρου κατεφωράθη, μεγίστην καὶ ὑπερπόντιον ἀπάρας πορείαν τὴν ἀπ' ἀνατολῶν, ἐπὶ δυσμὰς ᾤχετο φεύγων, μόνως ταύτῃ βιωτὸν αὐτῷ κατὰ γνώμην εἶναι οἰόμενος.
Such a father and artificer of evils did the wicked power that hates the good and plots against the salvation of men set forward in Simon at that season, as though a great antagonist of the great and divinely inspired apostles of our Saviour. Nevertheless, the divine and supercelestial grace, cooperating with its ministers, through their manifestation and presence speedily quenched the kindled flame of the evil one, humbling and casting down through them every high thing that is lifted up against the knowledge of God. Wherefore neither any confederacy of Simon nor that of any other of those who sprang up at that time held its ground in those very apostolic times. For the light of the truth overcame and prevailed beyond all things, and the divine Word Himself, having just shone forth from God upon men and flourishing upon earth, and dwelling in His own apostles. Straightway the aforesaid sorcerer, as though struck in the eyes of his mind by a divine and marvellous gleam, when earlier in Judaea he was detected by the apostle Peter in the wickednesses that he practised, having set out on a very great and transmarine journey from the east, went off fleeing to the west, thinking that in this way alone could life be lived by him according to his mind.
PG 20:172Read from the page
Ἐπιβὰς δὲ τῆς Ῥωμαίων πόλεως, συναιρομένης αὐτῷ τὰ μεγάλα τῆς ἐφεδρευούσης ἐνταῦθα δυνάμεως, ἐν ὀλίγῳ τοσοῦτον τὰ τῆς ἐπιχειρήσεως ἤνυστο, ὡς καὶ ἀνδριάντος ἀναθέσει πρὸς τῶν τῇδε οἷα θεὸν τιμηθῆναι. Οὐ μὴν εἰς μακρὸν αὐτῷ ταῦτα προὐχώρει. Παραπόδας γοῦν ἐπὶ τῆς αὐτῆς Κλαυδίου βασιλείας, ἡ πανάγαθος καὶ φιλανθρωποτάτη τῶν ὅλων Πρόνοια, τὸν καρτερὸν καὶ μέγαν τῶν ἀποστόλων, τὸν ἀρετῆς ἕνεκα τῶν λοιπῶν ἁπάντων προήγορον, Πέτρον, ἐπὶ τὴν Ῥώμην ὡς ἐπὶ τηλικοῦτον λυμεῶνα βίου χειραγωγεῖ, ὃς οἷά τις γενναῖος τοῦ Θεοῦ στρατηγὸς τοῖς θείοις ὅπλοις φραξάμενος, τὴν πολυτίμητον ἐμπορείαν τοῦ νοητοῦ φωτὸς ἐξ ἀνατολῶν τοῖς κατὰ δύσιν ἐκόμιζεν, φῶς αὐτὸ καὶ λόγον ψυχῶν σωτήριον, τὸ κήρυγμα τῆς τῶν οὐρανῶν βασιλείας εὐαγγελιζόμενος.
And when he had set foot in the city of the Romans, the power that lay in wait there co-operating greatly with him, in a short time his undertaking was brought to such a pass that he was even honoured as a god by those there with the setting up of a statue. Yet these things did not prosper for him for long. Close upon his heels, at any rate, in the very same reign of Claudius, the all-good and most benevolent Providence of the universe guided by the hand to Rome, as against so great a pest of life, Peter, that mighty and great one of the apostles, who on account of virtue was the spokesman of all the rest; who, like some noble captain of God, clad in divine armour, brought the precious merchandise of the intelligible light from the East to those in the West, proclaiming the good news of light itself and the word that saves souls, the preaching of the kingdom of heaven.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
Chapter XV.
Περὶ τοῦ κατὰ Μάρκον Εὐαγγελίου (Nic. H. E. II, 15).
Concerning the Gospel according to Mark (Nic. H. E. II, 15).
Οὕτω δὴ οὖν ἐπιδημήσαντος αὐτοῖς τοῦ θείου λόγου, ἡ μὲν τοῦ Σίμωνος ἀπέσβη καὶ παραχρῆμα σὺν καὶ τῷ ἀνδρὶ καταλέλυτο δύναμις, τοσοῦτο δ' ἐπέλαμψεν ταῖς τῶν ἀκροατῶν τοῦ Πέτρου διανοίαις εὐσεβείας φέγγος, ὡς μὴ τῇ εἰσάπαξ ἱκανῶς ἔχειν ἀρκεῖσθαι ἀκοῇ, μηδὲ τῇ ἀγράφῳ τοῦ θείου κηρύγματος διδασκαλίᾳ, παρακλήσεσι δὲ παντοίαις Μάρκον, οὗ τὸ Εὐαγγέλιον φέρεται, ἀκόλουθον ὄντα Πέτρου λιπαρῆσαι, ὡς ἂν καὶ διὰ γραφῆς ὑπόμνημα τῆς διὰ λόγου παραδοθείσης αὐτοῖς καταλείψοι διδασκαλίας, μὴ πρότερόν τε ἀνεῖναι, ἢ κατεργάσασθαι τὸν ἄνδρα, καὶ ταύτῃ αἰτίους γενέσθαι τῆς τοῦ λεγομένου κατὰ Μάρκον Εὐαγγελίου γραφῆς. Γνόντα δὲ τὸ πραχθὲν φασὶ τὸν ἀπόστολον ἀποκαλύψαντος αὐτῷ τοῦ Πνεύματος, ἡσθῆναι τῇ τῶν ἀνδρῶν προθυμίᾳ, κυρῶσαί τε τὴν γραφὴν εἰς ἔντευξιν ταῖς ἐκκλησίαις. Κλήμης ἐν ἕκτῳ τῶν Ὑποτυπώσεων παρατέθειται τὴν ἱστορίαν, συνεπιμαρτυρεῖ δ' αὐτῷ καὶ ὁ Ἱεραπολίτης ἐπίσκοπος, ὀνόματι Παπίας. Τοῦ δὲ Μάρκου μνημονεύειν τὸν Πέτρον ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, ἣν
When the divine word had thus sojourned among them, the power of Simon was quenched and straightway destroyed together with the man himself, and so great a brightness of piety shone upon the minds of the hearers of Peter that they were not satisfied to be content with a single hearing, nor with the unwritten teaching of the divine proclamation, but with all manner of entreaties besought Mark, whose Gospel is extant, since he was a follower of Peter, that he should leave them in writing also a memorial of the teaching delivered to them by word of mouth; nor did they cease until they had prevailed upon the man, and thus became the cause of the writing of what is called the Gospel according to Mark. And they say that when the apostle knew what had been done, after the Spirit had revealed it to him, he was pleased with the zeal of the men, and sanctioned the writing for reading in the churches. Clement in the sixth book of the Hypotyposes has set down the story, and there bears witness with him also the bishop of Hierapolis, Papias by name. And that Peter makes mention of Mark in his former Epistle, which