Migne Reading Room

PG 20 · cols. 1365–1376 · Read from the page

Eusebius, In Praise of Constantine

Eusebius, In Praise of Constantine

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:1365Read from the page
καὶ κακῶν ἀμυντήριον, τῷ πλήθει τῶν ἐναντίων ἀντιπαρατάξας, ὁμοῦ τὴν κατ' ἐχθρῶν καὶ κατὰ δαιμόνων νίκην ἀπηνέγκατο· εἶτ' εὐγνώμονι λογισμῷ χαριστήριον ἀποδιδοὺς εὐχὴν τῷ τῆς νίκης αἰτίῳ, φωνῇ μεγάλῃ καὶ στήλαις, ἅπασιν ἀνθρώποις τὸ νικοποιὸν ἀνεκήρυττε σημεῖον, μέσῃ τῇ βασιλευούσῃ πόλει μέγα τρόπαιον τουτὶ κατὰ πάντων πολεμίων ἐγείρας, διαῤῥήδην τε ἀνεξάλειπτον σωτήριον τουτὶ σημεῖον, τῆς Ῥωμαίων ἀρχῆς καὶ τῆς καθόλου βασιλείας φυλακτήριον κηρύττων εἰδέναι· τοῦτο μὲν δὴ γνωρίζειν ἅπαντας ἐδίδασκεν ἀνθρώπους, καὶ πρό γε πάντων τὰ στρατιωτικὰ, οἷς δὴ μάλιστα χρῆναι, μὴ δόρασι καὶ παντευχίαις, μηδ' ἀλκῇ σωμάτων τὰς ἐλπίδας ἐξάπτειν, τὸν δ' ἐπὶ πάντων Θεὸν εἰδέναι, τὸν παντὸς ἀγαθοῦ καὶ αὐτῆς νίκης δοτῆρα. Οὕτω δὴ βασιλεὺς αὐτὸς, ὢ τῆς παραδόξου ἀκοῆς, λόγων εὐκτηρίων διδάσκαλος τῷ αὐτοῦ στρατῷ καθίστατο, εὐχάς τε εὐσεβεῖς θεσμοῖς ἀκολούθως παρεδίδου θείοις, ἄνω μὲν αἴροντας εἰς οὐρανὸν μετεώρους τὰς χεῖρας, ἀνωτάτω δ' ἐπὶ τὸν οὐράνιον Βασιλέα τοὺς τῆς διανοίας παραπέμποντας ὀφθαλμοὺς, κἀκεῖνον ταῖς εὐχαῖς νίκης δοτῆρα, σωτῆρα, φύλακά τε καὶ βοηθὸν ἐπιβοωμένους· ναὶ μὴν καὶ ἡμέραν εὐχῶν ἡγεῖσθαι κατάλληλον, τὴν κυρίαν ἀληθῶς καὶ πρώτην ὄντως Κυριακὴν τε καὶ
and warder-off of evils, having arrayed against the multitude of his adversaries, carried off at once the victory over enemies and over demons; then with grateful mind rendering a prayer of thanksgiving to the Author of the victory, with a loud voice and by pillars he proclaimed to all men the victory-bringing sign, having raised up in the midst of the reigning city this great trophy against all foes, and expressly proclaiming that men should know this indelible saving sign as the safeguard of the rule of the Romans and of the universal empire; this indeed he taught all men to recognize, and before all the military forces, whom above all it behoved not to fasten their hopes on spears and panoplies, nor on strength of bodies, rather to know God over all, the Giver of every good and of victory itself. Thus indeed the emperor himself, O the marvellous report, became a teacher of words of prayer to his own army, and delivered to them pious prayers in accordance with divine ordinances, lifting up on high unto heaven their raised hands, while sending upward to the highest unto the heavenly King the eyes of their mind, and calling upon Him in their prayers as Giver of victory, Saviour, Guardian, and Helper; yea indeed, and to deem as a fitting day for prayers the truly sovereign and really first day, both the Lord's and
Notes, col. 1365

On the reading

Printed Κυριακὴν, for Κυριακήν.

PG 20:1368Read from the page
σωτήριον, τὴν δὴ καὶ φωτὸς καὶ ζωῆς, ἀθανασίας τε καὶ ἀγαθοῦ παντὸς ἐπώνυμον· αὐτός τε ἑαυτοῦ διδάσκαλος καταστὰς ἀγαθῶν, ἐν αὐτοῖς βασιλικοῖς ταμείοις τὸν Σωτῆρα γεραίρων αὐτοῦ, ὧδε μὲν εὐχαῖς θεσμοὺς ἐξετέλει θείους, ὧδε δὲ λόγων ἱερῶν ἀκοαῖς τὸν νοῦν ἐξεπαιδεύετο· διάκονοι δ' αὐτῷ καὶ ὑπηρέται, Θεῷ καθιερωμένοι, βίου τε σεμνότητι καὶ ἀρετῇ κεκοσμημένοι ἄνδρες, φύλακες τοῦ παντὸς οἴκου καθίσταντο· καὶ δορυφόροι δὲ πιστοὶ σωματοφύλακες, τρόποις εὐνοίας ἀγαθῆς καθωπλισμένοι, βασιλέα διδάσκαλον θεοσεβοῦς ἐπεγράφοντο βίου. Ὁ δὲ βασιλεὺς τὸ νικοποιὸν ἐτίμα σημεῖον, ἔργῳ τὴν πεῖραν τῆς ἐν αὐτῷ θεότητος μαθών· καὶ γὰρ δὴ τούτῳ πλήθη πολεμίου στρατιᾶς ὑπεχώρει, τούτῳ δυνάμεις ἀφανῶν δαιμόνων ἠλαύνοντο· τούτῳ θεομάχων μεγαλαυχίαι καθῃροῦντο, τούτῳ δυσφήμων καὶ δυσσεβῶν γλῶτται κατεσιγάζοντο· τούτῳ βάρβαρα φῦλα καθυπετάττετο, τούτῳ παιδιαὶ δεισιδαίμονος ἀπάτης ἠλέγχοντο, τούτῳ τὸ πάντων ἀγαθῶν τέλος, οἷόν τι χρέος βασιλεὺς ἀποδιδοὺς, ἁπανταχοῦ γῆς στήλας ἐπινικίους ἱδρύετο, πλουσίᾳ καὶ βασιλικῇ χειρὶ, νεὼς καὶ τεμένη, ἱερά τε προευκτήρια συνίστασθαι τοῖς πᾶσι διακελευόμενος· ὑψοῦτο δὲ παραχρῆμα μέσαις αὐταῖς ἐπαρχίαις τε καὶ πόλεσι, βασαλικῆς μεγαλονοίας μεγαλουργήματα, ἐν ὀλίγῳ τε ταῦτα κατὰ πᾶν ἔθνος διέλαμπεν, ἀθέου τυραννίδος τὸν ἔλεγχον ἐφελκόμενα· οἱ μὲν γὰρ ψυχῆς ἀπονοίᾳ πρὸ μικροῦ θεομαχεῖν ὡρμημένοι, κυνῶν δίκην λυττῶντες, κατὰ ἀψύχων οἰκοδομημάτων, ὅτι μὴ κατ' αὐτοῦ Θεοῦ ἠδύναντο, τοὺς θυμοὺς ἠφίεσαν· εἶτ' ἐξ ὕψους εἰς ἔδαφος καταῤῥίπτοντες, ἐξ αὐτῶν τε βάθρων ἀνασκάπτοντες τὰ προσευκτήρια, ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαν. Καὶ τοῦτ' ἦν αὐτοῖς τῶν κακῶν τὸ
saving, the very one named also after light and life, immortality and every good; and himself too having become his own teacher of good things, honouring his Saviour in the very royal chambers, now he fulfilled divine ordinances with prayers, and now he educated his mind by the hearing of sacred words; and as deacons and ministers to him, men consecrated to God and adorned with dignity of life and virtue were appointed guardians of his whole household; and trusty spear-bearing bodyguards too, armed with ways of goodly goodwill, inscribed the emperor as their teacher of a godly life. And the emperor honoured the victory-bringing sign, having learned in deed the experience of the divinity within it; for indeed before this multitudes of a hostile host gave way, by this powers of unseen demons were driven out; by this boastings of God-fighters were pulled down, by this tongues of blasphemous and impious men were silenced; by this barbarian tribes were subjected, by this the playthings of superstitious deceit were refuted; to this, the end of all good things, the emperor rendering as it were a certain debt, set up triumphal pillars everywhere on earth, with a rich and royal hand bidding all to establish temples and precincts and sacred houses of prayer; and forthwith there rose on high in the very midst of provinces and cities the great works of royal great-mindedness, and within a short space these shone forth throughout every nation, drawing after them the refutation of godless tyranny; for those who a little before in madness of soul had rushed to fight against God, raging after the manner of dogs, vented their wrath against lifeless buildings, since they could not against God Himself; then hurling down from on high to the ground and digging up from their very foundations the houses of prayer, they presented the spectacle of a city captured by enemies. And this was for them, of their evils, the
Notes, col. 1368

On the reading

Printed βασαλικῆς, for βασιλικῆς.

PG 20:1369Read from the page
δρᾶμα, δι' οὗ τὸ Θεῖον ὥσπερ ἀμυνόμενοι, τῆς φρενοβλαβείας αὐτίκα τὴν πεῖραν ἐλάμβανον· οὔπω δ' οὖν αὐτοῖς βραχὺς διῄει χρόνος, καὶ μιᾷ ῥοπῇ θεηλάτου καταιγίδος ἀφανεῖς ἐποίει, ὡς μὴ γένος, μὴ σπέρμα, μηδέ τι λείψανον τῆς αὐτῶν μνήμης, ἐν ἀνθρώποις ἀπολειφθῆναι, ἄρδην δ' ἐν βραχεῖ τοὺς πάντας, καίπερ εἰς πλῆθος ἀφωρισμένους, θεηλάτοις μάστιξι τιμωρουμένους ἀποσβῆναι. Ἀλλ' οἵδε μὲν θεομάχου λύττης τοιοῦτον εὕραντο τέλος· ὁ δὲ τὸ σωτήριον τρόπαιον προβεβλημένος μόνος αὐτὸς, οὐ μὴν μόνος, συνόντος δὲ καὶ συμπράττοντος τοῦ μόνου Βασιλέως, τῶν μικρῷ πρόσθεν ἑαλωκότων, τὰ νέα πολὺ κρείττονα, τὰ δεύτερα, μακρῷ τῶν πρώτων ἀπέφαινε τιμιώτερα, ὧδε μὲν τὴν ἐπώνυμον αὐτῷ πόλιν διαφόροις Ἐκκλησίαις Θεοῦ φαιδρύνων, ὧδε δὲ τὴν Βιθυνῶν ἄρχουσαν, μεγίστην τιμῶν καὶ περικαλλεστάτην· τῶν δὲ λοιπῶν ἐθνῶν τὰς μάλιστα κρατιστευούσας τοῖς ὁμοίοις ἐκόσμει· πάντων δ' ἐξαίρετα δύο τμήματα τῆς ἑῴας ἀπολαβὼν, τὸ μὲν ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους, ὡς ἂν ἐνθένδε ζωοποιοῦ νάματος πηγῆς δίκην ἀνομβρήσαντος εἰς πάντας, τὸ δ' ἐπὶ τῆς ἀνατολικῆς μητροπόλεως ἣ τὴν ἐπώνυμον Ἀντιόχου κοσμεῖ προσηγορίαν, τῇ δὲ μὲν ὥσπερ ἐν κεφαλῇ τῶν τῇδε ἐθνῶν ἁπάντων, θεῖόν τι καὶ μονογενὲς χρῆμα μεγέθους ἕνεκα καὶ καλλονῆς, ἀφιέρου, μακροῖς ἔξωθεν περιβόλοις τὸν πάντα νεὼν περιλαμβάνων· εἴσω δὲ τὸ ἀνάκτορον εἰς ἀμήχανον ἐπαίρων ὕψος, ἐν ὀκταέδρου μὲν σχήματι κατεποίκιλεν· οἴκοις δὲ τοῦτο πλείοσιν, ἐξέδραις τε ἐν κύκλῳ περιστοιχισάμενος, παντοίοις ἐστεφάνου κάλλεσι. Τὰ δὲ μὲν οὖν ὧδε συνετελεῖτο· τὰ δ' ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους, τῆς Ἑβραίων βασιλικῆς ἑστίας ἐν μέσῳ, κατ' αὐτὸ δὴ τὸ σωτήριον μαρτύριον, οἶκον εὐκτήριον παμμεγέθη, νεών τε ἅγιον τῷ σωτηρίῳ σημείῳ πλουσίως καὶ δαψιλέσι κατεκόσμει φιλοτιμίαις, μνῆμά τε μνήμης αἰωνίου γέμον, αὐτά τε τοῦ μεγάλου Σωτῆρος τὰ κατὰ τοῦ θανάτου τρόπαια, λόγου παντὸς κρείττοσιν ἐτίμα καλλωπίσμασι. Τρεῖς δ' ἀπολαβὼν ἐν τῇδε χώρας, τρισὶν ἄντροις μυστικοῖς τετιμημένας, πλουσίαις ταύτας οἰκοδομαῖς ἐκόσμει, τῷ μὲν πρώτης θεοφανείας ἄντρῳ τὰ τῆς καταλλήλου νέμων τιμῆς, τῷ δὲ τῆς ὑστάτης
drama, through which, as though avenging themselves upon the Divine, they straightway received experience of their madness; and not yet indeed had a short time passed for them, when with a single turn of a God-sent tempest He made them unseen, so that no race, no seed, nor any remnant of their memory was left behind among men, rather utterly within a short space they were all quenched, though set apart unto a multitude, being punished with God-sent scourges. Such an end indeed of their God-fighting frenzy did these find; whereas he who had held before himself the saving trophy, himself alone, yet not alone, since the sole King was present and working together [with him], showed forth the new ones far better than those captured a little before, the second far more honourable than the first, here brightening the city named after himself with diverse Churches of God, and here honouring the ruling [city] of the Bithynians with a greatest and most surpassingly fair [church]; and the most pre-eminent [cities] of the remaining nations he adorned with the like; and having singled out above all two choice portions of the East, the one in the nation of the Palestinians, inasmuch as thence the life-giving stream gushed forth after the manner of a fountain unto all, and the other in the eastern metropolis which adorns the appellation named after Antiochus, in this one indeed, as though at the head of all the nations there, he dedicated a certain divine and peerless work for size and beauty, encompassing the whole temple outside with long enclosures; while within, raising the sanctuary to an immense height, he variegated it in the form of an octagon; and having surrounded this in a circle with many chambers and exedras, he crowned it with beauties of every kind. The works there, then, were thus being brought to completion; while as to those in the nation of the Palestinians, in the midst of the royal hearth of the Hebrews, at the very saving witness-place itself, he richly adorned an immense house of prayer and holy temple to the saving sign with lavish munificence, and a memorial full of eternal memory, and the very trophies of the great Saviour over death, he honoured with embellishments surpassing all speech. And having singled out in that land three places honoured with three mystic caves, he adorned these with rich buildings, assigning to the cave of the first theophany the tokens of fitting honour, and to that of the final
PG 20:1372Read from the page
ἀναλήψεως τὴν ἐπὶ τῆς ἀκρωρείας μνήμην σεμνύνων, τῷ δὲ μέσῳ τοῦ παντὸς ἀγῶνος τὰς σωτηρίους ἀνυψῶν νίκας· ταῦτα δὴ πάντα βασιλεὺς ἐκόσμει, τὸ σωτήριον εἰς ἅπαντας ἀνακηρύττων σημεῖον· τὸ δὲ τῆς εὐσεβείας αὐτῷ τὰ ἀμοιβαῖα δωρούμενον, οἶκον ἅπαντα καὶ θρόνον αὔξει, θρόνον τε βασιλείας, μακραῖς ἐτῶν περιόδοις κρατύνει, παισὶν ἀγαθοῖς καὶ αὐτοῦ γένει, διαδοχαῖς τε τούτων, τοὺς τῆς ἀρετῆς καρποὺς ταμιευόμενον· καὶ δὴ τοῦτ' ἦν τὸ μέγιστον τῆς τοῦ τιμωμένου δυνάμεως δεῖγμα, ὅτι δὴ δικαιοσύνης ἐξίσου νέμων τὰ τάλαντα, τὴν καταξίαν ἀμοιβὴν ἑκατέρῳ τάγματι προσῆγε. Διὸ τοῖς μὲν τοὺς εὐκτηρίους οἴκους πολιορκήσασι, παραπόδας εἵπετο τἀπίχειρα τῆς δυσσεβείας, ἄῤῥιζοί τε καὶ ἄοικοι, ἀνέστιοί τε καὶ ἀφανεῖς καθίσταντο παραχρῆμα· ὁ δὲ τὸν αὑτοῦ δεσπότην παντοίοις τρόποις εὐσεβείας τιμῶν, καὶ τοτὲ μὲν οἴκους αὐτῷ βασιλικοὺς ἀνυψῶν, τοτὲ δὲ τοῖς ἁπανταχοῦ γῆς ἀφιερώμασι, τοῖς ἀρχομένοις ἀναφαίνων, εἰκότως αὐτὸν οἴκου, βασιλείας, καὶ γένους σωτῆρα καὶ φρουρὸν εὔρατο. Ὧδε Θεοῦ κατεφαίνοντο πράξεις, δι' ἐνθέου ἀρετῆς τοῦ σωτηρίου σημείου.
dignifying the memorial of the ascension upon the mountain ridge, and exalting the saving victories in the midst of the whole contest; all these things indeed the emperor adorned, proclaiming to all men the saving sign; and it, bestowing upon him the returns of his piety, increases his whole house and throne, and strengthens the throne of his kingdom through long cycles of years, laying up in store the fruits of virtue for his good children and his kindred, and their successions; and indeed this was the greatest proof of the power of Him Who was honoured, that apportioning equally the scales of justice, He brought the fitting recompense to either rank. Wherefore upon those who had besieged the houses of prayer, the wages of impiety followed hard at heel, and straightway they were rendered rootless and houseless, hearthless and unseen; whereas he who honoured his own Master in manifold ways of piety, now raising up royal houses to Him, and now by dedications everywhere on earth manifesting Him to his subjects, reasonably found Him the Saviour and Guardian of his house, his kingdom, and his race. Thus were the deeds of God made manifest, through the divine virtue of the saving sign.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Οὗ δὴ πέρι μακρὸς ἂν εἴη λόγος, μύσταις θεολόγων ἀνδρῶν παραδεδομένος· καὶ γὰρ ἦν τουτὶ σωτήριον ἀληθῶς, θαῦμα μὲν εἰπεῖν, πολὺ δὲ θαυμάσιον ἐννοῆσαι· ὡς πάντα μὲν τὰ ἐξ αἰῶνος περὶ Θεῶν ἐψευσμένα, μόνον ἐπὶ γῆς ἐκάλυψεν ὀφθὲν, καὶ σκότῳ μὲν καὶ λήθῃ παραδέδωκε τὴν πλάνην, φῶς δὲ νοερὸν ψυχαῖς ἀνθρώπων ἐκλάμψαν, τὸν μόνον ἀληθῆ τοῖς πᾶσιν ἀνεκάλυψε Θεόν· διὸ δὴ πᾶς ἐπὶ τὸ κρεῖττον μεταβαλὼν, νεκρῶν μὲν εἰδώλων καταπτύει προσώποις, πατεῖ δ' ἄθεσμα δαιμόνων θέσμια, καὶ παλαιᾶς ἀπάτης πατροπαραδότου καταγελᾷ· λόγων δ' ἱερῶν ἁπανταχοῦ διατριβὰς ἄνθρωποι συστησάμενοι, ὡς σωτηρίοις μαθήμασιν ἐκπαιδεύονται, ὡς ἂν μηκέτι τὴν ὁρωμένην σαρκὸς ὀφθαλμοῖς ἐπτοῆσθαι κτίσιν, μηδ' ἄνω βλέποντας ἥλιον καὶ σελήνην καὶ ἀστέρας, μέχρι τούτων ἱστᾶναι τὸ θαῦμα, τὸν δὲ
Concerning which indeed there would be a long discourse, handed down to the initiates of men skilled in divine things; for this saving sign was truly a wonder to tell of, and much more marvellous to conceive: how, merely by being seen upon earth, it covered over all the falsehoods told from of old concerning gods, and delivered error over to darkness and oblivion, and, shining forth as an intellectual light upon the souls of men, unveiled to all the one true God; wherefore indeed everyone, changing for the better, spits in the faces of dead idols, tramples underfoot the lawless ordinances of demons, and laughs to scorn the ancient deception handed down from their fathers; while men everywhere, having established schools of sacred discourses, are educated in them as in saving lessons, so as no longer to stand in dread of the creation seen with eyes of flesh, nor, looking upwards at sun and moon and stars, to halt their wonder at these, while Him
Notes, col. 1372

On the reading

Printed εὔρατο, for εὕρατο.

Printed ἱστᾶναι, for ἱστάναι.

PG 20:1373Read from the page
τούτων ἐπέκεινα, τὸν ἀφανῆ καὶ ἀόρατον, κτίστην τῶν ὅλων ὁμολογεῖν, μόνον αὐτὸν σεβεῖν δεδιδαγμένους. Τοσούτων δῆτα παραίτιον ἀγαθῶν ἀνθρώποις, τὸ μέγα τουτὶ καὶ παράδοξον ἀναπέφανται σημεῖον· δι' οὗ τὰ μὲν οὐκ ἔστιν, ὅσα φαῦλα, τὰ δὲ πρὶν οὐκ ὄντα, νῦν παρὰ τοῖς πᾶσιν ἀκτῖσιν εὐσεβείας ἐκλάμπει· λόγοι δ' οὖν καὶ μαθήματα καὶ προτροπαὶ σώφρονος καὶ θεοσεβοῦς βίου, εἰς ἐξάκουστον πᾶσιν ἔθνεσι κηρύττονται, κηρύττει τε βασιλεὺς αὐτός· τὸ δὴ μέγιστον θαῦμα, ὅτι δὴ τοσοῦτος βασιλεὺς μεγίστῃ φωνῇ τῷ παντὶ κόσμῳ, οἷά τις ὑποφήτης τοῦ παμβασιλέως Θεοῦ κέκραγε, πάντας ὁμοῦ τοὺς ὑπ' αὐτῷ ποιμαινομένους, ἐπὶ τὴν τοῦ ὄντος γνῶσιν ἀνακαλούμενος· καὶ δὴ μέσοις βασιλείων οἴκοις, οὐκ ἔθ' ὡς τὸ πρὶν, ἀνδρῶν ἀθέων φλήναφοι, ἱερεῖς δὲ καὶ θιασῶται Θεοῦ, βασιλικοῖς ὕμνοις εὐσεβείᾳ σεμνυνόμενοι πανηγυρίζουσι, Θεός τε εἷς αὐτὸς ὁ τῶν ὅλων βασιλεὺς, εἰς ἅπαντας καταγγέλλεται ἀγαθῶν τε λόγος εὐαγγελικὸς, τῷ τοῦ παντὸς βασιλεῖ τὸ τῶν ἀνθρώπων συνάπτει γένος, ἵλεων καὶ φίλον τὸν ἐπουράνιον Πατέρα τοῖς κατὰ τὴν γῆν υἱοῖς εὐαγγελιζόμενος· χοροί τε παντοίαις ᾠδαῖς ἐπινικίοις γεραίρουσι, καὶ πᾶν τὸ θνητὸν συνηχεῖ γένος τοῖς κατ' οὐρανὸν ἀγγελικοῖς θιάσοις· ψυχαί τε λογικαὶ, δι' ὧν περιβέβληνται σωμάτων ὥσπερ διὰ μουσικῶν ὀργάνων, τοὺς πρέποντας ὕμνους αὐτῷ καὶ τὰς θεοφιλεῖς ἀναπέμπουσι θεολογίας, ὁμοῦ τε τοῖς κατ' ἀνατολὰς οἰκοῦσιν οἱ τὰ πρὸς δυσμὰς λαχόντες, ὑπὸ μίαν καιροῦ ῥοπὴν τοῖς αὐτοῦ μαθήμασιν ἐκπαιδεύονται· τοῖς τε κατὰ μεσημβρίαν οἱ τὴν ἀρκτῴαν διειληφότες λῆξιν, σύμφωνα κελαδοῦσι μέλη, τοῖς αὐτοῖς τρόποις τε καὶ λόγοις, τὸν θεοσεβῆ μεταδιώκοντες βίον, καὶ ἕνα μὲν τὸν ἐπὶ πάντων Θεὸν ἀνευφημοῦντες, ἕνα δὲ τὸν μονογενῆ Σωτῆρα, πάντων αἴτιον ἀγαθῶν ἐπιγραφόμενοι, ἕνα δὲ καὶ τὸν ἐπὶ γῆς διορθωτὴν βασιλέα, παῖδάς τε τούτου θεοφιλεῖς γνωρίζοντες· ὁ δ' οἷα σοφὸς κυβερνήτης, ὑψίζυγος, ὑπὲρ πηδαλίων ὀχούμενος, εὐθείᾳ τε περαίνων οἰακίζει, οὐρίῳ πνεύματι τοὺς ὑπ' αὐτῷ πάντας, ἐπὶ τὸν ἀσφαλῆ καὶ γαληνὸν ναυστολῶν ὅρμον· Θεὸς δὲ αὐτὸς ὁ μέγας βασιλεὺς, ἄνωθεν αὐτῷ δεξιὰν χεῖρα προτείνων, τέως μὲν ἁπάντων ἐχθρῶν καὶ πολεμίων νικητὴν αὐτὸν καθίστησι, μακραῖς ἐτῶν περιόδοις τὸ τῆς βασιλείας ἐπαύξων κράτος· μέλλει δὲ καὶ κρειττόνων ἀποφαίνειν κοινωνὸν ἀγαθῶν, ἔργοις εἰς αὐτὸν τὰς οἰκείας πιστούμενος ἐπαγγελίας, ἃς οὐκ ἔθ' ὁ παρὼν καιρὸς ἐπιτρέπει λέγειν· μένειν δὲ χρὴ τὴν ἐκεῖσε πορείαν, ὅτι δὲ θνητοῖς ὄμμασιν, σαρκός τ' ἀκοαῖς οὐκ ἔχει φύσιν τὰ θεῖα καταλαμβάνεσθαι.
Who is beyond these, the unseen and invisible One, they confess as Creator of all things, having been taught to worship Him alone. Of so many blessings, indeed, to mankind has this great and marvellous sign shown itself the cause; through which whatever things were base exist no more, while things that formerly did not exist now shine forth among all men with rays of piety; and so discourses and teachings and exhortations to a temperate and godly life are proclaimed within the hearing of all nations, and the emperor himself proclaims them; which indeed is the greatest wonder, that so great an emperor has cried aloud with a mighty voice to the whole world, like an interpreter of God the Sovereign King of all, calling all together who are shepherded under him to the knowledge of Him Who is; and indeed in the midst of the royal palaces, no longer as formerly do the babblings of godless men keep festival, but priests and votaries of God, dignified in piety, celebrate with royal hymns, and the one God Himself, the King of all things, is proclaimed to all, and the evangelical word of blessings joins the race of men to the King of the universe, announcing the heavenly Father as gracious and friendly to His sons upon earth; and choirs honour Him with manifold songs of victory, and the whole mortal race sounds in harmony with the angelic companies in heaven; and rational souls, through the bodies wherewith they are clothed as through musical instruments, send up to Him fitting hymns and God-beloved praises of theology, and together with those who dwell in the east they who have obtained the regions towards the west are instructed at a single turn of time in His teachings; and with those in the south they who have received the northern lot chant harmonious melodies, pursuing by the same manners and words the godly life, and acclaiming one God over all, and acknowledging one only-begotten Saviour as Author of all good things, and recognizing also one reformer-king upon earth and his God-beloved sons; and he, like a wise helmsman seated aloft, riding above the rudders, steers and holds a straight course, guiding with a fair wind all who are under him into the safe and tranquil harbour; while God Himself, the great King, stretching forth His right hand to him from above, for the present renders him victorious over all foes and enemies, increasing the might of his kingdom through long cycles of years; and He is about to show him a partaker of still better blessings, confirming His own promises towards him by deeds, which the present occasion does not yet permit us to speak of; for one must await the journey thither, seeing that divine things have not a nature to be apprehended by mortal eyes and ears of flesh.
Notes, col. 1373

On the reading

Printed σεβεῖν, for σέβειν.

PG 20:1376Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ
Chapter XI.
Φερὲ δή σοι, Νικητὰ Μέγιστε Κωνσταντῖνε, λόγων ἀποῤῥήτων μυήσεις, ἐν τῷ βασιλικῷ τῷδε ἀμφὶ τοῦ παμβασιλέως τῶν ὅλων συγγράμματι, παραθώμεθα· οὐ σὲ μυοῦντες τὸν ἐκ Θεοῦ σεσοφισμένον, οὐδέ σοι τὰ ἀπόῤῥητα γυμνοῦντες, ᾧ καὶ πρὸ τῶν ἡμετέρων λόγων Θεὸς αὐτὸς, οὐκ ἐξ ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, δι' αὐτοῦ δὲ τοῦ κοινοῦ Σωτῆρος, καὶ τῆς αὐτοῦ σοι πολλαχῶς ἐπιλαμψάσης θεϊκῆς ὄψεως, τὰ κρύφια τῶν ἱερῶν ἐξέφηνέ τε καὶ ἀπεκάλυψε· τοὺς δ' ἀμαθεῖς ἀνθρώπους εἰς φῶς ἄγοντες, καὶ τῶν σῶν τῆς εὐσεβείας ὁσίων ἔργων τὰς ὑποθέσεις καὶ τὰς αἰτίας τοῖς ἀγνοοῦσιν ὑποτιθέμενοι. Τὰ μὲν γὰρ εἰς τὴν τοῦ βασιλέως Θεοῦ τῶν ὅλων θεραπείαν τε καὶ τιμὴν ὁσημέραι καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης πρὸς τῆς ἀρετῆς κατορθούμενα, πᾶν στόμα θνητῶν ἀνυμνεῖ, τὰ δ' ἐπὶ τῆς ἡμεδαπῆς ἑστίας, φημὶ δὴ τοῦ Παλαιστινῶν ἔθνους, πόλεώς τε τῆσδε ἔνθεν ὁ σωτήριος λόγος ὥσπερ ἀπὸ πηγῆς εἰς πάντας ἀνώμβρησεν ἀνθρώπους, ἀνατεθέντα τῷ σῷ φύλακί τε καὶ σωτῆρι χαριστήρια, τρόπαιά τε τῆς κατὰ τοῦ θανάτου νίκης, ἐν προσευκτηρίων οἴκοις καὶ ναῶν ἀφιερώμασιν ἀνεγηγερμένα, ὑψηλά τε καὶ περικαλλῆ βασιλικῆς διανοίας βασιλικὰ μεγαλουργήματα, ἀμφὶ τὸ σωτήριον τῆς ἀθανάτου μνήμης ἐπεσκευασμένα, οὐ τοῖς πᾶσι πρόδηλον ἔχει τὴν αἰτίαν· οἱ μὲν τὰ θεῖα δυνάμει Πνεύματος ἐνθέου πεφωτισμένοι, ἴσασί τε καὶ γνωρίζουσι, καί σε τῆς ἐπὶ ταῦτα διανοίας τε καὶ ὁρμῆς οὐκ ἀθεεὶ κεκινημένης, ἐνδίκως θαυμάζουσί τε καὶ μακαρίζουσι· οἱ δὲ τῶν θείων ἀγνώμονες, ψυχῆς ἀβλεψίᾳ, χλεύην καὶ γέλωτα πλατὺν τίθενται τὸ πρᾶγμα, νεκρῶν σωμάτων μνημεῖα καὶ τάφους τοσούτῳ βασιλεῖ σπουδάζεσθαι, ἀπρεπὲς εἶναι καὶ ἀνοίκειον ὑπειληφότες· εἶτ' οὐχὶ βέλτιον, φαίη ἄν τις αὐτῶν,
Come now, Most Mighty Victor Constantine, let us set before you initiations into ineffable discourses, in this royal treatise concerning the Sovereign King of all things; not initiating you, who have been made wise by God, nor laying bare to you the ineffable mysteries, to whom even before our words God Himself, not from men, nor through a man, but through the common Saviour Himself, and through His divine vision that has in many ways shone upon you, both manifested and unveiled the hidden things of the sacred mysteries; but leading unlearned men into the light, and setting before those who are ignorant the principles and the causes of your holy works of piety. For the things accomplished daily throughout the whole inhabited world of men by virtue for the service and honour of God the King of all, every mouth of mortals celebrates in song; whereas the thank-offerings dedicated upon our own hearth, I mean the nation of the Palestinians, and in this city whence the saving word gushed forth as from a fountain unto all mankind, to your Guardian and Saviour, and the trophies of the victory over death, raised up in houses of prayer and dedications of temples, lofty and all-beauteous royal masterpieces of a royal mind, constructed round the saving place of immortal remembrance, have a cause not manifest to all: those indeed who are enlightened in divine things by the power of the divine Spirit both know and recognize it, and justly admire and count you blessed for your purpose and impulse towards these things, stirred not without God; whereas those who are ignorant of divine things, through blindness of soul, make the matter a mockery and broad laughter, supposing it unseemly and unfitting that memorials and tombs of dead bodies should be cared for by so great an emperor; then would it not be better, someone of them might say,
Notes, col. 1376

On the reading

Printed Φερὲ, for Φέρε.