Migne Reading Room

PG 20 · cols. 1329–1340 · Read from the page

Eusebius, In Praise of Constantine

Eusebius, In Praise of Constantine

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:1329Read from the page
θείων ἀποπληροῖ θεσπίσματα, ἃ δὴ πάλαι καὶ πρόπαλαι ὧδέ πη ἐβόα· « Καὶ διαλήψονται τὴν βασιλείαν ἅγιοι Ὑψίστου. » Οὕτω δῆτα χρόνων ἅμα καὶ παίδων αὐξήσεις βασιλεῖ τῷ θεοφιλεστάτῳ Θεὸς αὐτὸς ὁ παμβασιλεὺς δωρούμενος, ἀκμάζουσαν αὐτῷ καὶ νεαρὰν τὴν κατὰ τῶν ἐπὶ γῆς ἐθνῶν ἡγεμονίαν, ὥσπερ ἄρτι φύειν ἀρχομένην καθίστησιν· αὐτός τε αὐτῷ συντελεῖ τὴν πανήγυριν, νικητὴν αὐτὸν καθιστὰς ἐχθρῶν ἁπάντων καὶ πολεμίων, εὐσεβείας τε ἀληθοῦς ὑπόδειγμα τοῖς ἐπὶ γῆς ἅπασιν ἀποφαίνων. Ὁ δ' ὡς φῶς ἡλίου μαρμαρυγαῖς ταῖς τῶν Καισάρων ἐπιλάμψεσι, τοὺς ποῤῥωτάτω τοῖς τόποις ἀπῳκισμένους, ταῖς εἰς μακρὸν ἐξ αὐτοῦ παραπεμπομέναις ἀκτῖσι καταυγάζει, ὧδε μὲν ἡμῖν τρῖς τὴν ἑῴαν λαχοῦσι τὸν ἐπάξιον αὐτοῦ καρπὸν, θάτερον δὲ τῶν παίδων θατέρῳ γένει τῶν ἀνθρώπων, καὶ πάλιν ἄλλον ἀλλαχόθι, λαμπτῆρας οἷα καὶ φωστῆρας τῶν ἐξ αὐτοῦ προχεομένων φώτων, διενείματο· εἶθ' ὑπὸ μίαν ζεύγλην βασιλικοῦ τεθρίππου τέτταρας ὑποζεύξας αὐτὸς ἑαυτῷ οἷά τινας πώλους τοὺς ἀνδρειοτάτους Καίσαρας, ἡνίαις τε αὐτοὺς ἐνθέου συμφωνίας τε καὶ ὁμονοίας ἁρμοσάμενος, ἄνωθεν ὑψηλῶς ἡνιοχῶν ἐλαύνει, ὁμοῦ τὴν σύμπασαν, ὅσην ὁ ἥλιος ἐφορᾷ, διιππεύων, αὐτός τε τοῖς πᾶσιν ἐπιπαρὼν, καὶ τὰ πάντα διασκοπούμενος. Κἄπειτα τῆς οὐρανίου βασιλείας εἰκόνι κεκοσμημένος, ἄνω βλέπων, κατὰ τὴν ἀρχέτυπον ἰδέαν τοὺς κάτω διακυβερνῶν ἰθύνει, μονάρχου δυναστείας μιμήματι κραταιούμενος· τοῦτο γὰρ ἀνθρώπων φύσει τῶν ἐπὶ γῆς μόνῃ, τῶν ἁπάντων δεδώρηται βασιλεύς· νόμος γὰρ οὗτος
divine He fulfils the oracles, which indeed long ago and of old cried aloud somewhat thus: "And saints of the Most High shall receive the kingdom." Thus indeed God Himself the All-Sovereign, bestowing increases at once of times and of children upon the sovereign most dear to God, renders his hegemony over the nations upon earth flourishing for him and fresh, as though just beginning to spring up; and He Himself celebrates the festival for him, establishing him victor over all enemies and foes, and declaring him a pattern of true piety to all upon earth. And he, like the light of the sun, by the gleamings of the splendours of the Caesars, illumines those settled very far off in their places with the rays sent forth afar from him: here to us who have obtained the East as our lot he distributed the fruit worthy of himself, and the other of his sons to the other race of men, and again another elsewhere, like lamps and luminaries of the lights pouring forth from him; then under one yoke of a royal four-horse chariot having yoked for himself like colts four most valiant Caesars, and having fitted them with reins of divinely inspired harmony and concord, driving the chariot loftily from above he urges them on, riding across the whole earth together, as much as the sun looks upon, himself both present over all things, and surveying all things. And next, adorned with an image of the heavenly kingdom, looking upward, according to the archetypal form he steers and directs those below, strengthened by the imitation of monarchical dominion; for this to the nature of men alone of those upon earth, the King of all has granted; for this [is] the law
Notes, col. 1329

On the reading

Printed τρῖς, for τοῖς.

PG 20:1332Read from the page
βασιλικῆς ἐξουσίας, ὁ τὴν κατὰ πάντων μίαν ἀρχὴν ὁριζόμενος· μοναρχία δὲ τῆς πάντων ὑπέρκειται συστάσεώς τε καὶ διοικήσεως· ἀναρχία γὰρ μᾶλλον καὶ στάσις, ἡ ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένη πολυαρχία· διὸ δὴ εἷς Θεὸς, ἀλλ' οὐ δύο, οὐδὲ τρεῖς, οὐδὲ ἔτι πλείονες· ἀκριβῶς γὰρ ἄθεον τὸ πολύθεον· εἷς βασιλεὺς, καὶ ὁ τούτου λόγος καὶ νόμος βασιλικὸς εἷς, οὐ ῥήμασι καὶ συλλαβαῖς ἐκφωνούμενος, οὐδ' ἐν γραφαῖς καὶ στήλαις χρόνου μήκει δαπανώμενος, ζῶν δὲ καὶ ὑφεστὼς Θεὸς Λόγος, τοῖς ὑπ' αὐτὸν καὶ μετ' αὐτὸν ἅπασι τὴν τοῦ Πατρὸς διαταττόμενος βασιλείαν. Στρατιαὶ δὲ τοῦτον οὐράνιοι περιπολοῦσι, μυριάδες τε ἀγγέλων Θεοῦ λειτουργῶν, πλήθη τε στρατοπεδείας ὑπερκοσμίου, τῶν τε εἴσω οὐρανοῦ πνευμάτων ἀφανῶν, τῇ τοῦ παντὸς κόσμου τάξει διακονουμένων· ὧν πάντων ὁ βασιλικὸς καθηγεῖται Λόγος, οἷά τις μεγάλου βασιλέως ὕπαρχος. Ἀρχιστράτηγον αὐτὸν καὶ ἀρχιερέα μέγαν, προφήτην τε τοῦ Πατρὸς καὶ μεγάλης βουλῆς ἄγγελον, φωτός τε ἀπαύγασμα πατρικοῦ, μονογενῆ τε Υἱὸν, καὶ τούτων ἕτερα μυρία θεσπίζουσιν ἀναφωνοῦσαι θεολόγων φωναί· ὃν δὴ ζῶντα Λόγον καὶ νόμον καὶ σοφίαν, ἀγαθοῦ τε πλήρωμα παντὸς ὁ γεννήσας ὑποστησάμενος μέγιστον, ἀγαθὸν δόμα τοῖς ὑπὸ τὴν βασιλείαν πᾶσιν ἐδωρήσατο· ὁ δὲ διήκων τὰ πάντα, πάντη τε ἐπιπορευόμενος. καὶ τάς τε τοῦ Πατρὸς χάριτας ἀφθόνως ἐξαπλῶν εἰς πάντας, μέχρι καὶ τῶν ἐπὶ γῆς λογικῶν, τὸ τῆς βασιλικῆς δυναστείας ἐξέτεινε μίμημα, θεϊκαῖς δυνάμεσι τὴν εἰκόνα τὴν αὐτοῦ πεποιημένην ἀνθρώπου ψυχὴν κατακοσμήσας· ἔνθεν αὐτῇ καὶ τῶν ἄλλων ἀρετῶν ἡ κοινωνία, θεϊκῆς ἐξ ἀποῤῥοίας περίεστι. Μόνος μὲν γὰρ σοφὸς ὁ καὶ Θεὸς μόνος. Ὁ δ' αὐτὸς τὴν οὐσίαν ἀγαθὸς μόνος, ἰσχύϊ δὲ δυνατὸς αὐτὸς μόνος· καὶ γεννήτωρ μὲν αὖ τῆς δικαιοσύνης, πατὴρ δὲ λόγου καὶ σοφίας, πηγή τε φωτὸς καὶ ζωῆς, ἀληθείας τε καὶ ἀρετῆς ταμίας, καὶ δὴ βασιλείας αὐτῆς, ἀρχῆς τε πάσης καὶ ἐξουσίας καθηγεμών.
of royal authority, that defines the one rule over all; and monarchy is set above the constitution and administration of all things; for anarchy rather and faction is the polyarchy arrayed in opposition out of equality of honour; wherefore indeed [there is] one God, and not two, nor three, nor yet more; for polytheism is strictly godlessness; one King, and His Word and royal law [is] one, not uttered in words and syllables, nor in writings and tablets wasted away by length of time, but the living and subsistent God the Word, ordering the Father's kingdom for all those under Him and after Him. And heavenly hosts encompass Him, and myriads of angels, ministers of God, and multitudes of supercosmic encampment, and of the invisible spirits within heaven, ministering to the order of the whole cosmos; of all whom the royal Word is leader, like a prefect of a great king. Commander-in-chief and great high priest, and prophet of the Father and angel of great counsel, and effulgence of paternal light, and Only-begotten Son, and myriad other titles besides these the proclaiming voices of theologians utter oracularly of Him; Whom indeed as living Word and law and wisdom, and fulness of all good, He Who begat Him having established as greatest, bestowed as a good gift upon all those under His kingdom; and He, pervading all things, and everywhere traversing, and ungrudgingly unfolding the graces of the Father unto all, extended even unto rational beings upon earth the imitation of royal dominion, having adorned with divine powers the soul of man made [after] His image; whence there belongs to it also the fellowship of the other virtues, out of divine emanation. For He alone [is] wise Who [is] also alone God. And the Same [is] alone good in essence, and mighty in strength He alone; and Begetter in turn of righteousness, and Father of reason and wisdom, and fountain of light and life, and steward of truth and virtue, and indeed leader of kingship itself, and of all rule and authority.
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Ἀλλὰ ταῦτα πόθεν ἀνθρώποις εἰδέναι; Τίς δ' ἀκοῇ θνητῶν ταῦτα διηκονήσατο; Πόθεν δὲ γλώττῃ σαρκὸς, τὰ σαρκῶν ἀλλότρια καὶ σωμάτων ἀποφθέγγεσθαι; Τίς τὸν ἀφανῆ βασιλέα διοπτεύσας, ταύτας ἐν αὐτῷ κατεῖδε δυνάμεις; Αἰσθήσει μὲν γὰρ σωμάτων ἀδελφὰ στοιχεῖα, τά τ' ἐκ τούτων συγκρίματα καταλαμβάνεται· ἀλλ' οὐδείς πω σωμάτων ὀφθαλμοῖς τὴν κατὰ πάντων ἀφανῆ βασιλείαν ὄψει παραλαβὼν, ἐσεμνύνατο, οὐδὲ θνητὴ φύσις τὸ σοφίας κατενόησε κάλλος. Τίς δὲ σαρκῶν αἰσθήσει τὸ δικαιοσύνης ἐνεῖδε πρόσωπον; Ἐννόμου δ' ἀρχῆς καὶ βα-
But whence [came it] to men to know these things? And who ministered these things to the hearing of mortals? And whence [came it] to a tongue of flesh, to utter things foreign to flesh and bodies? Who, having spied out the invisible King, beheld in Him these powers? For by perception of bodies kindred elements, and the compounds formed from these, are apprehended; but no one has ever boasted of having received by sight with eyes of bodies the invisible kingdom over all, nor has mortal nature perceived the beauty of wisdom. And who by perception of flesh has looked upon the face of righteousness? And of lawful rule and royal
Notes, col. 1332

On the reading

Printed ἐπιπορευόμενος., for ἐπιπορευόμενος,.

PG 20:1333Read from the page
σιλικῆς ἐξουσίας πόθεν ἀνθρώποις ὑπεισῆλθεν ἔννοια; Πόθεν αὐτοκρατορικὴ δύναμις τῷ σαρκὶ καὶ αἵματι πεπιλημένῳ; Τίς δὲ τὰς ἀφανεῖς καὶ ἀσχηματίστους ἰδέας, καὶ τὴν ἀσώματον καὶ ἀσχημάτιστον οὐσίαν τοῖς ἐπὶ γῆς ἐξηγόρευσεν; Ἀλλ' ἦν ἄρα τούτων εἷς ἑρμηνεὺς, ὁ διὰ πάντων ἥκων τοῦ Θεοῦ Λόγος, ὁ τῆς ἐν ἀνθρώποις λογικῆς καὶ νοερᾶς πατὴρ οὐσίας, μόνος μὲν τῆς τοῦ Πατρὸς θεότητος ἐξημμένος, τοῖς δὲ σφετέροις ἐκγόνοις τὰς πατρικὰς ἀποῤῥοίας ἐπάρδων. Ἔνθεν ἅπασιν ἀνθρώποις, Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, οἱ κατὰ φύσιν αὐτομαθεῖς λογισμοὶ, ἔνθεν λόγου καὶ σοφίας ἔννοιαι, ἔνθεν φρονήσεως καὶ δικαιοσύνης σπέρματα, ἔνθεν αἱ τῶν τεχνῶν καταλήψεις, ἔνθεν ἀρετῆς ἐπιστήμη, σοφίας τε φίλον ὄνομα, καὶ σεμνὸς φιλοσόφου παιδείας ἔρως· ἔνθεν ἀγαθοῦ παντὸς καὶ καλοῦ γνῶσις, ἔνθεν αὐτοῦ φαντασία Θεοῦ, καὶ βίος θεοσεβείας ἐπάξιος, ἔνθεν ἀνθρώπῳ βασιλείας ἰσχὺς, καὶ κράτος ἄμαχον τῶν ἐπὶ γῆς ἁπάντων. Ὡς δὲ τὸν κατ' εἰκόνα Θεοῦ καὶ καθ' ὁμοίωσιν ἐν ἀνθρώπου ψυχῇ χαρακτῆρα, λόγος ὁ τῶν λογικῶν ὑφίστη πατὴρ, βασιλικόν τε τοῦτο τὸ ζῶον ἀπειργάζετο, μόνον τῶν ἐπὶ γῆς βασιλεύειν καὶ βασιλεύεσθαι τοῦτ' εἰδέναι ἀναδείξας, προμελετᾷν τε καὶ προδιδάσκεσθαι ἐνθένδε τῆς οὐρανίου βασιλείας τὴν ἐπηγγελμένην ἐλπίδα, δι' ἣν καὶ ἀφῖκται, θνητοῖς τε εἰς ὁμιλίαν ἐλθεῖν αὐτὸς ὁ τῶν παίδων οὐκ ἀπώκνει πατὴρ, τὰ δ' αὐτοῦ γεωργῶν σπέρματα καὶ τὰς ἄνωθεν ἀνανεούμενος χορηγίας, οὐρανίου μεθέξειν βασιλείας, τοῖς πᾶσιν εὐηγγελίζετο, ἐκάλει τε καὶ παρεκάλει πρὸς τὴν ἄνω πορείαν εὐτρεπεῖς εἶναι, τὴν ἐπάξιον στολὴν τῆς κλήσεως παρασκευασαμένους· ἐπλήρου τε ἀῤῥήτῳ δυνάμει τὴν σύμπασαν, ὅσην ὁ ἥλιος ἐφορᾷ, τοῦ κηρύγματος, τῷ τῆς κατὰ γῆν βασιλείας μιμήματι τὴν οὐράνιον ἐκτυπούμενος, ἐφ' ἣν καὶ σπεύδειν τὸ πᾶν τῶν ἀνθρώπων παρορμᾷ γένος, ἀγαθὴν ἐλπίδα ταύτην προβεβλημένος.
authority whence did a notion steal in upon men? Whence sovereign power to him compacted of flesh and blood? And who declared to those upon earth the invisible and unfigured forms, and the incorporeal and unfigured essence? Surely there was one interpreter of these things, the Word of God Who comes through all things, the Father of the rational and intellectual essence in men, alone indeed clinging to the Deity of the Father, and watering His own offspring with the paternal emanations. Hence for all men, Greeks and barbarians together, [come] the reflections self-taught by nature, hence notions of reason and wisdom, hence seeds of prudence and righteousness, hence the apprehensions of the arts, hence knowledge of virtue, and the dear name of wisdom, and reverend love of philosophical culture; hence knowledge of every good and noble thing, hence conception of God Himself, and a life worthy of godliness, hence for man strength of kingship, and invincible mastery over all things upon earth. And when the Word, the Father of rational beings, established in the soul of man the stamp according to the image and according to the likeness of God, and wrought this creature to be royal, having shown that this [creature] alone of those upon earth knows how to rule as king and to be ruled, and from this life already to practise beforehand and be taught beforehand the promised hope of the heavenly kingdom, on account of which He also has come, and He Himself, the Father of His children, did not shrink from coming into converse with mortals, but cultivating His own seeds and renewing the supplies from above, He proclaimed the good news to all that they would partake of a heavenly kingdom, and called and exhorted [them] to be ready for the upward journey, having prepared for themselves the robe worthy of the calling; and with ineffable power He filled the whole earth, as much as the sun looks upon, with the proclamation, modelling the heavenly [kingdom] by the imitation of the kingdom on earth, unto which He also urges on the whole race of men to hasten, having set forth this good hope.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Ἧς ὁ μὲν τῷ Θεῷ φίλος ἐντεῦθεν ἤδη μεθέξει, ταῖς ἐμφύτοις τῷ Θεῷ κοσμηθεὶς ἀρεταῖς, καὶ τὰς ἐκεῖθεν ἀποῤῥοίας τῇ ψυχῇ καταδεδεγμένος· καὶ λογικὸς μὲν ἐκ τοῦ καθόλου γεγονὼς λόγου, σοφίας δὲ μετουσίᾳ σοφὸς, ἀγαθὸς δ' ἀγαθοῦ κοινωνίᾳ, καὶ δίκαιος μετοχῇ δικαιοσύνης, σώφρων τε σωφροσύνης
Of which the friend to God will already from this life partake, having been adorned by God with innate virtues, and having received into his soul the emanations thence; and having become rational indeed from the universal Word, and wise by participation in wisdom, and good by fellowship with the good, and righteous by sharing in righteousness, and temperate by temperance's
PG 20:1336Read from the page
ἰδέᾳ, καὶ τῆς ἀνωτάτω μετασχὼν δυνάμεως ἀνδρεῖος· ἀτὰρ δὴ καὶ βασιλεὺς ἀληθεῖ λόγῳ χρηματίσειεν οὗτος, ὁ τῆς ἐπέκεινα βασιλείας τὸ μίμημα, βασιλικαῖς ἀρεταῖς τὴν ψυχὴν μεμορφωμένος· ὁ δὲ τούτων ἀπεξενωμένος, καὶ τὸν βασιλέα τῶν ὅλων ἀπαρνηθεὶς, μηδὲ τὸν ἐπουράνιον ψυχῶν ἐπιγραψάμενος πατέρα, μηδὲ τὸν πρέποντα βασιλεῖ κόσμον περιθέμενος, ἀμορφίαν δὲ καὶ αἶσχος ἀναλαβὼν τῇ ψυχῇ, καὶ θηρὸς μὲν ἀγρίου θυμὸν βασιλικῆς ἡμερότητος ἀντικαταλλαξάμενος, ἰὸν δὲ δυσαλθῆ κακίας ἀντ' ἐλευθερίου διαθέσεως, μωρίαν δ' ἀντὶ φρονήσεως, καὶ ἀντὶ λόγου καὶ σοφίας τὴν παντὸς δυσειδεστάτην ἀλογίαν, ἐξ ἧς ὥσπερ ἀπὸ πικροῦ πόματος, τὰ λυμαντικὰ συνομαρτεῖ βλαστήματα, βίος ἄσωτος καὶ ἄσωστος, πλεονεξίαι, μιαιφονίαι, θεομαχίαι, δυσσέβειαι· τούτοις ἐνδοθεὶς, κἂν νομίζηταί ποτε τυραννικῇ βίᾳ κρατεῖν, ἀλλ' οὔπω τἀληθεῖ λόγῳ χρηματίσει βασιλεὺς οὗτος. Πῶς δ' ἂν τὸ μίμημα τῆς μοναρχικῆς ἐξουσίας οἷός τε ἂν εἴη φέρειν, ὁ μυρίας ψευδογραφουμένας δαιμόνων εἰκόνας τῇ αὐτοῦ ψυχῇ τετυπωμένος; Πῶς δ' ἄρχων καὶ τῶν ὅλων κύριος, ὁ μυρίους καθ' ἑαυτοῦ πικροὺς δεσπότας ἐφειλκυσμένος, καὶ δοῦλος μὲν αἰσχρᾶς ἡδονῆς, δοῦλος δ' ἀκολάστου γυναικομανίας, δοῦλος δὲ χρημάτων ἐξ ἀδίκου ποριζομένων, δοῦλος θυμοῦ καὶ ὀργῆς, δοῦλος φόβου καὶ δειμάτων, δοῦλος μιαιφόνων δαιμόνων, δοῦλος ψυχοφθόρων πνευμάτων; Διὸ δὴ μόνος ἡμῖν βασιλεὺς σὺν ἀληθείᾳ μάρτυρι κεκηρύχθω, ὁ τῷ παμβασιλεῖ Θεῷ φίλος, ὁ δὴ μόνος ἐλεύθερος, μᾶλλον δὲ ὁ Κύριος ἀληθῶς, καὶ χρημάτων μὲν ἀνώτερος, γυναικῶν δὲ ἐπιθυμίας κρείττων, νικητὴς δὲ ἡδονῶν καὶ τῶν κατὰ φύσιν, κρατῶν δὲ θυμοῦ καὶ ὀργῆς, ἀλλ' οὐ κρατούμενος· αὐτοκράτωρ ἀληθῶς οὗτος, φερώνυμον τῇ πράξει φέρων τὴν ἐπηγορίαν· Νικητὴς ἐτύμως, ὁ τὴν νίκην τῶν καταπαλαιόντων θνητὸν γένος παθῶν ἀράμενος· ὁ πρὸς τὴν ἀρχέτυπον τοῦ μεγάλου βασιλέως ἀπεικονισμένος ἰδέαν, καὶ ταῖς ἐξ αὐτῆς τῶν ἀρετῶν αὐγαῖς, ὥσπερ ἐν κατόπτρῳ τῇ διανοίᾳ μορφωθεὶς, ἐξ αὐτῶν δὲ ἀποτελεσθεὶς σώφρων, ἀγαθὸς, δίκαιος, ἀνδρεῖος, εὐσεβὴς, φιλόθεος· ἀληθῶς δὴ καὶ μόνος φιλόσοφος βασιλεὺς οὗτος, ὁ ἑαυτὸν εἰδὼς, καὶ τὰς ἔξωθεν αὐτῷ, μᾶλλον δ' οὐρανόθεν ἐπαρδομένας παντὸς ἀγαθοῦ χορηγίας ἐξεπιστάμενος· ὁ τῆς μονάρχου δυναστείας τὸ σεβάσμιον πρόσρημα τῷ τῆς ἀμπεχόνης ἐξαιρέτῳ περιβλήματι διαφαίνων, καὶ τὴν πρέπουσαν αὐτῷ βασιλικὴν ἁλουργίδα μόνος ἐπαξίως ἐμπεριειλημμένος.
form, and courageous through having partaken of the supreme power; and indeed by a true reckoning this man might be styled king, who has formed his soul with royal virtues as the copy of the kingdom beyond; whereas he who is estranged from these, and has denied the King of the universe, and has neither acknowledged the heavenly Father of souls, nor invested himself with the adornment befitting a king, but has taken up deformity and shame in his soul, and exchanged royal gentleness for the fury of a wild beast, and hard-to-heal venom of malice instead of a liberal disposition, and folly instead of prudence, and instead of reason and wisdom that unreason most hideous of all, from which as from a bitter draught, destructive shoots accompany together—a prodigal and unsaved life, covetousnesses, blood-guiltinesses, fightings against God, impieties—having given himself up to these, even though he be thought at times to rule by tyrannical violence, yet never by the true reckoning will this man be styled king. For how could he be able to bear the copy of monarchical authority, who has stamped upon his soul myriad falsely drawn images of demons? And how [could he be] ruler and lord of all, who has drawn upon himself myriad bitter masters, and [is] a slave of shameful pleasure, a slave of licentious madness after women, a slave of wealth procured from injustice, a slave of passion and wrath, a slave of fear and terrors, a slave of blood-stained demons, a slave of soul-destroying spirits? Wherefore indeed let him alone be proclaimed king by us with truth as witness, him who is dear to God the All-Sovereign, who indeed alone [is] free, or rather truly lord, both superior to wealth, and stronger than desire of women, and victor over pleasures even those according to nature, mastering passion and wrath, and not mastered; truly sovereign [is] this man, bearing the appellation named after the deed; Victor in very truth, who has won the victory over the passions that wrestle down the mortal race; who has been fashioned after the archetypal form of the great King, and shaped in his thought as in a mirror by the rays of the virtues proceeding from it, and perfected from them as temperate, good, righteous, courageous, pious, God-loving; truly indeed and alone a philosopher-king [is] this man, who knows himself, and thoroughly understands the supplies of every good watered upon him from without, or rather from heaven; who displays the august title of monarchical dominion by the choice vesture of his attire, and alone has worthily wrapped round himself the royal purple robe befitting him.
PG 20:1337Read from the page
Βασιλεὺς οὗτος, ὁ νυκτωρ καὶ μεθ' ἡμέραν τὸν ἐπουράνιον ἀνακαλούμενος Πατέρα, ὁ τοῦτον ἐν ταῖς εὐχαῖς ἐπιβοώμενος, ὁ τῆς ἀνωτάτω βασιλείας ὀριγκώμενος· μὴ γὰρ τὰ παρόντα ἄξια τοῦ παμβασιλέως Θεοῦ συνειδὼς, τὰ θνητὰ καὶ ἐπίκηρα καὶ ποταμοῦ δίκην ῥέοντα καὶ ἀπολλύμενα, τὴν ἄφθαρτον καὶ ἀσώματον τοῦ Θεοῦ βασιλείαν ποθεῖ, κἀκείνης τυχεῖν εὔχεται, διὰ μεγαλόφρονα λογισμὸν, ὑπὲρ τὴν οὐράνιον ἁψῖδα τὴν διάνοιαν μετεωρίσας, καὶ τῶν ἐκεῖ φώτων ἄλεκτον πόθον ἐνεστερνισμένος· ὧν τῇ παραθέσει, σκότους οὐδὲν διαφέρειν ἡγεῖται τὰ τοῦ παρόντος βίου τίμια· τήν τε γὰρ ἀνθρώπων ἀρχὴν, θνητοῦ καὶ προσκαίρου βίου, μικρὰν καὶ ὀλιγοχρόνιον ἐπιστασίαν οὖσαν ὁρᾷ, οὐ μακρῷ κρείττονα τῆς αἰπόλων ἢ ποιμένων ἢ βουκόλων ἀρχῆς, μᾶλλον δὲ, καὶ ἐργωδεστέραν ἢ δυσκολωτέρων θρεμμάτων ἡγεῖται· τάς τε τῶν δήμων ἐκβοήσεις, καὶ τὰς κολάκων φωνὰς πρὸς ὄχλου τίθεται μᾶλλον ἢ πρὸς ἡδονῆς, διὰ στερῥὸν ἦθος καὶ γνησίαν ψυχῆς παίδευσιν. Ἀλλὰ καὶ τὴν τῶν ὑπηκόων δορυφορίαν, μυριάδας στρατοπέδων, ὁπλιτῶν πεζῶν τε ὁμοῦ καὶ ἱππικῶν δοῦλα καὶ ὑπήκοα πλήθη, οὐδαμῶς ὁρῶν καταπλήττεται· οὐδ' ἐπὶ τῇ τούτων ἀρχῇ τυφοῦται, στρέφων εἰς αὐτὸν τὴν διάνοιαν, τὴν κοινὴν ἁπάντων φύσιν καὶ παρ' ἑαυτῷ βλέπων· ἐσθῆτά γε μὴν χρυσοϋφῆ ποικίλοις ἄνθεσιν ἐξυφασμένην, ἁλουργίδα τε βασιλικὴν σὺν αὐτῷ διαδήματι, γελᾷ, τοὺς πολλοὺς θεώμενος ἐκπεπληγμένους, καὶ τὸ φάντασμα κομιδῇ νηπίων δίκην, οἷόν τι μορμολύκειον θειάζοντας· οὐδαμῶς αὐτὸς τὰ ὅμοια πεπονθὼς δι' ἐπιστήμην τοῦ θείου, τῇ ψυχῇ ἀντὶ περιβλήματος, σωφροσύνῃ καὶ δικαιοσύνῃ, εὐσεβείᾳ τε καὶ ταῖς λοιπαῖς ἀρεταῖς πεποικιλμένον, τὸν ἐπ' ἀληθείας πρέποντα βασιλεῖ κόσμον περιτίθησιν. Ἔτι μὴν πρὸς τούτοις τὰ τριπόθητα τοῖς πολλοῖς χρήματα, χρυσὸν λέγω καὶ ἄργυρον καὶ ὅσα λίθων θαυμάζεται γένη, λίθους ἀληθῶς ὑπάρχειν ἀνωφελεῖς καὶ ἄχρηστον ὕλην, οἷα τῇ φύσει ὄντα τυγχάνει, τοιαῦτα καὶ ὄντα βλέπει, οὐδὲν πρὸς κακῶν ἀλέξημα οἷά τε ὄντα βοηθεῖν· τί γὰρ ταῦτα πρὸς νόσων ἀπαλλαγὴν, ἢ θανάτου ἀποφυγὴν ἰσχύει; Ὅμως δ' οὖν, καίπερ ταῦτα εἰδὼς ἐπιστημόνως, αὐτῶν τῇ χρήσει πρὸς εὐπρεπῆ τῶν ἀρχομένων κόσμον, ἀπαθεῖ λογισμῷ διατίθεται, γελῶν τοὺς
A king [is] this man, who by night and by day calls upon the heavenly Father, who invokes Him in his prayers, who yearns after the supreme kingdom; for being conscious that things present—things mortal and perishable and flowing and perishing after the manner of a river—are not worthy of God the All-Sovereign, he longs for the incorruptible and incorporeal kingdom of God, and prays to attain to that, through high-minded reflection, having lifted up his thought above the heavenly vault, and cherished in his breast an unspeakable longing for the lights yonder; in comparison with which, he deems the prized things of the present life to differ nothing from darkness; for he sees that the rule over men, of a mortal and temporary life, is a small and brief-lived superintendence, and he deems it not far better than the rule of goatherds or shepherds or herdsmen, nay rather, even more laborious as over more intractable flocks; and the acclamations of the peoples, and the voices of flatterers, he counts as an annoyance rather than a pleasure, through firm character and genuine discipline of soul. Moreover, seeing the bodyguard-service of his subjects, myriads of camps, servile and subject multitudes of armed infantry and cavalry forces together, he is nowise astounded; nor is he puffed up at the rule over these, turning his thought unto himself, beholding even in himself the common nature of all; and indeed a gold-inwoven robe woven out with varied flowers, and a royal purple cloak together with the diadem itself, he laughs at, beholding the many thunderstruck, and making an idol of the phantom altogether after the manner of infants, like some bugbear; having himself suffered nothing of the like through knowledge of the Divine, he puts round his soul instead of a garment the adornment truly befitting a king, embroidered with temperance and righteousness, and piety and the remaining virtues. Furthermore besides these, the riches thrice-desired by the many, gold I mean and silver and as many kinds of stones as are admired, he sees to be what by nature they happen to be—truly useless stones and unprofitable matter—unable to give any help towards warding off evils; for what power have these towards deliverance from diseases, or escape from death? Nevertheless, although knowing these things with understanding, by the use of them for the comely order of those ruled, he disposes [of them] with passionless reflection, laughing at those
Notes, col. 1337

On the reading

Printed νυκτωρ, for νύκτωρ.

Printed ὀριγκώμενος, for ὀριγνώμενος.

PG 20:1340Read from the page
ταῦτα διὰ νηπιότητα φρενῶν ἐπτοημένους, κραιπάλης γε μὴν καὶ μέθης, τῆς τε περιττῆς καρυκείας, οἷα γαστριμάργοις οἰκείας, ἀπέχεται, προσήκειν ἑτέροις ταῦτα, ἀλλ' οὐχ ἑαυτῷ ὑπολαμβάνων· ζημιοῦν γὰρ τὰ μεγάλα, καὶ τὸ τῆς ψυχῆς νοερὸν ἀμαυροῦν τὰ τοιαῦτα πέπεισται· τούτων δὴ ἕνεκα πάντων, ὁ τὰ θεῖα πεπαιδευμένος βασιλεὺς, καὶ τὰ μεγάλα φρονῶν, τοῦ παρόντος βίου τῶν κρειττόνων ἐφίεται, τὸν Πατέρα καλῶν τὸν ἐπουράνιον, καὶ τὴν ἐκείνου βασιλείαν ποθῶν, πάντα τε σὺν εὐσεβείᾳ πράττων, καὶ τοῖς ὑπ' αὐτῷ ἀρχομένοις ὡς ὑπὸ διδασκάλῳ παιδευομένοις ἀγαθῷ, τὴν τοῦ μεγάλου βασιλέως θεογνωσίαν προβαλλόμενος.
excited over these things through childishness of mind, while from surfeiting and drunkenness, and from superfluous seasoning of dishes, as things proper to gluttons, he abstains, supposing these things to befit others, and not himself; for he is persuaded that such things inflict great harm and darken the intellectual part of the soul; on account of all these things, indeed, the emperor, instructed in divine things and minded towards great things, longs for things better than the present life, calling upon the heavenly Father and yearning for His kingdom, doing all things with piety, and setting forth to those ruled under him, as to learners instructed under a good teacher, the knowledge of God, the great King.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Ὁ δὲ τῶν ἀμοιβαίων τὰ ἐχέγγυα προμνώμενος, τριακονταετηρικοὺς αὐτῷ διανέμει στεφάνους, χρόνων ἀγαθοῖς περιόδοις ἀποτελεσθέντας· τριττούς τε ἤδη δεκάδων περιελθὼν κύκλους, πανδήμους, μᾶλλον δὲ κοσμικὰς ἑορτὰς, πᾶσιν ἐφίησιν ἀνθρώποις ἐκτελεῖν. Τῶν δ' ἐπὶ γῆς θεογνωσίας ἄνθεσι φαιδρυνομένων, οὐκ ἀπὸ σκοποῦ ἂν εἴη, καὶ τὰς ἐν οὐρανῷ χορείας νόμοις φύσεως ἑλκομένας, τοῖς ἐπὶ γῆς συγχαίρειν, αὐτόν τε τὸν ἐπὶ πάντων βασιλέα, πατρὸς ἀγαθοῦ δίκην, ἐφ' υἱοῖς ἀγαθοῖς θεοσεβοῦσιν εὐφραίνεσθαι, καὶ ταύτῃ μάλιστα τὸν καθηγεμόνα καὶ τῶν ἀγαθῶν αἴτιον, πολυχρονίοις γεραίρειν τιμαῖς· ὡς μὴ ἀπαρκεῖν τρεῖς ἐν δεκάσι περιόδους τῇ βασιλείᾳ, μένειν δὲ αὐτὴν ἐπὶ μήκιστον, καὶ εἰς μακρὸν παραπέμπειν αἰῶνα. Αἰὼν δ' ὁ σύμπας, ἀγήρως καὶ ἀτελεύτητος, οὔτ' ἀρχῇ, οὔτε περιγραφῇ θνητῶν λογισμοῖς πεφυκὼς ὁρᾶσθαι, ἀλλ' οὐδ' ἐκ μέσου κέντρου λαμβάνεσθαι· οὐδὲ τὸ νῦν αὐτοῦ λεγόμενον ἐφιεὶς τοῖς ἐθέλουσι περιδράττεσθαι, μήτι γε τὸ μέλλον ἢ τὸ παρῳχηκὸς τοῦ χρόνου· τὸ μὲν γὰρ
And He Who pledges beforehand the sureties of the recompenses distributes to him tricennial crowns, brought to completion in goodly circuits of times; and having already completed triple cycles of decades, permits all men to celebrate public, or rather universal festivals. And while those upon earth are brightened with the blossoms of the knowledge of God, it would not be beside the mark that the choirs in heaven also, drawn by the laws of nature, should rejoice together with those upon earth, and that the King over all Himself, after the manner of a good father, should be gladdened over good sons who reverence God, and on this account above all should honour with long-enduring honours the leader and author of the good things; so that three periods in decades do not suffice for the reign, but it abides to the utmost length, and He conducts it onward into a long age. Now the whole age, unageing and unending, is by nature neither to be beheld at its beginning nor at its boundary by the reasonings of mortals, nor even to be grasped from a middle centre; nor does it allow even what is called its present to be clutched by those who wish, much less the future or the past of time; for the one