Migne Reading Room

PG 20 · cols. 1341–1352 · Read from the page

Eusebius, In Praise of Constantine

Eusebius, In Praise of Constantine

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:1341Read from the page
οὐκ ἔστιν, ἤδη δὲ παρῆλθε· τὸ δὲ μέλλον οὔπω πάρεστι, διὸ οὐδ' ἔστι· τὸ δέ γε νῦν αὐτοῦ λεγόμενον, ἅμα νοήματι καὶ φωνῇ, λόγου θᾶττον διαδιδράσκει. Οὐκ ἔστι δ' ἄλλως αὐτοῦ ἐπιλαβέσθαι, ὡς ἑστῶτος. Ἢ γὰρ τὰ μέλλοντα προσδοκᾷν, ἢ παρελθόντα συνορᾷν ἀνάγκη· ἅμα γὰρ ἐννοίᾳ διολισθαίνων, φεύγει· οὕτως ὁ σύμπας αἰὼν οὐ φέρει θνητῶν λογισμοῖς καθυποτάττεσθαι, ἀλλ' ἀναίνεται τὴν παρὰ τούτοις δουλείαν. Τὸν δ' αὐτοῦ Βασιλέα καὶ Δεσπότην ὁμολογεῖν οὐ παραιτεῖται· φέρει δ' αὐτὸν ἐπὶ νώτων ὀχούμενον, ἐναβρυνόμενος τοῖς ἐξ αὐτοῦ καλλωπίσμασιν. Ὁ δὲ ἄνωθεν αὐτὸν ἡνιοχῶν, οὐ σειρῇ χρυσῇ κατὰ τὸ ποιητικὸν ἐνδησάμενος, σοφίας δ' ἀῤῥήτου δεσμοῖς ὥσπερ τισὶν ἡνίαις χαλινώσας, μῆνας ἐν αὐτῷ καὶ χρόνους, καιρούς τε καὶ ἐνιαυτοὺς, νυκτῶν τε καὶ ἡμερῶν ἀμοιβαῖα διαστήματα, σὺν ἁρμονίᾳ τῇ πάσῃ κατεβάλετο, ποικίλοις αὐτὸν ὅροις καὶ μέτροις περιδήσας· ὁ μὲν γὰρ εὐθυγενὴς ὢν, καὶ εἰς ἄπειρον ἐκτεινόμενος, τήν τε τοῦ αἰῶνος ἐπηγορίαν ὥσπερ ἀεὶ ὢν εἰληφὼς, αὐτός τε αὐτοῦ ὢν τοῖς μέρεσιν ἐμφερὴς, μᾶλλον δὲ ἀμερὴς ὢν καὶ ἀδιάστατος, εἰς μόνην εὐθεῖαν μηκυνόμενος, αὔξει· ὁ δὲ μέσοις αὐτὸν διαλαβὼν τμήμασι, καὶ ὥσπερ εὐθεῖαν γραμμὴν εἰς μῆκος τεταμένην διελὼν κέντροις, πολὺ πλῆθος ἐν αὐτῷ κατεβάλετο, ἕνα τε ὄντα καὶ μονάδι παρεικασμένον, παντοίοις κατεδήσατο ἀριθμοῖς, πολύμορφον ἐξ ἀμόρφου τὴν ἐν αὐτῷ ποικιλίαν ὑποστησάμενος. Μίαν μὲν γὰρ πρώτιστα πάντων ἐν αὐτῷ τὴν ἄμορφον ὕλην, ὥσπερ τινὰ πάνδοχον οὐσίαν ὑφίστη· δεύτερον δ' ἐν ὕλῃ ποιότητα, δυνάμει δυάδος, εἶδος ἐξ ἀειδοῦς ἀπεργαζόμενος ἐποίει· τριάδος δ' ἀριθμῷ τριχῇ διαστατὸν, εἴς τε πλάτος καὶ μῆκος καὶ βάθος, σύνθετον ἐξ ὕλης καὶ εἴδους σῶμα κατειργάζετο. Διττῆς δ' ἐκ δυάδος τὴν τῶν στοιχείων
is not, for it has already passed away; and the future is not yet present, wherefore neither is it; and even what is called its present, together with thought and utterance, slips away faster than speech. Nor is it otherwise possible to lay hold of it as standing still. For one must of necessity either await the things to come or survey the things that have passed; for slipping away together with the very thought, it flees; thus the whole age does not endure to be subjected to the reasonings of mortals, but refuses servitude among them. Yet to confess its own King and Master it does not decline; and it bears Him riding upon its back, priding itself in the adornments from Him. And He Who drives it as charioteer from above, not having bound it with a golden chain according to the poetic tale, but having bridled it with bonds of ineffable wisdom as with certain reins, laid down within it months and times, seasons and years, and alternating intervals of nights and days with all harmony, binding it round with varied limits and measures; for whereas it is straight-born and stretches out to infinity, having received the appellation of age as always being, and being itself like to its own parts, or rather being partless and unextended, lengthened out in a straight line alone, it grows on; while He, intercepting it with middle segments, and dividing it with points like a straight line stretched out in length, laid down a great multitude within it, and though it was one and likened to a monad, bound it fast with numbers of every kind, establishing the variety within it as multiform out of the formless. For first of all He set beneath within it the one formless matter, like some all-receiving substance; and second He made quality in matter, working out form from the formless by the power of the dyad; and by the number of the triad He wrought out body, extended three ways into breadth and length and depth, compounded out of matter and form. And out of a double dyad, of the elements
PG 20:1344Read from the page
τετρακτὺν ἐπινοήσας, γῆν, ὕδωρ, ἀέρα, πῦρ, πηγὰς ἀεννάους εἰς τὴν τοῦδε τοῦ παντὸς προὐβάλετο χορηγίαν· τετρακτὺς δὲ γεννᾷ δεκάδα· ἓν γὰρ, δύο, τρία, τέσσαρα, τὸν δέκα συντελοῦσιν ἀριθμόν· τριὰς δὲ συμπλακεῖσα δεκάτη, μηνὸς ἀνεῦρε φύσιν· μὴν δὲ τροπαῖς δώδεκα, ἡλίου περίοδον ἐπλήρου· ἔνθεν ἐνιαυτῶν κύκλοι, καιρῶν τε μεταβολαὶ, τὸν ἄμορφον καὶ ἀνείδεον αἰῶνα, ὥσπερ ἐν ποικιλίᾳ γραφῆς πολυανθοῦς, ἐμόρφουν, εἰς ἀνάπαυλαν καὶ θυμηδίαν τῶν ἐν αὐτῷ τὸν τῆς ζωῆς διιππευόντων δρόμον. Ὡς γὰρ καὶ τοῖς ἐπ' ἐλπίδι βραβείων ἐν ἀγῶνι τοὺς δρόμους διεξανύουσι, σταδίοις ὥρισται τὰ διαστήματα, τοῖς τε μακρὰς πορείας ὁδοιποροῦσι, σταθμοῖς τισι καὶ σταδίοις περιγράφεται ἡ λεωφόρος, ὡς ἂν μὴ εἰς ἄπειρόν τις τὴν προσδοκίαν ἐκτείνων ἀποκάμοι τῇ προθυμίᾳ, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸν σύμπαντα σἰῶνα σοφίας δεσμοῖς ὁ τῶν ὅλων Βασιλεὺς περιλαβὼν, ἄγει καὶ φέρει, ποικίλως ἡνιοχῶν, ᾗ καλῶς ἔχειν αὐτῷ καταφαίνεται. Ὁ δὲ αὐτὸς χρώμασιν ὡραίοις καὶ νεαροῖς ἄνθεσι τὸν πρὶν ἀσχημάτιστον ἀμφιεννὺς αἰῶνα, λευκὴν μὲν ἐφαίδρυνεν ἡμέραν ἡλίῳ, νύκτα δ' ὑποστρώσας μελαντέρῳ χρώματι, ὥσπερ τινὰ χρυσοϋφῆ ψήγματα, στίλβειν ἐν αὐτῇ τὰς τῶν ἀστέρων λαμπηδόνας ἐποίησε· φωσφόρου δ' ἐξάψας λαμπρὰς ἀκτῖνας, σελήνης τε ποικιλίαν φέγγους, ἄστρων τε συνόδους πολυαυγεῖς, τὸν σύμπαντα οὐβανὴν, οἷον μέγαν πέπλον, παντοίοις γραφῆς κάλλεσιν ἐστεφάνωσεν· ἀέρα δ' ἐκτείνας εἰς βάθος ἄνωθεν ἐξ ὕψους, πλάτη τε καὶ μήκη τοῦ σύμπαντος κόσμου τῇ τούτου ψυχώσας δυνάμει, πτηνοῖς ἅπασιν ἀνῆκε μορφοῦσθαι, τοῖς δι' ἀέρος φερομένοις ἀφανέσι τε καὶ ὁρωμένοις, μέγα πέλαγος ἐξαπλώσας διανήξεσθαι, γῆν δ' ἐν μέσῳ κέντρου δίκην σταθμησάμενος, ὠκεανῷ ταύτην περιέλαβε, σμαραγεῖ τε πόντος ἐπ' αὐτῇ, τῷ τῆς περιβολῆς κυανῷ χρώματι καλλωπιζομένην. Ταύτην δ' ἑστίαν καὶ τιθηνὸν καὶ μητέρα ζώων ἁπάντων τῶν ἐν αὐτῇ καταδείξας, ὀμβρίοις τε καὶ πηγαίοις νάμασιν ἀρδεύσας, χλοάζειν παντοίοις καὶ φυτοῖς καὶ ὡραίοις ἄνθεσιν εἰς εὔθυμον ζωῆς ἀπόλαυσιν ἐδωρήσατο· ζώων δ' ἐν αὐτῇ τὸ τιμιώτατον καὶ αὐτῷ Θεῷ φίλον κατ' εἰκόνα τὴν αὐτοῦ πλασάμενος, νοῦ καὶ ἐπιστήμης επήβολον, λόγου τε καὶ σοφίας ἔγγονον, λογικὸν ἄνθρωπον, τῶν λοιπῶν ὅσα κατὰ γῆν ἕρπει καὶ νέμεται, ἀρχικῇ δυνάμει κρατεῖν, τούτῳ ἔδωκεν· ἄνθρωπος γὰρ ἦν αὐτῷ, ζώων τῶν ἐπὶ γῆς τὸ θεοφι-
having devised the tetractys — earth, water, air, fire — He put them forth as ever-flowing springs for the supply of this universe; and the tetractys begets the decade; for one, two, three, four make up the number ten; and the triad entwined with the tenth discovered the nature of the month; and the month by twelve turnings fulfilled the circuit of the sun; whence cycles of years and changes of seasons shaped the unshaped and formless age, as in the variety of a many-flowered painting, for the rest and delight of those riding through the course of life within it. For just as for those completing their courses in a contest in hope of prizes the intervals are marked out by stadia, and for those travelling long journeys the highway is bounded by certain halting-places and stadia, lest anyone stretching his expectation to infinity should grow weary in eagerness, in the very same way also the King of all, having encompassed the whole age with bonds of wisdom, leads and bears it along, driving it variously as charioteer, as seems good to Him. And the Same, clothing the formerly unfigured age with lovely colours and fresh blossoms, brightened white day with the sun, and spreading beneath night a darker colour, made the gleams of the stars shine within it like gold-woven grains; and kindling the bright rays of the morning-star, and the varied radiance of the moon, and the many-gleaming assemblies of constellations, He crowned the whole heaven, like a great robe, with beauties of painting of every kind; and stretching out the air into depth from on high above, and refreshing the breadths and lengths of the whole cosmos by its power, He gave it up to be shaped by all winged creatures, spreading out a great sea to swim through for those borne through the air, both unseen and seen; and having poised the earth in the midst after the manner of a centre, He encompassed it with ocean, and the sea resounds upon it, adorned with the dark-blue colour of its vesture. And having appointed this as hearth and nurse and mother of all living creatures within it, and watered it with streams of rain and of springs, He granted it to grow green with plants of every kind and lovely flowers for the cheerful enjoyment of life; and having fashioned within it the most precious of living creatures and dear to God Himself, according to His image — possessed of mind and knowledge, offspring of reason and wisdom, rational man — to him He gave to rule with sovereign power over the rest, as many as creep and pasture over the earth; for man was to Him, of the living creatures upon earth, the most God-
Notes, col. 1344

On the reading

Printed δεκάτη, for δεκάτῃ.

Printed σἰῶνα, for αἰῶνα.

Printed οὐβανὴν, for οὐρανὸν.

Printed επήβολον, for ἐπήβολον.

PG 20:1345Read from the page
λέστατον· ᾧ καὶ τὰ τῶν ἀλόγων γένη δουλεύειν, οἷα Πατὴρ παραδέδωκεν· ἄνθρωπος, ᾧ καὶ θάλατταν πλωτὴν ἀνῆκε, καὶ γῆν παντοίοις φυτοῖς ἐστεφάνωσεν· ᾧ καὶ δυνάμεις ἐπιστημονικὰς εἰς παντοίων μαθημάτων ὑποδοχὴν ἐδωρήσατο· ᾧ καὶ τὰ ἐν βυθοῖς ἕρποντα, πτηνῶν τε τὰ μετάρσια ὑπὸ χεῖρα πεποίηται· ᾧ καὶ τὰς οὐρανίους ἐξεκάλυψε θεωρίας, δρόμους τε ἡλίου, καὶ σελήνης τροπὰς, περιόδους τε πλανήτων καὶ ἀπλανῶν ἀστέρων ἐκφήνας· ἄνθρωπος, ᾧ μόνῳ τῶν ἐπὶ γῆς, τὸν Πατέρα γινώσκειν τὸν ἐπουράνιον, καὶ τὸν μέγαν τοῦ σύμπαντος αἰῶνος βασιλέα γεραίρειν ὕμνοις διετάξατο. Ἀλλὰ γὰρ ἐπὶ τούτοις ἅπασιν ὁ κοσμοποιὸς τέτταρσιν ἐνιαυτοῦ τροπαῖς τὸν ἄτρεπτον αἰῶνα περιεζώννυ, χειμερίους μὲν ὥρας ἔαρι περιγράψας, ἔαρος δ' ἐνιαυσίων ὡρῶν ἀρχὴν ἰσοῤῥόποις ταλαντεύσας ζυγοῖς· κἄπειτα ἔαρος πολυκαρπίᾳ τὸν σύμπαντα στεφανώσας αἰῶνα, θέρους ἀκμῇ τοῦτον μεταπαραδέδωκεν· εἶθ' οἷα καμάτου διαναπαύσας, ἀνεκτήσατο μετοπωρινῷ διαστήματι· ὑγραῖς δ' αὐτὸν ὄμβρων χειμερίων φοραῖς ὥσπερ τινὰ βασιλικὸν ἀποσμήχων ἵππον, καὶ τοῖς ἐξ αὐτοῦ νάμασι λαμπρὸν ἀπεργαζόμενος, τοῖς τ' ἐξ ὑετῶν αὐτάρκως πιάνας ἀρδεύμασιν, αὖθις αὐτὸν ἔαρος ἐν προθύροις ἵστησι πύλαις. Ἐνθένδε οὖν τῷ τοῦ παντὸς ἐνιαυτοῦ κύκλῳ τοιαῖσδε σοφίας ἡνίαις ὁ μέγας βασιλεὺς ὧδε περιδησάμενος τὸν αὐτοῦ αἰῶνα, ὑπὸ μείζονι φέρεσθαι διετάξατο κυβερνήτῃ, τῷ αὐτοῦ μονογενεῖ Λόγῳ, τῷ δὴ κοινῷ τῶν ὅλων Σωτῆρι τὰς τοῦ παντὸς παραδοὺς ἡνίας· ὁ δ' οἷα παρὰ Πατρὸς ἀγαθοῦ τὸν κλῆρον ὑποδεδεγμένος, ὁμοῦ τε τὰ πάντα ὅσα κύτος οὐρανοῦ εἴσω τε καὶ ἐκτὸς αὐτοῦ περιλαβὼν ἔχει, μιᾷ συνδησάμενος ἁρμονίᾳ, εὐθείᾳ περαίνει· σὺν δίκῃ τὰ πρόσφορα τοῖς κατὰ γῆν αὐτοῦ λογικοῖς θρέμμασιν ἐπισκοπούμενος, μέτρα τε ζωῆς τοῖς τὸν θνητὸν διανύουσι βίον διαθεσμοθετήσας, προεμμελετᾷν ἐν τῷδε τὰ προοίμια τῆς ὑπὲρ τὸν νῦν αἰῶνα ζωῆς, ἅπασιν ἀνθρώποις συγκεχώρηκεν· εἶναι γὰρ, εἶναι καὶ ὑπὲρ τὸν παρόντα αἰῶνα θείαν καὶ μακαρίαν ζωὴν, καὶ τοῖς εὖ διηγωνισμένοις ἐν ἀγαθῶν ἐλπίσι τεταμιεῦσθαι ἐδίδαξε· καὶ ἐν τοῖς μὲν σωφρόνως καὶ εὐσεβῶς βεβιωκόσι, τὴν ἐνθένδε ἐπὶ τὰ κρείττω μετάβασίν τε καὶ μετοικίαν γενήσεσθαι, τοῖς δὲ ἐληλεγμένοις ἐν τῷδε, χῶρον ἀπονεῖμαι τὸν προσήκοντα. Εἶθ' ὡς ἐν ἀγῶνος ἄθλοις, παντοίους τοῖς νενικηκόσιν ἀναγορεύσας στεφάνους, ἄλλους ἐφ' ἑτέροις ἀρετῶν βραβείοις στεφανοῖ, βασιλεῖ δ' ἀγαθῷ θεοσεβείᾳ κοσμησαμένῳ, μείζονα προητοιμάσθαι κηρύττει τῶν ἐπάθλων τὰ γέρα, ὧν τοῖς προοιμίοις ἐντεῦθεν ἤδη πανηγυρίζειν δίδωσιν, ἑορτῇ τελείων
beloved; to whom also, like a Father, He has delivered the races of irrational creatures to serve; man, for whom also He opened up the sea to be navigable, and crowned the earth with plants of every kind; on whom also He bestowed scientific faculties for the reception of learnings of every kind; under whose hand also He has placed the things that creep in the deeps and the high-soaring of winged creatures; to whom also He unveiled heavenly contemplations, manifesting the courses of the sun, the turnings of the moon, and the circuits of planets and fixed stars; man, whom alone of those upon earth He ordained to know the heavenly Father and to honour with hymns the great King of the whole age. Moreover, upon all these things, the Maker of the cosmos girded round the unchanging age with four turnings of the year, bounding the wintry seasons with spring, and poising the spring's beginning of the yearly seasons with equally balanced scales; and next, having crowned the whole age with the fruitfulness of spring, He handed it over in turn to the height of summer; then, as though giving it rest from toil, He refreshed it with the autumnal interval; and wiping it clean with wet showers of wintry rains like some royal horse, and making it bright with the streams from Himself, and having sufficiently fattened it with waterings of rains, He sets it once again at the vestibule gates of spring. Thence, therefore, the great King, having thus bound round His age with the cycle of the whole year by such reins of wisdom, ordained that it be borne along under a greater Pilot, handing over the reins of the universe to His Only-begotten Word, the common Saviour of all; and He, as having received the heritage from a good Father, binding together in one harmony all things at once, as many as the vault of heaven encompasses and holds both within and outside itself, guides them on a straight course; overseeing with justice what is fitting for His rational nurslings upon earth, and having legislated measures of life for those completing mortal life, He has granted to all men to practise beforehand in this life the preludes of the life beyond the present age; for He taught that there is, yes, there is even beyond the present age a divine and blessed life, and that it has been treasured up in hopes of good things for those who have contended well; and that among those who have lived temperately and piously there will be a transition and migration hence to better things, whereas to those convicted in this life He assigns the fitting place. Then, as in the contests of a competition, having proclaimed crowns of every kind for those who have conquered, He crowns some upon others with prizes of virtues, while for a good emperor who has adorned himself with reverence towards God He proclaims that greater rewards of the prizes have been prepared beforehand, in whose preludes He grants him already from here below to keep festival, with a festival, of perfect
PG 20:1348Read from the page
ἐξ ἀριθμῶν συγκειμένῃ, τριάδων μονάδων τε τριπλασιόνων· ὧν ἡ μὲν πρώτη τριὰς, μονάδος ἂν γένοιτο ἔγγονος, μονὰς δὲ μήτηρ ἀριθμῶν, μηνῶν θ' ἁπάντων καὶ ὡρῶν καὶ ἐνιαυτῶν πάσης τε χρόνων περιόδου πρεσβεύουσα ἤδη, καὶ παντὸς πλήθους ἀρχὴ, καταβολή τε καὶ στοιχεῖον, εἰκότως ἂν ῥηθείη μονὰς, παρὰ τὸ μένειν ὠνομασμένη· ὅτι δὴ μειουμένου καὶ αὐξομένου παντὸς πλήθους, κατὰ τὴν τῶν ἀριθμῶν ὑφαίρεσίν τε καὶ προσθήκην, μόνη μονὰς στάσιν καὶ μονὴν εἴληφε, μεμονωμένη πληθύος ἁπάσης, καὶ τῶν ἐξ αὐτῆς γεννωμένων ἀριθμῶν, φέρουσά τε εἰκόνα τῆς ἀμερίστου καὶ διακεκριμένης τῶν ἄλλων οὐσίας, ἧς δυνάμει καὶ μετοχῇ ἡ τῶν ὄντων ἁπάντων συνέστηκε φύσις. Μονὰς γὰρ παντὸς δημιουργὸς ἀριθμοῦ, ἐπείπερ κατὰ σύνθεσιν καὶ προσθήκην μονάδων, πᾶν πλῆθος κρατύνεται· οὐδ' ἔστιν ἄλλως δίχα μονάδος, οὐσίαν ἀριθμῶν ἐπινοῆσαι· αὕτη δ' ἐκτὸς ἂν εἴη πλήθους, ποῤῥωτάτω τε καὶ κρείττων ἀριθμοῦ παντὸς, πάντα ποιοῦσα καὶ ὑφισταμένη, τεινομένη δὲ ὑπ' οὐδενὸς πώποτε. Τριὰς δὲ ταύτῃ συγγενὴς, ἄσχιστος ὡσαύτως καὶ ἀδιαίρετος, καὶ πρώτη τῶν ἐξ ἀρτίων καὶ περιττῶν ἀριθμῶν συνεσταμένων· ἄρτιος γὰρ ὁ δύο μονάδα προσλαβὼν, τριάδος πρώτην περιττὴν ἐγέννησε φύσιν· πρώτη δὲ τριὰς δικαιοσύνην ἀνέδειξεν, ἰσότητος καθηγησαμένη, ὡς ἂν ἀρχὴν καὶ μεσότητα καὶ τελευτὴν ἴσην ἀπολαβοῦσα· εἰκὼν δὲ ταῦτα μυστικῆς καὶ παναγίας καὶ βασιλικῆς τριάδος· ἣ τῆς ἀνάρχου καὶ ἀγενήτου φύσεως ἡρτημένη, τῆς τῶν γενητῶν ἁπάντων οὐσίας τὰ σπέρματα καὶ τοὺς λόγους καὶ τὰς αἰτίας ἀπείληφε. Καὶ τριάδος μὲν δύναμις, εἰκότως ἂν ἄρα παντὸς ἀρχὴ νομισθείη· δεκὰς δὲ τὸ πάντων ἀριθμῶν πέρας ἀπολαβοῦσα, μέχρις αὐτῆς τὸ πᾶν ἵστησι, πλήρης καὶ παντέλειος ὠνομασμένη εἰκότως, ἅτε δὴ πάσας ἰδέας καὶ πάντα μέτρα πάντων ἀριθμῶν, λόγων τε καὶ συμφωνιῶν καὶ ἁρμονιῶν, περιέχουσα. Μονάδες γοῦν αὐξηθεῖσαι κατὰ σύνθεσιν, τοῖς δέκα περιορίζονται· μητέρα τε ταύτην καὶ πηξαίωρον περιγραφὴν κτησάμεναι, ὥσπερ ἐν περιδρόμῳ καμπτῆρα περιθέουσιν. Εἶτα κύκλον ἐργασάμεναι δεύτερον, καὶ πάλιν τρίτον καὶ τέταρτον καὶ μέχρι τῶν δέκα, τὸν ἑκατὸν ἐκ δεκάδων δέκα πληροῦσι· κἄπειτα ἐπὶ τὴν πρώτην ἀνατρέχουσιν ἀφετηρίαν· κἀντεῦθεν πάλιν ἀρξάμεναι καὶ ἐπὶ τὸν δέκα προελθοῦσαι, δεκάκις τε τὸν ἑκατὸν ἀμφιδραμοῦσαι, παλίσυρτοι διὰ τῶν αὐτῶν καμπτήρων μακροὺς δολιχεύουσι διαύλους, ἐξ αὐτῶν εἰς ἑαυτὰς ἀνακυκλούμεναι. Τῶν γοῦν δέκα τὸ δέκατον, μονάς· δέκα δὲ μονάδες, μίαν ἀποφαίνουσι δεκάδα· δεκὰς δὲ πέρας μονάδων, ὅρος, καὶ καμπτὴρ καταστατικός·
out of numbers composed, of triads and threefold monads; of which the first triad would be the offspring of the monad, while the monad, mother of numbers, taking precedence already over all months and seasons and years and every circuit of times, and principle, foundation, and element of all multitude, would reasonably be called monad, named from remaining; because, while all multitude diminishes and increases according to the subtraction and addition of numbers, the monad alone has received stability and permanence, isolated from all plurality and from the numbers begotten out of it, and bearing the image of the indivisible substance separated from all others, by whose power and participation the nature of all existing things subsists. For the monad is the artificer of every number, seeing that by composition and addition of monads all multitude is established; nor is it otherwise possible apart from the monad to conceive the substance of numbers; whereas it itself would be outside multitude, farthest removed from and superior to every number, making and establishing all things, yet never extended by anything. And the triad is akin to this, likewise unsplit and undivided, and first of the numbers constituted out of even and odd; for the even number two, taking to itself the monad, begot the first odd nature of the triad; and the triad first displayed justice, leading the way in equality, inasmuch as it has received an equal beginning and middle and end; and these things are an image of the mystical and all-holy and royal Triad; which, depending upon the unoriginate and unbegotten nature, has received the seeds and the rational principles and the causes of the substance of all begotten things. And the power of the triad would therefore reasonably be deemed the principle of everything; while the decade, having received the limit of all numbers, stays the whole as far as itself, reasonably named full and all-perfect, seeing that it embraces all forms and all measures of all numbers, ratios, concords, and harmonies. Monads, accordingly, when increased by composition, are bounded by ten; and having acquired this as mother and fast-fixed boundary, they run round it like a turning-post in a racecourse. Then, having wrought a second circle, and again a third and a fourth and up to ten, they fill up the hundred out of ten decades; and next they run back to the first starting-line; and beginning again from there and advancing to ten, and running ten times round the hundred, drawn back again through the same turning-posts they run long double-courses, revolving out of themselves into themselves. Of ten, accordingly, the tenth part is a monad; and ten monads bring forth one decade; and the decade is the limit of monads, their boundary, and their settling turning-post;
PG 20:1349Read from the page
καμπτὴρ μὲν τῆς ἀπειρίας τῶν ἀριθμῶν· ὅρος δὲ καὶ τέλος μονάδων· ὁμοῦ δὲ τριὰς δεκάδι συμπλακεῖσα, τρίτον τε περιελθοῦσα τὴν τῶν δέκα κύκλων περίοδον, φυσικώτατον ἀριθμὸν γεννᾷ, τὸν τριάκοντα· ὃ γὰρ ἐν μονάσι τριὰς, τοῦτο ἐν δεκάσι τριακοντάς. Ὅρος τε πάγιος οὗτος τοῦ δευτέρου μεθ' ἥλιον μεγάλου φωστῆρος· σελήνης γοῦν περίοδος ἀπὸ συνόδου ἐπὶ σύνοδον, μηνὸς κύκλον ἀπειργάζετο· μεθ' ὃν αὖθις ἀρχὴν γενέσεως ἀπολαβοῦσα, νέου φωτὸς καὶ νέων ἡμερῶν ἀπάρχεται, τριάκοντα μὲν κοσμηθεῖσα μονάσι, τρισὶ δὲ τιμηθεῖσα δεκάσι, δέκα δὲ τριάσι φαιδρυνθεῖσα. Τούτοις αὐτοῖς τὰ τῆς κοσμοκρατορικῆς ἀρχῆς τοῦ Νικητοῦ βασιλέως, πρὸς τοῦ πάντων ἀγαθῶν δοτῆρος τετιμημένα, νέων ἀρχῆς ἀγαθῶν ἐπιλαμβάνεται, τέως μὲν τριακονταετηρικὰς ἑορτὰς ἀποπληροῦντα, ἤδη δ' ἐντεῦθεν μακροτέρων ἐφαπτόμενα διαστημάτων, προμνώμενά τε μελλόντων ἀγαθῶν ἐλπίδας, ἐν οὐρανίῳ βασιλείᾳ· ἔνθα στρατιαὶ φώτων ἀπείρων ἀμφὶ τῶν πάντων βασιλέα χορεύουσιν, οὐχ ἑνὸς ἡλίου, πάντων δ' αὐτόθι τὰ φῶτα ἡλίου κρείττονα ἐπαγομένων, φαιδρυνομένων τε καὶ ἀποστιλβόντων τῇ αἴγλῃ τῶν τῆς ἀϊδίου πηγῆς μαρμαρυγῶν. Ἔνθα ζωὴ ψυχῆς, ἐν ἀγαθῶν ἀκηράτοις κάλλεσιν, ἔνθα βίος πάσης ἐκτὸς ἀχθηδόνος, ἔνθα σώφρονος καὶ παναγίας ἡδονῆς ἀπόλαυσις, καὶ χρόνος ἄχρονος, ὁ μακραίων καὶ ἀτελεύτητος, εἰς ἀπερίγραφον τέλος μηκυνόμενος, οὐκέθ' ἡμερῶν καὶ μηνῶν διαστήμασιν, οὐδ' ἐνιαυτῶν κύκλοις, καιρῶν τε καὶ χρόνων περιόδοις ἀναμετρούμενος· μιᾷ δ' εἰς ἄπειρον ἐκτεινομένῃ ζωῇ διαρκῶν, οὐχ ὑφ' ἡλίου φωτιζομένῃ, οὐδ' ἀστέρων πλήθει καὶ σελήνης αὐγαῖς καταλαμπομένῃ, ἀλλ' αὐτὸν ἐχούσῃ φωστῆρα τὸν Θεὸν Λόγον, τὸν μονογενῆ Παῖδα τοῦ Παμβασιλέως. Παρὸ, καὶ ἥλιον αὐτὸν δικαιοσύνης, καὶ φῶς ἐπέκεινα φώτων ἁπάντων, λόγων ἀπόῤῥητοι μύουσι θεολογίαι· τοῦτον αὐτὸν δικαιοσύνης ἀκτῖσι, σοφίας τε αὐγαῖς, τὰς παμμακαρίας καταλάμπειν δυνάμεις, τάς τε εὐσεβείᾳ παρεσκευασμένας ψυχὰς ἀντὶ τῆς οὐρανίου περιφερείας τοῖς αὐτοῦ κόλποις ἀπολαβόντα, τῶν οἰκείων ἐπαγγελιῶν ἔργοις πιστοῦσθαι τὰς ὑποσχέσεις, πιστεύομεν· θνητῶν δ' ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἀκοή τις διέγνω, ἀλλ' οὐδὲ νοῦς σάρκα ἠμφιεσμένος οἷός τε ἂν εἴη διαθρῆσαι, ἃ τοῖς εὐσεβείᾳ διακοσμησαμένοις προητοίμασται· ὥσπερ οὖν καὶ σοὶ, βασιλεῦ θεοσεβέστατε, ᾧ μόνῳ τῶν ἐξ αἰῶνος ἐντεῦθεν ἤδη τὸν ἀνθρώπειον ἀποκαθάραι βίον, αὐτὸς ὁ τῶν ὅλων παμβασιλεὺς Θεὸς ἐδωρήσατο· ᾧ καὶ τὸ αὐτοῦ σωτήριον ἀνέδειξε
a turning-post, indeed, of the infinity of numbers, and a boundary and end of monads; and together the triad entwined with the decade, and coming round a third time the circuit of the ten cycles, begets a most natural number, thirty; for what the triad is among monads, this the triacontad is among decades. And this is the fixed boundary of the second great luminary after the sun; the circuit of the moon, accordingly, from conjunction to conjunction wrought out the cycle of a month; after which, receiving once more a beginning of birth, it makes a fresh start of new light and new days, adorned with thirty monads, honoured with three decades, and brightened with ten triads. With these very things the affairs of the world-ruling sovereignty of the Victorious emperor, honoured by the Giver of all good things, lay hold of a beginning of new good things, up to now fulfilling tricennial festivals, and already from this point touching upon longer intervals, and wooing beforehand hopes of good things to come in a heavenly kingdom; where hosts of boundless lights dance around the King of all, not one sun existing there, but all bringing with them lights mightier than the sun, brightened and gleaming forth with the radiance of the flashings of the eternal spring. There is life of soul in undefiled beauties of good things, there life outside every grief, there enjoyment of temperate and all-holy pleasure, and timeless time, long-enduring and unending, lengthened out to an uncircumscribed end, measured no longer by intervals of days and months, nor by cycles of years and circuits of seasons and times, but enduring in one life stretched out to infinity, not illumined by the sun, nor shone upon by multitude of stars and beams of the moon, but having as its luminary God the Word Himself, the Only-begotten Son of the All-King. Wherefore secret theologies of discourses also initiate us into Him as Sun of righteousness and Light beyond all lights; and we believe that this very One shines down upon the all-blessed powers with rays of righteousness and beams of wisdom, and that, receiving into His own bosom instead of the heavenly circumference the souls prepared by piety, He confirms by deeds the promises of His own assurances; whereas mortal eye has not seen, nor has any hearing discerned, nor could even a mind clothed in flesh be able to peer through at the things prepared beforehand for those who have adorned themselves with piety; just as indeed for you also, most God-revering emperor, to whom alone of those from of old the All-King of all, God Himself, has granted already from here below to cleanse human life; to whom also He displayed His saving
Notes, col. 1349

On the reading

Printed τῶν, for τὸν.

PG 20:1352Read from the page
σημεῖον, δι' οὗ τὸν θάνατον καταγωνισάμενος, τὸν κατὰ τῶν ἐχθρῶν ἤγειρε θρίαμβον· ὃ δὴ νικητικὸν τρόπαιον, δαιμόνων ἀποτρόπαιον, τοῖς τῆς πλάνης ἰνδάλμασιν ἀντιπαρατάξας, [τὰς] κατὰ πάντων ἀθέων πολεμίων τε καὶ βαρβάρων, ἤδη δὲ καὶ αὐτῶν βαρβάρων, ἄλλων τουτωνὶ δαιμόνων, ἦρω τὸ νῖκος.
sign, through which, having overcome death, He raised the triumph against His enemies; having arrayed this victorious trophy, averter of demons, against the idols of error, you carried off the victory — those [victories] against all godless enemies and barbarians, and now even against the barbarians themselves, these other demons here.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Δυοῖν γάρτοι φύσεων ἐν ἡμῖν συμπεπλεγμένων, ψυχῆς λέγω καὶ σώματος, καὶ τοῦ μὲν ὁρωμένου τοῖς πᾶσι, τοῦ δ' ἀφανοῦς καθεστῶτος, ἐπὶ τούτοις ἐναντία βάρβαρα καὶ πολέμια γένη, τὸ μὲν ἀφανῶς, τὸ δ' ἐκ τοῦ προφανοῦς, παρετάττετο· καὶ τὸ μὲν σώματα σώματι προβεβλημένον, τὸ δ' ἀσωμάτοις παμμαχίαις γυμνὴν αὐτὴν ἐπολιόρκει τὴν ἀνθρώπου ψυχήν· εἶθ' οἱ μὲν ὁρατοὶ βάρβαροι, νομάδες τινὲς ἄγριοι, θηρῶν οὐδὲν διαφέροντες, ἐπὶ τὰς ἡμέρους τῶν ἀνθρώπων ἐφοίτων ἀγέλας, χώρας δηοῦντες, πόλεις ἐξανδραποδιζόμενοι, λύκων ἀπηνῶν δίκην ἐκ τῆς ἐρήμης τοῖς κατὰ πόλιν ἐπιόντες· κἄπειτα λυμαινόμενοι ὅσοις ἂν δύναιντο· οἱ δ' ἀφανεῖς ἐχθροὶ ψυχοφθόροι δαίμονες, οἱ δὴ βαρβάρων ἁπάντων ἀπηνέστεροι, ἀμφὶ τὸν ἀέρα τόνδε ποτώμενοι, πᾶν τὸ θνητὸν γένος μηχαναῖς πολυθέου κακίας ἐξηνδραποδίζοντο· ὡς μηκέτ' αὐτοῖς εἶναι Θεὸν τὸν ἀληθῆ Θεὸν, ἀλλά τινα πολὺν καὶ ἄθεον πλάνον ἀλᾶσθαι· τοὺς γὰρ μηδαμῆ μηδαμῶς ὄντας οὐκ οἶδ' ὁπόθεν παραγαγόντες, τὸν ὄντα καὶ μόνον ἀληθῶς ὄντα, ὡς οὐκ ὄντα, πάρεργον ἐποιήσαντο. Ἔνθεν αὐτοῖς ἡ τῶν σωμάτων γένεσις ἐνομίσθη Θεὸς, καὶ πάλιν ἄλλος ἐναντίος τούτῳ θεὸς, ὁ τῶν αὐτῶν διαφθορά τε καὶ λύσις. Ἀλλ' ὁ μὲν πρῶτος αὐτοῖς, ὡς ἂν γενέσεως ἀρχηγὸς, Ἀφροδίτης ὀργίοις ἐτιμᾶτο· ὁ δὲ δεύτερος ὡς ἂν πολὺς καὶ τοῦ θνητοῦ κατισχύων γένους, Πλούτων καὶ Θάνατος ὠνομάζετο· ὡς γὰρ μηδετέραν ἢ τὴν διὰ γενέσεως ζωὴν εἰδότες οἱ τότ' ἄνθρωποι, τὴν ταύτης αἰτίαν καὶ γένεσιν, θεὸν εἶναι ἀπέφαινον· καὶ ὡς μηκέτ' ὄντες μετὰ θάνατον, νικητὴν ἁπάντων καὶ
For since two natures are intertwined within us — soul, I mean, and body, the one seen by all and the other invisible — against these two opposing barbarous and hostile races arrayed themselves, the one invisibly and the other openly; and the one, putting forward bodies against body, and the other with bodiless assaults of every kind, besieged the naked soul of man itself; then the visible barbarians, certain wild nomads differing in nothing from beasts, used to come against the gentle herds of men, laying waste lands, enslaving cities, falling upon city-dwellers out of the desert after the manner of cruel wolves, and next ravaging as many as they could; while the unseen enemies, soul-destroying demons, more cruel indeed than all barbarians, flitting about this air here, enslaved the whole mortal race by contrivances of polytheistic wickedness, so that the true God was no longer God to them, but they wandered in a great and godless error; for having brought in from I know not where those that nowhere and in no wise exist, Him Who is and Who alone truly is they treated as a thing of no account, as though He were not. Hence the generation of bodies was deemed a god by them, and again another god contrary to this one, who was the corruption and dissolution of the same. Now the first was honoured among them with the orgies of Aphrodite, as author of generation; while the second, as being mighty and prevailing over the mortal race, was named Pluto and Death; for since the men of that time knew neither any other life than that through generation, they declared the cause and origin of this to be a god; and as existing no longer after death, conqueror of all and