ἰδέᾳ, καὶ τῆς ἀνωτάτω μετασχὼν δυνάμεως ἀνδρεῖος· ἀτὰρ δὴ καὶ βασιλεὺς ἀληθεῖ λόγῳ χρηματίσειεν οὗτος, ὁ τῆς ἐπέκεινα βασιλείας τὸ μίμημα, βασιλικαῖς ἀρεταῖς τὴν ψυχὴν μεμορφωμένος· ὁ δὲ τούτων ἀπεξενωμένος, καὶ τὸν βασιλέα τῶν ὅλων ἀπαρνηθεὶς, μηδὲ τὸν ἐπουράνιον ψυχῶν ἐπιγραψάμενος πατέρα, μηδὲ τὸν πρέποντα βασιλεῖ κόσμον περιθέμενος, ἀμορφίαν δὲ καὶ αἶσχος ἀναλαβὼν τῇ ψυχῇ, καὶ θηρὸς μὲν ἀγρίου θυμὸν βασιλικῆς ἡμερότητος ἀντικαταλλαξάμενος, ἰὸν δὲ δυσαλθῆ κακίας ἀντ' ἐλευθερίου διαθέσεως, μωρίαν δ' ἀντὶ φρονήσεως, καὶ ἀντὶ λόγου καὶ σοφίας τὴν παντὸς δυσειδεστάτην ἀλογίαν, ἐξ ἧς ὥσπερ ἀπὸ πικροῦ πόματος, τὰ λυμαντικὰ συνομαρτεῖ βλαστήματα, βίος ἄσωτος καὶ ἄσωστος, πλεονεξίαι, μιαιφονίαι, θεομαχίαι, δυσσέβειαι· τούτοις ἐνδοθεὶς, κἂν νομίζηταί ποτε τυραννικῇ βίᾳ κρατεῖν, ἀλλ' οὔπω τἀληθεῖ λόγῳ χρηματίσει βασιλεὺς οὗτος. Πῶς δ' ἂν τὸ μίμημα τῆς μοναρχικῆς ἐξουσίας οἷός τε ἂν εἴη φέρειν, ὁ μυρίας ψευδογραφουμένας δαιμόνων εἰκόνας τῇ αὐτοῦ ψυχῇ τετυπωμένος; Πῶς δ' ἄρχων καὶ τῶν ὅλων κύριος, ὁ μυρίους καθ' ἑαυτοῦ πικροὺς δεσπότας ἐφειλκυσμένος, καὶ δοῦλος μὲν αἰσχρᾶς ἡδονῆς, δοῦλος δ' ἀκολάστου γυναικομανίας, δοῦλος δὲ χρημάτων ἐξ ἀδίκου ποριζομένων, δοῦλος θυμοῦ καὶ ὀργῆς, δοῦλος φόβου καὶ δειμάτων, δοῦλος μιαιφόνων δαιμόνων, δοῦλος ψυχοφθόρων πνευμάτων; Διὸ δὴ μόνος ἡμῖν βασιλεὺς σὺν ἀληθείᾳ μάρτυρι κεκηρύχθω, ὁ τῷ παμβασιλεῖ Θεῷ φίλος, ὁ δὴ μόνος ἐλεύθερος, μᾶλλον δὲ ὁ Κύριος ἀληθῶς, καὶ χρημάτων μὲν ἀνώτερος, γυναικῶν δὲ ἐπιθυμίας κρείττων, νικητὴς δὲ ἡδονῶν καὶ τῶν κατὰ φύσιν, κρατῶν δὲ θυμοῦ καὶ ὀργῆς, ἀλλ' οὐ κρατούμενος· αὐτοκράτωρ ἀληθῶς οὗτος, φερώνυμον τῇ πράξει φέρων τὴν ἐπηγορίαν· Νικητὴς ἐτύμως, ὁ τὴν νίκην τῶν καταπαλαιόντων θνητὸν γένος παθῶν ἀράμενος· ὁ πρὸς τὴν ἀρχέτυπον τοῦ μεγάλου βασιλέως ἀπεικονισμένος ἰδέαν, καὶ ταῖς ἐξ αὐτῆς τῶν ἀρετῶν αὐγαῖς, ὥσπερ ἐν κατόπτρῳ τῇ διανοίᾳ μορφωθεὶς, ἐξ αὐτῶν δὲ ἀποτελεσθεὶς σώφρων, ἀγαθὸς, δίκαιος, ἀνδρεῖος, εὐσεβὴς, φιλόθεος· ἀληθῶς δὴ καὶ μόνος φιλόσοφος βασιλεὺς οὗτος, ὁ ἑαυτὸν εἰδὼς, καὶ τὰς ἔξωθεν αὐτῷ, μᾶλλον δ' οὐρανόθεν ἐπαρδομένας παντὸς ἀγαθοῦ χορηγίας ἐξεπιστάμενος· ὁ τῆς μονάρχου δυναστείας τὸ σεβάσμιον πρόσρημα τῷ τῆς ἀμπεχόνης ἐξαιρέτῳ περιβλήματι διαφαίνων, καὶ τὴν πρέπουσαν αὐτῷ βασιλικὴν ἁλουργίδα μόνος ἐπαξίως ἐμπεριειλημμένος.
form, and courageous through having partaken of the supreme power; and indeed by a true reckoning this man might be styled king, who has formed his soul with royal virtues as the copy of the kingdom beyond; whereas he who is estranged from these, and has denied the King of the universe, and has neither acknowledged the heavenly Father of souls, nor invested himself with the adornment befitting a king, but has taken up deformity and shame in his soul, and exchanged royal gentleness for the fury of a wild beast, and hard-to-heal venom of malice instead of a liberal disposition, and folly instead of prudence, and instead of reason and wisdom that unreason most hideous of all, from which as from a bitter draught, destructive shoots accompany together—a prodigal and unsaved life, covetousnesses, blood-guiltinesses, fightings against God, impieties—having given himself up to these, even though he be thought at times to rule by tyrannical violence, yet never by the true reckoning will this man be styled king. For how could he be able to bear the copy of monarchical authority, who has stamped upon his soul myriad falsely drawn images of demons? And how [could he be] ruler and lord of all, who has drawn upon himself myriad bitter masters, and [is] a slave of shameful pleasure, a slave of licentious madness after women, a slave of wealth procured from injustice, a slave of passion and wrath, a slave of fear and terrors, a slave of blood-stained demons, a slave of soul-destroying spirits? Wherefore indeed let him alone be proclaimed king by us with truth as witness, him who is dear to God the All-Sovereign, who indeed alone [is] free, or rather truly lord, both superior to wealth, and stronger than desire of women, and victor over pleasures even those according to nature, mastering passion and wrath, and not mastered; truly sovereign [is] this man, bearing the appellation named after the deed; Victor in very truth, who has won the victory over the passions that wrestle down the mortal race; who has been fashioned after the archetypal form of the great King, and shaped in his thought as in a mirror by the rays of the virtues proceeding from it, and perfected from them as temperate, good, righteous, courageous, pious, God-loving; truly indeed and alone a philosopher-king [is] this man, who knows himself, and thoroughly understands the supplies of every good watered upon him from without, or rather from heaven; who displays the august title of monarchical dominion by the choice vesture of his attire, and alone has worthily wrapped round himself the royal purple robe befitting him.