Migne Reading Room

PG 20 · cols. 1317–1328 · Read from the page

Eusebius, In Praise of Constantine

Eusebius, In Praise of Constantine

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:1317Read from the page
ἄνθεσι, ῥημάτων φράσει κεκαλλιεπημένοις, ἡδονῆς φάρμακα τοῖς τῶνδε προπιοῦμαι φίλοις· σοφοῖς δὲ πειθόμενος, παραγγέλλω τὰς λεωφόρους φεύγειν καὶ ἐκτρέπεσθαι, μηδὲ τῷ πλήθει συνωθεῖσθαι διακελεύομαι. Ἥκω δὴ βασιλικῶν ὕμνων καινωτέρας ᾠδῆς ἐν ὑμῖν ἀπαρξόμενος. Μυρίων δ' ἀμφὶ τὴν αὐτὴν ἐμοὶ σπευδόντων χορείαν, πάτον ἀνθρώπων ἀλεείνων αὐτὸς, τὴν ἀτριβῆ βαδιοῦμαι, ἧς οὐ θέμις ἀνίπτοις ἐπιβαίνειν ποσίν. Οἱ μέν γε δημώδεις, μειρακίων τε σοφίσμασι πεπατημένους μετιόντες λόγους, μοῦσάν τε ἡδεῖαν καὶ πάνδημον ἀσπαζόμενοι, θνητὰς ἀκοὰς θνητοῖς διηγήμασι θελγόντων, ἡδονῇ τὸ κριτήριον ἀποδόντες· οἱ δ' αὐτῆς μύσται τῆς καθόλου σοφίας, θείων ἐπιστήμης ἅτε καὶ ἀνθρωπίνων ἐπήβολοι, τὴν τοῦ κρείττονος ἐκλογὴν ἐν ἀγαθοῦ μοίρᾳ θέμενοι, τὰς αὐτοῦ βασιλέως θεοφιλεῖς ἀρετὰς, φιλοθέους τε πράξεις, τῶν ἀνθρωπίνων προὐτίμησάν τε καὶ εἵλοντο, δευτέροις ἀνυμνεῖν τὰ δεύτερα τῶν καλῶν παραχωρήσαντες. Θείων γὰρ καὶ ἀνθρωπείων σοφίας οὔσης καὶ ἐν βασιλέως ψυχῇ, καὶ τῶν μὲν εἰς Θεὸν, τῶν δ' εἰς ἀνθρώπους τεινόντων, τοῖς μὲν ἐκτὸς περιβόλων ἱερῶν ἑστῶσιν, οἵπερ δὴ ἐπιτήδειοι, τὰ ἀνθρώπεια διακονείσθων, σεμνὰ μὲν ὅμως καὶ ὑπερφυῆ, βιωφελῆ τε καὶ ταῦτα· πάντα γὰρ τὰ βασιλέως, καλὰ, πλὴν ἔτι λειπόμενα τῶν θειοτέρων· οἱ δ' ἀνακτόρων ἁγίων εἴσω, ἀδύτων τε καὶ ἀβάτων μυχῶν ἐντὸς διαβεβηκότες, θύρας βεβήλοις ἀκοαῖς ἀποκλείσαντες, τὰς ἀποῤῥήτους βασιλέως μυήσεις τοῖς τούτων μύσταις διηγείσθων μόνοις· οἱ δὲ τὰ ὦτα νάμασιν εὐσεβείας καθηράμενοι, ψυχῆς τε αὐτῆς μεταρσίῳ πτερῷ τὸ νοερὸν ἐπερείσαντες, ἀμφὶ τὸν πάντων βασιλέα χορευόντων, σιγῇ τὰ θεῖα τελούμενοι· λογίων δὲ χρησμοὶ, οὐκ ἐκ μαντείας μᾶλλον ἢ μανίας παράφρονος, φωτὸς δ' ἐπιπνοίαις ἐνθέου προσπεφωνημένοι, τῶν τελείων ἡμῖν γενέσθωσαν διδάσκαλοι, ἀμφὶ βασιλείας αὐτῆς, ἀμφί τε βασιλέως τοῦ ἀνωτάτου. δορυφορίας τε θείας ἀμφὶ τὸν πάντων βασιλέα, τοῦ τε καθ' ἡμᾶς βασιλικοῦ παραδείγματος, καὶ τοῦ τὸ χάραγμα κεκιβδηλευμένου, τῶν θ' ἑκατέρῳ συνομαρτούντων τάγματι. Οἷς δὴ τὰς θεοπρεπεῖς τελετὰς ἱεροφαντούμενοι, ὧδέ πη θείων ὀργίων ἐφαψώμεθα.
flowers, embellished with phrasing of words, shall I pledge potions of pleasure to those who are fond of such things; but obeying wise men, I charge all to flee and turn aside from the highways, and bid them not jostle together with the multitude. I am come indeed to make a first-offering among you of a newer strain of royal hymns. And while countless others hasten around the same choral dance with me, shunning the trodden path of men myself, I shall walk the untrodden way, upon which it is unlawful to tread with unwashed feet. Let popular speakers indeed, pursuing discourses worn smooth by the subtleties of youths, and welcoming a sweet and vulgar muse, charm mortal ears with mortal narratives, having assigned the standard of judgement to pleasure; whereas those initiated into universal wisdom itself, inasmuch as they are masters of the knowledge of things divine and human, counting the choice of the better part as a supreme good, have preferred and chosen the God-beloved virtues of the emperor himself, and his God-loving deeds, above human things, yielding to secondary speakers to celebrate in hymns the secondary among noble things. For since wisdom of things divine and human is also in the emperor's soul, and the former tend towards God, the latter towards men, to those standing outside the sacred precincts let such as are suitable minister the human matters, august indeed nonetheless and extraordinary, and profitable for life these too; for all things of the emperor are noble, save yet falling short of the more divine; while let those who have passed within the holy palace, and inside the inmost shrines and untrodden recesses, having shut the doors to profane ears, recount the ineffable initiations of the emperor to those initiated into these things alone; and let those who have cleansed their ears with streams of piety, and supported the intellect upon the lofty wing of the soul itself, dance in chorus around the King of all, being initiated in silence into things divine; and let oracles of sacred utterances, uttered not from divination—or rather deranged madness—but by inspirations of divine light, become our teachers of the perfect things, concerning sovereignty itself, and concerning the Supreme King, and the divine bodyguard around the King of all, both the royal exemplar among us, and that which has counterfeited the stamp, and the host accompanying each of the two in rank. Being initiated by these as hierophants into the rites befitting God, in some such way as this let us lay hold of divine mysteries.
Notes, col. 1317

On the reading

Printed ἀνωτάτου., for ἀνωτάτου,.

PG 20:1320Read from the page
ΚΕΦΑΛΑΙΟΝ Αʹ.
Chapter I.
Πανήγυρις μὲν αὕτη βασιλέως μεγάλου, χαίρομεν δ' ἐν αὐτῇ θειάζοντες λόγων ἱερῶν παιδεύμασιν, οἱ βασιλικοὶ παῖδες· ἐξάρχει δ' ἡμῖν τῆς ἑορτῆς, ὁ μέγας βασιλεύς. Μέγαν δ' ἐγὼ βασιλέα καλῶ, τὸν ἀληθῶς μέγαν· τοῦτον δ' εἶναί φημι (οὐ νεμεσσήσει δὲ παρὼν βασιλεὺς, ἀλλὰ καὶ συνευφημήσει τῇ θεολογίᾳ) τὸν ἐπέκεινα τῶν ὅλων, τὸν πάντων ἀνώτατον, τὸν ὑπέρτατον, τὸν ὑπερμεγέθη, οὗ θρόνοι μὲν τῆς βασιλείας, ἀψῖδες οὐράνιοι, γῆ δὲ ὑποπόδιον αὐτοῦ τῶν ποδῶν· οὐδέ τις ἐπαξίως νοῆσαι τοῦτον δύναιτ' ἄν· φῶς δ' ἀμφ' αὐτὸν ἀπαστράπτον ἀῤῥήτοις ἀκτίνων μαρμαρυγαῖς, παντί τῳ τῆς αὐτοῦ θεότητος ἀπείργει τὴν θέαν. Τοῦτον στρατιαὶ περιπολοῦσιν οὐράνιοι, δορυφοροῦσι δ' ὑπερκόσμιοι δυνάμεις, τὸν αὐτὸν δεσπότην καὶ κύριον καὶ βασιλέα γνωρίζουσαι· ἀγγέλων τε ἄπειρα πλήθη, θίασοί τε ἀρχαγγέλων, καὶ πνευμάτων ἁγίων χοροὶ, τῶν ἀμφ' αὐτὸν μαρμαρυγῶν ὥσπερ ἐξ ἀεννάων φωτὸς πηγῶν ἀρυτόμενοι, καταυγάζονται. Φῶτά τε πάντα, καὶ φώτων ἀσωμάτων θεῖα καὶ νοερὰ γένη, τὸν ἐπέκεινα χῶρον οὐρανοῦ λαχόντα, τὸν μέγαν βασιλέα τοῖς ἀνωτάτω καὶ θεοπρεπέσιν ὕμνοις γεραίρουσι· μέσος δ' ἀμφιβέβληται μέγας οὐρανὸς περιπέτασμα κυάνεον, τοὺς ἐκτὸς, τῶν εἴσω βασιλικῶν οἴκων διεῖργον· ἀμφὶ δὲ τοῦτον ὡς ἐν βασιλείοις προθύροις περιπολοῦσι δᾳδουχοῦντες, ἥλιος καὶ σελήνη καὶ τὰ κατ' οὐρανὸν φωσφόρα, τὸν βασιλέα τιμῶντες, αὐτοῦ τε νεύματι καὶ λόγῳ, τοῖς τὸν σκότιον ἔξω λαχοῦσιν οὐρανοῦ χῶρον, φωτὸς ἀσβέστους ἐξάπτοντες λαμπάδας. Τοῦτον ἡμῶν τὸ⟨…⟩ μέγαν βασιλέα Χριστὸν, καὶ αὐτὸν τὸν καλλίνικο⟨…⟩ ἡμῶν βασιλέα ἀνυμνεῖν συνησθημένος, εὖ μάλα δοκῶ μοι ποιεῖν, ἅτε τῆς βασιλείας ἡμῖν τοῦτον μόνον
This is a festival of a great King, and we, the royal children, rejoice in it, inspired by the teachings of sacred discourses; and He Who leads our feast is the great King. And by great King I call Him Who is truly great; and Him I affirm to be (nor will the emperor who is present feel indignation, nay rather he will join in applauding the theology) Him Who is beyond the universe, the highest of all, the supreme, the surpassingly great, the thrones of Whose kingdom are the vaults of heaven, while earth is the footstool of His feet; nor could anyone worthily conceive of Him; and light flashing forth around Him with ineffable gleamings of rays bars to everyone the sight of His Godhead. Around Him heavenly armies move in circuit, and supercosmic powers attend as bodyguards, acknowledging the same Master and Lord and King; and boundless multitudes of angels, and bands of archangels, and choirs of holy spirits, drawing from the gleamings around Him as though from ever-flowing springs of light, are illumined. And all lights, and divine and intellectual kinds of incorporeal lights, having been allotted the region beyond heaven, honour the great King with the highest hymns befitting God; and in the midst great heaven has been cast around as a dark-blue veil, shutting off those outside from those within the royal chambers; and around it, as in royal forecourts, move in circuit bearing torches sun and moon and the luminaries in heaven, honouring the King, and at His nod and word kindling unquenchable lamps of light for those allotted the dark region outside heaven. Being well aware that Christ, and our triumphantly victorious emperor himself, celebrate in hymns This our great King, I seem to myself to do right well, inasmuch as of our sovereignty Him alone
PG 20:1321Read from the page
εἰδὼς αἴτιον· τοῦτον καὶ φιλόθεοι Καίσαρες πηγὴν ἁπάντων ἀγαθῶν εἶναι γνωρίζουσι, πατρόθεν τὸ μάθημα παρειληφότες· τοῦτον στρατοπέδων δῆμοι, λαοὶ παμπληθεῖς κατὰ χώρας καὶ κατὰ πόλεις, ἐθνῶν τε ἄρχοντες ἐκκλησιάζοντες, εὐσεβοῦσιν, ὑπὸ μεγάλῳ Σωτῆρι καὶ διδασκάλῳ παιδευόμενοι· ἀλλὰ καὶ πᾶν ἀθρόως γένος ἀνθρώπων, ἔθνη παντοῖα, φυλαὶ καὶ γλῶσσαι, κοινῇ τε πάντες ὁμοῦ καὶ κατὰ μέρος, ταῖς γνώμαις διεστῶτες τὰ ἄλλα, κατὰ μόνην τήνδε συμφωνοῦσι τὴν ὁμολογίαν, τὸν ἕνα καὶ μόνον λογισμοῖς ἐμφύτοις, αὐτομαθέσι τε καὶ αὐτοδιδάκτοις ἐννοίαις θεοκλυτοῦντες. Τί δ'; οὐχὶ καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον αὐτὸν δεσπότην γνωρίζει, τοῖς ἐξ αὐτῆς ἀναδιδομένοις βλαστήμασί τε καὶ ζώοις, τὴν πρὸς τὸ νεῦμα τοῦ κρείττονος ὑποταγὴν ἐνδεικνυμένη; Τοῦτον καὶ ποταμῶν ῥοαὶ πλημμυροῦσαι τοῖς νάμασι, πηγῶν τε τῶν ἐξ αἰῶνος, βυθῶν ἀπείρων ἀεννάων πηγάζουσαι ῥύσεις, τῆς ἀῤῥήτου θαυματουργίας ἐπιγράφονται αἴτιον· αὐτὸν καὶ θαλάττης ἄβυσσοι βένθεσιν ἀπείροις ἐγκεκλεισμέναι· κυρτούμενά τε κύματα, μετέωρα εἰς ὕψος αἰρόμενα καὶ φόβον ἀπειλοῦντα τῇ γῇ, μέχρις αὐτῶν αἰγιαλῶν προϊόντα, πτήσσει, νεύματι θείου νόμου πεπεδημένα· αὐτὸν καὶ χειμερίων ὄμβρων μεμετρημένα ῥεύματα, κτύποι τε βροντῶν καὶ ἀστραπῶν λαμπηδόνες, παλίνστροφοί τε ἀνέμων ῥιπαὶ, νεφῶν τε διαέριοι πορεῖαι, τοῖς τὴν αὐτοῦ θέαν αὐτοπτεῖν ἀδυνάτοις, προφαίνουσιν· ἀλλὰ καὶ ὁ παμφαὴς ἥλιος τὸν μακρὸν αἰῶνα δολιχεύων, μόνον αὐτὸν οἶδε Κύριον, αὐτοῦ τε νεύματι δουλεύων, οὔποτε βαίνειν ἐκτὸς ὅρων τολμᾷ· σελήνη τε ὑποχωροῦσα τὸ φέγγος ἡλίῳ, χρόνων τε περιόδοις μειουμένη καὶ πάλιν αὐξομένη, θεσμοῖς ὑποτάττεται θείοις· κάλλη τε οὐρανοῦ, χορείαις ἄστρων ἀποστίλβοντα, βαίνοντά τε σὺν τάξει καὶ ἁρμονίᾳ, καὶ τοὺς αὑτῶν ἀναμετρούμενα κύκλους, τὸν παντοίων δοτῆρα φώτων ἀνακηρύττουσιν, ὁμοῦ τε πάντες οὐράνιοι φωστῆρες, αὐτοῦ νεύματι καὶ λόγῳ μίαν συνταξάμενοι μελῳδίαν, μακρῶν αἰώνων κύκλοις δολιχὸν ἐξανύοντες δρόμον, αἰθερίων σταδίων διιππεύουσιν ἀγῶνας· νυκτῶν τε καὶ ἡμερῶν ἀμοιβαῖαι κινήσεις, ὡρῶν τε καὶ καιρῶν μεταβολαὶ, ῥυθμοί τε
knowing to be the cause; Him also God-loving Caesars recognize to be the fountain of all good things, having received the lesson from their father; Him the hosts of camps, multitudinous peoples throughout countries and throughout cities, and rulers of nations assembling together, reverence, being instructed under a great Saviour and Teacher; nay more, the whole race of men all together, nations of every kind, tribes and tongues, both all jointly together and singly, though at variance in their opinions as to other matters, agree in this confession alone, invoking the One and Only with inborn reasonings, and with self-learned and self-taught conceptions. What then? Does not even the whole element of the earth acknowledge Him as Master, displaying by the shoots and living creatures sent up from her its subjection to the nod of the Higher One? Him also streams of rivers brimming with their waters, and gushing flows of springs from of old, from boundless ever-flowing depths, inscribe as cause of the ineffable wonder-working; Him also abysses of the sea enclosed in boundless depths; and arching waves, lifted aloft to a height and threatening terror to the earth, advancing right up to the shores themselves, cower down, fettered by the nod of divine law; Him also measured floods of winter rains, and crashes of thunders and flashes of lightnings, and wheeling blasts of winds, and courses of clouds through the air, manifest beforehand to those unable to behold with their own eyes the sight of Him; nay more, the all-shining sun also, running the long course of the long age, knows Him alone as Lord, and serving His nod, never dares to step outside its bounds; and the moon, yielding in brightness to the sun, and waning in revolutions of times and waxing again, is subjected to divine ordinances; and the beauties of heaven, gleaming forth in choral dances of stars, advancing with order and harmony, and measuring out their own cycles, proclaim the Giver of lights of every kind, and all together the heavenly luminaries, having arrayed one melody at His nod and word, accomplishing a long course through cycles of long ages, ride through the contests of ethereal racecourses; and the alternating movements of nights and days, the changes of hours and seasons, and rhythms
PG 20:1324Read from the page
καὶ τάξεις τοῦ παντὸς (τῆς ἀπειρομεγέθους δυνάμεως) τὴν πολυποίκιλον σοφίαν γεραίρουσιν· αὐτῷ καὶ δυνάμεις ἀφανεῖς, ἀμφὶ τὰ δι' ἀέρος ἀνειμένα πεδία ποτώμεναι, τὴν ὀφειλομένην καὶ πρέπουσαν θεολογίαν ἀναπέμπουσιν· τοῦτον δὴ τὸν μέγαν βασιλέα, καὶ αὐτὸς ὁμοῦ πᾶς ἀνυμνεῖ κόσμος· τοῦτον ἄνωθεν οὐρανοὶ, οὐρανίων τε ἁψίδων ὑπέρτεροι χοροὶ, γεραίρουσιν· ὑμνοῦσι δ' ὕμνοις ἀῤῥήτοις ἀγγέλων στρατιαὶ, πνεύματά τε νοεροῦ φωτὸς ἔκγονα, τὸν σφῶν γεννήτορα θεολογοῦσι· τοῦτον αἰῶνες ἄχρονοι πρὸ οὐρανοῦ τοῦδε καὶ πρὸ κόσμου, ἄλλοι τε τοῦτον ἄπειροι αἰῶνες αἰώνων, πρὸ πάσης τῆς τῶν ὁρατῶν ὑποστάσεως, μόνον καὶ μέγαν Δεσπότην καὶ Κύριον ἐπιγράφονται· τοῦτον καὶ αὐτὸς ἐπὶ πᾶσι καὶ πρὸ πάντων καὶ μετὰ πάντας, ὁ προὼν αὐτοῦ μονογενὴς Λόγος, ὁ δὴ μέγας Ἀρχιερεὺς τοῦ μεγάλου Θεοῦ, παντὸς χρόνου καὶ πάντων αἰώνων πρεσβύτατος, τῇ τοῦ Πατρὸς καθωσιωμένος τιμῇ, πρῶτος καὶ μόνος τῆς πάντων ὑπεριλάσκεται σωτηρίας, πρωτείοις μὲν τῆς τῶν ὅλων ἀρχῆς, δευτερείοις δὲ τῆς Πατρικῆς βασιλείας ἐνδοξαζόμενος, ὅτι δὴ τὸ φῶς αὐτὸς ἦν τὸ ἐπέκεινα τῶν ὅλων ἀμφὶ τὸν Πατέρα χορεῦον, μεσιτεῦόν τε καὶ διεῖργον τῆς τῶν γενητῶν οὐσίας. τὴν ἄναρχον καὶ ἀγένητον ἰδέαν· ὃ δὴ καὶ ἄνωθεν ἐξ ἀλήκτου καὶ ἀνάρχου θεότητος ἀναβλυστάνον, ἔξω πρόεισι, τὸν ὑπερουράνιον χῶρον, τά τε εἴσω οὐρανοῦ πάντα, κρείττοσιν ἢ καθ' ἥλιον σοφίας καταλάμπον αὐγαῖς· αὐτὸς δ' ἂν εἴη ὁ τοῦδε τοῦ σύμπαντος καθηγεμὼν κόσμου, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ὁρωμένοις τε καὶ ἀφανέσιν, ἐπιπορευόμενος τοῦ Θεοῦ Αόγος· παρ' οὗ καὶ δι' οὗ τῆς ἀνωτάτω βασιλείας τὴν εἰκόνα φέρων ὁ τῷ Θεῷ φίλος βασιλεὺς, κατὰ μίμησιν τοῦ κρείττονος, τῶν ἐπὶ γῆς ἁπάντων τοὺς οἴακας διακυβερνῶν ἰθύνει.
and orders of the universe honour the manifold wisdom (of the infinitely great power); to Him also invisible powers, flying round the open plains throughout the air, send up the due and fitting praise of Deity; this great King, indeed, the whole cosmos itself together celebrates in hymns; Him from above the heavens, and the choirs higher than the heavenly vaults, honour; and hosts of angels hymn Him with ineffable hymns, and spirits, offspring of intellectual light, celebrate their Begetter as God; Him timeless ages before this heaven and before the cosmos, and Him other infinite ages of ages, before all the subsistence of visible things, acknowledge as sole and great Master and Lord; Him also He Who Himself is over all and before all and after all, His pre-existent Only-begotten Word, the great High Priest indeed of the great God, elder than all time and all ages, consecrated to the honour of the Father, first and alone propitiates for the salvation of all, glorified with the first rank of the sovereignty of the universe, and with the second place of the paternal kingdom, inasmuch as He Himself was the light beyond the universe dancing round the Father, mediating and separating the beginningless and unbegotten nature from the essence of generated things; which indeed also gushing forth from above out of ceaseless and beginningless Deity, proceeds outward, illumining the supercelestial region, and all things within heaven, with rays of wisdom mightier than those of the sun; and He Himself would be the leader of this whole cosmos, the Word of God traversing over all and through all and in all things both seen and unseen; from Whom and through Whom bearing the image of the supreme kingdom, the sovereign dear to God, in imitation of the Higher One, steers and directs the helms of all things upon earth.
Notes, col. 1324

On the reading

Printed οὐσίας., for οὐσίας,.

Printed Αόγος, for Λόγος.

PG 20:1325Read from the page
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter II.
Ὁ μέν γε τοῦ Θεοῦ μονογενὴς Λόγος, τῷ αὐτοῦ Πατρὶ συμβασιλεύων ἐξ ἀνάρχων αἰώνων εἰς ἀπείρους καὶ ἀτελευτήτους αἰῶνας· ὁ διαρκὴς δὲ τούτῳ φίλος, ταῖς ἄνωθεν βασιλικαῖς ἀποῤῥοίαις χορηγούμενος, τῷ τε τῆς θεϊκῆς ἐπηγορίας ἐπωνύμῳ δυναμούμενος, μακραῖς ἐτῶν περιόδοις τῶν ἐπὶ γῆς κρατεῖ. Εἶθ' ὁ μὲν τῶν ὅλων σωτὴρ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον, τήν τε ἀνωτάτω βασιλείαν, εὐπρεπῆ τῷ αὐτοῦ Πατρὶ παρασκευάζει· ὁ δὲ τούτῳ φίλος, αὐτῷ τῷ μονογενεῖ καὶ σωτῆρι Λόγῳ τῶν ἐπὶ γῆς τοὺς ὑποχειρίους προσάγων, ἐπιτηδείους πρὸς τὴν αὐτὴν βασιλείαν καθίστησι. Καὶ ὁ μὲν κοινὸς τῶν ὅλων Σωτὴρ τὰς ἀποστατικὰς δυνάμεις, ὅσαι ποτὲ ἀμφὶ τόνδε τὸν ὑπὲρ γῆς ἀέρα διιπτάμεναι ταῖς τῶν ἀνθρώπων ἐνέχριμπτον ψυχαῖς, ἀοράτῳ καὶ θεϊκῇ δυνάμει, οἷα θῆρας ἀγρίους, τῶν αὐτοῦ θρεμμάτων ποιμένος ἀγαθοῦ δίκην, ποῤῥωτάτω καθίστησιν· ὁ δὲ τούτῳ φίλος, ἄνωθεν παρ' αὐτοῦ τοῖς κατ' ἐχθρῶν κοσμούμενος τροπαίοις, τοὺς ἐμφανεῖς τῆς ἀληθείας ἐχθροὺς νόμῳ πολέμου χειρούμενος, σωφρονίζει. Καὶ ὁ μὲν λόγος ὢν προκόσμιος καὶ σωτὴρ τῶν ὅλων, λογικὰ καὶ σωτηριώδη σπέρματα τοῖς αὐτοῦ παραδιδοὺς θιασώταις, λογικοὺς ἅμα καὶ τῆς τοῦ Πατρὸς βασιλείας ἐπιστημονικοὺς ἀπεργάζεται· ὁ δὲ τούτῳ φίλος, οἷά τις ὑποφήτης τοῦ Θεοῦ Λόγου, πᾶν γένος ἀνθρώπινον ἐπὶ τὴν τοῦ κρείττονος ἀνακαλεῖται γνῶσιν, ταῖς πάντων ἀκοαῖς ἐμβοῶν, μεγάλῃ τε τῇ φωνῇ τοῖς ἐπὶ γῆς ἅπασι τοὺς τῆς ἀληθοῦς εὐσεβείας καὶ ἀληθείας ἀνακηρύττων νόμους. Καὶ ὁ μὲν τῶν ὅλων Σωτὴρ τὰς οὐρανίους πύλας τῆς τοῦ Πατρὸς βασιλείας τοῖς ἐνθένδε ἐκεῖσε μεθισταμένοις ἀναπετάννυσιν· ὁ δὲ ζήλῳ τοῦ κρείττονος, πάντα ῥύπον ἀθέου πλάνης τῆς κατὰ γῆν βασιλείας ἀποκαθηράμενος, χοροὺς ὁσίων καὶ εὐσεβῶν ἀνδρῶν, εἴσω βασιλικῶν οἴκων εἰσκαλεῖται, αὔτανδρον τὸν σύμπαντα στόλον τῶν ὑπ' αὐτῷ κυβερνωμένων, διασώσασθαι προμηθούμενος· πανήγυρίν τε ταύτην μόνος οὗτος τῶν πώποτε τῆς Ῥωμαίων καθηγεμονευσάντων βασιλείας, τριτταῖς ἤδη περιόδοις δεκάδων πρὸς τοῦ παμβασιλέως Θεοῦ τιμηθεὶς,
Now the Only-begotten Word of God [is] reigning together with His Father from beginningless ages unto infinite and endless ages; while the constant friend to Him, supplied with the royal emanations from above, and strengthened by the surname of the divine appellation, rules over those upon earth through long cycles of years. Then the Saviour of the universe prepares the whole heaven and cosmos, and the supreme kingdom, comely for His Father; while the friend to Him, bringing those subject to him among men on earth to the Only-begotten and saving Word Himself, renders them fit for the same kingdom. And the common Saviour of the universe, by invisible and divine power, sets very far off from His flocks, after the manner of a good shepherd, the apostate powers—as many as once, flying through this air above the earth, assailed the souls of men—like wild beasts; while the friend to Him, adorned from above by Him with trophies against enemies, subduing by law of war the visible enemies of the truth, brings them to a sound mind. And He, being pre-cosmic Word and Saviour of the universe, handing down rational and saving seeds to His followers, renders them at once rational and possessed of knowledge of the Father's kingdom; while the friend to Him, like an interpreter of the Word of God, recalls the whole human race to the knowledge of the Higher One, crying aloud in the ears of all, and with a great voice proclaiming to all upon earth the laws of true piety and truth. And the Saviour of the universe throws wide the heavenly gates of the Father's kingdom to those removing hence thither; while he, in emulation of the Higher One, having cleansed away every defilement of godless error from the kingdom on earth, invites choirs of holy and pious men within the royal palaces, taking forethought to save with all hands the entire fleet of those steered under him; and this festival he alone of those who have ever led the empire of the Romans, having been honoured already with threefold cycles of decades by God the All-Sovereign,
PG 20:1328Read from the page
οὐ χθονίοις κατὰ τοὺς παλαιοὺς συντελεῖ πνεύμασιν, οὐδὲ λαοπλάνων φάσμασι δαιμόνων, οὐδ' ἀπάταις καὶ ἄκροις ἀθέων ἀνδρῶν, αὐτῷ δὲ τὰ χαριστήρια τῷ τετιμηκότι, συνησθημένος τῶν εἰς αὐτὸν κεχορηγημένων ἀγαθῶν, ἀποδίδωσιν· οὐ κατὰ τοὺς παλαιοὺς, αἵμασι καὶ λύθροις τοὺς βασιλικοὺς οἴκους μιαίνων, οὐδὲ καπνῷ καὶ πυρὶ, ζώων τε ὁλοκαύτων θυσίαις, χθονίους δαίμονας ἀπομειλισσόμενος, τὴν δ' αὐτῷ τῷ βασιλεῖ τῶν ὅλων προσφιλῆ καὶ χαρίεσσαν θυσίαν, αὐτὴν δηλαδὴ τὴν αὐτοῦ βασιλικὴν ψυχὴν καὶ τὸν νοῦν τὸν θεοπρεπέστατον, ἀφιερῶν αὐτῷ· θυσία γὰρ αὕτη προσηνὴς αὐτῷ μόνη· ἣν δὴ βασιλεὺς ὁ ἡμεδαπὸς, καλλιερεῖν ἀπύροις καὶ ἀναίμοις τοῖς κατὰ διάνοιαν κεκαθαρμένοις λογισμοῖς δεδίδακται, ψυχῆς μὲν ἀδιαψεύστοις δόγμασι τὰ τῆς εὐσεβείας κρατύνων, λόγῳ δὲ μεγαλοπρεπεῖ γεραίρων τὴν θεολογίαν, πράξεσί τε βασιλικαῖς τὴν τοῦ κρείττονος ζηλῶν φιλανθρωπίαν, ὅλος τε ἀνακείμενος αὐτῷ, καὶ μέγα δῶρον ἀνατιθεὶς αὐτὸς ἑαυτὸν, οὗ πεπίστευται κόσμου τὸ ἀκροθίνιον· τοῦτο δὴ μέγιστον ἱερεῖον πρὸ τῶν ἁπάντων καλλιερεῖ βασιλεὺς, θύει δ' ἅτε ποιμὴν ἀγαθὸς, οὐκ
celebrates not to earthly spirits after the manner of the ancients, nor to phantoms of people-deceiving demons, nor with deceits and extremes of godless men, but renders his thank-offerings to Him Who honoured him, conscious of the good things supplied unto him; not after the manner of the ancients, defiling the royal palaces with blood and gore, nor with smoke and fire, and sacrifices of whole-burnt animals, appeasing earthly demons, but consecrating to Him the sacrifice dear and pleasing to the King of the universe Himself, namely his own royal soul itself and his mind most worthy of God; for this sacrifice alone is acceptable to Him; which indeed our sovereign has been taught to offer auspiciously with fireless and bloodless reflections purified in thought, strengthening the matters of piety by unerring doctrines of soul, and honouring the praise of Deity with magnificent speech, and emulating by royal deeds the benevolence of the Higher One, and being wholly devoted to Him, and dedicating himself as a great gift, the first-fruits of the world with which he has been entrusted; this greatest victim indeed the sovereign auspiciously offers before all, and he sacrifices as a good shepherd, not
Ἀρνῶν πρωτογόνων ῥέζων κλειτὰς ἑκατόμβας,
Performing glorious hecatombs of firstling lambs,
τῶν δ' ὑπ' αὐτῷ ποιμαινομένων λογικῶν θρεμμάτων τὰς ψυχὰς τῇ αὐτοῦ γνώσει καὶ εὐσεβείᾳ προσάγων.
but bringing the souls of the rational flocks shepherded under him to the knowledge and piety of Him.
ΚΕΦΑΛΑΙΟΝ Γʹ.
Chapter III.
Ὁ δὲ τῷ τοιῷδε χαίρων ἱερείῳ, καὶ τὸ δῶρον ἀσμένως ἀσπαζόμενος, τῆς σεμνῆς καὶ καλλιπρεποῦς θυσίας τὸν ἱεροφάντην ἀγάμενος, προσθήκας αὐτῷ μακρῶν περιόδων τῆς βασιλείας προστίθησιν, ἀμοιβαίως ταῖς εἰς αὐτὸν ὁσίαις αὔξων τὰς εὐεργεσίας· παρέχει τε παντοίας ἑορτὰς ἐκτελεῖν σὺν πολλῇ τῇ ῥᾳστώνῃ τῆς μοναρχίας, ἐφ' ἑκάστῃ περιόδῳ δεκαετοῦς πανηγύρεως, ἕνα τινὰ τῶν αὐτοῦ παίδων ἐπὶ τὴν τοῦ βασιλικοῦ θρόνου κοινωνίαν προχειριζόμενος· πρῶτόν γε τοῦ πατρὸς τὸν ὁμώνυμον, κατὰ τὴν πρώτην τῆς βασιλικῆς περιόδου δεκάδα, τοῦ βασιλικοῦ κοινωνὸν ἀπέφηνε κλήρου, δεύτερον δ' ἐπὶ τῇ δευτέρᾳ δεκάδι, τὸν ἐφεξῆς τῷ χρόνῳ, τὸν τρίτον ὡσαύτως, ἐπὶ τῇ τρίτῃ τῆς μετὰ χεῖρας ἑορτῆς δεκάδι· ἤδη δὲ καὶ τετάρτης ἀνακυκλουμένης περιόδου, ὡς ἂν τῶν χρόνων εἰς μῆκος ἐκτεινομένων, συναύξων τὴν βασιλείαν ἀφθόνῳ κοινωνίᾳ τοῦ γένους, Καισάρων τε ἀναδείξεσι, προφητῶν
And He, rejoicing in such a victim, and gladly welcoming the gift, admiring the hierophant of the reverend and fair-seeming sacrifice, adds to him additions of long cycles of reign, reciprocally increasing His benefactions in return for his holy acts towards Him; and He grants [him] to celebrate all manner of feasts with great ease of monarchy, at each cycle of a ten-year festival advancing some one of his sons to partnership in the royal throne; first indeed him of the same name as his father, at the first decade of the royal cycle, He declared partner of the royal lot, and second at the second decade, him next in age, the third likewise, at the third decade of the feast now in hand; and now with a fourth cycle also revolving, as the times are extended in length, increasing the kingdom together by generous partnership of his family, and by proclamations of Caesars, of prophets