Migne Reading Room

PG 20 · cols. 1520–1529 · Read from the page

Eusebius, Collection of Ancient Martyrdoms (Fragments)

Eusebius, Collection of Ancient Martyrdoms (Fragments)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:1520Read from the page
Εὐσεβίου τοῦ Παμφίλου περὶ τῶν ἐν Παλαιστίνῃ μαρτυρησάντων τέλος.
End of Eusebius Pamphili's On Those Who Suffered Martyrdom in Palestine.
Ἐκ τῆς Εὐσεβίου τοῦ Παμφίλου ἐκκλησιαστικῆς Ἱστορίας περὶ τῶν κατὰ διαφόρους καιροὺς ἐν διαφόροις πόλεσι ἀθλησάντων ἁγίων μαρτύρων.
From the Ecclesiastical History of Eusebius Pamphili, concerning the holy martyrs who contended at diverse times in diverse cities.
Αʹ. Ἐπὶ Μάρκου Ἀντωνίνου, καὶ Λουκίου Βήρου, διωγμοῦ κινηθέντος ἐν Σμύρνῃ τῆς Ἀσίας, πολλοὶ μὲν καὶ ἄλλοι τὸν τοῦ μαρτυρίου ἀγῶνα διήνυσαν· καὶ Γερμανικὸς δὲ ὁ γενναῖος θηρίοις εἰς βορὰν ἐκδοθεὶς βιασάμενός τε καὶ παροξύνας αὐτοὺς ὡς ἂν θᾶττον τῆς παρούσης ζωῆς αὐτὸν ἐξαγάγοιεν· τὸ μακάριον τέλος ἐδέξατο· τότε καὶ ὁ θεῖος Πολύκαρπος διὰ πυρὸς ὡλοκαυτώθη Θεῷ· φασὶ δ' αὐτὸν καὶ ξίφει νυγῆναι ἐν αὐτῷ τῷ πυρὶ, ἐπεὶ μὴ κατεκαίετο ὑπ' αὐτῷ, αἷμά τε ἐκ τῆς πληγῆς καταῤῥεῦσαι πολὺ, ὥστε καὶ τὴν πυρκαϊὰν σβεσθῆναι, καὶ τὸ τίμιον αὐτοῦ λείψανον σῶον εὐρεθῆναι καὶ ἀσινὲς, ὃ καὶ πάλιν παρὰ τῶν ἀπίστων ἐκαύθη· καὶ Πιόνιος δὲ ὁ περιβόητος τῶν τότε μαρτύρων, ἀφορήτους κολάσεις ὑπενεγκὼν καθηλώσεις τε καὶ στρεβλώσεις, καὶ μάστιγας, καὶ τὴν διὰ πυρὸς τιμωρίαν τοῦ μακαρίου τέλους τετύχηκε. Ταῦτα ἐκ τῆς αὐτοπροσώπου τῆς Σμυρναίου Ἐκκλησίας γραφείσης ἐπιστολῆς. Ἐπὶ τῶν αὐτῶν βασιλέων Πτολεμαῖος γυναῖκα τῶν εὐγενῶν πρὸς τὴν εὐσέβειαν μεταζήσας, διεβλήθη παρὰ τοῦ ταύτης ἀνδρὸς Οὐρβικίῳ τῷ ἄρχοντι· καὶ τοῦ Υὐρβικίου κελεύσαντος αὐτὸν ἀπαχθῆναι, Λούκιος ὁ γενναῖος παῤῥησιασάμενος καὶ αὐτὸς ἀπήχθη τὴν ἐπὶ θάνατον. Ταῦτα Ἰουστῖνος, ὁ τῷ ὄντι φιλοσοφώτατος καὶ μάρτυς Χριστοῦ ἐν τῇ πρὸς Ἀντωνῖνον περὶ τοῦ καθ' ἡμᾶς δόγματος ἀπολογίᾳ φησί· ὃς καὶ αὐτὸς θείῳ τότε μαρ-
1. In the reign of Marcus Antoninus and Lucius Verus, when a persecution was stirred up in Smyrna of Asia, many others indeed accomplished the contest of martyrdom; and the noble Germanicus too, when given up as prey to wild beasts, having forced and provoked them so that they might the more quickly rid him of the present life, received the blessed end; then also the divine Polycarp was offered up as a whole burnt-offering to God by fire; and they say that he was also stabbed with a sword in the very fire, since he was not being consumed under it, and that much blood flowed down from the wound, so that even the conflagration was quenched, and his precious remains were found whole and unharmed, which also were burned anew by the unbelievers; and Pionius too, the renowned among the martyrs of that time, having endured unbearable punishments, nailings and rackings, and scourgings, and punishment by fire, attained the blessed end. These things are from the letter written in the own person of the Smyrnaean Church. Under the same emperors, Ptolemaeus, having brought a woman of noble birth over to a new life of godliness, was denounced by her husband before Urbicius the prefect; and when Urbicius ordered him to be led away, the noble Lucius, having spoken out boldly, was himself also led away on the road to death. These things Justin, truly a most philosophical man and a martyr of Christ, relates in his Apology to Antoninus on behalf of our doctrine; who himself also at that time with divine
Notes, col. 1520

On the reading

Printed εὐρεθῆναι, for εὑρεθῆναι.

Printed μεταζήσας, for μεταστήσας.

Printed Υὐρβικίου, for Οὐρβικίου.

PG 20:1521Read from the page
τυρίῳ κατακοσμεῖται. Κρέσκεντός τινος τῶν παρ' Ἕλλησιν Κυνικῶν φιλοσόφων τὴν ἐπιβουλὴν συσκευασαμένου, ἐν Λουγδούνῳ τῆς Γαλλίας διωγμοῦ κινηθέντος πλεῖστοι τῷ ὑπὲρ Χριστοῦ μαρτυρίῳ κατεκοσμήθησαν· ὧν οἱ περιφανέστατοι καὶ γενναιότατοι μάλιστά εἰσιν οὗτοι. Ποθεινὸς ἐπίσκοπος τῆς αὐτῆς πόλεως γεγονὼς, ὑπὸ τοῦ δημώδους πλήθους αἰκισθεὶς, καὶ ἐν φυλακῇ ῥιφθεὶς μετὰ δʹ ἡμέρας τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο· μεθ' ὃν Εἰρηναῖος τῆς ἐν Λουγδούνῳ παροικίας ἐπεσκόπευσε. Βιβλιὸς μία οὖσα τῶν ἠρνημένων, ἐπεὶ καὶ βλασφημῆσαι τὸν Κύριον προετρέπετο, τοῦτο δὲ μὴ ἀνασχομένη ποιῆσαι, πάλιν ἐπὶ τοῦ βασανιστηρίου κατετείνετο δούλου, κἀνταῦθα διὰ τῆς αἰσθητῆς τιμωρίας εἰς μνήμην ἐλθοῦσα τῆς ἐν γεέννῃ κολάσεως, Χριστιανὴν αὖθις ἑαυτὴν ὡμολόγει· καὶ οὕτως ἐν αὐταῖς ταῖς βασάνοις ἀπέψυξε. Καὶ τῷ τῶν μαρτύρων προσετέθη κλήρῳ Σάγκτος διάκονος ἐκ πόλεως Βιέννης, καὶ Μάτουρος· παντοίως ἐπὶ πολλὰς ἡμέρας τιμωρηθέντες, τέλος ἐπὶ σιδηρᾶς ἐκπυρωθείσης καθέδρας ἀναγκασθέντες καθίσαι, καὶ ἅμα ὑπὸ παντὸς τοῦ δήμου παιόμενοι, καὶ θηρίοις ἐπεισελθοῦσιν ἑλκόμενοι, τὸν τοῦ μαρτυρίου ἀγῶνα διήνυσαν. Μεθ' οὓς ἡ γενναία Βλανδῖνα πλείστην καὶ αὐτὴ πρότερον καρτερίαν ἐνδειξαμένη, καὶ ποικίλας ὑπενεγκοῦσα βασάνους, ἐπὶ ξύλου κρεμασθεῖσα, τότε προὔκειτο βορὰ τῶν εἰσβαλλομένων θηρίων, καὶ μηδενὸς τούτων αὐτῆς ἁψαμένου, καθαιρεθεῖσα τοῦ ξύλου, πάλιν εἰς τὴν εἱρκτὴν ἐνεβλήθη, πρὸς ἀγῶνα δεύτερον τηρουμένη, καθ' ὃν αὖθις πλεῖστα παθοῦσα, μετὰ τὰς μάστιγας, μετὰ τὰ θηρία, μετὰ τὸ τήγανον, τοὔσχατον εἰς γύργαθον ἐμβληθεῖσα ταύρῳ παρεβλήθη ἀγρίῳ, καὶ οὕτω τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο. Μεθ' ἧς καί τι παιδάριον Ποντικὸν πᾶσαν κόλασιν ὑπέμεινε γενναίως, καὶ αὐτὸ τὸ πνεῦμα παρέδωκε. Ἀλέξανδρος ἰατρὸς ἐκ Φρυγίας παρεστὼς τῷ βήματι, τότε τῶν μαρτύρων ἐξεταζομένων, δῆλος ἐπὶ τοῖς περιεστηκόσι, πνεύματι τούτους πρὸς τὴν ὁμολογίαν προτρέπων, ἀγανακτήσαντος δὲ ἐπὶ τούτου τοῦ ὄχλου, ἐρωτηθεὶς παρ' αὐτοῦ ἄρχοντος τίς εἴη καὶ πόθεν Χριστιανὸν ἑαυτὸν ὡμολόγησεν· καὶ οὕτω θηριομαχῆσαι κατακριθεὶς, εἰσήχθη τὴν ἐπιοῦσαν μετά τινος Ἀττάλου Περγαμηνοῦ τῷ γένει, οἳ καὶ διὰ πάντων διεξελθόντες τῶν πρὸς κόλασιν ἐξευρημένων ὀργάνων, τοὔσχατον ἐτίθησαν καὶ αὐτοί· καὶ ἄλλοι δὲ πλεῖστοι τότε πυρὶ καὶ θηρίοις, καὶ διαφόροις κολάσεσιν, ἔτι δὲ καὶ ταῖς εἱρκταῖς ἐναποπνιγόμενοι ἐτελειώθησαν, ὧν τὰ ὀστᾶ συλλέξαντες οἱ τῆς ἀπωλείας υἱοὶ πυρὶ παρέδοσαν, καὶ τὴν ἐξ αὐτῶν τέφραν εἰς τὸν Ῥοδανὸν ποταμὸν διελίκμησαν. Ἐν τούτοις Ἀλκιβιάδης εἷς ὢν τῶν θείων ὁμολογητῶν, ἐγκρατείας πρότερον ὑπερβαλλούσης, συζῶν ὡς μηδενὸς ἄλλου μετέχειν, ἢ μόνον ἄρτου καὶ ὕδατος, ἐπειρᾶτο καὶ ἐν τῷ δεσμωτηρίῳ οὕτω διάγειν· Ἀττάλῳ δὲ περὶ οὗ προείπομεν ἀποκαλυφθὲν ὅτι μὴ καλῶς ποιεῖ Ἀλκιβιάδης τοῖς τοῦ Θεοῦ μὴ χρώμενος κτίσμασιν, τοῦτο μαθὼν ἐξ ἐκείνου, μετελάμβανε πάντων ἀνυποστόλως, εὐχαριστῶν τῷ Θεῷ· τοῦτό μοι ἀρκείτω ἐνταῦθα εἰς ἀπόδειξιν τοῦ μὴ δεῖν καθάπαξ ἀποτίθεσθαί τισι τῶν βρωμάτων, ὡς βλάβην ἐμποιεῖν δυναμένους·
martyrdom was adorned. When a certain Crescens, one of the Cynic philosophers among the Greeks, had contrived the plot, and a persecution was stirred up in Lugdunum of Gaul, very many were adorned with martyrdom for Christ; of whom the most illustrious and noblest of all are these. Pothinus, who had been bishop of the same city, having been maltreated by the vulgar mob and cast into prison, after four days committed his soul to the Lord; after whom Irenaeus served as bishop of the parish in Lugdunum. Biblios, being one of those who had denied, when she was urged also to blaspheme the Lord, and could not endure to do this, was stretched out again upon the torturing slave, and there through the sensible punishment coming to remembrance of the chastisement in Gehenna, confessed herself anew a Christian; and thus in the very tortures she breathed her last. And to the lot of the martyrs were added Sanctus, a deacon from the city of Vienna, and Maturus: having been punished in every way for many days, at last compelled to sit upon a red-hot iron chair, and at the same time struck by the whole populace and dragged by wild beasts let in upon them, they accomplished the contest of martyrdom. After whom the noble Blandina, having herself also first displayed very great endurance and borne manifold tortures, was hung upon a stake and then set forth as prey for the wild beasts let in; and when none of them touched her, she was taken down from the stake and cast back into the prison, being kept for a second contest, wherein having again suffered very many things, after the scourges, after the wild beasts, after the frying-pan, she was at the last put into a net and thrown to a wild bull, and thus committed her soul to the Lord. With whom also a certain Pontic boy nobly endured every chastisement, and himself too gave up his spirit. Alexander, a physician from Phrygia, standing beside the judgement-seat while the martyrs were then being examined, was manifest before the bystanders as urging them on by the spirit towards confession; and when the crowd grew indignant over this, on being asked by the ruler himself who he was and whence, he confessed himself a Christian; and being thus condemned to fight with wild beasts, he was brought in on the morrow along with a certain Attalus, a Pergamene by race, who also, having passed through all the instruments devised for chastisement, were themselves too set down at the last; and very many others also at that time were perfected by fire and wild beasts and diverse chastisements, and moreover by being suffocated in the prisons, whose bones the sons of perdition gathered up and delivered to the fire, and winnowed their ashes into the river Rhone. Among these, Alcibiades, being one of the divine confessors, having previously lived in exceeding abstinence so as to partake of nothing else save bread and water alone, tried to continue thus in the prison also; but when it was revealed to Attalus, of whom we spoke before, that Alcibiades was not doing well in not using the creatures of God, upon learning this from him he partook of all things without reserve, giving thanks to God; let this suffice me here for a proof that men ought not altogether to reject certain foods, as though able to cause harm;
Notes, col. 1521

On the reading

Printed Βιβλιὸς, for Βιβλὶς.

Printed δούλου, for ξύλου.

Printed ἐτίθησαν, for ἐτύθησαν.

Printed δυναμένους, for δυναμένων.

PG 20:1524Read from the page
Βʹ. Ἐπὶ Σευήρου βασιλέως Ῥωμαίων, διωγμοῦ κινηθέντος ἐν τῇ κατ' Αἴγυπτον Ἀλεξανδρείᾳ, πλεῖστοι, καὶ διαφορώτατοι τῆς εἰς Χριστὸν ὑπερήθλησαν πίστεως· ἐν οἷς καὶ Λεωνίδης ὁ τοῦ Ὠριγένους πατὴρ τὴν κεφαλὴν ἀποτμηθεὶς νέον κομιδῆ καταλείπει τὸν παῖδα· ὃς δὴ τοσοῦτον περὶ τὸ μαρτύριον τὸν ἔρωτα ἔσχεν, ὡς ὁμόσε τοῖς κινδύνοις χωρεῖν, προπηδᾷν τε καὶ προθύμως ἐπὶ τὸν ἀγῶνα ὁρμᾷν· τέως γε μὴν τῆς μητρὸς τὴν πᾶσαν αὐτοῦ ἀποκρυψαμένης ἐσθῆτα, ἀπρόϊτος οἴκοι μένειν ἀναγκασθεὶς, ἐπέστειλε τῷ πατρὶ καθειργμένῳ ὄντι τὴν περὶ μαρτυρίου προτρεπτικὴν ἐπιστολὴν, ἐν ᾗ κατὰ λέξιν ὧδέ φησι· « Ἔπεχε μὴ δι' ἡμᾶς ἄλλο τι φρονήσης. » Οὗτος μέγας, καὶ περιβόητος λόγοις τε καὶ ἔργοις κατ' ἐκεῖνο καιροῦ γεγονὼς, τοῦ ἐν Ἀλεξανδρείᾳ κατηχητικοῦ διδασκαλείου προέστη, καὶ πολλοὺς τῶν φοιτητῶν ἐπὶ τὸν ὅμοιον αὐτῷ παρορμήσας ζῆλον, μάρτυρας Χριστοῦ πεποίηκεν· ὧν πρῶτος Πλούταρχος ἦν οὗ τὴν ἐπὶ θάνατον ἀπαγομένου, μικροῦ δεῖν καὶ αὐτὸς Ὠριγένης ἀνήρητο συμπαρὼν, ὡς ἀπωλείας αἴτιος αὐτῷ γεγονώς. Καὶ ὕστερον δὲ ἐπὶ Δεκίου βήματι παρέστη τυραννικῷ, ὡς σεβόμενος τὸν Χριστον· ἀλλ' οὐκ ἐπέτυχε τῆς μαρτυρίας, τοῦ Θεοῦ, οἶμαι, ταύτης αὐτὸν ἀνάξιον κρίναντος, διὰ τὸ περὶ τὰ δόγματα καὶ τὴν ὀρθὴν πίστιν διάστροφον· λειποτακτεῖ γὰρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. Δεύτερος τῶν Ὠριγένους φοιτητῶν μάρτυς ἀναδείκνυται Σέρηνος, διὰ πυρὸς τὴν δοκιμὴν ἧς παρείληφε πίστεως παρεσχημένος. Τῆς αὐτῆς διατριβῆς τρίτος καθίσταται μάρτυς Ἡρακλείδης, καὶ ἐπὶ τούτῳ τέταρτος Ἥρων· ὁ μὲν πρότερος ἔτι κατηχούμενος, ὁ δὲ νεοφώτιστος, τὰς κεφαλὰς ἀποτμηθέντες. Ἔτι πρὸς τούτοις, ἕτερος τοῦ προτέρου Σέρηνος, μετὰ πλείστην βασάνων ὑπομονὴν, κεφαλικῶς τιμωρεῖται. Καὶ γυναικῶν δὲ Ἡραῗς ἔτι κατηχουμένη τὸ διὰ πυρὸς ὑφίσταται βάπτισμα. Ἐπὶ τούτοις ἕβδομος Βασιλείδης, ὁ τὴν περιβόητον Ποταμίαν ἀναπαγαγών (sic). Παραλαβὼν γὰρ αὐτὴν, καὶ τὴν ἐπὶ θανάτῳ ἀπάγων, τοὺς ἐνοχλοῦντας αὐτῇ, καὶ ἀκολάστοις ῥήμασιν ἐνυβρίζοντας ἀναστέλλων ἦν παντὶ τρόπῳ, καὶ διωθούμενος· ἡ δὲ τῆς περὶ αὐτὴν συμπαθείας ἀποδεξαμένη, τὸν ἄνδρα θαῤῥεῖν παρακελεύεται, ἐξαιτήσασθαι γὰρ αὐτὸν ἀπελθοῦσαν παρὰ τοῦ ἑαυτῆς Χριστοῦ, καὶ ταύτην αὐτῷ τὴν ἀμοιβὴν, τῶν εἰς αὐτὴν πεπραγμένων, οὐκ εἰς μακρὰν ἀποτίσειν. Ταῦτα δ' εἰποῦσαν, γενναίως τὴν ἔξοδον ὑποστῆναι πίττης ἐμπύρου περιχυθείσης αὐτῇ. Οὐ μακρὸν δὲ χρόνον ὁ Βασιλείδης διαλιπὼν ὅρκον διά τινα αἰτίαν, πρὸς τῶν συστρατιωτῶν αἰτηθεὶς, μὴ ἐξεῖναι αὐτῷ, ἔφη, Χριστιανῷ γε ὄντι τὸ παράπαν ὀμνύναι· οἱ δὲ, παίζειν αὐτὸν τὰ πρῶτα νομίζοντες, ἄγουσιν ἐπὶ τὸν ἄρχοντα, ἐφ' οὗ τὴν εὔστασιν ὁμολογήσας δεσμοῖς παραδίδοται. Ἀφικομένων δὲ πρὸς αὐτὸν τῶν κατὰ Θεὸν ἀδελφῶν, καὶ τὴν αἰτίαν τῆς παραδόξου πυνθανομένων ὁρμῆς, τὴν μάρτυρα Ποταμίαν ἀνιδεῖν ἔφη, μετὰ τρίτην ἡμέραν τοῦ μαρτυρίου ἐπιστᾶσαν αὐτῷ, στέφανόν τε τῆ
II. Under Severus, emperor of the Romans, when a persecution was stirred up in Alexandria in Egypt, very many and most distinguished men contended on behalf of the faith in Christ; among whom also Leonides, the father of Origen, having been beheaded, left behind his boy quite young; who indeed held so great a love for martyrdom as to advance straight into the dangers, and to leap forward and rush eagerly towards the contest; yet for a time, because his mother hid all his clothing, being compelled to remain indoors unable to go out, he sent to his father, who was shut up in prison, the hortatory letter concerning martyrdom, in which word for word he speaks thus: "Take heed that you do not think otherwise on our account." He, having become great and renowned in both words and deeds at that season, presided over the catechetical school in Alexandria, and having urged on many of his pupils to a zeal like his own, made them martyrs of Christ; of whom the first was Plutarch, at whose being led away the way to death Origen himself too, being present with him, came within a little of being slain, as having proved the cause of ruin to him. And afterwards also, under Decius, he stood before a tyrannical tribunal as worshipping Christ; yet he did not attain martyrdom, God, I suppose, judging him unworthy of this because of his perversity concerning doctrines and the right faith; for he deserted his post, and that too after trial of tortures. Second of Origen's pupils, Serenus is shown forth a martyr, having given through fire the proof of the faith which he had received. From the same school Heraclides is set forth third as martyr, and after him fourth, Heron; the former still a catechumen, and the latter newly enlightened, both having had their heads cut off. Still besides these, a second Serenus, other than the former, after very great endurance of tortures, was punished capitally. And among women too, Herais, while still a catechumen, underwent the baptism through fire. After these, seventh was Basilides, he who led away (sic) the renowned Potamia. For having taken charge of her, and leading her away the way to death, he was in every manner holding back and pushing away those who were troubling her and insulting her with licentious words; and she, welcoming his sympathy towards her, exhorted the man to be of good courage, for when she had departed she would ask for him from her own Christ, and not long after would repay him this requital for the things done towards her. Having spoken these things, she nobly underwent her departure as burning pitch was poured round over her. And Basilides, having let no long time pass, when asked by his fellow-soldiers for an oath on account of some matter, said that it was not lawful for him at all, seeing that he was a Christian, to swear; and they, supposing at first that he was jesting, led him before the ruler, before whom, having confessed his constancy, he was committed to bonds. And when the brethren in God came to him and inquired the cause of this unexpected resolve, he said that he had beheld the martyr Potamia standing beside him after the third day from her martyrdom, and a crown upon
Notes, col. 1524

On the reading

Printed φρονήσης, for φρονήσῃς.

Printed Χριστον, for Χριστόν.

Printed Ἡραῗς, for Ἡραΐς.

Printed τῆ, for τῇ.

PG 20:1525Read from the page
κεφαλῇ ἐπιθεῖσαν αὐτοῦ, παρακεκληκέναι τὸν Κύριον, χάριν αὐτοῦ φῆσαι, καὶ τῆς ἀξιώσεως
his head having placed, she said that she had entreated the Lord for his sake, and of her petition
Γʹ. Ἐπὶ Δεκίου διωγμοῦ κινηθέντος ἐν τῇ αὐτῇ τῶν Ἀλεξανδρέων πόλει, πλεῖστοι τῶν εἰς Χριστὸν ἠλπικότων τοῖς ὑπὲρ αὐτοῦ μαρτυρίοις κατεκοσμήθησαν· ὧν καὶ οὗτοι ἐτύγχανον. Μητρᾶς τις πρεσβύτης περὶ τὰς ἀρχὰς τοῦ διωγμοῦ συλληφθεὶς ὑπὸ τοῦ δημώδους ὄχλου, καὶ ῥήματα ἄθεα λέγειν κελευσθεὶς, ἐπεὶ μὴ ἐπείθετο, ξύλοις τὸ σῶμα παιόμενος, καὶ καλάμοις ὀξέσι τὸ πρόσωπον κεντούμενος καὶ τοὺς ὀφθαλμοὺς, τέλος εἰς τὸ προάστειον ἀχθεὶς καθελέσθαι, καὶ οὕτω τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο. Γυνή τις καλουμένη Κοΐντα, ἐπεὶ μὴ ἐπείθετο τοῖς εἰδώλοις προσκυνεῖν, εἰς εἰδωλεῖον ἀχθεῖσα, σχοίνοις δεθεῖσα τοὺς πόδας, καὶ διὰ πάσης γυμνὴ συρεῖσα τῆς πόλεως, ἐπὶ τὸν αὐτὸν ἀχθεῖσα τόπον, λίθοις ὑπὸ τοῦ πλήθους βαλλομένη ἐτελειώθη. Ἀπολλωνία ἡ παρθένος τε καὶ πρεσβῦτις ἀναγκαζομένη εἰδώλοις θῦσαι, τοὺς ὀδόντας ἐζημίωτο κοπτομένη τὰς σιαγόνας· εἶθ' οὕτως πυρᾶς ἀναφθείσης, ἀπειλοῦντας εἰς αὐτὴν ἐμβαλεῖν τοὺς κατέχοντας, μικρὸν ὑποπαραιτησαμένη καὶ ἀναθεῖσα, συντόνως ἐπεπήδησεν εἰς τὸ πῦρ, καὶ καταπέφλεκται. Καὶ μετ' αὐτὴν Σαραπίωνα καταλαβόντες ἐφέστιον, σκληραῖς βασάνοις αἰκισάμενοι, καὶ πάντα τὰ ἄρθρα διακλάσαντες, ἀπὸ τοῦ ὑπερῴου πρηνῆ κατέῤῥιψαν. Ἰουλιανος ποδαγρὸς ὢν, καὶ μήτε στῆναι, μήτε βαδίσαι δυνάμενος, ἅμα δυσὶν ἑτέροις Χριστιανοῖς, τοῖς αὐτὸν φέρουσι προσήχθη· ὧν ὁ μὲν ἕτερος εὐθὺς ἠρνήσατο· ἅτερος δὲ Κρονίων καλούμενος, καὶ αὐτὸς Ἰουλιανὸς, διὰ πάσης τῆς πόλεως καμήλοις ἐποχούμενοι διελθόντες, καὶ ἅμα ὑπὸ τοῦ πλήθους παιόμενοι, τέλος πυρὶ παρεδόθησαν· καί τις τῶν στρατιωτῶν Βησᾶς καλούμενος, παραστὰς ἀπαγομένοις αὐτοῖς, καὶ τοῖς ἐφυβρίζουσιν ἐναντιωθεὶς, ἐμβοησάντων αὐτῶν περιεσχέθη, καὶ τὴν κεφαλὴν ἀπετμήθη. Ἕτερος δέ τις τὸ μὲν γένος Λίβυς ὑπάρχων, Μάκαρ δὲ τὴν προσηγορίαν, ἐπιμόνως αὐτὸν τοῦ δικαστοῦ προτρεπομένου πρὸς ἄρνησιν, ἐπεὶ μὴ ἐπείσθη, πυρὶ παραδοθεὶς, φερωνύμως τοῦ μακαρίου τετύχηκε τέλους.
III. Under Decius, when a persecution was stirred up in the same city of the Alexandrians, very many of those who had hoped in Christ were adorned with martyrdoms on His behalf; among whom were these also. A certain aged man, Metras, seized about the beginnings of the persecution by the popular mob, and ordered to utter godless words, when he did not obey, having his body beaten with clubs and his face and eyes pierced with sharp reeds, was finally led into the suburb to be destroyed, and thus commended his soul to the Lord. A certain woman called Quinta, when she would not obey so as to worship the idols, having been led into an idol-temple, having had her feet bound with cords, and having been dragged naked through the whole city, brought to that same place, was perfected by being pelted with stones by the multitude. Apollonia, a virgin and an aged woman, being forced to sacrifice to idols, was deprived of her teeth by having her jaws struck; then thus, when a pyre had been kindled, having begged off for a little those holding her who were threatening to cast her into it, and having delayed briefly, she leaped vigorously into the fire and was burned up. And after her, seizing Sarapion at his hearth, having tormented him with harsh tortures and broken all his limbs, they hurled him headlong down from the upper storey. Julian, being gouty and able neither to stand nor to walk, was brought up together with two other Christians who carried him; of whom the one straightway denied, while the other, called Cronion, and Julian himself, having passed through the whole city mounted on camels, and at the same time being beaten by the multitude, were finally delivered to fire; and one of the soldiers called Besas, standing beside them as they were led away and opposing those who insulted them, when they shouted out was surrounded, and had his head cut off. And a certain other man, Libyan by race, and Macar by name, though the judge persistently urged him towards denial, since he was not persuaded, having been delivered to fire, suitably to his name obtained the blessed end.
Δʹ. Ἐπίμαχός τε μετ' αὐτοὺς καὶ Ἀλέξανδρος, μετὰ πολὺν ὃν ἔμειναν δεσμῶται χρόνον, μυρίας βασάνους διενεγκόντες, ξυστῆράς τε καὶ μάστιγας πυρὶ καὶ οὗτοι ἐφλέχθησαν. Καὶ γυναῖκες δὲ τρεῖς τὸν ἀριθμὸν προσαχθεῖσαι, ἡ μὲν αὐτῶν Ἀμμωναρία καλουμένη, πάνυ φιλονείκως αὐτὴν τοῦ δικαστοῦ βασανίσαντος, ἅτε προαποφηναμένην, ὅτι μηδὲν ὧν ἐκεῖνος κελεύει φθέγξοιτο, ἀληθεύσασα τὴν ἐπαγγελίαν ἀπήχθη· αἱ δὲ λοιπαὶ, Μερκουρία καὶ Διονυσία, αἰδεσθέντος ἀνηνύτοις ἐπιχειρεῖν, καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι τοῦ ἄρχοντος, ξίφει τὰς κεφαλὰς ἀφῃρέθησαν, μηκέτι βασάνων πεῖραν λαβοῦσαι. Ἥρων δὲ, καὶ Ἀτὴρ, καὶ Ἰσίδωρος, καὶ σὺν αὐτοῖς Διόσκορος, παῖς ὢν ὡς ἐτῶν πέντε καὶ δέκα, παρα-
IV. And after them Epimachus and Alexander, after a long time during which they remained prisoners, having borne countless tortures, scrapers and whips, were themselves also burned with fire. And women also, three in number, having been brought up, the one of them called Ammonaria, after the judge had tortured her very contentiously inasmuch as she had declared beforehand that she would utter nothing of the things which he commanded, having kept true to her promise, was led away; while the rest, Mercuria and Dionysia, because the ruler was ashamed to attempt fruitless things and to be worsted by women, had their heads taken off by the sword, having had no further trial of tortures. And Heron, and Ater, and Isidorus, and with them Dioscorus, being a boy of about fifteen years, forward
Notes, col. 1525

On the reading

Printed Ἰουλιανος, for Ἰουλιανὸς.

PG 20:1528Read from the page
στάντες, οἱ μὲν διαφόροις βασάνοις ἐγκαρτερήσαντες πυρὶ παρεδόθησαν. Διόσκορος δὲ σοφώτατα παῤῥησιασάμενος, καὶ πρὸς τὰς τοῦ ἡγεμόνος πεύσεις ἀνδρείως ἀποκρινάμενος, θαυμάσαντος τὰς ἀποκρίσεις τοῦ ἄρχοντος, καὶ τῆς ἡλικίας οἶκτον λαβόντος, ἀφείθη μάρτυς τέλειος τῇ προαιρέσει γεγενημένος. Νεμεσίων τις Αἰγύπτιος γραφὴν ὡς λῃστὴς ὑπομείνας, καὶ ταῦτα ἀπολυσάμενος, καὶ καταμηνυθεὶς αὖθις ὡς εἴη Χριστιανὸς, διπλαῖς ἢ εἰ λῃστὴς ἦν μάστιξιν ἐτασθεὶς, μεταξὺ δύο ληστῶν κατεφλέγη, τιμηθεὶς τῷ τοῦ Χριστοῦ παραδείγματι. Ἀμμὼν, καὶ Ζήνων, Πτολεμαῖός τε καὶ Ἰγγένης, καὶ Θεόφιλος ἑστῶτες πρὸ τοῦ δικαστηρίου, καί τινα πρὸς ἄρνησιν ἤδη ῥέποντα νεύμασι πρὸς τὴν ὁμολογίαν ἐπιθαῤῥύνοντες· ἐπεὶ ἔγνωσαν ἀγανακτοῦντας ἐπὶ τούτῳ τοὺς ὄχλους, πρὶν ὑπ' αὐτῶν συλληφθῆναι, Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν, καὶ οὕτω τὴν ἐπὶ θανάτῳ ἀπήχθησαν. Ἰσχυρίων ἐπιτροπεύων τινὶ τῶν ἀρχόντων, ἐπὶ μισθῷ τοῦ μισθοδότου κελεύοντος αὐτὸν θῦσαι, ἐπεὶ μὴ ἐπείσθη τοῦτο ποιῆσαι, βακτηρίαν μεγίστην κατὰ τῆς ἕδρας ὠσθεῖσαν διά τε τῶν σπλάγχνων καὶ τῶν ἐντέρων δεξάμενος, τὸ πνεῦμα παρέδωκε. Ταῦτα ἐκ τῆς ἐπιστολῆς Διονυσίου τοῦ Ἀλεξανδρείας.
having stood, the others, having endured in various tortures, were delivered to fire. But Dioscorus, having spoken out most wisely and answered bravely to the governor's questions, when the ruler marvelled at his answers and took pity on his youth, was let go, having become a perfect martyr in purpose. A certain Egyptian, Nemesion, having undergone an indictment as a robber, and having cleared himself of these charges, and being informed against anew as being a Christian, having been examined with double the lashes than if he had been a robber, was burned up between two robbers, honoured after the pattern of Christ. Ammon, and Zenon, and Ptolemaeus and Ingenes, and Theophilus, standing before the court of judgement, and encouraging by nods towards confession a certain man who was already inclining towards denial, when they perceived the crowds growing indignant at this, before being seized by them proclaimed themselves Christians, and thus were led away the way to death. Ischyrion, acting as steward for a certain one of the magistrates, at a wage, when his employer ordered him to sacrifice, since he was not persuaded to do this, having received a very large stake thrust up through his seat right through his vitals and bowels, gave up his spirit. These things from the letter of Dionysius of Alexandria.
Εʹ. Ἐπὶ Οὐαλεριανοῦ βασιλέως Ῥωμαίων διωγμοῦ κινηθέντος, ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, τρεῖς ἄνδρες, Πρίσκος τε καὶ Μάλλος καὶ Ἀλέξανδρος, ἐν ἀγρῷ οἰκοῦντες, ἐπεὶ περὶ τοῦ διωγμοῦ μεμαθήκεσαν, καλέσαντες ἑαυτοὺς ὡς ἀμελεῖς καὶ ῥᾳθύμους, ὥρμησαν ὁμοθυμαδὸν εἰς τὴν πόλιν, καὶ λαμπρῶς τῇ κατὰ Χριστὸν διαλάμψαντες ὁμολογίᾳ, θείῳ κατεκοσμήθησαν μαρτυρίῳ, θηρίων γενόμενοι βορά. Ἐπὶ Γαλιηνοῦ, ἐν τῇ προειρημένῃ πόλει Μαρῖνος ἑκατοντάρχου ἀξίαν κομίσασθαι προσελθὼν, τῆς ἐν οὐρανοῖς στρατείας διὰ μαρτυρίου ἐπέτυχε. Παρελθὼν γάρ τις πρὸ τοῦ βήματος μὴ ἐξεῖναι αὐτῷ ἔφη τῆς Ῥωμαίων μετέχειν ἀξίας, Χριστιανῷ γε ὄντι, καὶ τοῖς βασιλεῦσι μὴ πειθομένῳ. Αὐτίκα τοίνυν ἐρωτηθεὶς ὁ Μαρῖνος, καὶ Χριστιανὸν ἑαυτὸν παῤῥησίᾳ ὁμολογήσας, τριῶν ὡρῶν εἰς ἐπίσκεψιν ἔλαβε παρὰ τοῦ ἡγεμόνος διάστημα· καὶ τοῦ βήματος ἐκτὸς γεγονότος, Θεότεκνος ὁ τῇδε ἐπίσκοπος λαβόμενος αὐτοῦ τῆς χειρὸς εἰς τὴν ἐκκλησίαν εἰσήγαγε, τὴν θείαν τε τῶν Εὐαγγελίων βίβλον ἀνὰ χεῖρας λαβὼν, καὶ ἅμα τὸ προσηρτημένον αὐτῷ ξίφος ἐπιδεικνύων· Τούτων ὁπότερον βούλει ταχέως, ἔφη, ἑλοῦ. Ὡς δ' ἀμελλητὶ τὴν δεξιὰν προτείνας ἐδέξατο τὴν θείαν Γραφὴν, Ἔχου τοίνυν, φησὶ πρὸς αὐτὸν ὁ Θεότεκνος, τοῦ Θεοῦ, καὶ τύχοις ὧν εἵλου, πρὸς αὐτοῦ δυναμούμενος, καὶ βάδιζε μετ' εἰρήνης. Ἐκεῖθεν τοίνυν ἐπανελθὼν, καὶ τὰ αὐτὰ καὶ πάλιν ὁμολογήσας, τὴν ἐπὶ θανάτῳ ἀπαχθεὶς τελειοῦται. Οὕτω τίμιον λείψανον Ἀστύριος τῶν ἐπὶ Ῥώμης συγκλητικῶν γεγονὼς, βασιλεῦσί τε προσφιλὴς, καὶ πᾶσι γνώριμος, λαμπρᾷ καὶ πολυτε-
V. Under Valerian, emperor of the Romans, when a persecution was stirred up, in Caesarea of Palestine three men, Priscus and Mallus and Alexander, dwelling in the country, when they had learned about the persecution, reproaching themselves as careless and sluggish, rushed with one accord into the city, and having shone brightly in the confession of Christ, were adorned with divine martyrdom, becoming food for wild beasts. Under Gallienus, in the aforesaid city, Marinus, having come forward to receive the rank of centurion, attained through martyrdom to the warfare in heaven. For someone coming forward before the tribunal said that it was not lawful for him to share in the dignity of the Romans, seeing that he was a Christian and did not obey the emperors. Straightway then Marinus, being questioned and confessing himself openly a Christian, received from the governor an interval of three hours for consideration; and when he had come outside the tribunal, Theotecnus the bishop there, taking him by the hand, led him into the church, and taking into his hands the divine book of the Gospels, and at the same time pointing to the sword girt upon him, said: "Choose quickly whichever of these two you wish." And when without delay, stretching forth his right hand, he took the divine Scripture, Theotecnus says to him: "Hold fast then to God, and may you obtain the things which you chose, strengthened by Him, and go in peace." Returning thence accordingly, and confessing the same things once again, being led away the way to death he is perfected. A relic so precious Astyrius, who was one of the senators at Rome, dear to the emperors and well known to all, in a bright and costly
Ϛʹ. Ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ προτεθέντος τοῦ κατὰ Χριστιανῶν προγράμματος ἐν Νικομηδείᾳ, ἀμφοτέραις ἀνελὼν τοῦτο χερσὶ διαῤῥήγνυσι,
VI. Under Diocletian and Maximian, when the edict against Christians was set forth in Nicomedia, [a man] taking it down with both hands tore it to pieces,
Notes, col. 1528

On the reading

Printed ληστῶν, for λῃστῶν.

PG 20:1529Read from the page
καὶ τοῦτο πεποιηκὼς, εὐθὺς ἀνάρπαστος γίνεται, πλεῖστά τε παθὼν, οἷα εἰκὸς τὸν ἐπὶ τηλικούτῳ συλληφθέντα τολμήματι, διὰ μαρτυρίου τῆς παρούσης ζωῆς ὑπεξίσταται. Ἕτερος ὑπὸ τὸν αὐτὸν χρόνον, τῶν περὶ τὸν βασιλέα παίδων εἷς ὢν, Πέτρος καλούμενος, πέτρου τῷ ὄντι στεῤῥότερος τὴν ὁμολογίαν ἐδείχθη. Ὡς γὰρ κελευόμενος θύειν ἐνίστατο, μετάρσιος ἀρθεὶς ἐπὶ ξύλου γυμνὸς, μάστιξιν εἰς τοσοῦτον κατεξάνθη τὸ σῶμα, ὡς καὶ τὰ ὀστᾶ τῶν σαρκῶν ἤδη ἐκλελοιπότων ἐκφαίνεσθαι· ὡς δὲ καὶ ταῦτα πάσχων ἀδιάτρεπτος ἦν, ὄξος ἅλατι φύραντες, κατὰ τῶν διασαπέντων τοῦ σώματος μερῶν ἐνέχεον· ὡς δὲ καὶ τούτων ἀνώτερος τῶν ἀλγηδόνων ὑπῆρχεν, ἐσχάρᾳ πεπυρακτωμένῃ ἐπιτίθεται· καὶ οὕτω κατὰ μικρὸν τοῦ πυρὸς τὰ λειπόμενα τῶν κρεῶν ἐπινειμαμένου, νικηφόρος ἐν αὐταῖς παρέδωκε τὴν ψυχὴν ταῖς βασά-
and having done this, was straightway seized, and having suffered very many things, such as it was likely that one arrested upon so great a daring deed would suffer, departed from the present life through martyrdom. Another about the same time, being one of the imperial servants around the emperor, called Peter, was shown in very truth firmer than a rock in his confession. For when, being ordered to sacrifice, he resisted, lifted high naked upon a beam, his body was so torn to shreds with whips that even his bones already showed forth as the flesh gave way; and as even while suffering these things he remained unshaken, mixing vinegar with salt they poured it down over the mangled parts of his body; and as he proved superior to these pains also, he was laid upon a red-hot gridiron; and thus as little by little the fire consumed what remained of his flesh, victorious he gave up his soul amid those very torments
Ὑπὸ τὸν αὐτὸν χρόνον, Ἄνθιμος τῆς κατὰ Νικομήδειαν προεστὼς Ἐκκλησίας, διὰ τὴν εἰς Χριστὸν μαρτυρίαν, τὴν κεφαλὴν ἀποτέμνεται· τούτῳ δὲ πλῆθος σχεδὸν ἀναρίθμητον μαρτύρων προστίθεται. Ἐν γὰρ τοῖς κατὰ Νικομήδειαν βασιλείοις πυρκαϊᾶς ἐν ταύταις δὴ ταῖς ἡμέραις ἀφθείσης, λόγου διαδοθέντος ὑπὸ Χριστιανῶν ἐπιχειρηθῆναι τὰ τῆς φλογὸς σωρηδὸν κατὰ πρόσταξιν βασιλικὴν, οἱ μὲν τῶν τῆδε θεοσεβῶν ξίφεσιν ἀπεσφάττοντο, οἱ δὲ πυρὶ παρεδίδοντο, ἄλλοι δὲ τοῖς θαλαττίοις ἐναπεῤῥίπτοντο βυθοῖς, καὶ οὕτω παντὶ τρόπῳ τελειούμενοι, οὐδὲ μετὰ τέλος τῆς νενομισμένης ἠξιοῦντο ταφῆς· ἀλλὰ πυρὶ τῶν λειψάνων αὐτῶν καιομένων, ἡ κόνις τῷ ἀέρι ἐνελικμᾶτο, ἢ τῇ θαλάσσῃ ἐναπεῤῥίπτετο. Τὰ αὐτα δὲ καὶ κατὰ πᾶσαν ἐπαρχίαν κατὰ Χριστιανῶν ἐπράττετο· ἤκμαζε δὲ μάλιστα κατὰ Φοινίκην τε καὶ Συρίαν, Αἴγυπτόν τε καὶ Θηβαῗδα, καὶ Ἀφρικὴν καὶ τὸ Μαύρων ἔθνος. Ἐξ ὀνόματος δὲ καταλέγειν τοὺς ἐν ταῖς τοιαύταις ἐπαρχίαις εὐδοκίμως ἀθλήσαντας, καὶ τὸ πλῆθος αὐτῶν, καὶ τοὺς ποικίλους τῆς τελειώσεως τρόπους ἐπαριθμεῖσθαι ἄπορον εἰδὼς καὶ καθόλου ἀδύνατον, ὀλίγων τινῶν τῶν ἐπισημοτάτων μνησθήσομαι. Λουκιανὸς ἐξ Ἀντιοχείας πρεσβύτερος, τὸν πάντα βίον ἄριστος, καὶ περὶ λόγους εὐδοκιμώτατος γεγονὼς, ἐν Νικομηδείᾳ βασιλέως ἐπιπαρόντος ἀχθεὶς, δεσμωτήριον οἰκεῖν κατακρίνεται· κἀν τούτῳ διάγων, τῇ τῶν ἀναγκαίων ἐνδείᾳ λιμοκτονηθεὶς μετήλλαξε τὴν ζωήν· καὶ οὗτος μὲν ἐξ Ἀντιοχείας τῆς κατὰ τὴν Κοίλην Συρίαν. Τῶν δ' ἐπὶ Φοινίκης μαρτύρων, Τυραννίων ἐπίσκοπος τῆς κατὰ Τύρον Ἐκκλησίας πρώτιστος ἦν, πρεσβύτερός τε τῆς κατὰ Σιδῶνα Ζηνόβιος, καὶ ἔτι Σιλβανὸς τῶν ἀμφὶ τὴν Ἔμεσσαν ἐκκλησιῶν ἐπίσκοπος (θηρίων δ' οὗτος μεθ' ἑτέρων ἐπ' αὐτῆς Ἐμέσσης ἐγεγόνει βορά). Ἄμφω δὲ οἱ προειρημένοι ἐπ' Ἀντιοχείας τὸν τοῦ Θεοῦ Λόγον μέχρι θανάτου ἐδοξάτην, ὁ μὲν θαλαττίοις παραδοθεὶς βυθοῖς ὁ ἐπίσκοπος, ὁ δὲ ἰατρῶν ἄριστος Ζηνόβιος ταῖς κατὰ τῶν πλευρῶν ἐπιτεθείσαις αὐτῷ καρτερῶς ἐναποθανὼν βασάνοις. Τῶν δ' ἐπὶ Παλαιστίνης μαρτύρων, Σιλβανὸς ἐπίσκαπος
About the same time, Anthimus, presiding over the Church in Nicomedia, for the witness to Christ had his head cut off; and to him a nearly countless multitude of martyrs was added. For when a conflagration broke out in the palace at Nicomedia in those very days, and a report was spread abroad that the work of the flame had been attempted by Christians, in heaps by imperial command some of the godly there were slaughtered with swords, others were delivered to fire, and others were cast into the depths of the sea, and thus being perfected in every manner, not even after their end were they deemed worthy of the customary burial; but when their remains were burned with fire, the dust was winnowed into the air or cast into the sea. And the same things were also done against Christians throughout every province; and it raged most of all throughout Phoenicia and Syria, Egypt and the Thebaid, and Africa and the nation of the Moors. Knowing that to recount by name those who contended with distinction in such provinces, and to enumerate their multitude and the varied modes of their perfection, is impracticable and altogether impossible, I shall make mention of some few of the most distinguished. Lucian, a presbyter from Antioch, most excellent in all his life and most distinguished in learning, having been brought to Nicomedia while the emperor was present there, was condemned to inhabit a prison; and abiding therein, starved to death through lack of necessities, he departed this life; and he indeed was from Antioch in Coele-Syria. Among the martyrs in Phoenicia, Tyrannion, bishop of the Church at Tyre, was foremost, and Zenobius, a presbyter of that at Sidon, and further Silvanus, bishop of the churches round Emessa (and he with others became food for wild beasts in Emessa itself). Both of the two aforesaid glorified the Word of God unto death at Antioch, the bishop having been delivered to the depths of the sea, while Zenobius, best of physicians, died steadfastly under the tortures laid upon his sides. And among the martyrs in Palestine, Silvanus, bishop
Notes, col. 1529

On the reading

Printed ἀφθείσης, for ἁφθείσης.

Printed τῆδε, for τῇδε.

Printed αὐτα, for αὐτὰ.

Printed Θηβαῗδα, for Θηβαΐδα.

Printed ἐδοξάτην, for ἐδοξασάτην.

Printed ἐπίσκαπος, for ἐπίσκοπος.