Γάζης, κατὰ τὰ ἐν Φοινίκῃ χαλκοῦ μέταλλα, σὺν ἑτέροις, ἑνὸς δέοντος, τὸν ἀριθμὸν τεσσαράκοντα, τὴν κεφαλὴν ἀποτέμνεται. Αἰγύπτιοί τε αὐτόθι Πηλεὺς καὶ Νεῖλος, ἐπίσκοποι, μεθ' ἑτέρων τὴν διὰ πυρὸς ὑπέμειναν τελευτήν· καὶ Πάμφιλος δὲ τότε, πρεσβύτερος ὢν Καισαρείας τῆς κατὰ Παλαιστίνην, θείῳ μαρτυρίῳ κατακοσμεῖται λαμπρῶς ἀγωνισάμενος. Τῶν δ' ἐπ' Ἀλεξανδρείας καθ' ὅλης τε τῆς Αἰγύπτου, καὶ Θηβαῗδος διαπρεπῶς τελειωθέντων, ἐν πρώτοις ἦν Πέτρος αὐτῆς Ἀλεξανδρείας ἐπίσκοπος, καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων Φαῦστος, καὶ Δῖος, καὶ Ἀμμώνιος, τέλειοι Χριστοῦ μάρτυρες, Φιλέας τε καὶ Ἡσύχιος; καὶ Παχύμιος, καὶ Θεόδωρος, τῶν κατ' Αἴγυπτον ἐκκλησιῶν ἐπίσκοποι. Κατὰ τὸν αὐτὸν χρόνον, πολίχνην τινὰ κατὰ τὴν Φρυγίαν κειμένην, ὅτι δὴ πανδημεὶ πάντες οἱ ταύτην οἰκοῦντες Χριστιανοὺς σφᾶς ὡμολόγουν, παραλαβόντες οἱ στρατιῶται, πῦρ τε ὑφάψαντες κατέφλεξαν αὐτοὺς ἅμα γυναιξὶ καὶ νηπίοις, τὸν Χριστὸν ἐπιβοωμένους. Καί τις ἕτερος Ῥωμαϊκῆς ἀξίας ἐπειλημμένος Ἄδαυκτος τοὔνομα, γένους τῶν παρ' Ἰταλοῖς ἐπισήμων, τῆς πρώτης παρὰ βασιλεῦσι τιμῆς ἀξιούμενος, διαπρέψας τότε τῆς εἰς Χριστὸν ἀδιατρέπτῳ καὶ ἀκλινεῖ ὁμολογίᾳ, τῷ τοῦ μαρτυρίου διαδήματι κατεκοσμήθη, γενναίως τὸν ἀγῶνα διηνυκώς. Καί τις ἱερὰ καὶ θαυμασία γυνὴ, πλούτῳ, καὶ γένει, καὶ εὐδοξίᾳ παρὰ πᾶσιν Ἀντιοχεῦσι βεβοημένη, παίδων ξυνωρίδα παρθένων διαπρεπῶν ἀναθρεψαμένη, ἐπειδὴ πολὺς ὁ περὶ αὐτὰς κινούμενος φθόνος, λανθανούσας τε καὶ ἐν ἀλλοδαπῇ διατριβούσας ἐπὶ τὴν Ἀντιόχου ἐκάλει· δικτύων δὲ ἤδη στρατιωτικῶν εἴσω περιεβέβληντο, ἐν ἀμηχάνοις ἑαυτήν τε καὶ τὰς παῖδας θεασαμένη, καὶ τὰ ἐξ ἀνθρώπων λογισαμένη δεινὰ, πορνείας τε ἀπειλὴν μηδ' ἄκροις ὠσὶν ἀκούειν ἀνασχομένη, ἀλλὰ καὶ τὸ δουλεῦσαι δαίμοσι πάντων θανάτων καὶ πάσης ἀπωλείας χεῖρον φήσασα εἶναι, μίαν ἑαυτῇ καὶ ταῖς θυγατράσιν ὑπετίθετο λύσιν τούτων ἁπάντων, τὴν ἐπὶ τὸν Κύριον καταφυγήν. Καὶ δὴ τὴν γνώμην ὁμοῦ συνθέμεναι, τά τε σώματα περισταλεῖσαι κοσμίως, ἐπὶ μέσης γενόμεναι τῆς ὁδοῦ, ἐπὶ παραῤῥέοντα ποταμὸν ἑαυτὰς ἠκόντισαν· αἱ δὲ μὲν οὖν ἑαυτάς. Ἄλλην δ' ἐπ' αὐτῆς Ἀντιοχείας ξυνωρίδα παρθένων, τὰ πάντα θεοπρεπῶν καὶ ἀληθῶς ἀδελφῶν, ἐπιδόξων μὲν τὸ γένος, λαμπρῶν δὲ τὸν βίον, νέων τοὺς χρόνους, ὡραίων τὸ σῶμα, σεμνῶν τὴν ψυχὴν, εὐσεβῶν τὸν τρόπον, θαυμαστῶν τὴν σπουδὴν, θαλαττίοις βυθοῖς παρέδοσαν οἱ τῶν δαιμόνων θεραπευταί. Τί με χρὴ νῦν ἐπ' ὀνόματος τῶν λοιπῶν μνημονεύειν, καὶ τὸ πλῆθος τῶν ἀνδρῶν ἀριθμεῖν, καὶ τὰς πολυτρόπους αἰκίας ἀναζωγραφεῖν τῶν θαυμασίων Χριστοῦ μαρτύρων, τοτὲ μὲν πέλυξιν ἀνῃρημένων, οἷα γέγονε τοῖς ἐπ' Ἀραβίας, τοτὲ δὲ τὰ σκέλη καταγνυμένων, οἷα τοῖς ἐν Καππαδοκίᾳ συμβέβηκε· καὶ ποτὲ μὲν κατὰ κεφαλῆς ἐκ τοῖν ποδοῖν εἰς ὕψος ἀναρτωμένων, καὶ μαλθακοῦ πυρὸς ὑποκαιομένου τῷ παραπεμπομένῳ καπνῷ τῆς φλεγομένης ὕλης ἀποπνιγομένων, οἷα τοῖς ἐν Μεσοποταμίᾳ
of Gaza, at the copper mines in Phoenicia, together with others, forty save one in number, had his head cut off. And there too the Egyptians Peleus and Nilus, bishops, with others underwent death through fire; and Pamphilus also at that time, being a presbyter of Caesarea in Palestine, was adorned with divine martyrdom after contending gloriously. And among those perfected with distinction at Alexandria and throughout all Egypt and the Thebaid, among the foremost was Peter, bishop of Alexandria itself, and of the presbyters with him Faustus, and Dius, and Ammonius, perfect martyrs of Christ, and Phileas and Hesychius, and Pachymius, and Theodorus, bishops of the churches in Egypt. At the same time, the soldiers, seizing hold of a certain small town situated in Phrygia, because indeed the whole people inhabiting it one and all confessed themselves Christians, kindled a fire beneath and burned them up together with women and infants as they called upon Christ. And a certain other man who had attained Roman dignity, Adauctus by name, of a family illustrious among the Italians, deemed worthy of the highest honour with the emperors, having shone out then in unshaken and unswerving confession of faith in Christ, was adorned with the diadem of martyrdom, having nobly accomplished the contest. And a certain holy and marvellous woman, celebrated for wealth, birth, and good repute among all the Antiochenes, having brought up a pair of daughters who were distinguished virgins, since the envy stirred up concerning them was great, summoned to Antioch the maidens who were hiding and dwelling abroad; and when they were already encompassed within the nets of the soldiers, seeing herself and her daughters in helpless straits, and reckoning up the dreadful outrages from men, and not enduring to hear even with the tips of her ears the threat of fornication, nay saying that even to serve demons was worse than all deaths and all ruin, she suggested to herself and her daughters one deliverance from all these things, refuge in the Lord. And so having agreed together in mind, and having wrapped their bodies modestly about, when they came to the middle of the road they flung themselves into a river flowing beside it; so then these [destroyed] themselves. And another pair of virgins in Antioch itself, godly in all things and truly sisters, illustrious in birth, splendid in life, young in years, comely in body, reverend in soul, pious in manner, admirable in zeal, the worshippers of demons delivered to the depths of the sea. Why must I now make mention by name of the rest, and count the multitude of the men, and depict the manifold outrages suffered by the admirable martyrs of Christ, at one time slain with axes, as befell those in Arabia, at another time having their legs broken, as happened to those in Cappadocia; and sometimes hung up on high head downwards by both feet, and suffocated as a gentle fire burned underneath by the rising smoke of the burning fuel, such things as to those in Mesopotamia