ΙϚʹ. Τοῖς δὲ πενταπλοῦσι ταῦτα καὶ ἑξαπλοῦσιν ἐξ ἄλλου Ῥωμαϊκοῦ μηνὸς, λέγω δὴ τοῦ Δεκεμβρίου· ἀπὸ γὰρ τῆς τούτου τετάρτης ποιούμενοι τὴν ἀρχὴν, τοῦ τὰς ὅλας νεομηνίας εἴσω ἑαυτοῦ κεκτημένου μηνὸς, τὸ τέλος εἰς τὴν τοῦ Ἰανουαρίου τίθενται πρώτην. Κθʹ γὰρ ἀπ' ἐκείνης μέχρι ταύτης εἰσί. Διόπερ ἐκ ταύτης δὴ, φημὶ τῆς τοῦ Ἰανουαρίου πρώτης, πᾶν σελήνης κανονίζοντες ἔτος, εἶτα διὰ τὴν τοῦ Πάσχα ψῆφον, τὰ ἀπὸ ταύτης μέχρι συμπληρώσεως τοῦ Μαρτίου, τῶν ϟʹ ἡμερῶν, ἰσάριθμα συνάγοντες ἑξηκοστὰ, μετὰ τὴν εἰς λʹ λύσιν τούτων δὴ τῶν τριῶν μηνῶν, ἡμισημέριον αὐτοῖς καταλιμπάνεται, τουτέστι λʹ ἑξηκοστά. Τούτοις οὖν τοῖς λʹ ἑξηκοστοῖς συνεμβάλλοντες καὶ τὰ κατ' ἔτος ἕκαστον ἐκ τῶν εʹ ἑξηκοστῶν συναγόμενα μόρια, καὶ ποιοῦντες ἡμέραν μίαν· τυχὸν δὲ καὶ πρὸς, ἄν περ, ὡς εἰκὸς, καὶ μέχρι τινῶν ἡμερῶν τοῦ Ἀπριλίου τὴν ψῆφον ἐκτείνωσι· διὰ τὴν τοῦ Πάσχα παρέκβασιν. Ἀνάγκη γὰρ καὶ τούτων συλλαμβάνειν τὰ ἑξηκοστά. Συμβαίνει πάντως αὐτοὺς τῇ τῆς μιᾶς ἡμέρας ἢ καὶ δύο προσθήκῃ, τὴν τοῦ πρώτου καθ' Ἑβραίους μηνὸς ιδʹ, καὶ ιεʹ, ἢ καὶ ιϛʹ. Καὶ ιεʹ μὲν, ἐν τούτοις τοῖς ἔτεσιν, οἷον τῷ πέμπτῳ, καὶ ἕκτῳ, καὶ ζʹ, καὶ ηʹ, καὶ θʹ, καὶ ιʹ, καὶ ιαʹ, καὶ ιβʹ, καὶ ιγʹ, καὶ ιδʹ, καὶ ιεʹ, καὶ ιϛʹ, καὶ ιθʹ· ἓξ καὶ δεκάτην δὲ ἐν τῷ ἰσαρίθμῳ ἔτει, οἷον τῷ ἓξ καὶ δεκάτῳ· συμφωνοῦσι δὲ μόνον τεσσαρεσκαιδεκάτην καὶ αὐτοὶ, τὴν δʹ καὶ ιʹ ψηφίζοντες ἐν μόνοις τούτοις τοῖς εʹ ἔτεσι, τῷ τε πρώτῳ παρ' αὐτοῖς δηλαδὴ ψηφιζομένῳ, τετάρτῳ δὲ παρ' ἡμῖν τυγχάνοντι, καὶ τῷ δευτέρῳ, καὶ τῷ γʹ, καὶ τῷ δʹ, καὶ ιηʹ. Τούτων οὖν οὕτως ἐχόντων, ἡνίκα ἡ Κυριακῆς ἡ δʹ καὶ ιʹ τοῦ πρώτου καθ' Ἑβραίους συναντήσοι μηνὸς, πρὸς ἀνάγκης λοιπὸν εἰκάδι δευτέρᾳ τοῦ φέγγους, καὶ εἰκάδι τρίτῃ γίνεσθαι τὸ κατὰ Χριστὸν Πάσχα· τούτοις παραλόγως ψηφίζεται διὰ τὴν εἰρημένην αἰτίαν. Ταῦτα καὶ περὶ τοῦ Πασχαλίου μηνὸς, καὶ τῆς περὶ τὴν τεσσαρεσκαιδεκαταίαν πλάνης τῶν οὕτω ψηφιζόντων εἰρήσθω τὰ νῦν.
XVI. But for those who multiply these by five and multiply them by six, it is from another Roman month, I mean December: for making the beginning from its fourth day, of the month that possesses all the new moons within itself, they place the end on the first of January. For there are 29 days from the former until the latter. Wherefore regulating every year of the moon from this day, I mean the first of January, then on account of the reckoning of the Pascha collecting sixtieths equal in number to the days from this until the completion of March, namely the 90 days, after the resolution into 30 of these three months, a half-day is left over to them, that is to say, 30 sixtieths. Casting in together with these 30 sixtieths the parts also that are collected each year from the 5 sixtieths, and making one day—and perhaps even more, if, as is likely, they extend the reckoning even to some days of April, on account of the digression of the Pascha, for it is necessary to take the sixtieths of these also—it altogether happens that by the addition of the one day, or even two, they reckon the 14th of the first month according to the Hebrews as both the 15th, or even the 16th. And the 15th, indeed, in these years: namely the fifth, and sixth, and 7th, and 8th, and 9th, and 10th, and 11th, and 12th, and 13th, and 14th, and 15th, and 16th, and 19th; and the sixteenth in the year of the same number, namely the sixteenth; and they themselves agree in reckoning the 4th and 10th as the fourteenth only in these 5 years alone: namely in that which is reckoned first among them, but is fourth among us, and in the second, and the 3rd, and the 4th, and the 18th. Since these things, therefore, are so, whenever the 4th and 10th of the first month according to the Hebrews meets on a Lord's day, of necessity consequently the Pascha according to Christ comes to be on the twenty-second of the moon, and on the twenty-third: by these men it is unreasonably reckoned on account of the aforesaid cause. Let these things be said for the present concerning the Paschal month also, and the error concerning the fourteenth day of those who reckon thus.
ΙΖʹ. Ἀναγκαῖον δὲ πρὸς τούτοις εἰδέναι καὶ τὸν ἀριθμὸν τῶν ἀπὸ Ἀδὰμ ἐτῶν. Εἰσὶν οὖν κατὰ τὴν ἐκκλησιαστικὴν ψῆφόν τε καὶ παράδοσιν μέχρι τῆς ἐνεστώσης ιδʹ ἰνδικτιῶνος, ἔτους λαʹ τῆς βασιλείας Ἡρακλείου τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, ἔτη ͵ϛρλγʹ. Τῷ γὰρ ταῦτα μερίζειν καὶ ἀναλύειν γινώσκεται τοῦ τε ἡλίου, καὶ τῆς σελήνης, καὶ τοῦ βισέξτου τὸ ἐνιστάμενον ἔτος· οἷον τὸ μὲν τοῦ ἡλίου ἔτος διὰ τοῦ εἰς κηʹ μερίζειν· τοσαῦτα γὰρ, τουτέστιν κηʹ, τὰ τοῦ ἡλίου ἔτη καθέστηκε· τὸ δὲ τῆς σελήνης ἔτος διὰ τοῦ εἰς ιθʹ πάλιν. Ἐπειδὴ καὶ τὰ
XVII. Now in addition to these things it is necessary to know also the number of the years from Adam. They are, therefore, according to both the ecclesiastical reckoning and tradition, until the present 14th indiction, the 31st year of the reign of Heraclius our most pious emperor, 6,133 years. For by dividing and resolving these, the current year both of the sun, and of the moon, and of the bissextus is known: for instance, the year of the sun by dividing by 28—for so many, that is to say, 28, are the years of the sun—and the year of the moon by dividing by 19 in turn. Since the years