ποσταῖα κατὰ τὴν τῶν Ῥωμαϊκῶν διαγραφήν· ὥσπερ ἑνὶ μηνὶ καὶ ὅλοις τοῖς ἔτεσιν ἐν τῷ δεξιῷ τὴν ιδʹ σεσημειωμένην ὁρῶμεν ὑπάρχουσαν· ἀλλ' ἄλλῃ καὶ ἄλλῃ. Οἷον εἰς μὲν τὸν ιαʹ παρ' Ἑβραίοις Σαβὰτ λεγόμενον ἡ τούτου ἑπτακαιδεκάτη· ἐν ἐκείνοις μέντοι τοῖς ἔτεσι τοῖς οὐκ ἔχουσι τὸν ἐμβόλιμον· εἰς δὲ τὸν δυοκαιδέκατον, Ἄδαρ προσαγορευόμενον, ἡ τούτου ὀκτωκαιδεκάτη, ἐν τούτοις δηλονότι τοῖς τὸν ἐμβόλιμον ἔχουσι. Καὶ τοῦτό γε κατὰ λόγον. Ἐπειδὴ γὰρ κθʹ καὶ λʹ ἡμερῶν παρ' ἑκάτερον μῆνα τῶν δυοκαίδεκα τῆς σελήνης ψηφίζομεν, πρὸς τὸ μὴ τεμεῖν ἡμέρας διὰ τοῦ ἀνὰ κθʹ ἡμίσεος τούτους ψηφίζειν (συμβαίνει γὰρ οὕτω τάς τε τνδʹ ἡμέρας ἐντελῶς ἀριθμεῖσθαι κατὰ πᾶν ἔτος τῆς σελήνης, καὶ μηδεμιᾶς συμβαίνειν ἡμέρας διαίρεσιν· ὡς ἐντεῦθεν λοιπὸν εὑρίσκεσθαι διὰ τὴν τοιαύτην ἐκ πρώτου μηνὸς ἀκολουθίαν καὶ τάξιν τὸν μὲν ιαʹ ἡμερῶν κθʹ· τὸν δὲ δυοκαιδέκατον λʹ ἡμερῶν)· προσηκόντως οὖν ἐν μὲν τοῖς οὐκ ἔχουσι τὸν ἐμβόλιμον τὸν ιαʹ καὶ τὴν τούτου ιζʹ ἐκανονίσαμεν. Ἀπὸ γὰρ ταύτης μέχρι τῆς τοῦ καθ' Ἑβραίους πρώτου μηνὸς ιδʹ τοῦ εἰσιέναι μέλλοντος ἔτους ἰσάριθμοι τῶν ἁγίων νηστειῶν αἱ ἡμέραι τυγχάνουσι, τουτέστι νζʹ. Τοσαῦται γὰρ αἱ τῶν ηʹ ἑβδομάδων προδήλως εἰσίν· οἷον αἱ ὑπόλοιποι ιγʹ αὐτοῦ τοῦ ιαʹ μηνός· εἴπερ κθʹ, καθὼς ἔφην, οὗτος ψηφίζεται· καὶ αἱ τοῦ δυοκαιδεκάτου λʹ· καὶ αἱ τοῦ πρώτου μηνὸς ιδʹ. Δῆλον δὲ, ὡς ιγʹ, καὶ λʹ, καὶ ιδʹ, ἡμέρας νζʹ ποιοῦσιν. Ἐν δὲ τοῖς ἔχουσι τὸν ἐμβόλιμον ἔτεσι τὸν δυοκαιδέκατον ἐτηρήσαμεν, καὶ τὴν αὐτοῦ ὀκτωκαιδεκάτην. Ἐκ ταύτης γὰρ μέχρι τῆς τοῦ πρώτου μηνὸς ιδʹ αἱ νζʹ πάλιν ἀθροίζονται· οἷον αἱ αὐτοῦ τοῦ ιβʹ ὑπόλοιποι ιγʹ, διὰ τὸ λʹ ἡμερῶν τοῦτον ψηφίζεσθαι· καὶ τοῦ ἐμβολίμου, ἤγουν τρισκαιδεκάτου, λʹ· τοσαύτας γὰρ πᾶς ἐμβόλιμος κέκτηται· καὶ αἱ τοῦ πρώτου μηνὸς ιδʹ. Ὅθεν ἐπὶ τοῦ τελευταίου, ἤγουν τοῦ ιθʹ ἔτους, καὶ τὴν ιςʹ τοῦ κατ' αὐτὸν ιαʹ μηνὸς ἐπεσημηνάμεθα· διὰ τὸν δυοκαιδέκατον αὐτοῦ μῆνα κθʹ μόνον ψηφίζομεν ἡμερῶν, ὥσπερ οὖν καὐτὸν τὸν ιαʹ· τὴν δὲ αἰτίαν προϊόντες δηλώσομεν. Εὐλόγως οὖν διὰ ταῦτα καὶ τὴν μετάστασιν ἴσην ἐπιτηροῦμεν ἐπὶ τούτων τῶν δεδηλωμένων μηνῶν, ἤγουν τῶν αὐτῶν ποσταίων, τῆς παρεισβάσεως χάριν, ἐν τῷ εὐωνύμῳ τοῦ κανονίου, τῆς ἐπὶ τῆς ιδʹ τοῦ πρώτου μηνὸς γενομένης ἡμῖν, ἐν τῷ δεξιῷ μέρει τοῦ αὐτοῦ κανονίου, τῆς ἀναστάσεως ἕνεκεν· ἀπὸ τῆς Κυριακῆς καὶ δευτέρας, καὶ τῶν καθεξῆς ἡμερῶν εἰς τὴν ἐπιοῦσαν ἁγίαν Κυριακὴν μεταβαίνοντες. Ταῦτα καὶ περὶ τούτων εἰπόντες, ἐπανακτέον ἡμῖν τὸν λόγον εἰς τὴν τῶν τῆς σελήνης ἐτῶν ἀπακρίβωσιν.
days of the month according to the table of the Romans; just as on the right-hand side we see the 14th marked as belonging to one month across all the years, whereas here it is in one and another. For instance, in the 11th month, called Sabat among the Hebrews, it is its seventeenth day, namely in those years that do not have the intercalary month; but in the twelfth, called Adar, it is its eighteenth day, namely in those that have the intercalary month. And this is quite in accordance with reason. For since we reckon the twelve months of the moon alternately at 29 and 30 days, so as not to divide days by reckoning them at 29 and a half each (for thus it happens that the 354 days are counted complete in every year of the moon, and no division of a day occurs; so that consequently, through such sequence and order from the first month, the 11th is found to be of 29 days, and the twelfth of 30 days), suitably, therefore, in the years that do not have the intercalary month we have fixed the rule upon the 11th month and its 17th day. For from this day until the 14th of the first month according to the Hebrews of the year about to enter, the days are equal in number to the holy fasts, that is to say, 57. For so many, manifestly, are those of the 8 weeks: namely, the remaining 13 of the 11th month itself, since, as I said, this is reckoned at 29; and the 30 of the twelfth; and the 14 of the first month. And it is clear that 13, and 30, and 14, make 57 days. But in the years that have the intercalary month we have observed the twelfth month, and its eighteenth day. For from this day until the 14th of the first month the 57 are again gathered together: namely, the remaining 13 of the 12th itself, because this is reckoned at 30 days; and 30 of the intercalary, that is, the thirteenth, for every intercalary month possesses so many; and the 14 of the first month. Hence in the last, that is, the 19th year, we have also marked the 16th of its 11th month; on account of its twelfth month we reckon it at 29 days only, just like the 11th itself; and the cause we shall declare as we proceed. Reasonably, therefore, on account of these things we also observe the transition in equal manner in these months that have been indicated, that is, on the same days of the month, for the sake of the entrance of the fasts, on the left-hand side of the table, as that which takes place for us on the 14th of the first month, on the right-hand side of the same table, for the sake of the Resurrection: passing over from the Lord's day and Monday, and the following days, to the ensuing holy Lord's day. Having said these things concerning these matters also, we must bring our discourse back to the exact determination of the years of the moon.
Θʹ. Εἰσὶν οὖν τὰ ὅλα τῆς σελήνης ἔτη, καθὼς ἐῤῥέθη, ιθʹ· ζʹ μὲν τὰ τοὺς ἰσαρίθμους ἐμβολίμους ἔχοντα μῆνας, ἤγουν τὰ ἀπὸ τπδʹ ἡμερῶν· ιβʹ δὲ τὰ λεγόμενα κοινὰ, τουτέστι τὰ ἀπὸ τνδʹ. Αἱ δὲ πᾶσαι τῶν αὐτῶν ιθʹ τῆς σελήνης ἐτῶν ἡμέραι, τῇ συμπα-
IX. All the years of the moon, therefore, as has been said, are 19: 7 having the equal number of intercalary months, that is, those of 384 days; and 12 called common, that is to say, those of 354. And all the days of the same 19 years of the moon, by the inclu-