Ηʹ. Τὴν δέ γε Ἀπόκρεω, τὸ νομικὸν Πάσχα, τὸ τῶν Χριστιανῶν ἅγιον Πάσχα, καὶ τὰς τῆς νηστείας τῶν ἁγίων ἀποστόλων ἡμέρας εὑρήσεις οὕτως· Ἑνδεκαπλασίαζε τὸν ἐνεστῶτα τῆς σελήνης θεμέλιον· καὶ τῷ γεγονότι ἀριθμῷ προστίθει ἡμέρας ςʹ, τὰς μὲν γʹ τὰς συνισταμένας ἐκ τοῦ ὄπισθεν εἰρημένου λεπτοῦ ἑνὸς καὶ ἡμίσεος, καὶ τρίτου, ἅπερ κατεπέκεινα τῶν κθʹ S" ἡμερῶν ἔχων δέδεικται ὁ τῆς σελήνης μηνιαῖος κύκλος· τὰς δὲ ἑτέρας γʹ εἰς ἀναπλήρωσιν τοῦ πεντηκοστοῦ ἀριθμοῦ. Ἀπὸ δὲ τοῦ ιζʹ καὶ ἑξῆς ἀντὶ τῶν γʹ προστίθενται δʹ· ἐπειδὴ πλείων ἡ ἐκείνων ποσότης ἐν τούτοις συνάγεται. Ταύτας δὲ προσθήσεις ἀπὸ τοῦ πρώτου κύκλου μέχρις ὅλου τοῦ ιςʹ· ἐν δὲ τοῖς λοιποῖς τρισὶν ἀντὶ τῶν τριῶν προσθήσεις ζʹ. Καὶ τὸν συναγόμενον ὕφελε παρὰ τὸν λʹ, ὁσάκις ἐγχωρεῖ· τὰ δὲ καταλειπόμενα κάτωθεν τῶν λʹ κρατῶν, ἄρχου ἀπὸ τοῦ Μαρτίου, ἐπιβάλλων αὐτοῖς ἡμέρας ὅσας δεήσῃ, ἵνα σώσῃς νʹ. Καὶ οὐκ ἀρκέσει μόνος ὁ Μάρτιος, λάμβανε τὰς λειπομένας εἰς ἱκανοποίησιν τῶν εἰρημένων νʹ ἀπὸ τοῦ Ἀπριλίου. Ἔνθα τοίνυν καταλήξῃ ἡ τοιαύτη ἡμέρα, ἤγουν ἡ πεντηκοστή· ἤγουν εἴτε εἰς τὰς τόσας τοῦ Μαρτίου, εἴτε εἰς τὰς τόσας τοῦ Ἀπριλίου· κατ' αὐτὴν ἐκείνην εἶναι γίνωσκε τὸ Ἰουδαϊκὸν Πάσχα, ἤγουν τὸ νομικόν. Ἥντινα καὶ εὑρίσκων ἐν ποίᾳ τῆς ἑβδομάδος ἡμέρᾳ τυγχάνει διὰ τῆς ἀναγεγραμμένης μεθόδου τοῦ ἡμεροευρεσίου, τὴν ἐπιοῦσαν ἔμπροσθεν κυριακὴν τῆς αὐτῆς ἑβδομάδος ἴσθι τυγχάνειν τὸ τῶν Χριστιανῶν ἅγιον Πάσχα. Τούτου δέ σοι γνωρίμου γεγονότος, γʹ κατ' ἔτος προστιθεὶς τῇ πόστῃ τοῦ μηνὸς, ἐν ᾗ εὑρέθη τὸ Πάσχα, ἕξεις τὴν Ἀπόκρεω. Εἰ δὲ τυγχάνει ὁ χρόνος βίσεξτος, ἀντὶ τῶν γʹ προσθήσῃ δʹ. Ἀλλ' εἰ μὲν ἀπὸ τῆς κηʹ τοῦ Μαρτίου καὶ κάτωθεν τύχοι τὸ τῶν Χριστιανῶν ἅγιον Πάσχα, κατὰ τὸν Ἰανουάριον ἔσται ἡ Ἀπόκρεως· εἰ δὲ ἀπὸ τῆς κηʹ καὶ ἄνωθεν, κατὰ τὸν Φεβρουάριον. Ἐν αὐτῇ μέντοι τῇ κηʹ τοῦ Μαρτίου, ει μὲν οὐκ ἔστιν ὁ χρόνος βίσεξτος, εἰς τὴν λαʹ ἔσται τοῦ Ἰανουαρίου· κηʹ γὰρ καὶ γʹ λαʹ· εἰ δὲ ἔνι βίσεξτος, εἰς τὴν αʹ τοῦ Φεβρουαρίου· κηʹ γὰρ καὶ δʹ λβʹ· ἀφ' ὧν ἐάσας τῷ Ἰανουαρίῳ λαʹ, κατελείφθη μία· καὶ ἔνι τοῦ Φεβρουαρίου αʹ. Τὸν αὐτὸν δὲ τρόπον ποιήσεις καὶ κατὰ τὴν κθʹ, καὶ λʹ, καὶ λαʹ τοῦ Μαρτίου, προστιθεὶς ἀνὰ τριῶν· δʹ δὲ μόνῳ τῷ βισέξτῳ· εἶτα ἐκβαλὼν, ὡς εἴρηται, λαʹ τοῦ Ἰανουαρίου, τὰς καταλειπομένας δίδου τῷ Φεβρουαρίῳ· ὧν
VIII. Now Carnival, the legal Passover, the holy Pascha of the Christians, and the days of the fast of the holy Apostles you will find thus: Multiply by eleven the current foundation of the moon; and to the resulting number add 6 days, 3 of them consisting of the previously mentioned one and a half point, and a third, which the monthly cycle of the moon has been shown to have beyond the 29 1/2 days; and the other 3 for the completion of the fiftieth number. And from the 17th and onwards instead of the 3 there are added 4; since a greater amount of those is collected in these. And these you shall add from the first cycle up to the whole 16th; and in the remaining three instead of the three you shall add 7. And subtract the sum by 30, as many times as is possible; and holding the things remaining below 30, begin from March, adding to them as many days as may be needed in order to make up 50. And March alone will not suffice, take the days lacking for the satisfaction of the aforesaid 50 from April. Where therefore such a day, that is the fiftieth, ends—that is, whether on such a day of March, or on such a day of April—on that very day know the Jewish Passover, that is the legal one, to be. And finding on what day of the week this happens to fall through the recorded method of the day-finder, know that the holy Pascha of the Christians happens to be on the Sunday coming next ahead in the same week. And when this has become known to you, adding 3 each year to the day of the month on which Pascha was found, you will have Carnival. But if the year happens to be bissextile, instead of the 3 you shall add 4. Moreover, if the holy Pascha of the Christians should fall from the 28th of March and below, Carnival will be in January; if from the 28th and above, in February. On the 28th of March itself, however, if the year is not bissextile, it will be on the 31st of January, for 28 and 3 are 31; and if it is bissextile, on the 1st of February, for 28 and 4 are 32; from which leaving 31 to January, one was left over, and it is the 1st of February. And in the same way you shall do also on the 29th, and 30th, and 31st of March, adding by threes, and 4 only in the bissextile; then casting out, as has been said, 31 of January, give the remaining ones to February; of which
Θʹ. Εὕρισκε ἀπὸ τῆς ἡμέρας τοῦ ἁγίου ἡμῶν Πάσχα, δίχα ταύτης, πόσαι εἰσὶν ἡμέραι μέχρι καὶ αὐτῆς τῆς γʹ τοῦ Μαΐου· καὶ ταύτας συναγαγὼν, εἴτε
IX. Find from the day of our holy Pascha, apart from this day, how many days there are up to the 3rd of May itself; and having gathered these together, whether