PG 19:1316Read from the pageἘπειδήπερ, μοναχῶν τιμιώτατε, καὶ ἀδελφῶν μοι κατὰ Χριστὸν ποθεινότατε, εἰδέναι μέθοδον, δι' ἧς σοι βουλομένῳ ῥᾳδίως εὑρεθήσεται ὅ τε κύκλος τῆς Ἰνδίκτου, ὁ τοῦ ἡλίου, ἀλλὰ δὴ καὶ ὁ τῆς σελήνης· ἔτι τε ὁ ταύτης θεμέλιος· καὶ ὅσων ἡμερῶν αὕτη τυγχάνει αὐξομένη τε καὶ μειουμένη, καὶ πόσας ὥρας φαίνει καθ' ἑκάστην ἑσπέραν· πρὸς τούτοις ἥ τε ἀπόκρεως, τὸ νομικὸν Πάσχα, καὶ τὸ τῶν Χριστιανῶν ἅγιον Πάσχα, σὺν ταῖς ἡμέραις τῶν ἁγίων Ἀποστόλων νηστείας· ἰδοὺ τὴν σὴν ἐκπληρῶν αἴτησιν ὑποδείξω σοι κατὰ μέρος, ὅπως ἕκαστον τούτων ἀπταίστως σοι καὶ ῥᾳδίως εὑρεθήσεται. Ἐπεὶ δὲ πρὸ τῶν κύκλων ἡλίου καὶ σελήνης ὁ τῆς Ἰνδίκτου λαμβάνει τὴν ἀρχὴν, ἀπὸ τούτου κἀγὼ τὴν ἀρχὴν ποιήσομαι.
Since, O most honourable of monks, and most desired of my brethren in Christ, [you wish] to know a method by which, when you wish, there will easily be found for you both the cycle of the Indiction, that of the sun, and indeed also that of the moon; and furthermore the base of the latter; and of how many days it happens to be waxing and waning, and how many hours it shines each evening; in addition to these both Carnival, the legal Passover, and the holy Easter of the Christians, together with the days of the fast of the Holy Apostles: behold, fulfilling your request, I will show you in detail how each of these will be found for you unerringly and easily. And since before the cycles of the sun and moon that of the Indiction takes its beginning, from this I also will make my beginning.
Περὶ εὑρέσεως τῆς Ἰνδίκτου.
Concerning the finding of the Indiction.
Αʹ. Ἡ Ἴνδικτος, ἥτις καὶ Ἰνδικτιὼν καὶ Ἐπινέμησις λέγεται, ἔχει ἀρχόμενον τὸν ἑαυτῆς κύκλον ἀπὸ τῆς αʹ τοῦ Σεπτεμβρίου, ἤγουν τῆς τοῦ χρόνου ἀρχῆς· ὅστις καὶ ἀνέρχεται εἰς χρόνους ιεʹ, καὶ πάλιν λαμβάνει ἀρχήν. Ει οὖν βούλει τοῦτον εὑρίσκειν, κράτει τὰ ἀπὸ κτίσεως κόσμου ἔτη, ἅτινά εἰσι τὸ παρὸν ͵ϛωπεʹ· καὶ ἄφελε ἀπὸ τούτων, ὁσά
1. The Indiction, which is also called Indiction and Assessment, has its own cycle beginning from the 1st of September, namely the beginning of the year; and this ascends to 15 years, and again takes a beginning. If therefore you wish to find this, take the years from the creation of the world, which are at present 6885; and subtract from these, as many
Notes, col. 1316
PG 19:1317Read from the pageκις ἂν δυνηθῇς, τὸν τοῦ κύκλου τῆς Ἰνδικτιῶνος ἀριθμὸν, ἤγουν τὸν ιεʹ· καὶ τὰ καταλειπόμενα κάτωθεν, ἢ καὶ μέχρις αὐτῶν τῶν ιεʹ, ἔστιν ὁ ἐνιστάμενος κύκλος αὐτῆς.
times as you are able, the number of the cycle of the Indiction, namely 15; and what is left over below, or even up to the 15 themselves, is its current cycle.
Οἷον ὑποδείγματος χάριν· Ἐπεὶ τὰ ἀπὸ κτίσεως κόσμου εἰσὶν, ὡς δεδήλωται, ἔτη ͵ϛωπεʹ, λέγομεν, ὅτι πεντεκαιδεκάκις τὰ νʹ ψνʹ, καὶ πεντεκαιδεκάκις τὰ ηʹ ρκʹ, γινόμενα ὁμοῦ ͵ϛωοʹ. Κατελείφθησαν καὶ μέχρι τῶν ͵ϛωπεʹ ἔτη ιεʹ· ἃ καί εἰσιν ὁ ἐνιστάμενος κύκλος αὐτῆς. Ἀλλ' ἐπεὶ δυσχερὴς εἶναι δοκεῖ τοῖς μὴ εἰδόσιν ἐντέχνως ψηφίζειν ἡ τοιαύτη μέθοδος, ἐπενοήθη τις ἄλλη σαφεστέρα, καὶ ῥᾴστη τοῖς ταύτῃ χρωμένοις, ἔχουσα οὕτως·
As for example's sake: Since the years from the creation of the world are, as has been shown, 6885, we say that fifteen times 50 is 750, and fifteen times 8 is 120, becoming together 6870. And there were left over up to 6885 15 years, which also are its current cycle. But since such a method seems to be difficult for those who do not know how to reckon skilfully, a certain other clearer one was devised, and very easy for those who use it, being thus:
Κράτησον τὰ ὀλίγα ἔτη· ὀλίγα δὲ λέγομεν τὰ κάτωθεν τῶν τε χιλιάδων καὶ ἑκατοντάδων· ἤγουν τὰ ἐκ μονάδων καὶ δεκάδων, ἢ καὶ ἐξ ἀμφοτέρων συνιστάμενα, ἅτινά εἰσι τὴν σήμερον πεʹ. Τούτοις πρόσθες εʹ, καὶ γίνονται ϟʹ. Ἄφελε ἀπὸ τούτων τὰ ιεʹ, ὁσάκις ἐγχωρεῖ, εἰπών· Πεντεκαιδεκάκις τὰ εʹ οεʹ· κατελείφθησαν μέχρι τῶν ϟʹ καὶ ιεʹ· ἅτινά εἰσιν, ὡς ἀνωτέρω δεδήλωται, ὁ ἐνιστάμενος κύκλος τῆς Ἰνδίκτου· ὅντινα καὶ εὑρήσεις ἀσφαλῶς ταῖς εἰρημέναις χρώμενος ἐφόδοις, ὁποτέρᾳ βούλῃ.
Take the lesser years—and we call lesser those below both the thousands and the hundreds, namely those consisting of units and tens, or of both, which today are 85. To these add 5, and they become 90. Subtract from these 15, as many times as is possible, saying: Fifteen times 5 is 75; there were left over up to 90 15; which are, as has been shown above, the current cycle of the Indiction; which also you will find assuredly by using the aforesaid methods, whichever of the two you wish.
Περὶ τῆς εὑρέσεως τοῦ κύκλου τοῦ ἡλίου.
Concerning the finding of the cycle of the sun.
Βʹ. Ὁ δέ γε τοῦ ἡλίου κύκλος ἄρχεται μὲν ἀπὸ τῆς αʹ τοῦ Ὀκτωβρίου μηνὸς, ἀνέρχεται δὲ ἕως χρόνους κηʹ, καὶ αὖθις λαμβάνει τὴν ἀρχήν. Εἰ οὖν θέλεις καὶ τοῦτον εὑρεῖν, λάβε τὰ ἀπὸ κτίσεως κόσμου ἔτη, καὶ μέρισον αὐτὰ παρὰ τὸν ἀριθμὸν τῶν τούτου κύκλων, ἤγουν τῶν κηʹ· τὰ καταλειπόμενα κάτωθεν τῶν κηʹ, ἢ καὶ ἕως αὐτῶν, ἔστιν ὁ τοῦ ἡλίου κύκλος.
2. Now the cycle of the sun begins indeed from the 1st of the month of October, and ascends up to 28 years, and again takes its beginning. If therefore you wish to find this also, take the years from the creation of the world, and divide them by the number of its cycles, namely 28; what is left over below 28, or even up to it, is the cycle of the sun.
ινα δὲ κἀνταῦθα σαφέστερον ὃ λέγω γένηται, λαμβάνω τὰ εἰρημένα ἔτη τὰ ͵ϛωπεʹ· καὶ μερίζω ταῦτα παρὰ τῶν κηʹ οὕτως· Ὀκτωεικοσάκις τὰ σʹ ͵εχʹ· ὀκτωεικοσάκις τὰ μʹ ͵αρκʹ· καὶ ὀκτωεικοσάκις τὰ εʹ ρμʹ· γινόμενα ὁμοῦ ͵ϛωξʹ. Κατελείφθη ἕως τῶν πεʹ καὶ ἔτη κεʹ· ἅτινά εἰσιν ὁ κατὰ τὸ παρὸν ἔτος ἐνιστάμενος κύκλος τοῦ ἡλίου εἰκοστὸς πέμπτος τυγχάνων.
And in order that here also what I say may become clearer, I take the aforesaid years 6885, and I divide these by 28 thus: Twenty-eight times 200 is 5600; twenty-eight times 40 is 1120; and twenty-eight times 5 is 140; becoming together 6860. There were left over up to 85 25 years, which are the cycle of the sun current in the present year, happening to be the twenty-fifth.
Ἐπεὶ δὲ οὐ μόνον τοῖς ἄρτι μαθημάτων ἁπτομένοις, ἀλλὰ καὶ πολλοῖς τῶν ἐντελεστέρων αἱρετώτερά εἰσι τὰ σαφέστερα, ὡς εὐληπτότερα· ὑποδείξομεν κἀνταῦθα τὴν σαφεστέραν ὁδὸν ἔχουσαν οὕτως· Τοῖς ὀλίγοις ἔτεσιν, ἅτινά εἰσιν ἄρτι πεʹ, προστιθέαμεν κδʹ· καὶ γίνονται ρθʹ· ταῦτα ὑφείλομεν παρὰ τῶν κηʹ, λέγοντες· Ὀκτωεικοσάκις τὰ γʹ πδʹ· κατελείφθησαν μέχρι τῶν ρθʹ καὶ κεʹ· ὡς εἶναι τὸν ἐνιστάμενον κύκλον κεʹ, ὡς προδεδήλωται.
And since not only to those just now touching upon studies, but also to many of the more advanced, clearer things are preferable, as being easier to grasp, we will show here also the clearer way, being thus: To the lesser years, which are just now 85, we add 24, and they become 109; these we subtracted by 28, saying: Twenty-eight times 3 is 84; there were left over up to 109 25; so that the current cycle is 25, as has been shown before.
Ὅπως δεῖ εὑρίσκειν ἑκάστου μηνὸς ἡμέραν ἐν ποίᾳ τῶν ζʹ τῆς ἑβδομάδος τυγχάνει.
How one must find on which of the 7 of the week any day of each month falls.
Γʹ. Κείσθω σοι δὲ καὶ τοῦτο ἐν γνώσει, ὡς, ἣν ἂν ἡμέραν τῶν τοῦ ὅλου ἐνιαυτοῦ ιβʹ μηνῶν ἐθελήσῃ
3. And let this also be set down for you in knowledge, that whatever day of the 12 months of the whole year anyone may wish
Notes, col. 1317
On the reading
Printed Υπόδειγμα, for Ὑπόδειγμα.
PG 19:1320Read from the pageτις ἀκριβῶς εἰδέναι ἐν ποίᾳ τῶν ζʹ τῆς ἑβδομάδος ἡμερῶν τυγχάνει, τῷ τοῦ ἡλίου κύκλῳ καὶ τοῖς ἑπομένοις αὐτῷ βισέξτοις, ἔτι δὲ καὶ ταῖς ἐπακταῖς τῶν μηνῶν πρὸς τὴν ταύτης εὕρεσιν χρήσεται. Διὸ γινώσκειν σε χρὴ, ὡς βίσεξτα μὲν τὸν τοῦ ἡλίου κύκλον εἰσὶν ζʹ· τετράκις γὰρ τὰ ζʹ κηʹ· κατὰ τετάρτου γὰρ χρόνου συνάγεται ἕν· αἱ δὲ τῶν μηνῶν ἐπακταὶ τῶν μὲν ἐχόντων ἀνὰ λαʹ ἡμέρας εἰσὶ γʹ, τῶν δὲ ἀνὰ λʹ βʹ. Ἄρχονται γοῦν ἀπὸ τοῦ Ὀκτωβρίου μηνὸς, ἀφ' οὗ καὶ ὁ τοῦ ἡλίου κύκλος ἄρχεται. Καί εἰσι τοῦ Ὀκτωβρίου γʹ, τοῦ Νοεμβρίου βʹ, τοῦ Δεκεμβρίου γʹ, τοῦ Ἰανουαρίου γʹ, τοῦ Μαρτίου γʹ, τοῦ Ἀπριλίου βʹ, τοῦ Μαΐου γʹ, τοῦ Ἰουνίου βʹ, τοῦ Ἰουλίου γʹ, καὶ τοῦ Αὐγούστου γʹ, καὶ τοῦ Σεπτεμβρίου βʹ. Εἰ οὖν βούλει ὁποιανδήποτε μηνὸς ἡμέραν εὑρεῖν (κείσθω δὲ χάριν ὑποδείγματος ἡ κατὰ
to know accurately on which of the 7 days of the week it falls, he will use the cycle of the sun and the bissextiles following it, and furthermore also the epacts of the months for the finding of this. Wherefore you must know that the bissextiles [along] the cycle of the sun are 7—for four times 7 is 28, for every fourth year one is gathered—and the epacts of the months, of those having 31 days each, are 3, and of those having 30 each, 2. Now they begin from the month of October, from which the cycle of the sun also begins. And they are: of October 3, of November 2, of December 3, of January 3, of March 3, of April 2, of May 3, of June 2, of July 3, and of August 3, and of September 2. If therefore you wish to find any day whatever of a month (and let there be set down for example's sake that in
Λάβε μοι τὸν ἐνιστάμενον κύκλον τοῦ ἡλίου κεʹ τυγχάνοντα, καὶ τὰ τούτου τέταρτα, ἤγουν βίσεξτα, ἅτινά εἰσιν ϛʹ. Τετράκις γὰρ ϛʹ κδʹ. Τούτοις γεγόνασιν λαʹ πρόσθες τὰς τῶν μηνῶν ἐπακτὰς, ἤγουν τοῦ Ὀκτωβρίου, Νοεμβρίου, Δεκεμβρίου καὶ Ἰανουαρίου ἡμέρας ιαʹ· ἰδοὺ μβʹ. Ταύταις ἐπισύναψον καὶ τὰς τοῦ Μαρτίου κθʹ· ἐπειδὴ τὴν κθʹ αὐτοῦ ζητεῖς μαθεῖν ἐν ποίᾳ τῆς ἑβδομάδος ἡμέρᾳ τυγχάνει· καὶ ἰδοὺ γεγόνασιν οαʹ. Ταύτας ὕφειλον ἐπὶ τῶν ζ τῆς ἑβδομάδος ἡμερῶν, εἰπών· Δεκάκις τὰ ζʹ οʹ· κατελείφθη καὶ μία, ἥτις ἐστὶ πρώτη τῆς ἑβδομάδος ἡμέρα ἡ Κυριακὴ ἡ ζητουμένη οὖσα τοῦ Μαρτίου κθʹ. Εἰ δὲ συμβῇ ἐν ἄλλῃ τοιαύτῃ ζητήσει καὶ ἐπισυναγωγῇ μετὰ τὸν ζʹ ὑφειλμὸν καταλειφθῆναι δύο, ἢ τρία, ἢ δʹ, καὶ καθεξῆς μέχρι τῶν ζʹ, ἔσονται δηλονότι κατὰ τάξιν αἱ λοιπαὶ τῆς ἑβδομάδος ἡμέραι. Τὸν ὅμοιον οὖν ποιῶν τρόπον καὶ εἰς τοὺς πρὸ τοῦ Μαρτίου μῆνας, καὶ εἰς τοὺς μετ' αὐτὸν ἅπαντας, ἀσφαλῶς καὶ ἀπταίστως εὑρήσεις ἣν ἂν ἐπιζητήσῃς ἡμέραν τῶν τοῦ ὅλου ἐνιαυτοῦ μηνῶν. Ὁ μέντοι Φεβρουάριος οὐ συνεισφέρει τι ὅλως ἐν ταῖς εἰρημέναις ἐπακταῖς τῶν μηνῶν. Ἠλαττωμένος γάρ ἐστιν, κηʹ καὶ μόνας ἡμέρας ἔχων. Εἰ δὲ καὶ βισέξτου ὄντος κθʹ προστιθεμένης αὐτῷ μιᾶς ἡμέρας· ἀλλ' αὕτη ἐστὶν ἡ κατὰ δʹ χρόνους προστιθεμένη ἐν τῷ κύκλῳ τοῦ ἡλίου, βισέξτου ὄντος· καὶ διὰ τοῦτο οὐκ ἐνδέχεται δισσευθῆναι· ἥτις οὐδὲ ὀφείλει εἰσάγεσθαι ἐν
Take for me the current cycle of the sun, happening to be 25, and its fourths, namely bissextiles, which are 6. For four times 6 is 24. To these, which have become 31, add the epacts of the months, namely of October, November, December, and January, 11 days: behold 42. To these join also the 29 of March—since you seek to learn on which day of the week the 29th of it falls—and behold they have become 71. Subtract these by the 7 days of the week, saying: Ten times 7 is 70; and there was left over one, which is the first day of the week, the Lord's Day, being the sought 29th of March. And if it happen in another such inquiry and addition after the subtraction by 7 that there are left over two, or three, or 4, and so on up to 7, they will evidently be in order the remaining days of the week. Doing therefore in like manner both for the months before March and for all those after it, you will assuredly and unerringly find whatever day you seek of the months of the whole year. February, however, contributes nothing at all in the aforesaid epacts of the months. For it is diminished, having 28 days alone. And even if when it is bissextile [it has] 29, one day being added to it, yet this is that which is added every 4 years in the cycle of the sun when it is bissextile, and on account of this it cannot be doubled; nor ought it to be brought in
Ὅπως δεῖ εὑρίσκειν τὸν κύκλον τῆς σελήνης.
How one must find the cycle of the moon.
Δʹ. Ὁ τῆς σελήνης κύκλος ἄρχεται μὲν ἀπὸ τῆς πρώτης τοῦ Ἰανουαρίου μηνὸς, ἀνέρχεται δὲ μέχρι χρόνων ιθʹ, καὶ πάλιν λαμβάνει ἀρχήν. Εἰ οὖν βούλει καὶ τοῦτον εὑρεῖν, ὕφειλον παρὰ τὸν ἀριθμὸν αὐτοῦ κύκλου αὐτῆς, ἤγουν τῶν ιθʹ, τὰ ἀπὸ κτίσεως κόσμου ἔτη· καὶ τὰ καταλειφθέντα τὰ κάτωθεν τῶν ιθʹ, ἢ καὶ μέχρις αὐτῶν, ὑπάρχει ὁ ἐνιστάμενος κύκλος τῆς σελήνης. Ἔστω δὴ ζητεῖν ἡμᾶς κατὰ τὸ
4. The cycle of the moon begins indeed from the first of the month of January, and ascends up to 19 years, and again takes a beginning. If therefore you wish to find this also, subtract by the number of its own cycle, namely 19, the years from the creation of the world; and what is left over below 19, or even up to it, is the current cycle of the moon. Now let it be that we seek according to the
PG 19:1321Read from the pageπαρὸν ͵ϛωπεʹ ἔτος τὸν κύκλον αὐτῆς· καὶ λέγομεν· Ἐννεακαιδεκάκις τὰ τʹ ͵εψʹ· ἐννεακαιδεκάκις τὰ ξʹ ͵αρμʹ· καὶ ἐννεακαιδεκάκις τὰ βʹ ληʹ· γινόμενα ὁμοῦ ͵ϛωοηʹ. Κατελείφθησαν μέχρι τῶν πεʹ καὶ ζʹ· ἅτινά εἰσιν ἐνιστάμενος τῆς σελήνης κύκλος ζʹ ὤν. Καὶ διὰ τῆς ἄλλης μεθόδου εὑρήσεις τοῦτον ἀπονωτέρως. Τοῖς εἰρημένοις ὀλίγοις ἔτεσιν, ἤγουν τοῖς πεʹ,
present year 6885 its cycle; and we say: Nineteen times 300 is 5700; nineteen times 60 is 1140; and nineteen times 2 is 38; becoming together 6878. There were left over up to 85 7, which are the current cycle of the moon, being 7. And through the other method you will find this with less labour. To the aforesaid lesser years, namely 85,
Ἀπορήσειε δ' ἄν τις τῶν μετὰ σκέψεως ταῖς παρούσαις μεθόδοις ἐντυγχανόντων, πῶς ἐν τῇ δευτέρᾳ ταύτῃ μεθόδῳ προστίθεμεν ἐν μὲν τῷ τῆς ἰνδίκτου κύκλῳ εʹ, ἐν δὲ τῷ τοῦ ἡλίου κδʹ, καὶ ἐν τῷ τῆς σελήνης κζʹ· καὶ εἰ ἀσφαλές ἐστιν ἀεὶ προσχρῆσθαι ταῖς τοιαύταις προσθήκαις. Πρὸς οὓς ἐροῦμεν, ὡς οὐκ ἀεὶ αὗται τὸ βέβαιον ἔχουσιν, ἀλλὰ μέχρις ὅλου τοῦ ἐνενηκοστοῦ καὶ μόνου ἔτους· μετὰ δὲ τοῦτο, ἄλλης ἀρξαμένης ἑκατονταετηρίδος, ἄλλαι καὶ προσθῆκαι παραληφθήσονται· ἤγουν ἐν μὲν τῷ τῆς ἰνδίκτου κύκλῳ ἢ οὐδὲν, ἢ ιεʹ, ἐν δὲ τῷ τοῦ ἡλίου ιβʹ, ἐν δὲ τῷ τῆς σελήνης γʹ. Οὕτως οὖν πάλιν ἀπταίστως ἡ τῶν τοιούτων προβήσεται κύκλων εὕρεσις. Πλείονος δὲ ἕνεκα γνώσεως καὶ τὸν τούτων λόγον ἀποκαλύψω σοι, ταῖς πηλλοῖς ἴσως μὴ γινωσκόμενον. Ἑκάστης οἵας δήποτε πληρουμένης ἑκατονταετηρίδος, ὅσον ἂν εὕρῃς ἐν τῷ τελευταίῳ, ἤγουν τῷ ρʹ ταύτης ἔτει, τόν τε κύκλον τοῦ ἡλίου καὶ τῆς σελήνης, καὶ τῆς ἰνδίκτου, αὐτὴν ταύτην τὴν ἑκάστου ποσότητα ἔχε προσθήκην εἰς τὰ ὀλίγα ἔτη τῆς ἀρχομένης ἑκατονταετηρίδος· καὶ εὑρήσεις δι' ἑκάστης προσθήκης τὸν
Now someone of those who meet with the present methods thoughtfully might wonder how in this second method we add in the cycle of the indiction 5, in that of the sun 24, and in that of the moon 27; and whether it is safe always to make use of such additions. To whom we shall say that these do not always have certainty, but up to the whole ninetieth year alone; and after this, when another century begins, other additions also will be taken: namely in the cycle of the indiction either nothing, or 15, in that of the sun 12, and in that of the moon 3. Thus therefore again the finding of such cycles will proceed unerringly. And for the sake of fuller knowledge I will also disclose to you the reason of these, perhaps not known to the many. When any century whatever is being completed, whatever you find in its last, namely 100th year, as both the cycle of the sun and of the moon, and of the indiction, hold this very amount of each as an addition to the lesser years of the beginning century; and you will find through each addition the
Ὅπως δεῖ εὑρίσκειν τὸν θεμέλιον τῆς σελήνης.
How one must find the base of the moon.
Εʹ. Τὸν δέ γε θεμέλιον τῆς σελήνης ἴσθι ἀρχόμενον ἀπὸ τῆς αʹ τοῦ Ἰανουαρίου· ἀφ' οὗ δηλονότι καὶ ὁ ταύτης κύκλος τὴν ἀρχὴν λαμβάνει. Εἰ οὖν βούλει καὶ τοῦτον εὑρίσκειν, ἑνδεκαπλασίαζε τὸν ἐνιστάμενον κύκλον καὶ τῷ ἀπὸ τοῦ ἑνδεκαπλασιασμοῦ γινομένῳ ἀριθμῷ προστίθει γʹ· καὶ τὸν συναγόμενον, εἰ μὲν κάτωθέν ἐστι τῶν λʹ, αὐτὸν ἐκεῖνον εἶναι γίνωσκε τὸν θεμέλιον· ει δ' ὑπερβῇ, ὁσάκις ἐγχωρεῖ τὸν λʹ τούτων ἀφελὼν, τὸ καταλειπόμενόν ἐστιν ὁ θεμέλιος. Τὰς μέντοι τρεῖς, ἃς ἔφημεν προστιθέναι τῷ τοῦ ἑνδεκαπλασιασμοῦ ἀριθμῷ, προσθήσεις καθ' ἕκαστον ἐνιαυτὸν μέχρις ὅλου τοῦ ιϛʹ κύκλου τῆς σελήνης· ἐν δέ γε τοῖς λοιποῖς τρισὶ, τῷ ιζʹ δηλονότι, τῷ ιηʹ, καὶ τῷ ιθʹ, ἀντὶ τῶν γʹ προσθήσεις δʹ· οὕτω γάρ σοι ἀπταίστως ἡ τοῦ θεμελίου αὐτῆς προβήσεται εὕρεσις. Καὶ οὕτως ἀπονωτέρως εὑρήσεις τὸν τῆς σελήνης θεμέλιον. Τῷ τοῦ ἐνεστῶτος θεμελίου
5. Now know that the base of the moon begins from the 1st of January, from which evidently its cycle also takes its beginning. If therefore you wish to find this also, multiply by eleven the current cycle and to the number resulting from the multiplication by eleven add 3; and the sum, if indeed it is below 30, know to be that very base; but if it exceed, having subtracted 30 from these as many times as is possible, what is left over is the base. The three, however, which we said to add to the number of the multiplication by eleven, you will add each year up to the whole 16th cycle of the moon; whereas in the remaining three, namely the 17th, the 18th, and the 19th, instead of 3 you will add 4; for thus the finding of its base will proceed for you unerringly. And thus with less labour you will find the base of the moon. To the number of the current base
Ὅπως εὑρίσκειν δεῖ πόσων ἡμερῶν ἐστιν ἡ σελήνη.
How one must find of how many days the moon is.
Ϛʹ. Τὰς ἡμέρας δὲ τὰς ἀπὸ γεννήσεως αὐτῆς οὕτω
6. And the days from its birth thus
Notes, col. 1321
On the reading
Printed πηλλοῖς, for πολλοῖς.
PG 19:1324Read from the pageμαθήσῃ· Κράτει τὸν ἐνιστάμενον ταύτης θεμέλιον· καὶ ἀρχόμενος ἀπὸ τοῦ Ἰανουαρίου, λάμβανε ἀφ' ἑκάστου μηνὸς, ἀπὸ μὲν τῶν ἐχόντων λαʹ ἡμέρας, αʹ καὶ S", ἀπὸ δὲ τῶν λʹ, S". Τοῦ μέντοι μηνὸς, ἐν ᾧ τὴν ζήτησιν ποιῇ τῶν ἡμερῶν τῆς σελήνης, εἰσάξεις αὐτὰς ἐκείνας, ὅσας ἔχει, ἀρξάμενος μέχρι τῆς ζητουμένης ἡμέρας. Ἃς πάσας συνάψας τῷ θεμελίῳ, τὸν γεγονότα ἀριθμὸν ὕφελε ἐπὶ τῶν κθʹ S", καὶ τὰ μένοντα τούτων κάτωθεν, ἢ καὶ μέχρις αὐτῶν, εἰσὶν αἱ ἀπὸ τῆς γεννήσεως αὐτῆς ἡμέραι. Ἀρχόμενος οὖν, ὡς εἴρηται, ἀπὸ τοῦ Ἰανουαρίου, εἰ μὲν ἔνι ὁ χρόνος βίσεξτος, εἴσαγε τὴν ἐξ αὐτοῦ λαμβανομένην μίαν ἥμισυ ἡμέραν καθ' ὅλον τὸν ἐνιαυτὸν, ἤγουν μέχρις ἂν φθάσῃς τὴν ἀρχὴν τοῦ εἰς τὸ ἐπιὸν ἔτος Ἰανουαρίου· εἰ δ' οὐκ ἔστι βίσεξτος, λάμβανε ταύτην μέχρις ἂν πληρώσῃ ὁ Φεβρουάριος καὶ μόνον, καὶ μετὰ τὸ πληρωθῆναι αὐτὸν καταλίμπανε ἀμφοτέρους. Λαμβάνει γὰρ τὴν τοῦ ἑνὸς περισσείαν ἡ θατέρου ὑστέρησις. Κἀντεῦθεν μένουσι καὶ οἱ δύο ἀσυντελεῖς ἐν τῇ τοιαύτῃ συνεισφορᾷ μέχρι συμπληρώσεως ἐνιαυ-
you may learn: Take its current foundation; and beginning from January, take from each month, from those having 31 days, 1 and 1/2, and from those of 30, 1/2. However, of the month in which you make the inquiry of the days of the moon, you shall bring in those very days, as many as it has from the beginning up to the sought day. Having joined all these to the foundation, subtract the resulting number by 29 1/2, and the things remaining below these, or even up to them, are the days from its birth. Beginning therefore, as has been said, from January, if the year is bissextile, bring in the one and a half day taken from it throughout the whole year, that is, until you reach the beginning of January into the following year; but if it is not bissextile, take this until February has been completed and only then, and after it has been completed leave both behind. For the deficiency of the one takes the excess of the other. And thence both the two remain non-contributory in such a contribution until the completion of a year
Ἵνα δὲ καὶ δι' ὑποδείγματος σαφέστερον τὸ λεγόμενον γένηται, κείσθω ζητεῖν ἡμᾶς κατὰ τὸ ἐνιστάμενον ͵ςωπεʹ ἔτος πόσων ἡμερῶν ἐστιν ἡ σελήνη κατὰ τὴν κʹ τοῦ Μαΐου. Κρατοῦντες οὖν τὸν θεμέλιον αὐτῆς, κʹ ὑπάρχοντα, παρατρέχομεν τόν τε Ἰανουάριον καὶ τὸν Φεβρουάριον, ὡς μὴ ἔχοντας εἰσενέγκαι τι. Ἀρχόμενοι δὲ ἀπὸ τοῦ Μαρτίου λαμβάνομεν τούτου μίαν ἥμισυ, καὶ τοῦ Ἀπριλίου ἥμισυ, αἳ, μετὰ τῶν κʹ τοῦ θεμελίου προστιθέμεναι, καὶ αἱ τοῦ Μαΐου κʹ, γίνονται μβʹ. Ἐκβεβλημένων οὖν τῶν κθʹ S" ἡμερῶν, κατελείφθησαν καὶ ιβʹ S" ἡμέραι. Λέ-
And so that what is said may become clearer through an example also, let it be supposed that we seek in the current 6885th year of how many days the moon is on the 20th of May. Holding therefore its foundation, which is 20, we pass over both January and February, as having nothing to contribute. And beginning from March we take of this one and a half, and of April a half, which, being added with the 20 of the foundation, and the 20 of May, become 42. When therefore the 29 1/2 days have been cast out, there were left also 12 1/2 days. We say
Ὅπως δεῖ εὑρίσκειν, καὶ πόσας ὥρας ἡ σελήνη φαίνεται καθ' ἑκάστην ἑσπέραν.
How one must find also for how many hours the moon appears each evening.
Ζʹ. Ποθοῦντί σοι δ' ἴσως εἰδέναι καὶ πόσας ὥρας ἡ σελήνη φαίνει καθ' ἑκάστην ἑσπέραν αὐξομένη τε καὶ μειουμένη, οὐκ ἀργῶς οὐδ' ἀκαίρως σοι καὶ τὸν περὶ τούτου λόγον ἐκθήσομεν. Ἡ σελήνη μετὰ τὸ γεννηθῆναι αὐξάνει μὲν μέχρι τῆς ιεʹ ἡμέρας· ἧς ἐντὸς ἐπί τε τὸ πλέον καὶ τὸ ἔλαττον γίνεται καὶ ἡ ταύτης ἀπόχυσις. Ἀπὸ ταύτης δ' ἄρχεται μειοῦσθαι μέχρι τῆς λʹ, καθ' ἣν ἐκλείπουσα τελείως, ἀρχομένη πάλιν γεννᾶται νέα. Ἐν ταῖς εἰρημέναις οὖν ιεʹ ἡμέραις τῆς αὐξήσεως αὐτῆς λάμπει τὴν μὲν πρώτην ἑσπέραν λεπτὰ δʹ, τὴν δὲ δευτέραν ηʹ, τὴν δὲ τρίτην ιβʹ· καὶ καθεξῆς ὁμοίως μέχρι τῶν ιεʹ, προστιθεμένων αὐτῇ καθ' ἑκάστην ἑσπέραν λεπτῶν δʹ, ἃ δὴ λεπτὰ εἰσάγονται ἐν μιᾷ ἑκάστῃ ὥρᾳ εʹ. Φθάσασα γοῦν τὴν ιεʹ ἑσπέραν, ἥτις καὶ πανσέληνος καλεῖται, διὰ τὸ πᾶσαν παρ' αὐτῆς φωτίζεσθαι, λάμπει κατὰ ταύτην λεπτὰ ξʹ, ἤγουν ὥρας ιβʹ. Τετράκις γὰρ τὰ ιεʹ ξʹ γίνονται. καὶ πεντάκις τὰ ιβʹ πάλιν ξʹ. Εἰ οὖν βούλει γινώσκειν πόσας ὥρας φαίνει καθ' ἑκάστην ἑσπέραν αὐξανομένη,
VII. And since you perhaps desire to know also for how many hours the moon shines each evening both waxing and waning, not idly nor unseasonably shall we set forth for you the account concerning this also. The moon after being born waxes until the 15th day; within which, both more and less, its full effusion also takes place. And from this it begins to wane until the 30th, on which failing completely, beginning again it is born new. In the aforesaid 15 days of its waxing, therefore, it shines on the first evening for 4 points, on the second 8, on the third 12; and in order likewise up to the 15, 4 points being added to it each evening, which very points are brought in at 5 in each single hour. Having reached then the 15th evening, which is also called full moon, because the whole of it is illuminated by it, it shines on this for 60 points, that is 12 hours. For four times 15 become 60, and five times 12 again 60. If therefore you wish to know for how many hours it shines each evening while waxing,
PG 19:1325Read from the pageεὕρισκε πόσων ἡμερῶν τυγχάνει, καὶ ταύταις διδοὺς ἀνὰ λεπτὰ δʹ, τὰ συναγόμενα λεπτὰ μέριζε παρὰ τὸν εʹ, μεταβαλὼν εἰς ὥρας· καὶ ἕξεις τὸ ζητούμενον. Ὡσαύτως καὶ μετὰ τὴν ἀπόχυσιν, ἤγουν μετὰ τὴν ιεʹ αὐτῆς ἡμέραν, εἰ βούλει εὑρίσκειν τὰς ὥρας τῆς φάσεως αὐτῆς, ἄφελε ἀπὸ τῶν ιβʹ ὡρῶν τῆς ὅλης νυκτὸς καθ' ἑκάστην ἑσπέραν τῶν παρελθουσῶν λεπτὰ δʹ, καὶ αἱ καταλειπόμεναι ὧραι, ἢ καὶ λεπτὰ μετ' αὐτῶν, ἔσται ἡ φαῦσις αὐτῆς. Ἢ καὶ ἄλλως.
find of how many days it happens to be, and giving to these 4 points apiece, divide the collected points by 5, converting them into hours; and you will have what is sought. Likewise also after the full effusion, that is after its 15th day, if you wish to find the hours of its shining, subtract from the 12 hours of the whole night 4 points for each evening of those that have passed, and the remaining hours, or also points with them, will be its shining. Or else in another way.
Εὕρισκε πόσων ἡμερῶν ὑπάρχει ἀπὸ τῆς γεννήσεως αὐτῆς μέχρι τῆς μετὰ τὴν ἀπόχυσιν ἡμέρας, καθ' ἣν ζητεῖς τὰς ὥρας τοῦ φωτισμοῦ αὐτῆς. Τὰς οὖν τοιαύτας ἡμέρας ἀφαιρῶν ἀπὸ τῶν λʹ, κράτει τὰς καταλειφθείσας μέχρις αὐτῆς ὅλης τῆς λʹ, αἷς διδοὺς ἀνὰ λεπτὰ δʹ, τὰ ἀπὸ τούτων γινόμενα πάντα λεπτὰ μέριζε παρὰ τῶν εʹ· καὶ μαθήσῃ ἀκριβῶς πόσας ὥρας καὶ λεπτὰ μέλλει λάμψαι.
Find of how many days it is from its birth up to the day after the full effusion on which you seek the hours of its illumination. Subtracting therefore such days from 30, hold the remaining ones up to the whole 30th itself, to which giving 4 points apiece, divide all the points arising from these by 5; and you will learn accurately for how many hours and points it is going to shine.
Ἀλλ' ἐπείπερ ἡ τοιαύτη μέθοδος ἐν πάσαις ταῖς τοῦ ἐνιαυτοῦ νυξὶ τῷ ἀριθμῷ τῶν ιβʹ χρῆται ὡρῶν· ἡμῖν δ' αἱ νύκτες κατὰ μὲν τὴν ἐαρινὴν καὶ φθινοπωρινὴν ἰσημερίαν, ἤγουν κατὰ τὸν Σεπτέμβριον καὶ κατὰ τὸν Μάρτιον μόνον ἔχουσιν ἀνὰ ιβʹ ὡρῶν, καθ' ὃν καιρὸν καὶ ἡ ῥηθεῖσα μέθοδος ἀσφαλής ἐστι κατὰ τ⟨ὰ⟩ς ὥρας ἰσάζουσα· μετὰ δὲ τὸν Σεπτέμβριον, χειμῶνος φθάνοντος, τὰς ιβʹ ὥρας ὑπερβαίνουσα ἡ νὺξ κατὰ μικρὸν προβαίνει ἄχρι τῶν ιεʹ· ὡσαύτως καὶ μετὰ τὸν Μάρτιον ἄχρι τοῦ θέρους προϊοῦσα κατέρχεται εἰς ὥρας θʹ· κἀκ τούτου ἀναφαίνεται, ὡς αἱ παρὰ τῆς εἰρημένης ψήφου λαμβανόμεναι ὧραι κατὰ μὲν τὰς διαληφθείσας ἰσημερίας εἰσὶν ὅμοιαι καὶ ἴσαι, κατὰ δὲ λοιπὰ τοῦ χρόνου μέρη ποτὲ μὲν μείζονές εἰσι, ποτὲ δὲ ἐλάττονες, αἳ καὶ καλοῦνται καιρικαί· ἡμῖν δὲ ὁ σκοπός ἐστι διὰ τῶν καθ' ἕκαστον μῆνα ἐνισταμένων ἴσων ὡρῶν, αὐξομένης τε καὶ μειουμένης τῆς νυκτὸς, εὑρίσκειν τὰς καθ' ἑκάστην ἑσπέραν ὥρας τοῦ φωτισμοῦ αὐτῆς· ὑποδειχθήσεται τρόπον, ὅπως ἀσφαλῶς καὶ τοῦτο γενήσεται, μεταβαλομένων τῶν εἰρημένων ἀνίσων καιρικῶν ὡρῶν εἰς τὰς παρ' ἡμῖν ἴσας, τὰς καλουμένας ἰσημερινάς. Ἔστι δ' οὕτως.
But since such a method in all the nights of the year uses the number of 12 hours; whereas for us the nights at the vernal and autumnal equinox, that is in September and in March alone, have 12 hours each, at which season also the aforesaid method is sure, being equal in the hours; but after September, as winter arrives, the night exceeding the 12 hours advances little by little up to 15; and likewise after March advancing until summer it comes down to 9 hours; and from this it is manifest that the hours taken from the aforesaid calculation at the aforementioned equinoxes are similar and equal, whereas in the remaining parts of the year they are sometimes greater and sometimes smaller, which are also called seasonal; and our aim is, through the equal hours present in each month, as the night waxes and wanes, to find the hours each evening of its illumination; a way will be shown how this also will safely come about, when the aforesaid unequal seasonal hours are converted into the equal ones among us, those called equinoctial. And it is thus.
Εὕρισκε πρῶτον πόσων ἡμερῶν ὑπάρχει ἡ σελήνη, καὶ πόσας ὥρας καιρικὰς μέλλει λάμψαι, ὡς ἀνωτέρω ἀκήκοας. Ταύτας οὖν πολλαπλασίασον μετὰ τῶν ὡρῶν, ἃς ἔχει παρ' ἡμῖν ἡ νὺξ τοῦ ἐνισταμένου μηνὸς, καθ' ὃν δηλονότι ἡ ζήτησις γίνεται. Καὶ τὸν συναγόμενον ἀπὸ τούτου ἀριθμὸν μέριζε ἀεὶ παρὰ τὸν ιβʹ, ἤγουν τὸν ἀριθμὸν τῶν καιρικῶν ὡρῶν· καὶ οὕτως ἕξεις τὴν τῶν τοιούτων ὡρῶν μεταβολήν. Οἷον ἔστω δοκιμῆς χάριν, πέμπτης οὔσης τῆς σελήνης κατὰ τὸν Ἰανουάριον, καθ' ὃν ἔχει παρ' ἡμῖν ἡ νὺξ ὥρας ιδʹ, ζητεῖν ἡμᾶς πόσας ὥρας μέλλει λάμψαι, καὶ εὑρίσκομεν κατὰ τὴν ἀναγεγραμμένην ἔφοδον λεπτὰ κʹ, ἤγουν ὥρας καιρικὰς δʹ· ἃς θέλοντες μεταβαλεῖν εἰς ἰσημερινὰς, πολλαπλασιάζομεν ταύτας δὴ τὰς δʹ ὥρας μετὰ τῶν ιδʹ ὡρῶν, ἃς ἔχει ἡ νὺξ, ὡς εἴρηται, κατὰ τὸν Ἰανουάριον· λέγομεν· Τετράκις τὰ ιδʹ, νςʹ. Ταῦτα δὲ τὰ νςʹ μερίζομεν παρὰ τὸν ιβʹ,
Find first of how many days the moon is, and for how many seasonal hours it is going to shine, as you have heard above. Multiply these therefore with the hours which the night of the current month has among us, in which namely the inquiry is made. And always divide the number collected from this by 12, that is the number of the seasonal hours; and thus you will have the conversion of such hours. For instance, let it be for the sake of trial, when the moon is in its fifth day in January, in which the night among us has 14 hours, that we seek for how many hours it is going to shine, and we find according to the recorded method 20 points, that is 4 seasonal hours; which wishing to convert into equinoctial ones, we multiply these very 4 hours with the 14 hours which the night has, as has been said, in January; we say: Four times 14, 56. And this 56 we divide by 12,