PG 19:1073Read from the pageμοι ἀγνοεῖν. Φασὶ γὰρ αὐτὸν δʹ ζωδίοις ἀντικαταδύνειν, Κριῷ τε καὶ Ταύρῳ, καὶ Διδύμοις, καὶ Καρκίνῳ. Ὁ μὲν γὰρ Ἄρατος τοῦ Ταύρου πρὸς τῇ ἀνατολῇ ὄντος, φησίν·
to be mistaken. For they say that he sets opposite to 4 signs, the Ram and the Bull, and the Twins, and the Crab. For Aratus, when the Bull is towards the east, says:
Δύνει δ' Ἀρκτοφύλαξ ἤδη πρώτῃ ἐπὶ μοίρῃ, Τάων αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσι·
And the Bear-ward already sets at the first portion of those four which bring him down without his hand;
ὥστε τῷ Κριῷ ἀνατέλλοντι ἄρχεσθαι αὐτὸν ἀντικαταδύνειν. Ἀκολούθως δὲ ταύτῃ τῇ ὑποθέσει, καὶ τοῦ Καρκίνου ἀρχομένου ἀνατέλλειν, λέγει ταυτί·
so that when the Ram rises he begins to set opposite. And consistently with this assumption, when the Crab also begins to rise, he says as follows:
Οὐδ' ἂν ἔτ' Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν· Μείων ἠμάτιος· τὸ δ' ἐπὶ πλέον ἔννυχος ἤδη. Τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην Ὠκεανὸς δέχεται.
Nor would the Bear-ward any longer be much on both sides, less by day, and for the greater part already nocturnal; for with four portions together Oceanus receives Boötes as he goes down.
Ὁ δὲ Εὔδοξος γράφει οὕτως· « Ὅτ' ἂν ὁ Κριὸς δύνῃ, τῶν μὲν πρὸς ἄρκτους τοῦ Ἀρκτοφύλακος οἱ πόδες δύνουσι, τῶν δὲ πρὸς νότον τοῦ Θηρίου τὸ λοιπόν. » Ἐν δὲ τῇ ἀρχῇ τοῦ περὶ τῶν ἀνατολῶν λόγου, διελθὼν ὅσα ἐπὶ δύσεως καὶ ἀνατολῆς ἐστιν, ἀρχομένου τοῦ Καρκίνου ἀνατέλλειν, ἑξῆς φησιν· « Ὅτ' ἂν δ' ὁ Καρκίνος α⟨να⟩τέλλῃ, τῶν μὲν πρὸς ἄρκτους οὐθὲν ἀνίσχει, τῶν δὲ πρὸς νότον ὁ Λαγωὸς καὶ τοῦ Κυνὸς καὶ τὰ ἐμπρόσθια, καὶ ὁ Προκύων, καὶ τοῦ Ὕδρου ἡ κεφαλή. Δύνει δὲ τῶν μὲν πρὸς ἄρκτους ἡ τοῦ Ἀρκτοφύλακος κεφαλή. » Δῆλον οὖν, ὅτι κατὰ τὸν Εὔδοξον τὰ μὲν πρῶτα μέρη τοῦ Ἀρκτοφύλακος ἀντικαταδύνει τῷ Κριῷ, τὰ δὲ ἔσχατα τῷ Καρκίνῳ. Οὔτε δὲ τέσσαρσι ζωδίοις ὁ Ἀρκτοφύλαξ ἀντικαταδύνει, ὡς αὐτοί φασιν, ἀλλὰ δυσὶ μόνον ἔλασσον ἢ ἡμίσει· οὔτε Κριῷ ἄρχεται ἀντικαταδύνειν· ἀλλὰ τὴν μὲν ἀρχὴν ποιεῖται τῆς δύσεως, ἀνατελλούσης ϛʹ μοί. τοῦ Ταύρου· ὅλος δὲ δύνει, πλὴν τῆς ἀριστερᾶς χειρὸς καὶ τοῦ ἀγκῶνος, ἀνατελλούσης τῆς ιθʹ μοί. τοῦ Καρκίνου.
And Eudoxus writes thus: "Whenever the Ram sets, of the stars towards the north the feet of the Bear-ward set, and of those towards the south the remainder of the Beast." And in the beginning of the discourse concerning the risings, having gone through how many are at setting and rising when the Crab begins to rise, he next says: "And whenever the Crab rises, of the stars towards the north nothing rises, while of those towards the south the Hare and also the foreparts of the Dog, and Procyon, and the head of the Water-snake rise. And of those towards the north the head of the Bear-ward sets." It is clear, therefore, that according to Eudoxus the first parts of the Bear-ward set opposite to the Ram, and the last parts opposite to the Crab. Yet neither does the Bear-ward set opposite to four signs, as they themselves say, but to two only, less than a half; nor does he begin to set opposite to the Ram; but he makes the beginning of his setting when the 6th degree of the Bull rises; and he sets wholly, except the left hand and the elbow, when the 19th degree of the Crab rises.
Διαληπτέον δὲ, ὅτι περὶ τοῦ Ἀρκτοφύλακος ὁ Ἄρατος συμφώνως λέγει τοῖς φαινομένοις, εἰ καὶ ὅλως ἠγνόηται τὸ τέσσαρσι ζωδίοις αὐτὸν ἀντικαταδύνειν, τοῦ Κριοῦ ἀνατεταλκότος, καὶ τοῦ Ταύρου, καὶ τῶν Διδύμων· τοῦ δὲ Καρκίνου ἀρχομένου ἀνατέλλειν, ὅ ἐστι λοιπὸς τῶν δʹ ζωδίων, οἷς ἀντικαταδύνει καὶ κατ' αὐτὸν ὁ Ἀρκτοφύλαξ, εὐλόγως αὐτός φησι μηκέτι πολὺ αὐτοῦ καὶ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ὑπὸ τοῦ ὁρίζοντος ἀπολαμβάνεσθαι· καθάπερ ἐγίνετο, τῶν Διδύμων ἀνατελλόντων· ἀλλὰ τὸ μὲν πλεῖον ὑπὸ γῆν, τὸ δὲ ἔλασσον ὑπὲρ γῆν φαίνεσθαι. Τὸ μὲν γὰρ, ἠμάτιον, σημαίνει τὸ ὑπὲρ γῆν τοῦ κόσμου, τὸ δὲ, ἔννυχον, τὸ ὑπὸ γῆν· φανερὸν δὲ τοῦτο διὰ πλειόνων αὐτὸς ποιεῖ· καθάπερ εὐθέως ἐπὶ τοῦ Ἐν γόνασι, λέγων οὕτως·
And it must be understood that concerning the Bear-ward Aratus speaks harmoniously with the appearances, even if it has been altogether mistaken that he sets opposite to four signs, when the Ram has risen, and the Bull, and the Twins; and when the Crab begins to rise, which is the remaining one of the 4 signs to which according to him also the Bear-ward sets opposite, reasonably does he himself say that no longer is much of him intercepted both above the earth and under the earth by the horizon—just as happened when the Twins were rising—but the greater part appears under the earth, and the lesser part above the earth. For the word "diurnal" signifies the part of the cosmos above the earth, and the word "nocturnal" the part under the earth; and he himself makes this evident through several passages, just as straightway in the case of the Kneeler, speaking thus:
Αὐτὰρ ὅγ' ἐξόπιθεν τετραμμένος ἄλλα μὲν οὔπω Γαστέρι νειαίρῃ· τὰ δ' ὑπέρτερα νυκτοφορεῖται.
But he, turned from behind, in other parts not yet as to his lowest belly, while the upper parts are borne in night.
Τὰ μέντοιγε ἐπιφερόμενα οὐδὲν ἔτι πρὸς αὐτὴν τὴν δύσιν αὐτοῦ τείνοντα λέγει, ἀλλ' ὡς συμβεβηκὸς αὐτῷ·
The things that follow, however, he says as tending no longer at all towards his setting itself, but as an accompaniment to him:
Notes, col. 1073
On the reading
Printed α⟨να⟩τέλλῃ, for ἀνατέλλῃ.
PG 19:1076Read from the page.... Ὁ δ', ἐπὴν φάεος κορέσηται, Βουλυτῷ ἐπέχει, πλεῖον δίχα νυκτὸς ἰούσης.
.... And he, when he has had his fill of light, holds on at the unyoking of oxen, when the night goes more than half through.
Ὅταν γὰρ ταῖς Χηλαῖς ἄρχηται συγκαταδύνειν, τοῦ ἡλίου ἐν αὐταῖς ὄντος, ἐν ᾧ καταδύνει καιρῷ, αἱ νύκτες ἐπ' Ἀρκτούρῳ λέγονται· ὅτε ὅλην τε τὴν ἡμέραν ὑπὲρ γῆς φέρεται, διὰ τὸ τῇ Παρθένῳ αὐτὸν συνανατέλλειν, καὶ δύνει πλείονα χρόνον ἢ τὸ ἥμισυ τῆς νυκτὸς, ἐπὶ τοῖς τέσσαρσι ζωδίοις συγκαταδύνει. Ὅτι δὲ τῇ Παρθένῳ κατ' αὐτὴν συνανατέλλει, φανερὸν ποιεῖ ἐν τούτοις·
For when he begins to set simultaneously with the Claws, the sun being in them, at the season in which he sets, the nights are said to be upon Arcturus; when both for the whole day he is borne above the earth, because of his rising simultaneously with the Virgin, and in setting he spends a greater time than the half of the night, since he sets simultaneously with the four signs. And that he rises simultaneously with the Virgin herself, he makes evident in these verses:
Οὐδ' ἂν ἐπερχόμεναι Χηλαὶ, καὶ λεπτὰ φάουσαι, Ἄφραστοι παρίοιεν· ἐπεὶ μέγα σῆμα Βοώτης Ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο.
Nor would the oncoming Claws, even though shining faintly, pass by unperceived; since a great sign, Boötes, rises all together, studded with Arcturus.
Ζʹ. Οὐ μόνον δὲ ὁ Ἄρατος καὶ ὁ Εὔδοξος, ἀλλὰ καὶ οἱ λοιποὶ μαθηματικοὶ πάντες σχεδὸν, ὅσοι περὶ τοῦ Βοώτεω λόγον πεποίηνται, ὁμοίως τούτοις ἀποπεπλάνηνται, νομίζοντες τέσσαρσι ζωδίοις αὐτὸν συγκαταδύνειν. Ἄτταλος δὲ καὶ περὶ τοῦ τὴν ἀρχὴν τῆς δύσεως αὐτὸν ποιεῖσθαι, μὴ τῷ Σκορπίῳ συγκαταφερόμενον, ὡς ἡμεῖς ἐδείκνυμεν, ἀλλὰ ταῖς Χηλαῖς, ἱκανῶς διαβεβαιοῦται, λέγων τὸν τρόπον τοῦτον· « Ἔνιοι γὰρ οὔτε τοῖς φαινομένοις παρακολουθοῦντες, οὔτε τὰ ὑπὸ τοῦ ποιητοῦ λεγόμενα δυνάμενοι συνεῖναι, διαφόρους ἀποφάσεις πεποίηνται περὶ αὐτοῦ. Καί τινές φασι μὲν αὐτὸν τῇ Παρθένῳ πρῶτον ἄρχεσθαι συγκαταδύνειν· εἶτα ἐν τοῖς ἐφεξῆς τρισὶ ζωδίοις· ἔνιοι δὲ ἄρχεσθαι μὲν ἀπὸ τοῦ Σκορπίου, λήγειν δὲ ἐπὶ τὸν Ὑδροχόον, ὧν τισι καὶ σὺ παρατέτευχας ἐλεγχομένοις ὑφ' ἡμῶν, καὶ μετατιθεμένοις. Καθόλου δὲ καὶ τοῦ φαινομένου τοῦτο συνιστῶντος, καὶ τοῦ ποιητοῦ σαφῶς λέγοντος, ὅτι ὅλος μὲν δεδυκὼς γίνεται, Λέοντος πρὸς ἀνατολὰς ὄντος· ἄρχεται δὲ δύεσθαι, ὅτ' ἂν ὁ Ταῦρος μέλλῃ ἀνατέλλειν· τὸ δὲ κατὰ διάμετρον αὐτοῦ κείμενον ζώδιον ὁ Σκορπίος πρὸς τῇ δύσει ὑπάρχων· αἱ δὲ Χηλαὶ ἀρτίως κατενηνεγμέναι ὦσιν, αἷς ἅμα συγκαταφέρεσθαι ἄρχεται ὁ Ἀρκτοφύλαξ, φανερὸν εἶναι νομίζω, διότι τοὺς ἀντιδοξοῦντας ἡμῖν περὶ τούτου παντελῶς ἀπείρους εἶναι τῶν φαινομένων συμβέβηκεν. »
Chapter VII. And not only Aratus and Eudoxus, but also almost all the rest of the mathematicians, as many as have made mention concerning Boötes, have erred in like manner with these, supposing that he sets simultaneously with four signs. And Attalus even strongly affirms concerning his making the beginning of his setting not when borne down simultaneously with the Scorpion, as we showed, but with the Claws, speaking in this manner: "For some, neither following the appearances, nor being able to understand the things said by the poet, have made different pronouncements concerning him. And some say indeed that he first begins to set simultaneously with the Virgin, then in the three succeeding signs; while some say that he begins from the Scorpion, and ceases at the Water-pourer, some of whom you also have met with when refuted by us and changing their view. And in general, both since the appearance establishes this, and since the poet clearly says that he has wholly set when the Lion is towards the east; and that he begins to set whenever the Bull is about to rise—the sign lying diametrically opposite to it, the Scorpion, being towards the west—and the Claws have just been borne down, together with which the Bear-ward begins to be borne down simultaneously, I think it is evident that those who hold a contrary opinion to us concerning this happen to be utterly unacquainted with the appearances."
Καλῶς μὲν οὖν εἶχεν, εἰ μὴ μόνον, ἀναποδείκτῳ φάσει χρώμενος, ἔλεγε τοὺς ἀντιδοξοῦντας ἐλεγχομένους ὑπ' αὐτοῦ μετατίθεσθαι, ἀλλὰ καὶ νῦν ἔγγραπτον ἐτίθει τὴν ἀπόδειξιν· ἵνα καὶ οἱ λοιποὶ τῶν ἀντιδοξούντων πεισθῶσιν, ὅτι ταῖς Χηλαῖς ἄρχεται συγκαταδύνειν, καὶ οὐ τῷ Σκορπίῳ· πλὴν ἐπεὶ οὗτος παραλέλοιπεν, οὐκ ἄχρηστον ἂν εἴη διὰ βραχέων ὑπομνῆσαι, δι' ὧν πειθόμεθα τῷ Σκορπίῳ πρώτως αὐτὸν συγκαταδύνειν. Τὸν μὲν γὰρ ἐπὶ πλεῖον περὶ αὐτοῦ λόγον ἐν τῇ τῶν συνανατολῶν πραγματείᾳ κατακεχωρίκαμεν· νοείσθω δὲ νῦν ἐπὶ τοῦ ὁρίζοντος πρὸς τῇ δύσει κείμενος ὁ νοτιώτατος ἀστὴρ τῶν ἐν τῷ ἀριστερῷ ποδὶ τοῦ Ἀρκτοφύλακος. Ἀλλ' ἔστιν οὗτος ὁ ἀστὴρ βορειότερος τοῦ ἰσημερινοῦ κύκλου μοί. κζʹ καὶ γʹ μέρει μοίρας, οἵων ἐστὶν ὁ διὰ τῶν πόλων κύκλος μοι. τξʹ. Διὰ δὴ τοῦτο ὁ γραφόμενος παράλληλος τῷ ἰσημερινῷ κύκλος διὰ τοῦ προειρημένου ἀστέρος τὴν ὑπὲρ γῆς περιφέρειαν ἔχει τοιούτων τμημά-
Now it would have been well if, not merely using an undemonstrated assertion, he had said that those holding a contrary opinion changed their view when refuted by him, but had also now set down the demonstration in writing; so that the rest also of those holding a contrary opinion might be persuaded that he begins to set simultaneously with the Claws, and not with the Scorpion; nevertheless, since he has omitted this, it would not be useless to recall briefly the grounds by which we are persuaded that he first sets simultaneously with the Scorpion. For the fuller discourse concerning him we have set down in the treatise of the simultaneous risings; but let there now be conceived as lying upon the horizon towards the west the southernmost star of those in the left foot of the Bear-ward. Now this star is further north than the equinoctial circle by 27 degrees and a 3rd part of a degree, of such as the circle through the poles is 360 degrees. Because of this, accordingly, the circle drawn parallel to the equinoctial circle through the aforesaid star has its circumference above the earth of such seg-
Notes, col. 1076
PG 19:1077Read from the pageτων ιεʹ λείπουσαν κʹ μέρει ὡς ἔγγιστα, οἵων ἐστὶν ὁ διὰ τῶν πόλων κύκλος τμημάτων κδʹ. Τὸ ἥμισυ ἄρα τῆς εἰρημένης περιφερείας, τὸ ἀπὸ τοῦ μεσημβρινοῦ ἕως δύσεως, τῶν αὐτῶν τμημάτων ἐστὶ ζʹ, καὶ ὡς ἔγγιστα ἡμίσους. Ἀλλ' ὁ εἰρημένος ἀστὴρ κεῖται, ὡς κατὰ παράλληλον κύκλον, περὶ αʹ μοῖ. τῶν Χηλῶν. Δύναντος ἄρα αὐτοῦ, δεῖ μεσουρανεῖν, ὡς κατὰ παράλληλον κύκλον, τὴν καʹ δʹ μοῖ. τοῦ Αἰγόκερω· ταύτης δὲ ἐπὶ τοῦ παραλλήλου μεσουρανούσης, δεῖ ἐν τῷ ζωδιακῷ μεσουρανεῖν τὴν δευτέραν, καὶ εἰκοστὴν μοῖραν τοῦ Αἰγόκερω. Ἀλλ' ἐν τῷ ζωδιακῷ τῆς βʹ καὶ εἰκοστῆς τοῦ Αἰγόκερω μοίρας μεσουρανούσης, ἐν τῷ ὑποκειμένῳ ὁρίζοντι δεῖ ἀνατέλλειν τὴν ϛʹ μάλιστα μοῖ. τοῦ Ταύρου· ἕκαστον γὰρ τῶν εἰρημένων ἀποδείκνυται διὰ τῶν γραμμῶν ἐν ταῖς καθόλου περὶ τῶν τοιούτων ἡμῖν συντεταγμέναις πραγματείαις. Ὁ ἄρα ἀριστερὸς ποῦς τοῦ Βοώτου ἀντικαταδύνει τῇ ϛʹ μοί. τοῦ Ταύρου. Ὅτι δὲ καὶ πρῶτος ὁ ἀριστερὸς ποῦς τοῦ Βοώτου δύνει, χωρὶς τούτου ἀποδέδεικται ἐν τῷ περὶ αὐτοῦ λόγῳ. Φανερὸν δ' ἂν εἴη καὶ ἐξ αὐτῆς τῆς θέσεως τοῦ Βοώτου. Ὀρθὸς γὰρ βεβηκὼς ὁ Βοώτης, ἐγκλίνει τῇ θέσει οὕτως, ὥστε τὸν ἀριστερὸν πόδα πολλῷ νοτιώτερον ὄντα τῆς κεφαλῆς, προηγεῖσθαι τοῦ διὰ τῶν πόλων, καὶ τῆς κεφαλῆς αὐτοῦ γραφομένου κύκλου πλεῖον ἥμισυ καὶ τέταρτον μέρος ζωδίου. Περὶ δὲ τοῦ Ὠρίωνος συμφωνεῖ ὁ Ἄρατος, ὑπολαμβάνων αὐτὸν ὅλον τοῖς Διδύμοις συνανατέλλειν.
of 15 sections lacking a 20th part as nearly as possible, of such as the circle through the poles is of 24 sections. The half therefore of the aforesaid circumference, that from the meridian until the setting, is of the same sections 7, and as nearly as possible a half. But the aforesaid star lies, as along a parallel circle, about the 1st degree of the Claws. When it sets, therefore, there must culminate, as along a parallel circle, the 21st and 1/4th degree of Capricorn; and when this culminates upon the parallel, there must culminate in the zodiac the twenty-second degree of Capricorn. But when in the zodiac the twenty-second degree of Capricorn culminates, on the underlying horizon there must rise about the 6th degree of Taurus; for each of the things stated is demonstrated by means of the lines in the general treatises composed by us concerning such matters. Therefore the left foot of Boötes sets opposite to the 6th degree of Taurus. And that the left foot of Boötes also sets first, apart from this, has been demonstrated in the discourse concerning it. And it would be evident also from the very position of Boötes. For standing upright, Boötes inclines in position in such a way that his left foot, being much further south than his head, precedes the circle drawn through the poles and his head by more than half and a fourth part of a zodiacal sign. And concerning Orion, Aratus agrees, supposing all of him to rise together with Gemini.
Ηʹ. Τοῦ δὲ Λέοντος ἀρχομένου ἀνατέλλειν, ὁ μὲν Ἄρατός φησι τά τε σὺν τῷ Καρκίνῳ δεδυκέναι· τοῦ δ' Ἐν γόνασιν ἔτι τὸν ἀριστερὸν πόδα, καὶ γόνυ ἀπολείπεσθαι· τὰ δὲ λοιπὰ δεδυκέναι· ἀνατέλλειν δὲ τὴν κεφαλὴν τοῦ Ὕδρου, καὶ τὸν Λαγωὸν, καὶ τὸν Πρόκυνα, καὶ τοὺς ἐμπροσθίους πόδας τοῦ Κυνός. Τῷ δὲ Ἀράτῳ ὁμοίως καὶ ὁ Εὔδοξος ἀποφαίνεται. Τὰ οὖν εἰρημένα ἄστρα δῆλον ὅτι τῷ Καρκίνῳ κατ' αὐτοὺς ἃ μὲν συνανατέλλει, ἃ δὲ ἀντικαταδύνει. Καὶ ἐπὶ τῶν ἄλλων ζωδίων τὸ αὐτὸ διαλαμβανέσθω. Ἐν μὲν οὖν τοῖς λοιποῖς συμφωνοῦσι τοῖς φαινομένοις· τοῦ δ' Ἐν γόνασιν οὐ μόνον τὸ ἀριστερὸν γόνυ καὶ ὁ ποῦς ἔτι ὑπὲρ γῆς ἐστιν, ἀλλὰ καὶ τὸ δεξιὸν γόνυ. Δύνει γὰρ τοῦτο ἀνατελλούσης τῆς τοῦ Λέοντος μοί. ιϛʹ. Ὁ δὲ Λαγωὸς οὐ μόνον τῷ Καρκίνῳ συνανατέλλει, ὡς Ἄρατος ὑπολαμβάνει, ἀλλὰ καὶ τοῖς Διδύμοις. Ἄρχεται μὲν γὰρ ἀνατέλλειν, τῆς ζʹ καὶ κʹ μοί. τῶν Διδύμων ἀναφερομένης· λήγει δὲ ἀνατέλλων, συνανατελλούσης αὐτῷ Καρκίνου μοί. ιβʹ Sʺ. Ὁ δὲ Κύων ὅλος τῷ Καρκίνῳ συνανατέλλει, πλὴν τῶν ἐν τῇ οὐρᾷ· καὶ οὐχ, ὡς ὁ Ἄρατος, οἱ ἐμπρόσθιοι μόνον αὐτοῦ πόδες συνανατέλλουσι τῷ Καρκίνῳ.
VIII. And when Leo begins to rise, Aratus says that the things with Cancer have set; and that of the Kneeler the left foot and knee are still left behind, while the rest have set; and that there rise the head of Hydrus, and the Hare, and Procyon, and the forefeet of the Dog. And similarly to Aratus does Eudoxus also declare. It is clear, then, that of the aforesaid stars, according to them, some rise together with Cancer, and others set opposite to it. And regarding the other zodiacal signs let the same be understood. Now in the rest they agree with the phenomena; but of the Kneeler not only are the left knee and the foot still above the earth, but also the right knee. For this sets when the 16th degree of Leo rises. And the Hare rises together not only with Cancer, as Aratus supposes, but also with Gemini. For he begins to rise when the 27th degree of Gemini ascends; and he ceases rising when the 12 1/2 degree of Cancer rises together with him. And the whole Dog rises together with Cancer, except those in the tail; and not, as Aratus says, do only his forefeet rise together with Cancer.
Θʹ. Τῆς δὲ Παρθένου ἀρχομένης ἀνατέλλειν,
IX. And when Virgo begins to rise,
..... Λύρη τότε, φησὶ, Κυλληναίη Καὶ Δελφὶς δύνουσι, καὶ εὐποίητος Ὀϊστός. Σὺν τοῖς Ὄρνιθος πρῶτα πτερὰ μέσφι παρ' αὐτὴν Οὐρὴν, καὶ Ποταμοῖο παρηορίαι σκιόωνται. Δύνει δ' Ἱππείη κεφαλή· δύνει δὲ καὶ αὐχήν. Ἀντέλλει δ' Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παρ' αὐτὸν Κρητῆρα. Φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους, Ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς.
then the Cyllenean Lyre, he says, and the Dolphin set, and the well-wrought Arrow. With them the first feathers of the Bird right up to her very tail, and the furthest reaches of the River are overshadowed. And the Horse's head sets; and his neck also sets. And Hydra rises further, right up to the Crater itself. And beforehand the Dog lays hold of his other feet, dragging behind the stern of many-starred Argo.
PG 19:1080Read from the pageἩ δὲ θέει γαίης ἱστὸν διχόωσα κατ' αὐτον· Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.
And she runs over the earth, dividing the mast in two right down it, just when the whole of Virgo has newly come from beyond.
Τῷ δὲ Ἀράτῳ τὰ αὐτὰ καὶ ὁ Εὔδοξος λέγει· καὶ μάλιστά γε ἐκ τούτων φανερός ἐστιν ὁ Ἄρατος ὡσανεὶ παραγράφων τὰ ὑπὸ τοῦ Εὐδόξου εἰρημένα. Ἐν μὲν οὖν τοῖς ἄλλοις συμφωνοῦσι τοῖς φαινομένοις. Ὁ δὲ Ὀϊστὸς οὐ τῷ Λέοντι ἀντικαταδύνει μόνον, ἀλλὰ καὶ τῷ Καρκίνῳ. Ἄρχεται μὲν γὰρ δύνειν, ἀνατελλούσης μέσης τῆς ζʹ καὶ κʹ μοί. τοῦ Καρκίνου· λήγει δὲ δύνων, ἀνατελλούσης μέσης τῆς βʹ μοί. τοῦ Λέοντος. Ὁ δὲ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς οὐ τῷ Λέοντι ἄρχεται ἀντικαταδύνειν, ὡς οἱ περὶ τὸν Εὔδοξόν φασιν, ἀλλὰ τῇ Παρθένῳ· ὁ γὰρ ἡγούμενος μάλιστα καὶ νοτιώτατος τῶν ἐν αὐτῷ, ὃς δὴ καὶ λαμπρότατός ἐστι, δύνει ἀνατελλούσης τῆς ζʹ μοί. τῆς Παρθένου. Τῆς δὲ Ἀργοῦς φησι τὴν πρύμναν μόνον συνανατέλ-
And Eudoxus says the same things as Aratus; and especially from these is Aratus evident as though transcribing what was said by Eudoxus. Now in the other things they agree with the phenomena. But the Arrow sets opposite not only to Leo, but also to Cancer. For it begins to set when the middle of the 27th degree of Cancer rises; and it ceases setting when the middle of the 2nd degree of Leo rises. And the River from Orion does not begin to set opposite to Leo, as Eudoxus and his followers say, but to Virgo; for the foremost and southernmost of the stars in it, which indeed is also the brightest, sets when the 7th degree of Virgo rises. And of Argo he says that only the stern rises together
Ὁ μέντοιγε Ἄτταλος, οὐ δυνάμενος κρατῆσαι τῆς διανοίας τοῦ ποιητοῦ, ἀλλ' ὑπολαβὼν λέγειν αὐτὸν τῆς Παρθένου μελλούσης ἀνατέλλειν, ὅτι ἡ πρύμνα ἀνατέταλκεν ἕως μέσου τοῦ ἱστοῦ, φησὶ τὸ, ἅπασα, τῷ ἐσχάτῳ στίχῳ κενῶς προσκεῖσθαι. Ἐκθέμενος γὰρ τῶν προειρημένων στίχων τοὺς ἐσχάτους, ἐπιφέρει ταυτί· « Ἐν δὲ τούτοις τὸ, ἅπασα, προσαναπληρώματος ἔχει τάξιν. Εἴτε γὰρ ἐπὶ τὴν Ἀργὼ μεταβιβάσειέ τις αὐτὸ, ποιῶν τὸν λόγον τοιοῦτον· Ἡ δὲ πᾶσα θέει γαίης ἱστὸν διχόωσα κατ' αὐτὸν, Παρθένος ἦμος περαιόθεν ἄρτι γένηται· ὁμολογουμένως ἀναπληρώματος ἔχει τάξιν· εἴτ' ἐπὶ τῆς Παρθένου, τὸ αὐτὸ συμβήσεται· ἐὰν μή τις δέξηται, ὅτι ὅλην φησὶ τὴν Παρθένον ἀνατεταλκέναι· ὅπερ βούλεται λέγειν. Εἰ γὰρ ἡ Παρθένος ὅλη ἀνατέταλκε, δῆλον, ὅτι αἱ Χηλαὶ πρὸς τῷ ἀνατέλλειν εἰσί. Κατὰ δὲ τοῦτον τὸν καιρὸν ὅλην φησὶ τὴν Ἀργὼ ἀνατεταλκέναι, λέγων οὕτως·
Yet Attalus, being unable to grasp the thought of the poet, but supposing him to say that when Virgo is about to rise the stern has risen up to the middle of the mast, says that the word "whole" is idly added to the last verse. For after setting forth the last of the aforesaid verses, he adds this: "And in these the word 'whole' has the place of a mere filler. For whether one should transfer it to Argo, making the statement such: And the whole of her runs over the earth, dividing the mast in two right down it, just when Virgo has newly come from beyond; admittedly it has the place of a filler; or whether to Virgo, the same thing will happen; unless someone should accept that he says the whole of Virgo has risen; which he means to say. For if the whole of Virgo has risen, it is clear that the Claws are about to rise. And at this time he says the whole of Argo has risen, speaking thus:
Οὐδ' ἂν ἐπερχόμεναι Χηλαὶ, καὶ λεπτὰ φάουσαι, Ἄφραστοι παρίοιεν· ἐπεὶ μέγα σῆμα Βοώτης Ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο. Ἀργὼ δ' οὐ μάλα πᾶσα μετήορος ἵσταται ἤδη. »
Nor would the oncoming Claws, though shining faintly, pass by unnoticed; since the great sign Boötes rises all together, set with Arcturus. And Argo now stands altogether high aloft."
Δοκεῖ οὖν μοι πεπλανῆσθαι ὁ Ἄτταλος, οὐ συνιεὶς, ὅτι ἐπιθέτως λέγεται ὑπὸ τοῦ ποιητοῦ τὸ, Ἱστὸν διχόωσα κατ' αὐτόν· καὶ οὐχ ὅτι ἀνατέλλει ἕως μέσου τοῦ ἱστοῦ· ὅ τε ἑξῆς λόγος ἐστὶ τοιοῦτος· Τῆς Παρθένου ἀρχομένης ἀνατέλλειν, ὅ τε Κύων ἀνατέταλκε, καὶ ἡ πρύμνα τῆς Ἀργοῦς. Αὐτὴ μέντοι ἡμίσεια οὖσα ἕως τοῦ ἱστοῦ ἀναφέρεται, ἕως ἂν ὅλη ἡ Παρθένος ἀνατείλῃ.
Attalus therefore seems to me to have erred, not understanding that the phrase "dividing the mast in two right down it" is spoken attributively by the poet, and not that she rises up to the middle of the mast; and the sequence of thought is such: When Virgo begins to rise, both the Dog has risen and the stern of Argo. She, however, being half up to the mast, ascends until the whole of Virgo has risen.
Ιʹ. Κέχρηται δὲ τούτῳ τῷ σχήματι τῆς ἐκφορᾶς ὁ Ἄρατος, καὶ ἐπὶ τοῦ Ἐν γόνασι, λέγων οὕτως·
X. And Aratus has used this figure of expression also in the case of the Kneeler, speaking thus:
....... τοῦ μὲν ἄρ' οἴη Κνήμη σὺν Χηλῇσι φαείνεται ἀμφοτέρῃσιν· Αὐτὸς δ' εἰς κεφαλὴν ἔτι που τετραμμένος ἄλλῃ Σκορπίον ἀντέλλοντα μένει, καὶ ῥύτορα Τόξου. Οἱ γάρ μιν φορέουσιν.
Of him, then, only the leg appears with both the Claws; but he himself, turned head-downwards still elsewhere, awaits the rising Scorpion and the drawer of the Bow; for they bear him along.
Τῶν γὰρ Χηλῶν ἀρχομένων ἀνατέλλειν, τὸν Βοώτην φησὶν ὅλον ἀνατεταλκέναι καὶ τὴν Ἀργώ· τοῦ δὲ Ὕδρου τὰ πρὸς τὴν οὐρὰν μόνον ὑπὸ γῆς εἶναι· ἀνατεταλκέναι δὲ τοῦ Ἐν γόνασι τὴν δεξιὰν κνήμην μόνον ἕως τοῦ γόνατος· τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα, πλὴν
For when the Claws begin to rise, he says that the whole of Boötes has risen and Argo; and that of Hydrus only the parts towards the tail are beneath the earth; and that of the Kneeler the right leg only has risen up to the knee; while the rest of his body, except
Notes, col. 1080
On the reading
Printed αὐτον, for αὐτόν.
PG 19:1081Read from the pageτῆς ἀριστερᾶς χειρὸς, ἔτι ὑπὸ γῆν εἶναι, τοῦ Σκορπίου πρὸς τῇ ἀνατολῇ ὄντος· τὴν δὲ ἀριστερὰν χεῖρα καὶ τὴν κεφαλὴν μετέωρον φαίνεσθαι, τοῦ Τοξότου ἀνατέλλοντος. Ἀνατέλλειν δέ φησιν ἅμα ταῖς Χηλαῖς καὶ τὸ ἥμισυ τοῦ Στεφάνου, καὶ τὴν οὐρὰν τοῦ Κενταύρου· δύνειν δὲ πάλιν τό τε σῶμα τοῦ Ἵππου ὅλον, καὶ τὴν οὐρὰν τοῦ Ὄρνιθος, καὶ τὴν κεφαλὴν τῆς Ἀνδρομέδας, καὶ τοῦ Κήτους τὸ ἀπὸ τῆς οὐρᾶς ἕως τῆς λοφίας· τοῦ δὲ Κηφέως κεφαλήν τε, καὶ χεῖρα, καὶ ὤμους, καὶ τὸ πλεῖστον μέρος τοῦ Ποταμοῦ· ὁμοίως δὲ ἐν τούτοις καὶ ὁ Ἄρατος τρόπον τινὰ παραγέγραφεν τὰ τοῦ Εὐδόξου.
the left hand, is still beneath the earth when Scorpio is at the rising; and that his left hand and head appear aloft when Sagittarius rises. And he says that together with the Claws there rise also the half of the Crown, and the tail of the Centaur; and again that there set the whole body of the Horse, and the tail of the Bird, and the head of Andromeda, and of the Sea-Monster the part from the tail up to the crest; and of Cepheus the head, and hand, and shoulders, and the greatest part of the River; and similarly in these things too Aratus has in a way transcribed the words of Eudoxus.
Τὰ μὲν οὖν λοιπὰ ὑπ' αὐτῶν ὑγιῶς εἴρηται· περὶ δὲ τοῦ Κενταύρου ὁλοσχερῶς ἠγνοήκασιν. Οὔτε γὰρ ἡ οὐρὰ αὐτοῦ, οὔτε καθόλου τὰ ὀπίσθια πάντα ἀνατέλλει, ἀλλὰ ὁ ἀριστερὸς ὦμος· πολλῷ γάρ ἐστι βορειότερος· οὔτε τῇ Παρθένῳ ἄρχεται συνανατέλλειν, ὥς φησιν, ἀλλὰ ταῖς Χηλαῖς. Ὁ γὰρ ἀριστερὸς ὦμος αὐτοῦ συνανατέλλει τῇ ιαʹ μοί. τῶν Χηλῶν. Τῆς δὲ Ἀνδρομέδας οὐ μόνον ἡ κεφαλὴ δέδυκε, τῶν Χηλῶν πρὸς τῇ ἀνατολῇ οὐσῶν, ἀλλὰ καὶ αἱ χεῖρες ἀμφότεραι. Τὸ δὲ Κῆτος οὐ τῇ Παρθένῳ ἄρχεται ἀντικαταδύνειν, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ Λέοντι. Τῶν γὰρ ἐν τῇ οὐρᾷ αὐτοῦ βʹ λαμπρῶν ὁ μὲν νοτιώτερος ἀντικαταδύνει μέσῃ τῇ ζʹ καὶ κʹ μοί. τοῦ Λέοντος· τὸ μέντοιγε λοιπὸν σῶμα τοῦ Κήτους οὐχ ὅλον τῇ Παρθένῳ ἀντικαταδύνει, ἀλλ' ἕως τῆς λοφίας, ὡς ὁ Ἄρατός φησιν. Τοῦ δὲ Κηφέως ἡ κεφαλὴ μόνον δύνει· οἱ δὲ ὦμοι αὐτοῦ ἐν τῷ ἀειφανεῖ τμήματι κεῖνται, καθάπερ προειρήκαμεν. Οὐ μόνον δὲ κατ' αὐτὸ ἀγνοοῦσιν, ἀλλὰ καθ' ὅ φασι τῇ Παρθένῳ ἀντικαταδύνειν τὴν κεφαλὴν αὐτοῦ. Οὐ γὰρ τῇ Παρθένῳ, ἀλλὰ ταῖς Χηλαῖς ἄρχεται ἀντικαταδύνειν. Ὁ γὰρ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ δύνει, ἀνατελλούσης τῶν Χηλῶν ὀγδόης μοί. τῆς μέσης.
Now the rest has been soundly stated by them; but concerning the Centaur they have been altogether ignorant. For neither does his tail, nor in general all his hindmost parts rise, but his left shoulder, for it is much further north; nor does he begin to rise together with Virgo, as he says, but with the Claws. For his left shoulder rises together with the 11th degree of the Claws. And of Andromeda not only has the head set when the Claws are at the rising, but also both hands. And the Sea-Monster begins to set opposite not to Virgo, as these men say, but to Leo. For of the 2 bright stars in its tail, the southernmost sets opposite to the middle of the 27th degree of Leo; yet the remaining body of the Sea-Monster does not set opposite in its entirety to Virgo, but up to the crest, as Aratus says. And of Cepheus only the head sets; whereas his shoulders lie in the ever-visible segment, just as we have said before. And not only are they ignorant in this respect, but also inasmuch as they say that his head sets opposite to Virgo. For it begins to set opposite not to Virgo, but to the Claws. For the southernmost of the stars in his head sets when the middle of the eighth degree of the Claws rises.
ΙΑʹ. Τοῦ δὲ Σκορπίου ἀρχομένου ἀνατέλλειν, θάτερός φησι δύνειν μὲν τά τε λοιπὰ μέρη τοῦ Ποταμοῦ, καὶ τὰ λοιπὰ μέρη τῆς Ἀνδρομέδας, καὶ τοῦ Κήτους, καὶ τοῦ Κηφέως τὰ ἀπὸ τῶν ὤμων μέχρι τῆς ζώνης· καὶ τὴν Κασσιέπειαν ὅλην, πλὴν τὸ ἀπὸ τῶν ποδῶν ἕως τῶν γονάτων. Ἀνατέλλειν τέ φησιν τό τε λοιπὸν τοῦ Στεφάνου, καὶ τὴν οὐρὰν τοῦ Ὕδρου, καὶ τοῦ Κενταύρου τὸ λοιπὸν σῶμα, πλὴν τῶν ἐμπροσθίων ποδῶν· ἀνατέλλειν δέ φησι καὶ τὸ Θηρίον, ὃ ἔχει ὁ Κένταυρος· καὶ τοῦ Ὀφιούχου τὴν κεφαλὴν καὶ τὰς χεῖρας· καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, τὴν κεφαλὴν ἕως τῆς πρώτης σπείρας· καὶ τοῦ Ἐν γόνασι τὰ λοιπὰ, πλὴν τῆς κεφαλῆς καὶ τῆς ἀριστερᾶς χειρός. Ὁ δὲ Εὔδοξος τὰ μὲν λοιπὰ ὁμοίως ἀναγράφει· τὴν δὲ κεφαλὴν τοῦ Ὀφιούχου γράφει ἀνατέλλουσαν, καὶ τὴν ἀριστερὰν μόνον χεῖρα· τὴν δὲ ἄλλην, καὶ τὸ Θηρίον, οὐ τοῦ Σκορπίου, ἀλλὰ τοῦ Τοξότου ἀνατέλλοντος, ὑπὲρ γῆν καὶ φαίνεσθαι. Καὶ τὰ μὲν ἄλλα συμφώνως παραγράφουσι τοῖς φαινομένοις· τὸ δὲ Θηρίον, οὔτε ταῖς Χηλαῖς. Τὸ δὲ λοιπὸν τῷ Σκορπίου
XI. And when Scorpio begins to rise, the one of them says that there set the remaining parts of the River, and the remaining parts of Andromeda, and of the Sea-Monster, and of Cepheus the parts from the shoulders up to the belt; and the whole of Cassiepeia, except the part from the feet up to the knees. And he says that there rise the remainder of the Crown, and the tail of Hydrus, and the remaining body of the Centaur, except the forefeet; and he says that the Wild Beast also rises, which the Centaur holds; and the head and hands of Ophiuchus; and of the Serpent, which Ophiuchus holds, the head up to the first coil; and of the Kneeler the rest, except the head and the left hand. And Eudoxus records the rest similarly; but he writes that the head of Ophiuchus rises, and only the left hand; while the other, and the Wild Beast, are above the earth and appear when not Scorpio, but Sagittarius rises. And the other things they record in agreement with the phenomena; but the Wild Beast, neither with the Claws. And the rest with Scorpio's
PG 19:1084Read from the pageσώματι ταῖς Χηλαῖς συναναφέρεται, ὡς καὶ Εὔδοξός
body ascends together with the Claws, as Eudoxus also
Ὁ δὲ Ἄρατος ἀγνοεῖ ἐν τοῖς περὶ τὸν Ὀφιοῦχον. Ἡ γὰρ ἀριστερὰ χεὶρ αὐτοῦ μόνον ταῖς Χηλαῖς συνανατέλλει· ἡ δὲ κεφαλὴ καὶ ἡ δεξιὰ χεὶρ τῷ Σκορπίῳ.
And Aratus is ignorant in the matters concerning Ophiuchus. For only his left hand rises together with the Claws; while his head and right hand rise with Scorpio.
ΙΒʹ. Τοῦ δὲ Τοξότου μέλλοντος ἀνατέλλειν, ὁ Ἄρατός φησι τὴν κεφαλὴν τοῦ Ἐν γόνασι καὶ τὴν ἀριστερὰν χεῖρα ἀνατεταλκέναι, καὶ τὸ σῶμα τοῦ Ὀφιούχου, καὶ τὴν οὐρὰν τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, καὶ τὴν Λύραν, καὶ τοῦ Κηφέως τὰ ἀπὸ τῆς κεφαλῆς ἕως τοῦ στήθους. Δύνειν δέ φησι τόν τε Κύνα ὅλον, καὶ τὸν Ὠρίωνα, καὶ τὸν Λαγωὸν, καὶ τοῦ Ἡνιόχου τὰ ἀπὸ τῶν ποδῶν ἕως τῆς ζώνης μέρη· τὴν δὲ Αἶγά φησι καὶ τοὺς Ἐρίφους, ὧν ἐστιν ἡ μὲν ἐπὶ τοῦ ἀριστεροῦ ὤμου, οἱ δ' ἐν τῇ ἀριστερᾷ χειρὶ, ἔτι δὲ τὴν κεφαλὴν καὶ τὴν δεξιὰν χεῖρα τῷ Τοξότῃ ἀντικαταδύνειν· τὰ δὲ πρὸς τοὺς πόδας τῷ Σκορπίῳ. Δύνειν δέ φησι καὶ τὸν Περσέα χωρὶς τοῦ δεξιοῦ γόνατος καὶ τοῦ ποδός· καὶ τῆς Ἀργοῦς τὴν πρύμναν. Ἐν δὲ τούτοις τὰ μὲν ἄλλα συμφωνεῖ τοῖς φαινομένοις· ἡ δὲ ἀριστερὰ χεὶρ τοῦ Ἐν γόνασι ταῖς Χηλαῖς συνανατέλλει, καὶ οὐ τῷ Σκορπίῳ. Καὶ γὰρ αὐτὸς ὁ ἀριστερὸς ὦμος αὐτοῦ πολὺ προηγούμενος τῆς χειρὸς, ὡσανεὶ διωργυιωμένου αὐτοῦ, καθάπερ καὶ ὁ αὐτὸς
XII. And when Sagittarius is about to rise, Aratus says that the head of the Kneeler and his left hand have risen, and the body of Ophiuchus, and the tail of the Serpent which Ophiuchus holds, and the Lyre, and of Cepheus the parts from the head up to the breast. And he says that there set the whole Dog, and Orion, and the Hare, and of the Charioteer the parts from the feet up to the belt; and he says that the Goat and the Kids, of which the one is upon his left shoulder and the others in his left hand, and furthermore his head and right hand set opposite to Sagittarius, while the parts towards the feet set opposite to Scorpio. And he says that Perseus also sets, apart from his right knee and foot; and the stern of Argo. Now in these things the rest agrees with the phenomena; but the left hand of the Kneeler rises together with the Claws, and not with Scorpio. For indeed his left shoulder itself, far preceding his hand, as though he were stretched out to full arm's length, just as the same man also
Διὸ καὶ ἐν τοῖς πρότερον περὶ τὴν τοῦ Σκορπίου ἀνατολὴν ἀγνοεῖ λέγων·
Wherefore also in the earlier passages concerning the rising of Scorpio he is ignorant when he says:
....... Κάρη δ' ἑτέρης μετὰ χειρὸς Τόξῳ ἀνέρχονται.
And the head along with the other hand ascends with the Bow.
Κατηκολούθηκεν δὲ καὶ κατὰ τοῦτο τῷ Εὐδόξῳ.
And in this too he has followed Eudoxus.
Διαφωνοῦσι δὲ πρὸς τὸ φαινόμενον καὶ ἐν τοῖς περὶ τοῦ Κηφέως. Ἥ τε γὰρ κεφαλὴ αὐτοῦ μόνον δύνει, καὶ ἀνατέλλει· οἱ δὲ ὦμοι καὶ τὸ στῆθος ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρονται. Χωρίς τε τούτων τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ ἀστέρων ὁ μὲν προηγούμενος τῇ ηʹ καὶ κʹ μοί. τοῦ Σκορπίου συνανατέλλει· ὁ δὲ ἔσχατος ἀναφερόμενος, καὶ νοτιώτερος ὢν τῶν ἐν τῇ κεφαλῇ συνανατέλλει τῷ Τοξότῃ ϛʹ μοί. μέσῃ· ὥστε μὴ μόνον τῷ Σκορπίῳ τὴν κεφαλὴν τοῦ Κηφέως συνανατέλλειν, ἀλλὰ καὶ τῷ Τοξότῃ. Ὁ δὲ Περσεὺς ὅλος τῷ Σκορπίῳ συναντικαταδύνει· καὶ οὐχ, ὡς οὗτοί φασιν, ὁ δεξιὸς ποῦς καὶ τὸ δεξιὸν γόνυ τῷ Τοξότῃ ἀντικαταφέρεται.
And they disagree with the phenomenon also in the matters concerning Cepheus. For only his head sets and rises; while his shoulders and breast are borne in the ever-visible segment. And apart from these things, of the stars in his head, the foremost rises together with the 28th degree of Scorpio; while the last to ascend, being also the southernmost of those in the head, rises together with the middle of the 6th degree of Sagittarius; so that the head of Cepheus rises together not only with Scorpio, but also with Sagittarius. And the whole of Perseus sets opposite together with Scorpio; and it is not, as these men say, that his right foot and right knee descend opposite to Sagittarius.
Ἠγνοήκασι δὲ καὶ τὰ περὶ τὴν Ἀργώ. Ἄρχεται γὰρ ἀντικαταδύνειν οὐ τῷ Σκορπίῳ, ἀλλὰ μέσαις ταῖς Χηλαῖς. Ἔδει οὖν, ἀρχομένου τοῦ Σκορπίου ἀνατέλλειν, λέγειν τὴν τῆς Ἀργοῦς πρύμναν δεδυκέναι, καὶ μὴ τοῦ Τοξότου ἀναφερομένου.
And they have also been ignorant of the matters concerning Argo. For she begins to set opposite not to Scorpio, but to the middle of the Claws. One ought therefore, when Scorpio begins to rise, to say that the stern of Argo has set, and not when Sagittarius ascends.
ΙΓʹ. Πάλιν δὲ τοῦ Αἰγόκερω πρὸς τῇ ἀνατολῇ ὄντος, τῷ Τοξότῃ φασὶν ἀντικαταδύνειν τήν τε Ἀργὼ ὅλην καὶ τὸν Πρόκυνα· συνανατέλλειν δὲ τόν τε Ὄρνιθα, καὶ τὸν Ἀετὸν, καὶ τὸν Ὀϊστὸν, καὶ τὸ Θυμιατήριον. Τὰ μὲν οὖν ἄλλα συμφώνως ὑπ' αὐτῶν λέγεται τοῖς φαινομένοις· τὰ δὲ κατὰ τὸν Ὄρνιθα ἠγνόηται μὲν ὑπ' ἀμφοτέρων, μᾶλλον δὲ ὑπὸ τοῦ Ἀράτου. Ὁ
XIII. And again, when Capricorn is at the rising, they say that the whole of Argo and Procyon set opposite to Sagittarius; and that there rise together the Bird, and the Eagle, and the Arrow, and the Censer. Now the other things are stated by them in agreement with the phenomena; but the matters regarding the Bird have been misunderstood by both, and still more by Aratus. For