PG 19:1049Read from the pageΤοῦ μὲν ὅσον τε μάλιστα δι' ὀκτὼ μετρηθέντος Πέντε μὲν ἔνδια στρέφεται καὶ ὑπέρτερα γαίης, Τὰ τρία δ' ἐν περάτῃ.
Of this, measured as nearly as may be into eight parts, five revolve in the clear sky and above the earth, and the three in the region below the horizon.
Πλάτος γὰρ ἔχοντος αὐτοῦ, καὶ διαιρεθέντος εἰς ὀκτὼ, δυνατὸν εἶναι ὅλα τμήματα ἄνω τε καὶ κάτω ἐγκεκλιμένου τοῦ κόσμου. Ἀλλὰ μὴν καὶ περὶ τοῦ ζωδιακοῦ λέγων ὁτὲ μὲν οὕτως·
For if it had breadth, and were divided into eight, it would be possible for whole segments to be both above and below when the cosmos is inclined. Moreover, speaking concerning the zodiacal circle also, at one time thus:
Ὅσσον δ' ὀφθαλμοῖο βολῆς ἀποτείνεται αὐγὴ, Ἑξάκις ἂν τόσση μιν ὑποδράμοι· αὐτὰρ ἑκάστη Ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα·
And as far as the ray of a glance of the eye stretches out, six times as great would run beneath it; and each, measured out equal, cuts off two constellations around;
ὁτὲ δὲ οὕτως·
and at another time thus:
Τοῦ δ' ὅσσον κοίλοιο κατ' Ὠκεανοῖο δύηται, Τόσσον ὑπὲρ γαίης φέρεται· πάσῃ δ' ἐπὶ νυκτὶ Ἓξ αἰεὶ δύνουσι δυωδεκάδες κύκλοιο· Τόσσαι δ' ἀντέλλουσι· τόσον δ' ἐπὶ μῆκος ἑκάστη Νὺξ αἰεὶ τετάνυσται, ὅσον τέ περ ἥμισυ κύκλου Ἀρχομένης ἀπὸ νυκτὸς ἀείρεται ὑψόθι γαίης·
And as much of it as sinks down into the hollow Ocean, so much is borne above the earth; and on every night six twelfths of the circle ever sink, and as many rise; and to such a length is each night ever stretched out, as half of the circle from the beginning of night is lifted on high above the earth;
οὐ πλάτος ἔχοντα, ἀλλὰ τοὐναντίον ἀπλατῆ διειληφέναι μοι δοκεῖ. Ἥ τε γὰρ βολὴ τοῦ ὀφθαλμοῦ εὐθεῖά ἐστι, καὶ αὕτη ἑξάκις καταμετρεῖ τὸν μέγιστον καὶ ἀπλατῆ κύκλον, ἀλλ' οὐχὶ τὸν πλάτος ἔχοντα· τοῦ τε ζωδιακοῦ καθ' ἑκάστην ἡμέραν καὶ νύκτα ἡμικύκλιον ἀνατέλλει, καὶ δύνει, τοῦ ἡλίου ἐπὶ τοῦ ἀπλατοῦς καὶ διὰ μέσων τῶν ζωδίων φερομένου· ἐπὶ γὰρ τοῦ πλάτος ἔχοντος οὐ δυνατὸν τοῦτο συμβαίνειν. Καὶ ἐξ ἄλλων δὲ πλειόνων φανερός ἐστιν ὁ Ἄρατος ἀπλατεῖς τοὺς κύκλους ὑποτιθέμενος ἀκολούθως τοῖς μαθηματικοῖς.
he seems to me to have conceived of it as not having breadth, but on the contrary as without breadth. For the glance of the eye is a straight line, and taken six times it measures out the greatest and breadthless circle, and not one having breadth; and of the zodiacal circle a semicircle rises and sets every day and night, since the sun is borne upon the breadthless circle through the middle of the signs; for upon one having breadth it is not possible for this to happen. And from many other passages also Aratus is manifest supposing the circles to be without breadth, conformably with the mathematicians.
ΚΒʹ. Ἐν δὲ τοῖς ἑξῆς περὶ τοῦ γαλαξίου κύκλου εἰπὼν, ἐπιφέρει, ὅτι τῶν δʹ κύκλων δύο τούτων ἴσοι εἰσίν· οἱ δὲ δύο πολλῷ ἐλάσσονες, λέγων οὕτως·
Chapter XXII. And in what follows, having spoken concerning the Milky Circle, he adds that of these four circles two are equal, and the two are much smaller, speaking thus:
Τῷ δή τοι χροιὴν μὲν ἀλίγκιος οὐκ ἔτι κύκλος Δινεῖται· τὰ δὲ μέτρα τόσοι, πισύρων παρ' ἐόντων, Οἱ δύο· τοὶ δέ σφεων μέγα μείονες εἱλίσσονται.
Like to this in colour no other circle wheels around; but in measure so great, out of four that are present, are two; while the other two roll round much smaller than they.
Οὐκ εὖ δέ μοι δοκεῖ λέγεσθαι οὐδὲ τοῦτο, ὅτι πολλῷ ἐλάσσονές εἰσιν οἱ τροπικοὶ τοῦ ἰσημερινοῦ καὶ τοῦ ζωδιακοῦ· ἔλασσον γὰρ ἢ τῷ ιαʹ μέρει λείπονται αὐτῶν.
Yet neither does this seem to me to be well said, that the tropics are much smaller than the equinoctial and the zodiacal; for they fall short of them by less than the eleventh part.
Περὶ δὲ τῶν ἀστέρων, οἳ κεῖνται ἐφ' ἑκατέρου τῶν τροπικῶν καὶ ἐπὶ τοῦ ἰσημερινοῦ, γράφει ὁ Ἄρατος τοῦτον τὸν τρόπον·
And concerning the stars that lie upon each of the tropics and upon the equinoctial, Aratus writes in this manner:
Τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέοιο· Ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται· Ἐν δὲ τὰ γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο.
Of these, the one is near the descending north wind; and in it both heads of the Twins are borne; and in it lie the knees of the steadfast Charioteer.
Αἱ μὲν οὖν κεφαλαὶ τῶν Διδύμων οὐ κεῖνται ἐπὶ τοῦ θερινοῦ τροπικοῦ. Ὁ μὲν γὰρ θερινὸς τροπικὸς τοῦ ἰσημερινοῦ βορειότερός ἐστι μοί. ὡς ἔγγιστα κδʹ· τῶν δὲ Διδύμων ἡ μὲν ἑπομένη κεφαλὴ βορειοτέρα ἐστὶ τοῦ ἰσημερινοῦ μοί. λʹ· ἡ δὲ ἡγουμένη μοί. λγʹ Sʺ. Ὥστε
Now the heads of the Twins do not lie upon the summer tropic. For the summer tropic is further north than the equinoctial by approximately 24 degrees; whereas of the Twins the following head is further north than the equinoctial by 30 degrees, and the leading one by 33 1/2 degrees. So that
PG 19:1052Read from the pageτὴν μὲν εʹ μέρει ἑνὸς ζωδίου βορειοτέραν εἶναι τοῦ θερινοῦ τροπικοῦ· τὴν δὲ γʹ ἔγγιστα μέρει.
the one is further north than the summer tropic by a fifth part of one sign, and the other by approximately a third part.
Ὅ τε μὴν Ἡνίοχος οὐδὲ ἔχει ἐπὶ τῶν γονάτων ἀστέρας. Εἰ δὲ τῶν μικρῶν τινας ἀμαυροὺς τίθησιν, ἀγνοεῖ. Ἔγγιστα γὰρ ἐπὶ τοῦ τροπικοῦ οἱ πόδες αὐτοῦ κεῖνται. Ὁ μὲν γὰρ ἐπὶ τοῦ ἀριστεροῦ, βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοί. κζʹ· ὁ δὲ ἐπὶ τοῦ δεξιοῦ μοί.... Οὐ δὲ μὴν τοῦτό ἐστιν εἰπεῖν, ὅτι τοὺς ὑφ' ἡμῶν λεγομένους ἀστέρας ἐπὶ τῶν ποδῶν ἐκεῖνος ἐπὶ τῶν γονάτων τίθησιν. Ὃ γὰρ ἡμεῖς φαμεν εἶναι ἐπὶ τοῦ δεξιοῦ ποδὸς, κἀκεῖνος λέγει ἐν τούτοις·
Moreover, the Charioteer does not even have stars upon his knees. And if he places there some dim ones among the small stars, he is in error. For his feet lie very near upon the tropic. For the star upon the left foot is further north than the equinoctial by 27 degrees; and the one upon the right by ... degrees. Nor yet can one say this, that the stars said by us to be upon the feet he places upon the knees. For what we say is upon the right foot, he too states in these lines:
. . . . . . . Λαιοῦ δὲ κεράατος ἄκρον Καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο Εἷς ἀστὴρ ἐπέχει.
And the tip of the left horn and the right foot of the neighbouring Charioteer one star occupies.
Ἑξῆς δέ φησι·
And next he says:
Λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπ αὐτοῦ Περσέος.
And the left shin and the left shoulder of Perseus upon it.
Πολὺ δὲ καὶ ἐν τούτοις ἀποσφάλλεται τῆς ἀληθείας· ὁ γὰρ ἐν μέσῳ σώματι τοῦ Περσέως λαμπρὸς ἀστὴρ βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοί. μʹ. Τοῦ τροπικοῦ ἄρα βορειότερός ἐστι μοί. ιϛʹ· ὅ ἐστι πλέον ἡμίσεως μέρους ζωδίου. Πολλῷ ἄρα μᾶλλον ὁ ἀριστερὸς ὦμος βορειότερός ἐστι τοῦ θερινοῦ τροπικοῦ. Κεῖται γὰρ ὁ Περσεὺς τῇ θέσει, ὥστε τὰ μὲν πρὸς τῇ κεφαλῇ μέρη εἶναι αὐτοῦ πρὸς ταῖς ἄρκτοις, τοὺς δὲ πόδας πρὸς μεσημβρίαν, μικρὸν πρὸς ἀνατολὰς τῆς κεφαλῆς ἀποκλινούσης.
And in these lines too he goes far astray from the truth; for the bright star in the middle of the body of Perseus is further north than the equinoctial by 40 degrees. Therefore it is further north than the tropic by 16 degrees, which is more than half a part of a sign. Much more, therefore, is the left shoulder further north than the summer tropic. For Perseus lies in position such that his parts by the head are towards the Bears, and his feet towards the south, with the head inclining slightly towards the east.
ΚΓʹ. Περὶ δὲ τῆς Ἀνδρομέδας φησίν·
Chapter XXIII. And concerning Andromeda he says:
.... Ἀνδρομέδης μέσσην ἀγκῶνος ὕπερθε Δεξιτερὴν ἐπέχει.
holds the middle of Andromeda's right hand above the elbow.
Ἀγνοεῖ δὲ καὶ κατὰ τοῦτο. Καὶ γὰρ οἱ ἐν πῷ δεξιῷ αὐτῆς ὤμῳ βορειότεροί εἰσι τοῦ τροπικοῦ. Τριῶν γὰρ ὄντων ἀστέρων, ὁ νοτιώτερος αὐτῶν βορειότερός ἐστι τοῦ ἰσημερινοῦ πλεῖον μοί. λʹ. Τῶν δὲ ἐν τῇ δεξιᾷ χειρὶ γʹ ὁ πρὸς μεσημβρίαν βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοί. λβʹ. Δῆλον οὖν ἐκ τούτων, ὅτι ὁ ἀγκὼν βορειότερός ἐστιν ἱκανῶς τοῦ τροπικοῦ, καὶ οὐ νοτιώτερος, ὡς Ἄρατός φησιν.
And in this respect too he is in error. For the stars in her right shoulder are further north than the tropic. For out of three stars that are there, the southernmost of them is further north than the equinoctial by more than 30 degrees. And of the three in the right hand, the one towards the south is further north than the equinoctial by 32 degrees. It is clear from these things, therefore, that the elbow is considerably further north than the tropic, and not further south, as Aratus says.
Ἑξῆς δὲ λέγει·
And next he says:
Ὁπλαὶ δ' Ἵππειοι, καὶ ὑπαύχενον Ὀρνίθειον Ἄκρῃ σὺν κεφαλῇ.
And the Horse's hoofs, and the Swan's lower neck together with the tip of its head.
Τίνας μὲν οὖν ἀστέρας ἐτίθει ἐπὶ ταῖς ὁπλαῖς τοῦ Ἵππου, ἄδηλον· ἐκ μέντοι τῶν ἐπὶ τοῦ Ὄρνιθος λεγομένων οὕτως,
Now what stars he placed upon the hoofs of the Horse is uncertain; however, from what is said in the case of the Bird thus,
. . . . . . . . . . . κατὰ δεξιὰ χειρὸς Κηφέ⟨ι⟩ης, ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων· Λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου·
over against the right side of the hand of Cepheus, showing the right extremities of its wing; and by its left wing lies stretched the stamping hoof of the Horse;
δόξει ἂν συνεγγίζειν τῇ ἀληθείᾳ. Ὁ γὰρ ἐν ἄκρᾳ
he will seem to come near to the truth. For the star in the tip of
Notes, col. 1052
On the reading
Printed ἐπ αὐτοῦ, for ἐπ' αὐτοῦ.
PG 19:1053Read from the pageτῇ πτέρυγι βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοί. κγʹ· τοῦ δὲ Ὄρνιθος τὸ μὲν ῥύγχος βορειότερόν ἐστι τοῦ ἰσημερινοῦ μοί. κεʹ καὶ κγʹ· ὁ δὲ ἐχόμενος αὐτοῦ, καὶ ὡς ἂν ὁ ἐν τῷ λάρυγγι κείμενος, βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοί. λαʹ. Δῆλον οὖν, ὅτι οὔτε ἡ κεφαλὴ τοῦ Ὄρνιθος οὔτε ὁ τράχηλος δύναται ἐπὶ τοῦ θερινοῦ τροπικοῦ κεῖσθαι κύκλου.
the wing is further north than the equinoctial by 23 degrees; while of the Bird, the beak is further north than the equinoctial by 25 and 23 degrees, and the star next to it, and lying as it were in the throat, is further north than the equinoctial by 31 degrees. It is clear, therefore, that neither the head of the Bird nor the neck can lie upon the summer tropic circle.
Ἑξῆς δέ φησιν.
And next he says:
. . . . . . . . . . καλοί τ' Ὀφιούχεοι ὦμοι Αὐτὸν δινεύονται ἐληλαμένοι περὶ κύκλον.
and the fair shoulders of the Serpent-holder wheel round driven about that very circle.
Ἐν δὲ τούτοις τελέως ἀγνοεῖ. Τῶν γὰρ τοῦ Ὀφιούχου ὤμων ὁ μὲν δεξιὸς πολλῷ ἔγγιον κεῖται τοῦ ἰσημερινοῦ ἤπερ τοῦ τροπικοῦ· ὁ δὲ ἀριστερὸς τρίτῳ μέρει ἑνὸς ζωδίου νοτιώτερός ἐστι τοῦ τροπικοῦ. Ὁ μὲν γὰρ δεξιὸς ὦμος βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοί. ἔγγιστα ζʹ· ὁ δὲ ἀριστερὸς ὡς ἔγγιστα μοί. ιεʹ.
Now in these lines he is completely in error. For of the shoulders of the Serpent-holder, the right one lies much nearer to the equinoctial than to the tropic; and the left one is further south than the tropic by a third part of one sign. For the right shoulder is further north than the equinoctial by approximately 7 degrees, and the left by approximately 15 degrees.
Ἑξῆς δέ φησιν.
And next he says:
Ἡ δ' ὀλίγον φέρεται νοτιωτέρη, οὐδ' ἐπιβάλλει Παρθένος, ἀλλὰ Λέων καὶ Καρκίνος· οἱ μὲν ἄρ' ἄμφω Ἑξείης κέαται βεβολημένοι· αὐτὰρ ὁ κύκλος Τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρ' αἰδὼ Τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε Χελείου Καρκίνον· ᾗχι μάλιστα διχαιόμενόν κε νοήσαις Ὀρθόν· ἵν' ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν.
And the Virgin is borne a little further south, and does not touch it, but the Lion and the Crab do; for they both lie struck in order next to one another, and the circle cuts the one under the breast and belly as far as by the loins, and cuts the Crab continuously beneath the shell, where most of all you might perceive it divided in two straight across, so that the eyes go on either side of the circle.
Ταῦτά μοι δοκεῖ συμφώνως τοῖς φαινομένοις εἰρηκέναι. Τῶν τε γὰρ ἐν τῷ στήθει τοῦ Λέοντος ὁ μὲν νοτιώτατος καὶ λαμπρότατος, ὃν δή τινες ἐν τῇ καρδίᾳ τιθέασι, μικρῷ νοτιώτερός ἐστι τοῦ τροπικοῦ· ὁ δὲ μετὰ τοῦτον πρὸς τὰς ἄρκτους αὐτοῦ κείμενος μικρῷ βορειότερος τοῦ θερινοῦ τροπικοῦ· καὶ τῶν ἐν τοῖς μηροῖς, καὶ σκέλεσι τοῦ Λέοντος δʹ λαμπρῶν, ὁ μὲν δεύτερος ἀπ' ἄρκτου ἐν τοῖς μηροῖς κείμενος βορειότερός ἐστι τοῦ τροπικοῦ· ὁ δὲ τρίτος, καὶ ἐν τοῖς σκέλεσι κείμενος, νοτιώτερός ἐστι τοῦ τροπικοῦ. Δῆλον οὖν, ὅτι διὰ μήκους ὑπ' αὐτοῦ ὁ Λέων τέμνεται ὑπὸ τὸ στῆθος καὶ τὴν λαγόνα. Τῶν δ' ἐν τῷ Καρκίνῳ ἀστέρων, τῶν περὶ τὸ νεφέλιον κειμένων τεσσάρων ὁ μὲν νοτιώτερός ἐστι τοῦ τροπικοῦ οὐκ ἔλασσον ἢ μοί. αʹ· ὁ δὲ βορειότερος αὐτῶν βορειότερός ἐστι τοῦ τροπικοῦ θερινοῦ ἔλασσον ἢ μοί. αʹ· τῶν δ' ἀπ' ἀνατολῆς περὶ τὸ νεφέλιον κειμένων βʹ ἀστέρων ὁ μὲν νοτιώτερος ἐπ' αὐτοῦ σχεδὸν κεῖται τοῦ τροπικοῦ· ὁ δὲ βορειότερος καὶ πρὸς τὰς ἄρκτους αὐτοῦ ἀπέχει μοί. ὡς ἔγγιστα βʹ Sʺ. Δῆλον οὖν, ὅτι καὶ τὸ περὶ τὸν Καρκίνον συμφώνως ἔγγιστα ἀποδέδωκε τοῖς φαινομένοις.
These things he seems to me to have stated in agreement with the appearances. For of the stars in the breast of the Lion, the southernmost and brightest, which indeed some place in the heart, is slightly further south than the tropic; while the one after this lying towards the Bears from it is slightly further north than the summer tropic; and of the four bright stars in the thighs and legs of the Lion, the second from the north lying in the thighs is further north than the tropic, while the third, and lying in the legs, is further south than the tropic. It is clear, therefore, that the Lion is cut lengthwise by it under the breast and the flank. And of the stars in the Crab, of the four lying around the little cloud, the southernmost is further south than the tropic by not less than 1 degree, while the northernmost of them is further north than the summer tropic by less than 1 degree; and of the two stars on the east lying around the little cloud, the southernmost lies almost upon the tropic itself, while the northernmost and towards the Bears from it is distant by approximately 2 1/2 degrees. It is clear, therefore, that what concerns the Crab also he has rendered very nearly in agreement with the appearances.
Διαληπτέον μέντοι γε, ὅτι τὰ περὶ τοῦ Καρκίνου καὶ τοῦ Λέοντος, καὶ Παρθένον, καὶ τοὺς τοῦ Ἵππου πόδας, ἔτι δὲ καὶ τὰ περὶ τὸν Περσέα, καὶ τὰ γόνατα τοῦ Ἡνιόχου, καὶ τὰς κεφαλὰς τῶν Διδύμων, ἔτι πρότερον Ἀράτου Εὔδοξος ἀναγέγραφεν· ᾧ καὶ νομίζομεν κατηκολουθηκέναι τὸν Ἄρατον. Τοῦ μέντοι γε Ὀφιούχου τὴν κεφαλὴν, καὶ οὐχὶ τοὺς ὤμους φησὶν Εὔδοξος ἐπὶ τοῦ τροπικοῦ κεῖσθαι· ὅπερ ἐστὶ μὲν καὶ αὐτὸ ψεῦδος· συνεγγίζει μέντοι τῷ τροπικῷ ἡ κεφαλὴ μᾶλλον ἢ ὦμοι· νοτιωτέρα γάρ ἐστι τοῦ θερινοῦ τοῦ
Yet one must understand that the matters concerning the Crab and the Lion, and the Virgin, and the feet of the Horse, and furthermore the matters concerning Perseus, and the knees of the Charioteer, and the heads of the Twins, Eudoxus recorded even before Aratus; whom indeed we think Aratus followed. However, of the Serpent-holder Eudoxus says that the head, and not the shoulders, lies upon the tropic; which is indeed itself also a falsehood; yet the head comes nearer to the tropic than the shoulders do; for it is further south than the summer
PG 19:1056Read from the pageτροπικοῦ μοί. ὡς ἔγγιστα ζʹ. Τοῦ δὲ Ὄρνιθός φησιν ὁ Εὔδοξος τὸν αὐχένα καὶ τὴν ἀριστερὰν πτέρυγα κεῖσθαι ἐπὶ τοῦ τροπικοῦ· τῆς δὲ Ἀνδρομέδας τὴν δεξιὰν χεῖρα. Δῆλον οὖν ἐκ τῶν εἰρημένων ἐφ' ὅσον καὶ ἐν τούτοις μᾶλλον ὁ ἕτερος αὐτῶν παρὰ τὸν ἕτερον διαλλάττει· ἰδίᾳ δὲ Εὔδοξος τὸν αὐχένα τοῦ
tropic by approximately 7 degrees. And of the Bird Eudoxus says that the neck and the left wing lie upon the tropic; and of Andromeda, the right hand. It is clear from what has been said, therefore, to what extent in these matters also the one of them differs the more in comparison with the other; and privately Eudoxus says that the neck of the
ΚΔʹ. Περὶ δὲ τῶν ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ ὁ μὲν Ἄρατός φησιν οὕτως·
Chapter XXIV. And concerning the stars upon the winter tropic, Aratus speaks thus:
Ἄλλος δ' ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα Τέμνει, καὶ πόδας Ὑδροχόου, καὶ Κήτεος οὐρήν. Ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν Αἴνυται, ἀλλ' ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἱ Ἀργώ· Καὶ μέγα Κενταύροιο μετάφρενον· ἐν δὲ τὸ κέντρον Σκορπίου· ἐν καὶ τόξον ἀγανοῦ Τοξευτῆρος.
And another circle opposite, in the south, cuts the middle of the Goat-horn, and the feet of the Water-pourer, and the tail of the Sea-monster. And in it is the Hare; but of the Dog it does not take a very large share, save so much as he occupies with his feet; and in it is Argo, and the great back of the Centaur; and in it is the sting of the Scorpion; in it too is the bow of the noble Archer.
Τὰ μὲν οὖν ἄλλα πάντα συμφωνεῖ τοῖς φαινομένοις· οἱ μέντοι γε ἐν τῷ κέντρῳ τοῦ Σκορπίου νοτιώτεροί εἰσι τοῦ χειμερινοῦ τροπικοῦ πλέον ἢ μοί. ηʹ. Μᾶλλον οὖν τὰ μέσα τοῦ Σκορπίου ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ κεῖται κύκλου. Ὁ δὲ Εὔδοξος τὰ μὲν ἄλλα ὁμοίως τούτῳ ἀποφαίνεται· τοῦ δὲ Ποταμοῦ τὴν καμπήν φησι κεῖσθαι ἐπὶ τοῦ τροπικοῦ, καὶ τοῦ Κυνὸς τοὺς πόδας ἐπὶ τὴν οὐράν. Κεῖσθαι δ' ἐπ' αὐτοῦ φησι καὶ τὸ Θηρίον, ὃ ἔχει ὁ Κένταυρος· ἀγνοεῖ δὲ καὶ τοῦτο. Πολλῷ γὰρ νοτιώτερόν ἐστι τὸ Θηρίον τοῦ χειμερινοῦ τροπικοῦ.
Now all the other things agree with the appearances; however, the stars in the sting of the Scorpion are further south than the winter tropic by more than 8 degrees. Rather, therefore, do the middle parts of the Scorpion lie upon the winter tropic circle. And Eudoxus declares the other things similarly to him; but he says that the bend of the River lies upon the tropic, and the feet of the Dog towards the tail. And he says that the Wild Beast which the Centaur holds also lies upon it; but in this too he is in error. For the Wild Beast is much further south than the winter tropic.
ΚΕʹ. Περὶ δὲ τοῦ ἰσημερινοῦ ὁ μὲν Ἄρατος οὕτως λέγει·
Chapter XXV. And concerning the equinoctial, Aratus speaks thus:
Σῆμα δέ οἱ Κριὸς, Ταύροιό τε γούνατα κεῖται. Κριὸς μὲν κατὰ μῆκος ἐληλαμένος διὰ κύκλου· Ταύρου δὲ σκελέων ὅσση περιφαίνεται ὀκλάξ.
And as a sign to it lie the Ram and the knees of the Bull: the Ram driven lengthwise through the circle, and of the Bull's legs so much as the crouching bend appears around.
Ἐν δὲ τούτοις ἠγνόηται τὰ περὶ τὸν Κριόν. Ὅλος γὰρ βορειότερός ἐστι τοῦ ἰσημερινοῦ· μόνος δὲ ὁ ἐν τοῖς ὀπισθίοις ποσὶν αὐτοῦ κείμενος ἀστὴρ ἐπ' αὐτοῦ τοῦ ἰσημερινοῦ φέρεται.
Now in these lines the matters concerning the Ram are mistaken. For the whole of it is further north than the equinoctial; and only the star lying in its hind feet is borne upon the equinoctial itself.
Ἑξῆς δέ φησιν·
And next he says:
Ἐν δέ τέ οἱ ζώνη εὐφεγγέος Ὠρίωνος, Καμπή τ' αἰθομένης Ὕδρης· ἔνι οἱ καὶ ἐλαφρὸς Κρητήρ· ἐν δὲ Κόραξ.
And in it is the belt of bright-shining Orion, and the bend of the glowing Hydra; in it too is the light Bowl; and in it the Crow.
Ἡ μὲν οὖν τοῦ Ὠρίωνος ζώνη κεῖται ἐπὶ τοῦ ἰσημερινοῦ· ἡ δὲ σπεῖρα τοῦ Δράκοντος, καὶ ὁ Κρατὴρ, καὶ ὁ Κόραξ πολλῷ νοτιώτεροί εἰσι τοῦ ἰσημερινοῦ· πλὴν εἰ ἄρα τὰ πρὸς τὴν οὐρὰν τοῦ Κόρακος συνεγγίζει τῷ ἰσημερινῷ.
Now the belt of Orion lies upon the equinoctial; whereas the coil of the Dragon, and the Bowl, and the Crow are much further south than the equinoctial, unless indeed the parts towards the tail of the Crow come near to the equinoctial.
— Ἔνι δὲ (φησὶν) ἀστέρες οὐ μάλα πολλοὶ Χηλάων· ἐν τῷ δ' Ὀφιούχεα γούνατα κεῖται.
— And in it (he says) are stars, not very many, of the Claws; and in it lie the knees of the Serpent-holder.
Τῶν μὲν οὖν Χηλῶν ὁ ἐν τῇ βορείᾳ Χηλῇ λαμπρὸς ἀστὴρ μόνος συνεγγίζει τῷ ἰσημερινῷ· οἱ δὲ λοιποὶ πολλῷ νοτιώτεροί εἰσιν αὐτοῦ. Τὰ δὲ γούνατα τοῦ Ὀφιούχου νοτιώτερά ἐστι τοῦ ἰσημερινοῦ· τὸ μὲν ἀριστερὸν μοί. γʹ Sʺ, τὸ δὲ δεξιὸν πλεῖον ἢ μοί. ιʹ.
Now of the Claws, the bright star in the northern Claw alone comes near to the equinoctial; while the rest are much further south than it. And the knees of the Serpent-holder are further south than the equinoctial: the left one by 3 1/2 degrees, and the right one by more than 10 degrees.
Ἑξῆς δέ φησιν·
And next he says:
Οὐ μὴν Αἰητοῦ ἀπαμείρεται· ἀλλὰ μάλ' ἐγγὺς Ζηνὸς ἀητεῖται μέγας ἄγγελος· ἡ δὲ κατ' αὐτοὺς Ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἰλίσσονται.
Nor yet is it bereft of the Eagle, but very near flies the great messenger of Zeus; and over against them the Horse's head and lower neck wheel round.
PG 19:1057Read from the pageΣυνεγγίζει δὲ καὶ ταῦτα τῇ ἀληθείᾳ. Ὁ δὲ Εὔδοξος τὰ μὲν ἄλλα ὁμοίως εἴρηκε· τῶν δὲ Χηλῶν τὰ μέσα φησὶν ἐπὶ τοῦ ἰσημερινοῦ κεῖσθαι, τοῦ τε Ἀετοῦ τὴν ἀριστερὰν πτέρυγα, τοῦ δὲ Ἵππου καὶ τὴν ὀσφὺν, καὶ ἔτι τῶν Ἰχθύων τὸν βορειότερον αὐτῶν. Οὔτε δὲ ὁ Ἀετὸς ἐπιβάλλει τῷ ἰσημερινῷ, ὅ τε ἐπὶ τῆς ὀσφύος τοῦ Ἵππου βορειότερός ἐστι τοῦ ἰσημερινοῦ πλεῖον ἢ μοί. γʹ Sʺ· ὅ γε μὴν βορειότερος τῶν Ἰχθύων βορειότερός ἐστι τοῦ ἰσημερινοῦ ἔγγιστα μοί. ιʹ. Ὁ δὲ Ἄτταλος περὶ τῶν ἐν τοῖς εἰρημένοις κύκλοις ἀστέρων τὸν μὲν κατὰ μέρος λόγον παραπέμπει· γράφει δὲ ταῦτα· « Ἐν οἷς δὲ διασαφεῖ διὰ τίνων ἀστέρων ἕκαστος τῶν γʹ παραλλήλων διήκει δ' ὃ παραπέμπει ὁλοσχερῶς, οὐ δυναμένων διέρχεσθαι τῶν κύκλων δι' ὧν φησιν ἀστέρων αὐτοὺς διήκειν, διὰ τὸ παρηκολουθηκέναι σε, διὰ τῆς διόπτρας ἐπεσκεμμένον αὐτὰ, παρῆκα νῦν διασαφεῖν. » Πρῶτον μὲν οὖν ἔδει καὶ τῶν λοιπῶν χάριν τῶν φιλομαθούντων, εἴπερ παρηκολούθει, ὑποδεῖξαι τίνες τε αὐτῶν νοτιώτεροι καὶ βορειότεροι ἐφαίνοντο τοῦ θερινοῦ τροπικοῦ, καὶ πόσῳ· ἔπειτα πρὸς τὸ αὐτὸ τοῦτο μόνον κατανοῆσαι, διότι οὐ φέρονται κύκλοι διὰ τῶν εἰρημένων ἀστέρων, οὐ χρεία διόπτρας. Πολλῷ γὰρ τῶν μὲν νοτιωτέρων ὑπαρχόντων, τῶν δὲ βορειοτέρων, αὐτόθεν ἀναβλέψαντι φανερὸν γίνεται, διότι οὐ δυνατὸν διὰ τῶν λεγομένων ἀστέρων γραφῆναι ἢ τὸν ἰσημερινὸν, ἢ παράλληλόν τινα τούτων κύκλον.
And these things too come near to the truth. And Eudoxus has stated the other things similarly; but he says that the middle parts of the Claws lie upon the equinoctial, and the left wing of the Eagle, and of the Horse the loin also, and furthermore of the Fishes the northernmost of them. Yet neither does the Eagle touch the equinoctial, and the star upon the loin of the Horse is further north than the equinoctial by more than 3 1/2 degrees; while the northernmost of the Fishes is further north than the equinoctial by approximately 10 degrees. And Attalus passes over the detailed account concerning the stars in the aforesaid circles, and writes these words: "And in the passages where he sets forth through what stars each of the three parallels passes, what he passes over altogether, since the circles cannot pass through the stars through which he says they pass, because you have followed it, having examined them through the dioptra, I have omitted now to set forth." Now first, for the sake of the rest of the lovers of learning also, if indeed he followed it, he ought to have shown which of them appeared further south and further north than the summer tropic, and by how much; next, merely to perceive this very point, that circles are not borne through the aforesaid stars, there is no need of a dioptra. For since some of them are much further south, and others further north, to one who looks up it becomes manifest straightway that it is not possible for either the equinoctial or any parallel circle of these to be described through the stars mentioned.
ΚϚʹ. Χωρὶς δὲ τῶν εἰρημένων γʹ κύκλων ὁ Εὔδοξος καὶ τοὺς ἐπὶ τοῦ ἀρκτικοῦ κύκλου κειμένους ἀστέρας διασαφεῖ· καί φησιν ἐπ' αὐτοῦ κεῖσθαι τόν τε ἀριστερὸν ὦμον τοῦ Ἀρκτοφύλακος, καὶ τὰ ἄνωθεν τοῦ Στεφάνου, καὶ τὴν κεφαλὴν τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως· τῆς δὲ Λύρας καὶ τῆς δεξιᾶς πτέρυγος τοῦ Ὄρνιθος τὰ ἄνωθεν· τοῦ δὲ Κηφέως τὸ στῆθος· τῆς δὲ Κασσιεπείας τὰ ἄνωθεν. Εἶτα ὑπὸ τοὺς ἐμπροσθίους πόδας τῆς μεγάλης Ἄρκτου καὶ τοῦ Λέοντος ἄχρι πρὸς τὸν ὦμον τοῦ Ἀρκτοφύλακος, νοτιώτερός ἐστι τοῦ ἀεὶ φανεροῦ τοῦ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις, πλεῖον ἢ μοί. δʹ. Ἀπὸ γὰρ τοῦ βορείου πόλου ἀπέχει μοί. μδʹ, δʹ· ὁ δὲ ἀεὶ φανερὸς κύκλος ἀπέχει μοί. λζʹ. Τὸ δὲ ἄνωθεν τοῦ Στεφάνου καὶ τῆς Λύρας ὁλοσχερέστερον εἴρηται. Οὐ γὰρ συνεγγίζει ταῦτα τῷ ἀειφανεῖ κύκλῳ, ἀλλ' ἑκάτερον αὐτῶν πολλῷ νοτιώτερόν ἐστιν. Ὁ μὲν γὰρ βορειότερος τῶν ἐν τῇ Λύρᾳ ἀπέχει ἀπὸ τοῦ βορείου πόλου μοί. μθʹ· ἡ δὲ κεφαλὴ τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως νοτιωτέρα μὲν, ἐγγὺς δὲ τοῦ ἀειφανοῦς κύκλου φέρεται. Ὁ γὰρ νοτιώτερος αὐτῶν, καὶ ἐπὶ τοῦ ἀριστεροῦ
Chapter XXVI. And apart from the three aforesaid circles, Eudoxus sets forth also the stars lying upon the arctic circle; and he says that upon it lie both the left shoulder of the Bear-ward, and the upper parts of the Crown, and the head of the Serpent through the Bears; and the upper parts of the Lyre and of the right wing of the Bird; and the breast of Cepheus; and the upper parts of Cassiopeia. Then under the forefeet of the Great Bear and of the Lion as far as to the shoulder of the Bear-ward, it is further south than the ever-visible circle in the regions around Greece by more than 4 degrees. For from the north pole it is distant 44 1/4 degrees; whereas the ever-visible circle is distant 37 degrees. And the upper part of the Crown and of the Lyre has been stated rather roughly. For these do not come near to the ever-visible circle, but each of them is much further south. For the northernmost of the stars in the Lyre is distant from the north pole 49 degrees; while the head of the Serpent through the Bears isborne further south indeed, yet near the ever-visible circle. For the southernmost of them, and upon the left
PG 19:1060Read from the pageκροτάφου κείμενος ἀπέχει ἀπὸ τοῦ πόλου μοί. λζʹ, ὅσας καὶ ὁ ἀειφανὴς κύκλος. Τοῦ δὲ Κηφέως τὸ στῆθος νοτιώτερόν ἐστι τοῦ ἀειφανοῦς κύκλου, ὡς πρότερον ὑποδεδείχαμεν. Τῆς δεξιᾶς πτέρυγος τοῦ Ὄρνιθος τὰ ἄνωθεν, καὶ τῆς Κασσιεπείας ὁ ποῦς, ἐπὶ τοῦ φανεροῦ κύκλου φέρεται. Ὁ μὲν γὰρ βορειότερος τῶν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι ἀπέχει ἀπὸ τοῦ βορείου κύκλου μοί. μʹ· ὁ δὲ βορειότερος τῶν ἐν τῇ Κασσιεπείᾳ, ὅς ἐστιν ἐν τοῖς ποσὶν, ἀπέχει ἀπὸ τοῦ πόλου μοί. ληʹ. Καὶ οἱ πόδες δὲ τῆς μεγάλης Ἄρκτου βορειότεροι φέρονται τοῦ ἀειφανοῦς κύκλου. Ὁ μὲν γὰρ ἡγούμενος αὐτῶν ἀπέχει ἀπὸ τοῦ βορείου πόλου περὶ μοί. κδʹ· ὁ δὲ ἑπόμενος περὶ μοί. κεʹ. Εὐλόγως οὖν φησι τὸν ἀειφανῆ φέρεσθαι μεταξὺ τῆς Ἄρκτου καὶ τοῦ Λέοντος.
lying at the temple is 37 degrees distant from the pole, as many as the ever-visible circle also is. And the breast of Cepheus is further south than the ever-visible circle, as we have previously shown. The upper parts of the right wing of the Bird, and the foot of Cassiopeia, are borne upon the visible circle. For the more northern of those at the tip of the right wing is 40 degrees distant from the northern circle; and the more northern of those in Cassiopeia, which is in the feet, is 38 degrees distant from the pole. And the feet also of the Great Bear are borne further north than the ever-visible circle. For the leading one of them is about 24 degrees distant from the northern pole; and the following one about 25 degrees. Reasonably, therefore, does he say that the ever-visible circle is borne between the Bear and the Lion.
Ἐπὶ δὲ τοῦ ἀεὶ ἀφανοῦς κύκλου τὰ μὲν ἐπ' αὐτοῦ φερόμενα ἄστρα οὐχ ὁρᾶται. Ἐγγυτάτω δὲ, φησὶν, αὐτοῦ ἐστι τοῦ τε ὕδατος τοῦ Ποταμοῦ τὰ ἄκρα καὶ τῆς Ἀργοῦς τὸ ἔδαφος, καὶ τὸ Πηδάλιον· εἶτα τὸ Θηρίον καὶ τὸ Θυμιατήριον· ἔτι δὲ τοῦ Τοξότου τὰ δεξιὰ σκέλη. Ὁ δὲ ἐξ Αἰγύπτου ὁρώμενος ἀστήρ ἐστιν ἐν αὐτῷ. Τούτων δὲ τὰ μὲν ἄλλα, ἐπεὶ κατὰ τ⟨ὸν⟩ συνεγγισμὸν εἴρηται, οὐκ ἂν διστάζοιτο· ὁ δὲ καλούμενος Κάνωπος οὐκ ὀρθῶς λέγεται ἐν αὐτῷ τῷ ἀφανεῖ κύκλῳ φέρεσθαι. Ἔστι γὰρ οὗτος ὁ νοτιώτερος τῶν ἐν τῷ Πηδαλίῳ, καὶ λαμπρός. Ἀπέχει δὲ οὗτος ἀπὸ τοῦ πόλου περὶ μοί. ληʹ Ѕʺ. Ὁ δὲ ἐν Ἀθήναις ἀειφανὴς κύκλος ἀπέχει ἀπὸ τοῦ πόλου περὶ μοί. λζʹ· ὁ δὲ ἐν Ῥόδῳ περὶ μοί. λϛʹ. Δῆλον οὖν, ὅτι ὁ ἀστὴρ οὗτος βορειότερός ἐστι τοῦ ἐν τῇ Ἑλλάδι ἀφανοῦς κύκλου, καὶ δύναται ὑπὲρ γῆς φερόμενος βλέπεσθαι· καὶ δὴ καὶ θεωρεῖται ἐν τοῖς περὶ τὴν Ῥόδον τόποις.
And upon the ever-invisible circle the stars borne upon it are not seen. And very near it, he says, are the ends of the water of the River and the hull of the Argo, and the Rudder; then the Beast and the Censer; and further the right legs of the Archer. And the star seen from Egypt is in it. Now the rest of these, since they have been stated by approximation, would not be doubted; but the so-called Canopus is not rightly said to be borne on the invisible circle itself. For this is the more southern of those in the Rudder, and is bright. And this is distant from the pole about 38 1/2 degrees. And the ever-visible circle at Athens is distant from the pole about 37 degrees; and that at Rhodes about 36 degrees. It is clear, therefore, that this star is further north than the invisible circle in Greece, and can be seen borne above the earth; and indeed it is observed in the places around Rhodes.
ΚΖʹ. Πάλιν δὲ ὁ Εὔδοξος διασαφεῖ καὶ τοὺς ἐπὶ τῶν κολούρων λεγομένων κύκλων κειμένους ἀστέρας, καί φησιν ἐπὶ μὲν τοῦ ἑνὸς αὐτῶν κεῖσθαι τὸ μέσον τῆς μεγάλης Ἄρκτου, καὶ τοῦ Καρκίνου τὸ μέσον, καὶ τὸν αὐχένα τοῦ Ὕδρου, καὶ τῆς Ἀργοῦς τὸ μεταξὺ τῆς τε πρύμνης καὶ τοῦ ἱστοῦ. Εἶτα μετὰ τὸν ἀφανῆ πόλον τὴν οὐρὰν τοῦ νοτίου Ἰχθύος, καὶ τὸ μέσον τοῦ Αἰγόκερω, καὶ τὸ μέσον τοῦ Ὀϊστοῦ· τοῦ δὲ Ὄρνιθος διὰ τοῦ αὐχένος, καὶ τῆς δεξιᾶς πτέρυγος, καὶ διὰ τῆς ἀριστερᾶς χειρὸς τοῦ Κηφέως γράφεσθαι αὐτὸν, καὶ διὰ τῆς καμπῆς τοῦ Ὄφεως, καὶ παρὰ τὴν οὐρὰν τῆς μικρᾶς Ἄρκτου.
Chapter XXVII. Again, Eudoxus also sets forth the stars lying upon the circles called colures, and says that upon one of them lies the middle of the Great Bear, and the middle of the Crab, and the neck of the Water-snake, and the part of the Argo between the stern and the mast. Then after the invisible pole the tail of the Southern Fish, and the middle of the Goat-horn, and the middle of the Arrow; and that of the Bird it is drawn through the neck, and the right wing, and through the left hand of Cepheus, and through the bend of the Serpent, and beside the tail of the Little Bear.
Περὶ μὲν οὖν τῆς Ἄρκτου ὁλοσχερῶς ἀγνοεῖ. Οἱ γὰρ προηγούμενοι αὐτῆς, οἱ ἐν τῇ κεφαλῇ, καὶ οἱ ἐν τοῖς ἐμπροσθίοις ποσὶν, ἀμφότεροι ἐν τῷ τοῦ Λέοντος δωδεκατημορίῳ κεῖνται. Πῶς οὖν δυνατὸν τὸ μέσον τῆς Ἄρκτου ἐν τῇ ἀρχῇ τοῦ Καρκίνου κεῖσθαι; τῆς δὲ
Now concerning the Bear he is altogether mistaken. For its leading stars, those in the head, and those in the forefeet, both lie in the twelfth-part of the Lion. How then is it possible for the middle of the Bear to lie in the beginning of the Crab? And of the