Migne Reading Room

PG 19 · cols. 1037–1048 · Read from the page

Hipparchus, Commentary on the Phenomena of Aratus and Eudoxus

Hipparchus, Commentary on the Phenomena of Aratus and Eudoxus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:1037Read from the page
μοίρας τοῦ Ταύρου. Εἰ δὲ καὶ τὸ κολλόροβον, ὃ ἔχει ἐν τῇ δεξιᾷ χειρὶ, προσλαβεῖν δεῖ, τῇ ἐσχάτῃ μοίρᾳ τοῦ Ταύρου συγκαταδύνει. Δῆλον οὖν, ὅτι, εἰ Ταύρῳ συγκαταδύνει, οὐ Σκορπίου ἀνατέλλειν ἀρχομένου, ἀλλὰ τοῦ Τοξότου, ὅλος ὁ Ὠρίων καταδύνει.
degree of the Bull sets. And if one must also take in the club which he holds in his right hand, it sets together with the last degree of the Bull. It is clear, therefore, that if he sets together with the Bull, the whole of Orion sets when not the Scorpion, but the Archer is beginning to rise.
Τὰ δὲ λοιπὰ περὶ τοῦ Κηφέως λεγόμενα, ὅτι συμφώνως τοῖς φαινομένοις Ἄρατος λέγει, καὶ οὐ διαφωνεῖ, ὡς ὁ Ἄτταλος ὑπολαμβάνει, δῆλον ἂν γένοιτο διὰ τούτων. Ἄρχεται μὲν δύνειν τὰ νοτιώτερα αὐτοῦ μέρη τοῦ ἀεὶ φανεροῦ κύκλου, ἀνατελλούσης τῆς ηʹ μοίρας τῶν Χηλῶν λέγει δύναται τῆς ιγʹ μοί. τῶν Χηλῶν.
And as for the remaining things said concerning Cepheus, that Aratus speaks in agreement with the appearances and does not disagree, as Attalus supposes, will become clear through these considerations. Those parts of him that are more to the south than the ever-visible circle begin to set when the 8th degree of the Claws rises, and cease setting when the 13th degree of the Claws rises.
Φανερὸν τοίνυν, ὅτι, τοῦ Σκορπίου ἀνατέλλοντος, δεδυκέναι δεῖ τὰ βʹ μέρη τοῦ Κηφέως. Ἐπλανήθη δὲ ὁ Ἄτταλος, λέγων μὴ δύνειν τὸν Κηφέα, ἀλλ' ἐκ τῶν ἐναντίων ἀνατέλλειν, ἀποδεξάμενος τοῦ ποιητοῦ τὸ βούλημα, ὡς προείρηκα· καὶ ὑπολαβὼν τὸν Ἄρατον λέγειν, τοῦ Τοξότου ἀνατέλλοντος, τόν τε Ὠρίωνα καὶ τὸν Κηφέα δύνειν.
It is evident, therefore, that when the Scorpion rises, the 2 parts of Cepheus must have set. And Attalus was led astray in saying that Cepheus does not set, but on the contrary rises, having misunderstood the poet's meaning, as I have said before, and having supposed Aratus to say that when the Archer rises both Orion and Cepheus set.
ΙΖʹ. Χωρὶς δὲ τῶν εἰρημένων ἀμφότεροι ἀγνοοῦσιν, ὅ τε Ἄρατος καὶ ὁ Ἄτταλος συναποφαινόμενος αὐτῷ, διότι δύνει ὁ Κηφεὺς τῇ ζώνῃ.
Chapter XVII. And apart from the things that have been said, both are in error, both Aratus and Attalus agreeing with him, in holding that Cepheus sets as far as his girdle:
Γαῖαν ἐπιξύων· τὰ μὲν εἰς κεφαλὴν μάλα πάντα Βάπτων Ὠκεανοῖο· τάδ' οὐ θέμις· ἀλλὰ τὰ γ' [αὐταὶ Ἄρκτοι κωλύουσι πόδας, καὶ γοῦνα, καὶ ἰξύν.
grazing the earth; dipping all the parts as far as his head into Ocean; but the rest it is not lawful, for those the Bears themselves forbid—feet, and knees, and waist.
Ἐν γὰρ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὐχ ἕως τῆς ζώνης δύνει ὁ Κηφεὺς, ἀλλ' οὐδὲ ἕως τῶν ὤμων. Οἱ γὰρ ἐν τῇ κεφαλῇ αὐτοῦ κείμενοι ἀστέρες μόνον δύνουσιν· οἱ δὲ ὦμοι ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρονται, οὔτε δύνοντες, οὔτε ἀνατέλλοντες. Ὁ μὲν γὰρ ἐν τῷ δεξιῷ ὤμῳ λαμπρὸς ἀστὴρ ἀπέχει ἀπὸ τοῦ πόλου μοί. λεʹ Sʺ· ὁ δὲ ἐν τῷ ἀριστερῷ ὤμῳ λαμπρὸς ἀπέχει μοί. λδʹ, δʹ. Ὅπου δέ ἐστιν ἡ μεγίστη ἡμέρα ὡρῶν ιδʹ Sʺ, ἐκεῖ ὁ ἀεὶ φανερὸς κύκλος ἀπέχει ἀπὸ τοῦ πόλου μοί. λϛʹ· ἐν Ἀθήναις δὲ μοί. λζʹ. Δῆλον οὖν, ὅτι βορειότεροι ἀεὶ φέρονται τοῦ ἀεὶ φανεροῦ κύκλου οἱ ἐν τοῖς ὤμοις κείμενοι τοῦ Κηφέως λαμπροὶ ἀστέρες· ἢ, ὥς τινες, ἐν ταῖς χερσὶ τοῦ Κηφέως· ὡς ἂν, διωργυιωμένου αὐτοῦ, τῶν σωμάτων ἀναστερίστων ὄντων. Πολλῷ δὲ μεῖζον γίνεται ἀγνόημα, κἂν ὑποθώμεθα τὸ καθ' ἑαυτὸ ἔγκλιμα τοῦ κόσμου. Ὅπου γὰρ ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν
For in the regions around Greece Cepheus does not set as far as the girdle, nor even as far as the shoulders. For only the stars lying in his head set; whereas the shoulders are carried in the ever-visible segment, neither setting nor rising. For the bright star in the right shoulder is distant from the pole 35 ½ degrees; and the bright star in the left shoulder is distant 34 ¼ degrees. And where the longest day is of 14 ½ hours, there the ever-visible circle is distant from the pole 36 degrees; and at Athens, 37 degrees. It is clear, therefore, that the bright stars lying in the shoulders of Cepheus—or, as some say, in the hands of Cepheus, as though he had his arms stretched out, the parts of the body being starless—are always carried further north than the ever-visible circle. And the error becomes much greater, even if we suppose the inclination of the cosmos which he himself adopts. For where the longest day is of hours
PG 19:1040Read from the page
ιεʹ, ἐκεῖ ὅλος ὁ Κηφεὺς ἐν τῷ ἀρκτικῷ φέρεται.
15, there the whole of Cepheus is carried in the arctic circle.
Ἀγνοεῖ δὲ ὁ Ἄρατος καὶ ἐν τῷ ἀστερισμῷ τῆς Ἀργοῦς. Φησὶ γὰρ αὐτῆς τὸ ἀπὸ τῆς πρώρας μέρος ἕως τοῦ ἱστοῦ ἀναστέριστον εἶναι, λέγων οὕτως·
And Aratus is in error also in the constellation of the Argo. For he says that the part of it from the prow as far as the mast is starless, speaking thus:
Καὶ τὰ μὲν ἠερίη, καὶ ἀνάστερος ἄχρι παρ' αὐτὸν Ἱστὸν ἀπὸ πρώρης φέρεται, τὰ δὲ πᾶσα φαεινή.
And in part she is misty, and starless right up to the mast itself from the prow she is borne along, while in the rest she is all bright.
Οἱ γὰρ ἐκ τῆς ἀποτομῆς τοῦ πλοίου κείμενοι λαμπροὶ ἀστέρες, ὧν ὁ μὲν βορειότερος ἐν τῷ καταστρώματί ἐστιν, ὁ δὲ νοτιώτερος ἐν τῇ τρόπιδι, πολὺ πρὸς ἀνατολὴν παραλλάσσουσιν.
For the bright stars lying at the cutting-off of the ship, of which the more northern one is in the deck and the more southern one in the keel, shift far towards the east.
ΙΗʹ. Ἐν δὲ τοῖς ἐφεξῆς ὁ Ἄρατος, ἐπελθὼν τὰ λοιπὰ τῶν νοτιωτέρων ἄστρων τοῦ ζωδιακοῦ, ἐπιφέρει ταυτί·
Chapter XVIII. And in what follows Aratus, after going through the rest of the constellations more to the south than the zodiac, subjoins as follows:
Οἱ δ' ὀλίγῳ μέτρῳ· ὀλίγῃ δ' ἐγκείμενοι αἴγλῃ Μεσσόθι Πηδαλίου καὶ Κήτεος εἱλίσσονται, Γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ.
And they, in small measure and set in small brightness, wheel between the Rudder and the Sea-monster, crouching beneath the flanks of the grey Hare.
Ἐν δὲ τούτοις παρεωρακέναι μοι δοκεῖ (οὕτως γὰρ δεῖ λέγειν), ὑπολαβὼν μεταξὺ τοῦ Πηδαλίου καὶ τοῦ Κήτους κεῖσθαι τοὺς ἀνωνύμους ἀστέρας. Δεῖ γὰρ αὐτοὺς μεταξὺ τοῦ Ποταμοῦ καὶ τοῦ Πηδαλίου κεῖσθαι· πρὸς μεσημβρίαν μὲν γὰρ τοῦ Ὠρίωνος ὁ Λαγωὸς κεῖται· τούτου δὲ ἔτι πρὸς μεσημβρίαν οἱ Ἀνώνυμοι λεγόμενοι· τούτων δὲ πρὸς ἀνατολὰς τὸ Πηδάλιον τῆς Ἀργοῦς· ἀπὸ δὲ τοῦ ἀριστεροῦ ποδὸς τοῦ Ὠρίωνος ὁ Ποταμὸς ἕως μὲν τοῦ Κήτους πρὸς δύσιν καθήκει· μετὰ δὲ ταῦτα ἐπιστρέψας πρὸς ἀνατολὰς πάλιν ἐπιστρέφει πρὸς μεσημβρίαν καὶ δύσιν. Αὐτὸς δὲ ὁ Ἄρατος τὸ Κῆτός φησι κεῖσθαι·
And in these lines he seems to me to have committed an oversight (for so one must call it), in supposing that the nameless stars lie between the Rudder and the Sea-monster. For they ought to lie between the River and the Rudder; for to the south of Orion lies the Hare; and still further to the south of this, the stars called Nameless; and to the east of these, the Rudder of the Argo; while from the left foot of Orion the River comes down towards the west as far as the Sea-monster, and after this, turning back towards the east, it again turns towards the south and west. And Aratus himself says that the Sea-monster lies:
Βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος.
cast a little above the starry River.
Δῆλον οὖν, ὅτι τοὺς ὑπὸ τῷ Λαγωῷ ἀστέρας δεῖ κεῖσθαι μεταξὺ τοῦ Ποταμοῦ καὶ τοῦ Πηδαλίου. Καὶ Εὔδοξος δὲ, ὡς ἡμεῖς φαμεν, οὕτω λέγει· ἐν μὲν τῷ ἑνὶ συντάγματι τὸν τρόπον τοῦτον· « Ὑπὸ δὲ τὸ Κῆτος ὁ Ποταμὸς κεῖται, ἀρξάμενος ἀπὸ τοῦ ἀριστεροῦ ποδὸς τοῦ Ὠρίωνος. Μεταξὺ δὲ τοῦ Ποταμοῦ καὶ τοῦ Πηδαλίου τῆς Ἀργοῦς ὑπὸ τὸν Λαγωὸν τόπος ἐστὶν οὐ πολὺς, ἀμαυροὺς ἀστέρας ἔχων· » ἐν δὲ τῷ ἑτέρῳ συντάγματί φησιν οὕτως· « Μεταξὺ δὲ τοῦ τῆς Ἀργοῦς Πηδαλίου ὑπὸ τὸν Λαγωὸν ἀμαυροὺς ἀστέρας ἔχων, ἔστιν οὐρανὸς οὐ μέγας. » Ὁ δὲ Ἄτταλος τούτου μὲν τοῦ παροράματος οὐκ ἐμνήσθη, δεόντως εἰρηκέναι νομίζων τὸν Ἄρατον· ἐπιλαμβάνεται δὲ αὐτοῦ, διότι ἀδυνάτως ἀνέστραπται ἐν τούτοις·
It is clear, therefore, that the stars beneath the Hare must lie between the River and the Rudder. And Eudoxus too speaks thus, just as we say; in the one treatise in this manner: "And beneath the Sea-monster lies the River, beginning from the left foot of Orion. And between the River and the Rudder of the Argo beneath the Hare there is a space not large, having dim stars;" and in the other treatise he speaks thus: "And between the Rudder of the Argo beneath the Hare there is a heaven not large, having dim stars." Attalus, however, made no mention of this oversight, thinking Aratus to have spoken properly; but he finds fault with him because he has expressed himself incompetently in these lines:
Οἱ δ' ὀλίγῳ μέτρῳ, ὀλίγῃ δ' ἐγκείμενοι αἴγλῃ Μεσσόθι Πηδαλίου καὶ Κήτεος εἱλίσσονται Γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ Νώνυμοι. Οὐ γάρ τοί γε τετυγμένου εἰδώλοιο Βέβληνται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ Ἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα Ἀνυμένων ἐτέων· τά τις ἀνδρῶν οὐκ ἔτ' ἐόντων Ἐφράσατ', ἠδ' ἐνόησεν, ἅπαντ' ὀνομαστὶ κα[λέσσαι Ἤλιθα μορφώσας. Οὐ γάρ γ' ἐδυνήσατο πάντων Οἰόθι κεκριμένων ὄνομ' εἰπεῖν, οὐδὲ δαῆναι. Πολλοὶ γὰρ πάντῃ· πολέων δ' ἐπὶ ἶσα πέλονται
And they, in small measure and set in small brightness, wheel between the Rudder and the Sea-monster, crouching beneath the flanks of the grey Hare, nameless. For they are not cast like unto the limbs of a fashioned image, such as many, marching in order, pass along the very paths of the Accomplished years; which someone of men no longer living observed and devised to call all by name, having grouped them in clusters. For he was not able to tell or to learn the name of all taken singly and apart. For there are many on every side; and of many, equal are
PG 19:1041Read from the page
Μέτρα τε καὶ χροιή· πάντες τε μὲν ἀμφιέλικτοι. Τῷ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι Ἀστέρας, ὄφρ' ἐπιτὰξ, ἄλλῳ παρακείμενος ἄλ[λος, Εἴδεα σημαίνοιεν, ἄφαρ δ' ὀνομαστὰ γένοιντο Ἄστρα· καὶ οὐκ ἔτι νῦν ἐν θαύματι λάμπεται [ἀστήρ. Ἀλλ' οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισι Φαίνονται· τὰ δ' ἔνερθε διωκομένοιο Λαγωοῦ Πάντα μάλ' ἠερόεντα, καὶ οὐκ ὀνομαστὰ φέ[ρονται.
both the measures and the colour; and all are wheeling round. Wherefore it seemed good to him to make the stars into companies, so that in order, one lying beside another, they might mark out forms, and straightway the constellations might becomedistinguished by name; and no longer now does a star shine in mere wonder. But the others appear fitted into clear figures; whereas those beneath the hunted Hare are all borne along very misty and nameless.
Ταῦτα δὲ προενεγκαμενος ὁ Ἄτταλος ἐπιφέρει· « Ἐν δὲ τούτοις ἀδυνατώτερον ὁ ποιητὴς ἀνέστραπται, πολλάκις ἐπὶ τὴν αὐτὴν διάνοιαν ἐπιφερόμενος, καὶ οὐ δυνάμενος τὸν λόγον εὐπεριγράφως ἐξενεγκεῖν. Βούλεται γὰρ δηλῶσαι, διότι οἱ μεταξὺ τοῦ Κήτους καὶ τοῦ Πηδαλίου τεταγμένοι ὑποκάτω τοῦ Λαγωοῦ, ἐν οὐδενὶ ἄστρῳ καταριθμοῦνται, ἀλλ' εἰσὶν ἀνώνυμοι. Πολλῶν γὰρ ὑπαρχόντων ἀστέρων, καὶ ἐνίων τὰ μεγέθη καὶ τὰ χρώματα ὅμοια ἐχόντων, ὁ πρῶτος διατάξας τὰ ἄστρα, καὶ κατὰ συστάσεις ἑκάστοις ὄνομα περιθεὶς, οὐκ ἂν ἐδυνήθη, σποράδην αὐτῶν κειμένων, τὴν ἐπίγνωσιν αὐτῶν λαμβάνειν, εἰ μὴ λαβὼν ἐξ αὐτῶν τοὺς δυναμένους μετ' ἀλλήλων διασημαίνειν τι τῶν ἄστρων, οὕτως κατωνόμασεν αὐτά. » Δοκεῖ δέ μοι πᾶν τοὐναντίον ὁ μὲν Ἄτταλος μὴ κεκρατηκέναι τῆς τοῦ ποιητοῦ διανοίας· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἣν προέθετο διάνοιαν τῶν στίχων ἀποδοῦναι, μηδὲ ταύτην σαφῶς, ἀλλ' ἀσυνέτως ἐξενηνοχέναι· ὁ μέντοι γε Ἄρατος κεκρατημένως ἀποδεδωκέναι. Βούλεται γὰρ λέγειν, ὅτι μεταξὺ τοῦ Πηδαλίου καὶ τοῦ Κήτους ὑπὸ τὸν Λαγωὸν κεῖνται ἀστέρες ἀνώνυμοι, ὀλίγοι τῷ πλήθει καὶ τῷ μεγέθει. Οὐ γὰρ οὕτως κεῖνται, ὥστε ἐκ τῆς θέσεως αὐτῶν ὁμοίως διαμορφωθῆναι ζῶα, ἢ κατασκεύασμά τι, οἷά ἐστι τὰ λοιπὰ ἄστρα, ἃ διετύπωσέ τις τῶν ἀρχαίων· οὐκ ἔτι δὲ ἐπεβάλετο πάντα διαμορφῶσαι. Πολλῶν γὰρ ὄντων ἀστέρων τῶν κατ' ἰδίαν διεῤῥιμμένων, οὐκ ἂν ἐδυνήθη ἑνὶ σχήματι μεταλαβεῖν αὐτοὺς ἤλιθα μορφώσας· δι' ἣν αἰτίαν ἔδοξεν αὐτῷ τοὺς παρακειμένους πως ἀλλήλοις ἀστέρας, καὶ ὁμηγερέας τῷ ὀνόματι διαπλάσαι, καὶ ὀνοματοποιῆσαι.
And having cited these lines, Attalus subjoins: "In these lines the poet has expressed himself rather incompetently, recurring many times to the same thought, and being unable to set forth his meaning in well-defined terms. For he wishes to show that the stars set between the Sea-monster and the Rudder underneath the Hare are not reckoned in any constellation, but are nameless. For since there are many stars, and some have their magnitudes and colours similar, he who first arranged the constellations and put a name around each by groups would not have been able, as they lay scattered, to gain recognition of them, had he not taken from among them those able together with one another to mark out some one of the constellations, and thus named them." But to me, quite on the contrary, Attalus seems not to have grasped the poet's thought; and not only this, but even the thought of the verses which he proposed to render, not to have set this forth clearly either, but unintelligently; whereas Aratus has rendered it masterfully. For he wishes to say that between the Rudder and the Sea-monster beneath the Hare lie nameless stars, few in number and in magnitude. For they do not lie in such a way that from their position living creatures or some implement could similarly be formed, such as are the remaining constellations which someone of the ancients delineated; and he did not attempt any further to form all of them into figures. For since there are many stars scattered singly, he would not have been able to comprehend them in a single figure by grouping them in a cluster; for which reason it seemed good to him to fashion into figures by name the stars lying in some way beside one another and in companies, and to give them names.
ΙΘʹ. Ἐξῆς δέ φησιν ὁ Ἄρατος περὶ τοῦ Θυμιατηρίου·
Chapter XIX. And next Aratus says concerning the Censer:
Αὐτὰρ ὑπ' αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται· Τοῦ δή τοι ὀλίγον μὲν ἐπὶ χρόνον ὑψόθ' ἐόντος Πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο. Καὶ τοῦ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι Ἀρκτούρου· τὸ δὲ θᾶσσον ὑφ' ἑσπερίην ἅλα [νεῖται.
Moreover beneath the glowing sting of the great monster the Scorpion, near the south, the Censer hangs; which you will perceive remaining on high for only a little time; for it rises over against Arcturus. And very high indeed are the paths of Arcturus, whereas it sooner passes beneath the western sea.
Ἐν δὲ τούτοις δοκεῖ μοι ἀγνοεῖν ὁ Ἄρατος, ὑπολαμβάνων ὅσον ἀπέχει ὁ Ἀρκτοῦρος ἀπὸ τοῦ ἀεὶ φανεροῦ πόλου, τοσοῦτον ἀπέχειν καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ νοτίου πόλου· ὁμοίως δὲ καὶ ὁ Ἄτταλος, ὡς ἂν συναποφαινόμενος αὐτῷ, ἀγνοεῖ. Ἐξηγούμενος γὰρ τὴν διάνοιαν τῶν εἰρημένων στίχων, λέγει οὕτως· « Περὶ δὲ τοῦ Θυμιατηρίου ποιούμενος
And in these lines Aratus seems to me to be in error, supposing that by as much as Arcturus is distant from the ever-visible pole, by so much is the Censer also distant from the south pole; and similarly Attalus also, as agreeing with him, is in error. For in expounding the thought of the aforesaid verses, he speaks thus: "In making his account concerning the Censer
Notes, col. 1041

On the reading

Printed προενεγκαμενος, for προενεγκάμενος.

Printed Ἐξῆς, for Ἑξῆς.

PG 19:1044Read from the page
τὸν λόγον, φησὶν αὐτὸ κεῖσθαι πρὸς τὸν ἀφανῆ πόλον, οὕτως ἔχον, ὡς ἀστὴρ ὁ καλούμενος Ἀρκτοῦρος περὶ τὸν φανερὸν κεῖται πόλον. Διό φησι τοῦ Θυμιατηρίου τὴν ὑπὲρ γῆς φορὰν βραχεῖαν εἶναι· τοῦ δὲ Ἀρκτούρου πολλήν. » Ψευδῶς δὲ διαλαμβάνουσι τὸν Ἀρκτοῦρον ἴσον ἀπέχειν ἀπὸ τοῦ βορείου πόλου, καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ νοτίου. Πρῶτον μὲν γὰρ οἱ ἐν τῷ Θυμιατηρίῳ ἀστέρες οὐκ ἐπὶ τούτου τοῦ παραλλήλου κεῖνται· ἀλλὰ πολλῷ εἰσιν ἀλλήλων οἱ μὲν νοτιώτεροι, οἱ δὲ βορειότεροι· ἔπειτα, ἐὰν, τοῦτο παραπέμψαντες, ποιῶμεν τὴν σύγκρισιν πρὸς τὸ μέσον μάλιστα τῶν ἐν τῷ Θυμιατηρίῳ, οὐδ' οὕτως ἐστὶν ὑγιὲς τὸ λεγόμενον. Ὁ μὲν γὰρ Ἀρκτοῦρος ἀπὸ τοῦ βορείου πόλου ἀπέχει μοί. νθʹ· ὁ δὲ ἐν μέσῳ τῷ Θυμιατηρίῳ λαμπρὸς ἀστὴρ ἀπὸ τοῦ νοτίου πόλου ἀπέχει μοί. μϛʹ. Πολλῷ οὖν πλέον ἀπέχει ὁ Ἀρκτοῦρος τοῦ Θυμιατηρίου· καὶ οὐ μόνον γε τοῦ Θυμιατηρίου πλεῖον ἀπέχει, ἀλλὰ καὶ αὐτοῦ τοῦ Σκορπίου, ὑφ' ᾧ κεῖται τὸ Θυμιατήριον· χωρὶς τῶν ἐν τῷ στήθει, καὶ τῷ μετώπῳ αὐτοῦ κειμένων ἀστέρων, καὶ ἔτι ἑνὸς τοῦ πρώτου μετὰ τὸ στῆθος σπονδύλου. Ὁ μὲν γὰρ δεύτερος μετὰ τὸ στῆθος σπόνδυλος ἀπέχει ἀπὸ τοῦ νοτίου πόλου μοί. νθʹ, ὅσας καὶ
the ratio, he says that it lies towards the unseen pole, being so situated as the star called Arcturus lies around the visible pole. Wherefore he says that the course of the Censer above the earth is short, whereas that of Arcturus is long." But they falsely suppose that Arcturus is equally distant from the north pole, and the Censer from the south pole. For first, the stars in the Censer do not lie upon this parallel, but some of them are much further south than one another, and others further north; next, if, passing this over, we make the comparison with the very middle of the stars in the Censer, not even so is what is said sound. For Arcturus is distant from the north pole 59 degrees; whereas the bright star in the middle of the Censer is distant from the south pole 46 degrees. Much further, therefore, is Arcturus distant than the Censer; and not only is it further distant than the Censer, but also than the Scorpion itself, under which the Censer lies, apart from the stars lying in its breast and on its brow, and furthermore one vertebra, the first after the breast. For the second vertebra after the breast is distant from the south pole 59 degrees, as many as also
Κʹ. Εἰπὼν δὲ ὁ Ἄρατος περὶ τοῦ Θυμιατηρίου, διότι, ἐπὰν συμφανὲς γένηται ἀπ' ἄρκτου νεφέλῃ πεπιεσμένον, τότε δεῖ νότον προσδέχεσθαι, ἐπιφέρει ἑξῆς περὶ τοῦ Κενταύρου τὸν τρόπον τοῦτον·
Chapter XX. And after Aratus has spoken concerning the Censer, that whenever it becomes manifest pressed down by a cloud from the north, one must then expect a south wind, he adds next concerning the Centaur in this manner:
Εἰ δέ κεν ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη Ὦμος, ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύει ἀχλὺς Αὐτόν· ἀτὰρ μετόπισθεν ἐοικότα σήματα τεύχοι Νὺξ ἐπὶ παμφανόωντι Θυτηρίῳ· οὔ σε μάλα χρὴ Εἰς νότον, ἀλλ' εὖροιο περισκοπέειν ἀνέμοιο. Δήεις δ' ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις. Τοῦ δή τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται Σκορπίου, ἱππουραῖα δ' ὑπὸ σφίσι Χηλαὶ ἄγουσιν.
But if from the western sea the Centaur's shoulder be as far distant as from the eastern, and a slight mist wraps him himself, while behind him night makes like signs upon the all-shining Censer, you must not look out greatly towards the south wind, but for the east wind. And you will find that constellation lying under two others: for the parts of it like a man lie beneath the Scorpion, while the Claws hold the horse-tail parts under them.
Ἐν δὲ τούτοις πρῶτον μὲν ποῖον ὦμον τοῦ Κενταύρου σημειοῦται, ἔστιν εἰπεῖν, ὡς οὐδαμῶς χωρὶς τοῦ ἑτέρου ὁ εἷς αὐτῶν ἠστέρισται· ἀλλ' ἀμφότεροι ἅμα μεσουρανοῦσιν. Ὥστε ἀδιάφορον ἢ ἐπὶ τοῦ ἑνὸς εἰπεῖν, ἢ ἐπ' ἀμφοτέρων οὕτως. Ἐὰν δὲ ὁ ὦμος τοῦ Κενταύρου ἴσον ἀπ' ἀνατολῆς καὶ δύσεως ἀπέχῃ· ὅπερ ἐστὶ τὸ αὐτὸ τῷ ἀπὸ ἑσπερίης· ὃ δὴ γίνεται, μεσουρανοῦντος αὐτοῦ· κἂν ἐπιγένηται τὰ ὅμοια σημεῖα τοῖς ἐπὶ τοῦ Θυτηρίου· τότε εὖρον, ἀλλ' οὐ νότον δεῖ προσδέχεσθαι. Ἱκανὸν γὰρ διεστήκασιν οἱ ὦμοι τοῦ Κενταύρου ἀπ' ἀλλήλων, ὡς ἀπ' ἀνατολῆς πρὸς δύσιν.
Now in these lines, first, as to which shoulder of the Centaur he marks, one may say that by no means is one of them set with stars apart from the other, but both culminate in mid-heaven together; so that it makes no difference whether one speaks thus of the one or of both. But if the shoulder of the Centaur is equally distant from the east and the west—which is the same as from the western sea, and which indeed happens when it culminates in mid-heaven—and if the like signs come upon it as those upon the Censer, then one must expect an east wind, and not a south wind. For the shoulders of the Centaur stand a considerable distance apart from one another, as from east towards west.
Χωρὶς δὲ τούτων ὁλοσχερῶς ἀγνοεῖ, λέγων τὸν
And apart from these things, he is wholly in error when he says that the
PG 19:1045Read from the page
Κένταυρον ὑπὸ τῷ Σκορπίῳ καὶ ταῖς Χηλαῖς κεῖσθαι. Ὅλος γὰρ σχεδὸν ὑπὸ τῇ Παρθένῳ κεῖται· πλὴν ὅσον ὁ δεξιὸς ὦμος, καὶ ἡ δεξιὰ χεὶρ, καὶ τὰ ἐμπρόσθια σκέλη τοῦ Ἵππου ὑπὸ τὰς Χηλὰς τέτανται. Ὁ γὰρ ἑπόμενος μάλιστα τῶν ἐν τῇ κεφαλῇ ἀστὴρ ἐπέχει Παρθένου μοί. κθʹ· ὁ δὲ ἐπὶ τοῦ δεξιοῦ ὤμου ἐπέχει Χηλῶν μοί. ζʹ· ὁ δὲ νοτιώτερος τῶν ἐν τοῖς ὀπισθίοις σκέλεσιν, ἀπέχει Παρθένου περὶ μοί. ιγʹ. Πῶς οὖν δυνατὸν τὰ μὲν ὅμοια τῷ ἀνθρώπῳ μέρη τοῦ Κενταύρου ὑπὸ τῷ Σκορπίῳ κεῖσθαι, τὰ δὲ ἱππουραῖα ὑπὸ ταῖς Χηλαῖς; Παραπέμπει δὲ καὶ τοῦτο ὁ Ἄτταλος, ὡς εὖ εἰρηκότος αὐτοῦ.
Centaur lies under the Scorpion and the Claws. For almost the whole of it lies under the Virgin, except in so far as the right shoulder, and the right hand, and the forelegs of the Horse are stretched out under the Claws. For the furthest following of the stars in the head occupies 29 degrees of the Virgin; and the one upon the right shoulder occupies 7 degrees of the Claws; and the more southern of those in the hind legs is distant about 13 degrees of the Virgin. How then is it possible that the parts of the Centaur like a man should lie under the Scorpion, and the horse-tail parts under the Claws? Yet Attalus passes this over too, as though he had spoken well.
Ἀκολούθως δὲ τούτοις ἠγνόηται καὶ τὸ ἐπιφερόμενον παρ' αὐτοῦ·
And conformably with these things, what is brought forward next by him is also mistaken:
Αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν, Ἀντία δινωτοῖο Θυτηρίου.
Moreover he is ever like to one stretching out his right hand, over against the rounded Censer.
Μεταξὺ γὰρ τῆς δεξιᾶς χειρὸς καὶ τοῦ Θυτηρίου τό τε Θηρίον ὅλον κεῖται, καὶ τοῦ Σκορπίου τὰ πλεῖστα μέρη· ἡ μὲν γὰρ δεξιὰ χεὶρ περὶ τὰ μέρη τῶν Χηλῶν κεῖται· τὸ δὲ Θυμιατήριον ὑπὸ τοῖς ἐσχάτοις μέρεσι τοῦ Σκορπίου· ὡς καὶ αὐτὸς ὁ Ἄρατος λέγει·
For between the right hand and the Censer lies both the whole Wild Beast and most parts of the Scorpion; for the right hand lies about the parts of the Claws, while the Censer lies under the hindmost parts of the Scorpion, as Aratus himself also says:
Αὐτὰρ ὑπ' αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο Σκορπίου, ἄγχι νότοιο Θυτήριον αἰωρεῖται.
Moreover under the glowing sting of the great monster the Scorpion, near the south hangs the Censer.
ΚΑʹ. Ἐν δὲ τοῖς ἑξῆς περὶ τῶν τροπικῶν, καὶ τοῦ ἰσημερινοῦ, καὶ τοῦ ζωδιακοῦ κύκλου λέγων φησίν·
Chapter XXI. And in what follows, speaking concerning the tropics, and the equinoctial, and the zodiacal circle, he says:
Αὐτοὶ δ' ἀπλατέες καὶ ἀρηρότες ἀλλήλοισι Πάντες· ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται.
And they themselves are without breadth and fitted to one another, all of them; yet in measure two match two.
Γραφομένου δὴ διχῶς, καὶ ἐν οἷς μέν· Αὐτοὶ δ' ἀπλατέες· ἐν οἷς δέ· Αὐτοὶ δὲ πλατέες· ὁ Ἄτταλός φησι βέλτιον εἶναι· Αὐτοὶ δὲ πλατέες. « Καὶ γὰρ οἱ ἀστρολόγοι, φησὶ, πλατεῖς ὑποτίθενται τούς τε τροπικοὺς καὶ τὸν ἰσημερινὸν, καὶ τὸν ζωδιακόν· » καὶ τὸν ἥλιον τὰς τροπὰς μὴ ἀεὶ ἐπὶ τοῦ αὐτοῦ κύκλου ποιεῖσθαι· ἀλλὰ ποτὲ μὲν νοτιώτερον, ποτὲ δὲ βορειότερον. Καὶ ὅτι γίνεται τοῦτο καὶ Εὔδοξός φησι· λέγει γοῦν ἐν τῷ Ἐνόπτρῳ οὕτως· « Φαίνεται δὲ διαφορὰν τῶν κατὰ τροπὰς τόπων καὶ
Now whereas this is written in two ways, in some copies: And they themselves are without breadth; and in others: And they themselves are broad; Attalus says that it is better to read: And they themselves are broad. "For the astronomers too," says he, "suppose both the tropics and the equinoctial and the zodiacal circle to be broad;" and that the sun does not always make its turnings upon the same circle, but sometimes further south, and sometimes further north. And that this happens Eudoxus also says; at any rate he speaks thus in the Mirror: "And it appears that a difference of the places at the turnings also
PG 19:1048Read from the page
ὁ ἥλιος ποιούμενος· ἀδηλοτέραν δὲ πολλῷ, καὶ παντελῶς ὀλίγην. » Δοκεῖ δή μοι καὶ ἐν τούτοις ὁ Ἄτταλος ἀγνοεῖν, ὑπολαμβάνων τὸν ἥλιον ποτὲ μὲν νοτιωτέρας, ποτὲ δὲ βορειοτέρας ποιεῖσθαι τὰς τροπάς· καὶ διὰ τοῦτο δεῖν τοὺς κύκλους πλατεῖς ὑποτίθεσθαι. Εἰ γὰρ μὴ τὸν διὰ μέσων τῶν ζωδίων φέρεται κύκλον ὁ ἥλιος, ἀλλὰ παραλλάσσει τούτου πρὸς ἄρκτους καὶ πρὸς μεσημβρίαν, ὡς καὶ ἡ σελήνη· δῆλον, ὅτι καὶ ἡ ἀπὸ τῆς γῆς σκιὰ ὁμοίως αὐτοῖς παραλλάσσει. Τούτου δὲ γινομένου, ἔδει τὰς τῆς σελήνης ἐκλείψεις πολὺ διαφωνεῖν πρὸς τὰς συντασσομένας ὑπὸ τῶν ἀστρολόγων προῤῥήσεις· ὑποτιθεμένων δὴ αὐτῶν ἐν ταῖς πραγματείαις τὸ μέσον τῆς σκιᾶς φέρεσθαι ἐπὶ τοῦ διὰ μέσων τῶν ζωδίων κύκλου. Οὐ διαφωνοῦσι δὲ πλέον ἢ δακτύλοις δυσὶ, σπανίως δὲ σφόδρα ποτὲ, πρὸς τὰς χαριέστατα συντεταγμένας πραγματείας. Τό γε μὴν λέγειν τηλικοῦτον πλάτος ἔχειν καὶ τοὺς κύκλους ἴσον ἐστὶ τῷ ἀπλατεῖς αὐτοὺς ὑποτίθεσθαι· χωρὶς τοῦ καὶ αὐτὸ τοῦτο ἄδηλον εἶναι, πότερον παρὰ τὴν τοῦ ἡλίου κίνησιν ἢ παρὰ τὴν τῆς σελήνης τὰ μεγέθη τῶν τῆς σελήνης ἐκλείψεων ἐπὶ τοσοῦτον διαφωνεῖ. Ἔπειτα τοὺς τροπικοὺς μόνον διὰ τοῦτο πλατεῖς ὅ τε Ἄρατος ἔλεγε καὶ οἱ μαθηματικοὶ ὑπετίθεντο· τὸν δὲ ἰσημερινὸν οὐκ ἔτι. Καθόλου τε οἶμαι τοὺς μαθηματικοὺς ἅπαντας τοὺς εἰρημένους ἀπλατεῖς ὑποτίθεσθαι τοὺς τροπικοὺς, καὶ τὸν ἰσημερινὸν, καὶ τὸν ἀεὶ φανερὸν, καὶ τὸν ἀεὶ ἀφανῆ. Οὐδὲ γὰρ ἐπινοῆσαι δυνατόν ἐστι τούτους πλάτος ἔχοντας. Τὸ γὰρ ἴδιον ἑκάστου περινοητὴν καὶ ἀπλατῆ γραμμὴν ἔχον θεωρεῖσθαι συμβέβηκεν. Ἔτι δὲ καὶ ὅταν λέγωσι τὸν ἰσημερινὸν καὶ τὸν ζωδιακὸν τῶν μεγίστων εἶναι ἐν τῇ σφαίρᾳ κύκλων, καὶ διχοτομεῖσθαι τὴν σφαῖραν ὑφ' ἑκατέρου αὐτῶν, καὶ τὸ αὐτὸ κέντρον τοῦ ζωδιακοῦ, καὶ τοῦ ἰσημερινοῦ, καὶ τοῦ ὁρίζοντος, καὶ τοῦ μεσημβρινοῦ, καὶ τὸν ζωδιακὸν ἐφάπτεσθαι τῶν τροπικῶν καθ' ἓν σημεῖον· καὶ ἄλλα πλείονα τοιαῦτα· ἀπλατεῖς αὐτοὺς καὶ διὰ τούτων σημαίνουσιν. Οὐδὲν γὰρ τῶν προειρημένων ὑγιῶς ἂν λέγοιτο, τὸ πλάτος αὐτῶν ἐχόντων· ἰσημερίαν τε οὐκ ἂν ἐν μιᾷ ἡμέρᾳ ἦγεν, ἀλλ' ἐν πλείοσι. Καὶ γὰρ ὁ ἥλιος πλείονας ἂν τῆς μιᾶς ἡμέρας ἐν τῷ ἰσημερινῷ ἐποιεῖτο, πλάτος γε δὴ ἔχοντος αὐτοῦ. Τά τε γνωμονικὰ θεωρήματα πάντα γράφουσιν, ἀπλατεῖς πάντας τοὺς κύκλους ὑποτιθέμενοι· ὡς ἂν τῶν μὲν ὑπὸ τοῦ κέντρου τοῦ ἡλίου γραφομένων, τῶν δὲ ὑπὸ τῆς ἡμετέρας ὄψεως. Ὅτι δὲ καὶ Ἄρατος τοῖς μαθηματικοῖς ἀκολούθως ἀπλατεῖς αὐτοὺς νοεῖ ὑπάρχοντας, μάθοι ἄν τις ἔκ τε τοῦ περὶ τοῦ ἰσημερινοῦ λέγειν·
the sun makes, though much less manifest, and altogether slight." Now it seems to me that in these matters too Attalus is in error, supposing that the sun makes its turnings sometimes further south and sometimes further north, and that on this account one must suppose the circles to be broad. For if the sun does not move along the circle through the middle of the signs, but deviates from it towards the north and towards the south, as does the moon also, it is clear that the shadow from the earth likewise deviates along with them. And if this happened, the eclipses of the moon would have to differ greatly from the predictions drawn up by the astronomers, since they assume in their treatises that the middle of the shadow moves upon the circle through the middle of the signs. Yet they do not differ by more than two digits, and that very rarely, from the most gracefully composed treatises. Moreover, to say that the circles too have only so much breadth is equivalent to supposing them without breadth; apart from the fact that even this very point is uncertain, whether it is owing to the motion of the sun or owing to that of the moon that the magnitudes of the eclipses of the moon differ to such an extent. Next, it would be the tropics alone that both Aratus called broad and the mathematicians supposed to be so on this account, and no longer the equinoctial. And in general, I think that all the aforesaid mathematicians suppose the tropics, and the equinoctial, and the ever-visible, and the ever-unseen circle to be without breadth. For it is not even possible to conceive of these as having breadth. For the proper nature of each happens to be contemplated as having a line grasped by thought and without breadth. Furthermore, when they say that the equinoctial and the zodiacal are among the greatest circles in the sphere, and that the sphere is cut in two by each of them, and that the centre of the zodiacal, and of the equinoctial, and of the horizon, and of the meridian is the same, and that the zodiacal touches the tropics at one point, and many other such things, by these too they signify that they are without breadth. For none of the aforesaid things would be soundly stated if they had breadth; nor would it bring about the equinox on one day, but on several. For indeed the sun would spend more than one day in the equinoctial, if it had breadth. And they write all the gnomonic theorems supposing all the circles to be without breadth, as being described partly by the centre of the sun, and partly by our sight. And that Aratus too, conformably with the mathematicians, conceives of them as being without breadth, anyone might learn both from his saying concerning the equinoctial:
Ἐν δέ οἱ ἤματα νυξὶν ἰσαίνεται ἀμφοτέρῃσιν Φθίνοντος θέρεος, τότε δ' εἴαρος ἱσταμένοιο.
And in it the days are made equal to both the nights, when summer wanes, and then when spring begins.
Οὐ γὰρ ἐπὶ μίαν μόνον ἡμέραν ἰσημερίαν ἦγεν ἔν τε τῷ ἔαρι καὶ τῷ φθινοπώρῳ, ἀλλὰ πλείονας, εἰ πλάτος εἶχε. Καὶ πάλιν ἐκ τοῦ ἐπὶ τοῦ τροπικοῦ λέγειν·
For it would not bring about the equinox for one day only in the spring and in the autumn, but for several, if it had breadth. And again from his saying in the case of the tropic: