Migne Reading Room

PG 19 · cols. 844–853 · Read from the page

Geminus, Introduction to the Phenomena

Geminus, Introduction to the Phenomena

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:844Read from the page
κήσεις εὐκρατοτέρας ὑπάρχειν, ἐπιτολῆς μὲν γινομένης ἐπὶ τοῦ κατὰ κορυφὴν σημείου, ταχέως δὲ ἀποχωροῦντος τοῦ ἡλίου. Πάντες γὰρ μεταξὺ τῶν τροπικῶν κύκλων οἰκοῦντες παρὰ τὴν πάροδον ὁμοίως κεῖνται τοῦ ἡλίου· πλείονας δὲ χρόνους ἐπιμένει τοῖς περὶ τοὺς τροπικοὺς οἰκοῦσι· δι' ἣν αἰτίαν εὐκρατοτέρας εἶναι συμβέβηκε τὰς περὶ τὸν ἰσημερινὸν οἰκήσεις, αἵτινες κεῖνται ἐν μέσῃ τῇ διακεκαυμένῃ ζώνῃ, τῶν περὶ τὰ πέρατα τῆς διακεκαυμένης οἰκούντων, οἵτινες ὑπὸ τοὺς τροπικοὺς κύκλους κεῖνται.
so exist more temperate, the rising taking place at the overhead point, but the sun departing swiftly. For all those dwelling between the tropical circles lie similarly along the passage of the sun; yet it tarries for longer times for those dwelling around the tropics; for which reason it has happened that the habitations around the equator, which lie in the middle of the torrid zone, are more temperate than those dwelling around the extremities of the torrid zone, who lie under the tropical circles.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Περὶ ἐπισημασιῶν τῶν ἄστρων.
On weather-signs of the stars.
Ὁ περὶ ἐπισημασιῶν λόγος παρὰ μὲν τοῖς ἰδιώταις ἀλλοίαν ἔχει διάληψιν, ὡς ἐπὶ τῶν ἄστρων ἐπιτολαῖς καὶ δύσεσι τῶν περὶ τὸν ἀέρα μεταβολῶν γινομένων· ὁ δὲ μαθηματικὸς καὶ φυσικὸς ἑτέραν ἔχει δόξαν. Καὶ πρῶτον μὲν διαληπτέον, ὅτι αἱ γινόμεναι ἐπισημασίαι ὄμβρων καὶ πνευμάτων περὶ τὴν γῆν γίνονται, εἰς δὲ πλεῖον ὕψος οὐ διατείνουσιν· ἀναθυμιάσεις γάρ εἰσιν ἐκ γῆς παντοδαπαὶ καὶ ἄτακτοι· ὥστε μὴ οἷόν τε εἶναι μέχρι τῆς τῶν ἀπλανῶν ἀστέρων σφαίρας διατείνειν· ἀλλὰ μηδ' ἕκαστα διὰ τὸ ὕψος ἀνατείνειν τὰ νέφη. Οἱ γοῦν ἐπὶ τὴν Κυλλήνην ἀναβαίνοντες, ὄρος ἐν τῇ Πελοποννήσῳ ὑψηλότατον, καὶ θύοντες τῷ καθωσιωμένῳ ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους Ἑρμῇ, ὅταν πάλιν δι' ἐνιαυτοῦ ἀναβαίνοντες τὰς θυσίας ἐπιτελῶσιν, εὑρίσκουσι καὶ τὰ μηρία, καὶ τὴν τέφραν τὴν ἀπὸ τοῦ πυρὸς ἐν τῇ αὐτῇ τάξει μένουσαν, ἐν ᾗ καὶ κατέλιπον· καὶ μήθ' ὑπὸ πνευμάτων, μήθ' ὑπὸ ὄμβρων ἠλλοιωμένα· διὰ τὸ πάντα τὰ νέφη καὶ τὰς τῶν ἀνέμων συστάσεις ὑποκάτω τῆς τοῦ ὄρους κορυφῆς συνίστασθαι. Πολλάκις δὲ καὶ οἱ εἰς τὸ Σαταβύριον ἀναβαίνοντες διὰ τῶν νεφῶν ποιοῦνται τὴν ἀνάβασιν, καὶ ὑποκάτω τῆς τοῦ ὄρους κορυφῆς θεωροῦσι τὴν τῶν νεφῶν σύστασιν. Καὶ ἔστι μὲν τῆς Κυλλήνης τὸ ὕψος ἔλασσον σταδίων ιεʹ, ὡς Δικαίαρχος ἀναμετρικῶς ἀποφαίνεται· τοῦ δὲ Σαταβυρίου ἐλάσσων ἐστὶν ἡ κάθετος σταδίων ιδʹ. Πάντα γὰρ τὰ νέφη, καθάπερ εἴπομεν, ἐκ γῆς ἔχοντα τὴν ἀναθυμίασιν, περὶ τὴν γῆν γίνεται. Αἱ δὲ γινόμεναι προρρήσεις τῶν ἐπισημασιῶν ἐν τοῖς παραπήγμασιν, οὐκ ἀπό τινων παραγγελμάτων ὡρισμένων γίνονται, οὐδὲ τέχνῃ τινὶ μεθοδεύονται κατηναγκασμένον ἔχουσαι τὸ ἀποτέλεσμα· ἀλλ' οἱ ἐκ τοῦ ὡς ἐπίπαν γινομένου διὰ τῆς καθ' ἡμέραν παρατηρήσεως τὸ σύμφωνον λαμβάνοντες εἰς τὰ παραπήγματα κατεχώρισαν. Ἐγένετο δὲ ἡ σύστασις καὶ ἡ παρατήρησις τοῦ τρόπου τούτου. Λαμβάνοντες γὰρ ἀρχὴν ἐνιαυτοῦ, καὶ παρατηρήσαντες, ἐν τίνι ζωδίῳ ὁ ἥλιος ὑπῆρχε κατὰ τὴν ἀρχὴν ἐνιαυτοῦ, καὶ πρὸς τὴν μοῖραν ἀναγράφοντες καθ' ἑκάστην
The account concerning weather-signs has a different conception among laymen, as though the changes about the air took place at the risings and settings of the stars; whereas the mathematician and natural philosopher has another opinion. And first one must conceive that the weather-signs of rains and winds that take place happen around the earth, and do not extend to a greater height; for they are exhalations from the earth of every kind and disorderly, so that it is not possible for them to extend unto the sphere of the fixed stars, nor even for the clouds each to reach up because of the height. At any rate, those who go up onto Cyllene, a very high mountain in the Peloponnese, and sacrifice to Hermes consecrated upon the summit of the mountain, whenever after a year they go up again and perform the sacrifices, find both the thigh-bones and the ashes from the fire remaining in the same order in which they left them, and altered neither by winds nor by rains, because all the clouds and the formations of the winds gather together underneath the summit of the mountain. And often also those who go up onto Satabyrium make the ascent through the clouds, and behold the formation of the clouds underneath the summit of the mountain. And the height of Cyllene is less than 15 stades, as Dicaearchus by measurement declares; while of Satabyrium the perpendicular is less than 14 stades. For all the clouds, just as we said, having their exhalation from the earth, take place around the earth. And the predictions of the weather-signs that are made in the parapegmata do not take place from any definite precepts, nor are they treated methodically by any art as having a necessary result; but those who took the agreement from what happens for the most part through daily observation recorded it in the parapegmata. And the compilation and observation of this method took place thus: for taking a beginning of a year, and having observed in what zodiacal sign the sun was at the beginning of a year, and writing down by the degree for each
PG 19:845Read from the page
ἡμέραν καὶ μῆνα τὰς γενομένας ὁλοσχερεῖς μεταβολὰς τοῦ ἀέρος, πνευμάτων, ὄμβρων, χαλάζης, παρετίθεσαν ταῖς τοῦ ἡλίου ἐποχαῖς κατὰ ζώδιον καὶ κατὰ μοῖραν. Τοῦτο ἐπὶ πλείονα ἔτη παρατηρήσαντες, τὰς μάλιστα περὶ τοὺς αὐτοὺς τόπους τοῦ ζωδιακοῦ γινομένας μεταβολὰς ἐν τοῖς παραπήγμασιν ἀνεγράψαντο, οὐκ ἀπό τινος τέχνης οὐδὲ μεθόδου ὡρισμένης λαβόντες τὴν ἀναγραφὴν, ἀλλ' ἐκ τῆς πείρας τὸ σύμφωνον, ὡς ἔγγιστα, λαβόντες. Ἐπειδὴ οὐκ ἐδύναντο οὔθ' ἡμέραν, οὔτε μῆνα, οὔτε ἐνιαυτὸν ὡρισμένον ἀναγράψαι, ἐν ᾧ τι τούτων ἐπιτελεῖται, διὰ τὸ τὰς ἀρχὰς τῶν ἐνιαυτῶν μὴ παρὰ πᾶσιν εἶναι τὰς αὐτὰς, μηδὲ τοὺς μῆνας τοὺς αὐτοὺς εἶναι παρὰ πᾶσι ταῖς ὀνομασίαις, μηδὲ τὰς ἡμέρας ὁμοίως ἄγεσθαι· ἱσταμένοις τισὶ σημείοις ἠθέλησαν ἀφορίσαι τὰς μεταβολὰς τοῦ ἀέρος. Ὅθεν ταῖς τῶν ἄστρων ἐπιτολαῖς κατὰ τοὺς καιροὺς ἀφωρισμέναις αἱ μεταβολαὶ τοῦ ἀέρος γίνονται, οὐχ ὡς τῶν ἄστρων δύναμιν ἐχόντων πρὸς τὴν μεταβολὴν τῶν πνευμάτων καὶ τῶν ὄμβρων, ἀλλ' ὡς σημείου χάριν παρειλημμένων πρὸς τὸ προγινώσκειν ἡμᾶς τὰς περὶ τὸν ἀέρα περιστάσεις. Καὶ ὥσπερ ὁ πυρσὸς οὐκ αὐτός ἐστι παραίτιος τῆς πολεμικῆς περιστάσεως, ἀλλὰ σημεῖόν ἐστι πολεμικοῦ καιροῦ· τὸν αὐτὸν τρόπον καὶ αἱ τῶν ἄστρων ἐπιτολαὶ οὐκ αὐταὶ παραίτιοί εἰσι τῶν περὶ τὸν ἀέρα μεταβολῶν, ἀλλὰ σημεῖα ἔκκεινται τῶν τοιούτων περιστάσεων. Οἱ γὰρ ἀπ' ἀρχῆς παρατηρήσαντες καὶ συνταξάμενοι τὰ παραπήγματα, ἐξετάσαντες τοὺς τόπους τοῦ ζωδιακοῦ κύκλου, ἐν οἷς ὡς ἐπίπαν αἱ μεταβολαὶ τοῦ ἀέρος γίνονται, ἐπεσκέψαντο κατὰ τοὺς χρόνους τούτους τίνα τῶν ἄστρων ἀνατέλλει, ἢ συγκαταδύνει, καὶ ταῖς τούτων ἐπιτολαῖς καὶ δύσεσι σημείοις ἐχρή-
day and month the general changes of the air that took place, of winds, rains, hail, they set them beside the positions of the sun by zodiacal sign and by degree. Having observed this for several years, they wrote down in the parapegmata the changes taking place mostly around the same places of the zodiac, taking the record not from any art nor definite method, but taking the agreement very nearly from experience. Since they were not able to write down either a definite day, or month, or year in which any of these things is accomplished, because the beginnings of the years are not the same among all, nor are the months the same among all in their names, nor are the days reckoned similarly, they wished to mark off the changes of the air by certain fixed signs. Whence the changes of the air take place by the risings of the stars marked off according to the seasons, not as though the stars had power towards the change of the winds and the rains, but as having been taken for the sake of a sign so that we might foreknow the conditions about the air. And just as the fire-beacon is not itself a cause of the warlike condition, but is a sign of a warlike season, in the same way the risings of the stars also are not themselves causes of the changes about the air, but are set forth as signs of such conditions. For those who from the beginning observed and drew up the parapegmata, having examined the places of the zodiacal circle in which for the most part the changes of the air take place, inspected during these times which of the stars rises or sets together with them, and used the risings and settings of these as signs—
Πληϊάδων Ἀτλαγενέων ἐπιτελλομενάων, Ἄρχεσθ' ἀμήτου· ἀρότοιο δὲ, δυσσομενέων.
When the Atlas-born Pleiades rise, begin the harvest; and the ploughing, when they set.
Οὐ διὰ τὴν τοῦ ἄστρου δύναμιν· παντελῶς γάρ ἐστιν ἀπόπληκτον· εἴτε γὰρ πύρινά ἐστι τὰ ἄστρα, εἴτε αἰθέρια, ὡς ἀρέσκει τισὶ, πάντα τῆς αὐτῆς οὐσίας καὶ δυνάμεως κεκοινώνηκε, καὶ οὐδεμίαν συμπάθειαν ἔχει πρὸς τὰ ἐπὶ τῆς γῆς γινόμενα. Ἡ γὰρ σύμπασα γῆ κέντρου λόγον ἔχει πρὸς τὴν τῶν ἀπλανῶν σφαῖραν, καὶ οὐδεμία ἀποφορὰ, οὐδὲ ἀπόρροια διικνεῖται ἀπὸ τῶν ἀπλανῶν ἀστέρων ἐπὶ τὴν γῆν. Πῶς ὑποληπτέον τούτους ὄμβρων καὶ πνευμάτων καὶ χαλάζης παραιτίους γίνεσθαι, ἀφ' ὧν οὐδεμία δύναμις πίπτει πρὸς ἡμᾶς; Ἀπὸ μὲν γὰρ ἡλίου καὶ σελήνης διικνεῖται ἡ δύναμις ἐπὶ τὴν γῆν κατὰ τὰς μεταβάσεις αὐτῶν καὶ μειζόνων καὶ ἐλαττόνων· ὅθεν εὔλογον πρὸς τούτους συμπάθειαν εἶναι κατὰ τὴν ἑκάστου δύναμιν αὐτῶν· αἱ δὲ τῶν ἀπλανῶν ἀστέρων ἐπιτολαὶ καὶ δύσεις σημείου τάξιν ἐπέχουσι, καθάπερ προείπομεν. Ὅθεν οὐδὲ προληπτέον τὰς αὐτὰς ἐπισημασίας ἐπιτελεῖσθαι ἐκ τῶν αὐτῶν ἄστρων·
Not because of the power of the star, for it is altogether absurd; for whether the stars are fiery or ethereal, as pleases some, all have shared in the same substance and power, and have no sympathy towards the things taking place upon the earth. For the whole earth holds the ratio of a centre towards the sphere of the fixed stars, and no emanation nor efflux reaches from the fixed stars to the earth. How is one to suppose these to become causes of rains and winds and hail, from which no power falls to us? For from the sun and moon the power reaches to the earth according to their transitions, both greater and lesser; whence it is reasonable that there is sympathy towards these according to the power of each of them; whereas the risings and settings of the fixed stars hold the place of a sign, just as we said before. Whence one must not preconceive that the same weather-signs are accomplished from the same stars;
PG 19:848Read from the page
ἀλλὰ κατὰ τὰς τῶν αὐτῶν κλιμάτων παραλλαγὰς διαφόρους καὶ τὰς ἐπιτολὰς καὶ τὰς δύσεις τῶν ἄστρων γίνεσθαι. Καὶ δὴ καθ' ἕκαστον ὁρίζοντα ἴδια σημεῖα ἔχειν τῆς περὶ τὸν ἀέρα μεταβολῆς. Τὸ γὰρ αὐτὸ παράπηγμα οὐ δύναται συμφωνεῖν ἐν τῇ Ῥώμῃ καὶ ἐν τῷ Πόντῳ, καὶ ἐν Ῥόδῳ, καὶ ἐν Ἀλεξανδρείᾳ· ἀλλὰ ἀνάγκη διαφόρους τὰς παρατηρήσεις εἶναι ἐν διαφόροις ὁρίζουσι, καὶ καθ' ἑκάστην πόλιν ἕτερα λαμβάνεσθαι ἄστρα ἐπισημασίας ἐπιτελοῦντα.
but that according to the variations of the same inclinations both the risings and the settings of the stars take place differently, and indeed for each horizon have their own signs of the change about the air. For the same parapegma cannot agree in Rome, and in Pontus, and in Rhodes, and in Alexandria; but the observations must needs be different in different horizons, and for each city other stars be taken as accomplishing weather-signs.
Ἐξ οὗ φανερὸν, ὅτι οὐ φυσικῶς αἱ τῶν ἄστρων ἐπιτολαὶ καὶ δύσεις τὰ περὶ τὸν ἀέρα πάθη ἀπογεννῶσιν· ἀλλὰ καθ' ἕκαστον ὁρίζοντα διάφοροι παρατηρήσεις γεγόνασι, καὶ τῶν ἀέρων μεταβολαί. Διόπερ οὐδὲ πᾶσαι ἐπισημασίαι, ἐν τοῖς παραπήγμασιν ἀγόμεναι, ἀεὶ συμφωνοῦσιν· ἀλλ' ἔστι μὲν ὅτε καθόλου οὐ γίνονται, ἀλλὰ τοὺς μεγίστους περιέχουσαι χειμῶνας ἐπιτολαὶ καὶ δύσεις, εὐδίας ἀποτελοῦσιν· ἔστι δ' ὅτε κατὰ μὲν τὴν πόλιν εὐδία ἐγένετο, ἐπὶ χώρας δὲ ὄμβρος· πολλάκις δέ τις μεθ' ἡμέρας τρεῖς ἢ τέσσαρας ἐπεσήμηνε τῇ ἐπιτολῇ ἢ τῇ δύσει τοῦ ἄστρου· ἔστι δὲ ὅτε προέλαβε τὴν ἐπισημασίαν πρὸ ἡμερῶν τεσσάρων. Ὅθεν καὶ οἱ ἀποτυγχάνοντες ἐν ταῖς προρρήσεσι τῶν ἐπισημασιῶν ἔχουσιν ἀπολογίαν, ὅτι προέλαβον τὴν ἐπισημασίαν, ὅτι ὑστέρα ἐγένετο.
From which it is manifest that the risings and settings of the stars do not naturally generate the affections about the air, but for each horizon different observations have been made, and changes of the airs. Wherefore neither do all weather-signs brought into the parapegmata always agree; but sometimes they do not take place at all, and risings and settings encompassing the greatest storms produce fair weather; and sometimes in the city fair weather took place, and in the country rain; and often someone noted a sign three or four days after the rising or the setting of the star, and sometimes anticipated the weather-sign four days before. Whence also those who fail in the predictions of the weather-signs have a defence, that they anticipated the weather-sign, or that it took place later.
Ἐξ ὧν πάντων φανερὸν, ὅτι τὰ κατὰ τὰς ἐπισημασίας ἐν τοῖς παραπήγμασιν ὁλοσχερέστερον ἀναγέγραπται, οὐ τέχνῃ τινὶ οὐδὲ ἀνάγκῃ μεθοδευόμενα, ἀλλ' ἐκ τῆς συνεχοῦς παρατηρήσεως ἀναγεγραμμένα. Διὸ πολλάκις διαψεύδεται. Ὅθεν οὐδὲ κατηγορητέον ἐστὶ τῶν ἀστρολόγων, ἐὰν ἀποτυγχάνωσιν ἐν ταῖς ἐπισημασίαις. Ἐὰν δ' ἔκλειψιν προειπών τις ἢ ἐπιτολὴν ἄστρου διαμάρτῃ, εὐλόγως καὶ τὸ ἐπιτήδευμα καὶ ὁ μεταχειριζόμενος κατηγορίας ἀξιωθήσεται. Πάντα γὰρ τέχνῃ μεθοδευόμενα ἀδιαμάρτητον ἔχειν ὀφείλει τὴν ἀπόφασιν. Τὰ δὲ περὶ τὰς ἐπισημασίας οὔτ' ἐπιτυγχανόμενα ὁλοσχερῆ τὸν ἔπαινον ἔχει, οὔτ' ἀποτυγχανόμενα κατηγορίαν. Ἄτεχνον γάρ τι μέρος ἐστὶ τοῦτο τῆς ἀστρολογίας, καὶ οὐκ ἄξιον προφορᾶς. Τὸ δὲ αὐτὸ ὑποληπτέον καὶ περὶ τὴν Κυνὸς ἐπιτολὴν γίνεσθαι. Πάντες γὰρ ὑπολαμβάνουσιν ἰδίαν δύναμιν ἔχειν τὸν ἀστέρα, καὶ παραίτιον γίνεσθαι τῆς τῶν καυμάτων ἐπιτάσεως ἅμα συνεπιτέλλοντα τῷ ἡλίῳ. Τοῦτο δ' οὐκ ἔστιν οὕτως ἔχον· ἀλλὰ ἐπεὶ κατὰ τὸν πυροειδέστατον καιρὸν τοῦ ἐνιαυτοῦ οὗτος ὁ ἀστὴρ ἐπέτελλε, τῇ τούτου φάσει ἐσημειώσαντο τὴν πρὸς τὸ καῦμα μεταβολὴν τοῦ ἀέρος. Ἔστι δὲ ὁ ἥλιος παραίτιος τῆς ἐπιτάσεως τῶν καυμάτων. Πρῶτον μὲν γὰρ, ἐκ τοῦ χειμῶνος κατεψυγμένων ἡμῶν, κατὰ τὸν συνεγγισμὸν τὸν πρὸς ἡμᾶς ἄρχεται ἡμᾶς θερμαίνειν· οὔπω δὲ ἔκδηλον ποιεῖ τὴν θερμασίαν, ἔτι τῆς καταψύξεως ἀπὸ τοῦ χειμῶνος διαμενούσης· ἐπιμονῆς δὲ γινομένης, καὶ μᾶλλον ἀεὶ καὶ μᾶλλον συνεγγίζοντος τοῦ ἡλίου, ἐπαίσθησιν συμβαίνει τῆς θερμασίας γίνεσθαι· ἔπειτα συμβαίνει δὶς ἐπὶ τὴν αὐτὴν οἴκησιν κατὰ τὸ συνεχὲς ἐπιβάλλειν τὸν ἥλιον. Καὶ γὰρ ἐν τῇ παρόδῳ τῇ πρὸς τὸν θερινὸν τροπικὸν κύκλον, καὶ ἐν τῇ ἀποχωρήσει τὰς αὐτὰς οἰκήσεις παροδεύει ὁ ἥλιος. Ὅθεν συμβαίνει διὰ τὴν αἰτίαν ταύτην τὰς ἐπιτάσεις τῶν καυμάτων γίνεσθαι. Ἔτι δὲ καὶ τὰς
From all of which it is manifest that the things regarding the weather-signs have been written down rather roughly in the parapegmata, not treated methodically by any art nor necessity, but written down from continuous observation. Wherefore it is often mistaken. Whence neither must one accuse the astronomers if they fail in the weather-signs. But if anyone having foretold an eclipse or a rising of a star should err, reasonably both the profession and he who practises it will be deemed worthy of accusation. For all things treated methodically by art ought to have their declaration unerring. But the things concerning the weather-signs neither have complete praise when they succeed, nor accusation when they fail. For this is a certain artless part of astronomy, and not worthy of bringing forward. And one must suppose the same thing to take place concerning the rising of the Dog-star also. For all suppose the star to have its own power, and to become a cause of the intensification of the heats as it rises together with the sun. Yet this is not so; but since at the most fiery season of the year this star used to rise, by its appearance they marked the change of the air towards heat. And the sun is the cause of the intensification of the heats. For first, when we have been chilled from the winter, according to its approach towards us it begins to warm us, yet does not make the warmth manifest, the chilling from the winter still remaining; but as a tarrying takes place, and the sun approaches ever more and more, perception of the warmth happens to take place; next, the sun happens to strike twice upon the same habitation continuously. For indeed both in the passage towards the summer tropical circle and in the departure the sun passes by the same habitations. Whence because of this cause the intensifications of the heats happen to take place. And further, both the
PG 19:849Read from the page
προσόδους τὰς πρὸς τὸν θερινὸν τροπικὸν καὶ τὰς ἀποχωρήσεις μικράς τε παντελῶς καὶ ἀνεπαισθήτους εἶναι συμβέβηκε· σχεδὸν γὰρ ἐφ' ἡμέρας μʹ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ κύκλου τὴν ἐπιμονὴν ποιεῖται. Ὅθεν καὶ τὰ μεγέθη τῶν ἡμερῶν περὶ τὰς τροπὰς ἀνεπαίσθητον ἔχει τὴν παραύξησιν. Ἐπεὶ δὲ περὶ τοῦτον τὸν καιρὸν ἐπέτελλεν ὁ Κύων, τῇ τούτου φάσει τὸν καιρὸν ἐσημειώσαντο τῆς τῶν καυμάτων ἐπιτάσεως, οὐχ ὡς αὐτοῦ τοῦ ἄστρου παραιτίου γινομένου, ἀλλ' ὡς τοῦ ἡλίου τὴν αἰτίαν ἔχοντος.
approaches towards the summer tropic and the departures have happened to be altogether small and imperceptible; for during almost 40 days it makes its tarrying upon the summer tropical circle. Whence also the lengths of the days around the solstices have their increase imperceptible. And since around this season the Dog-star used to rise, by its appearance they marked the season of the intensification of the heats, not as though the star itself became a cause, but as the sun having the cause.
Εἰ μὲν οὖν ὡς σημεῖόν τις λαμβάνει τοῦ καιροῦ την τοῦ Κυνὸς ἐπιτολὴν, ὀρθῶς λαμβάνει, καθάπερ Ὅμηρός φησιν ἐπὶ τοῦ Κυνὸς οὕτως·
If, therefore, anyone takes the rising of the Dog-star as a sign of the season, he takes it rightly, just as Homer says of the Dog-star thus:
Κακὸν δέ τε σῆμα τέτυκται.
And it is made an evil sign.
Οὐ γὰρ ὡς ἰδίαν δύναμιν ἔχοντος αὐτοῦ πρὸς τὴν ἐπίτασιν τῶν καυμάτων, ἀλλ' ὡς σημείου χάριν παρειλημμένου.
For not as though it had its own power towards the intensification of the heats, but as having been taken for the sake of a sign.
Ὅσοι μέντοιγε τῶν ποιητῶν καὶ φιλοσόφων τὴν δύναμιν τῆς ἐπιτάσεως τῶν καυμάτων τῷ Κυνὶ προσάπτουσι, πολὺ τῆς ἀληθείας καὶ τοῦ φυσικοῦ λόγου πεπλανημένοι εἰσίν. Ὁ γὰρ ἀστὴρ οὗτος τῆς αὐτῆς οὐσίας κεκοινώνηκε πᾶσι τοῖς ἄστροις. Εἴτε γὰρ πύρινά ἐστιν, εἴτε καὶ αἰθέρια τὰ ἄστρα, τὴν αὐτὴν ἔχει δύναμιν πάντα, καὶ ὀφείλει κατακρατεῖσθαι ὑπὸ τοῦ πλήθους τῶν ἄστρων ἡ ἀπὸ τοῦ Κυνὸς ἀποφορά. Καὶ γὰρ τῷ μεγέθει μείζονες αὐτοῦ εἰσιν ἕτεροι, καὶ τῷ πλήθει ἄπειροι. Εἰ οὖν ἐξ ἁπάντων αὐτῶν ἡ δύναμις οὐ διικνεῖται μέχρι τῆς γῆς, οὐδὲ εἰς τὴν τοῦ ἡλίου δύναμιν οὐδὲν συμβάλλεται, πῶς πιθανὸν τὴν ἀπὸ τοῦ ἑνὸς ἄστρου ἀποφορὰν τηλικαύτην ἐπίτασιν τῶν καυμάτων ποιεῖν; Εἰ δὲ μὴ συνεργοῦσί τι πάντες οἱ ἀπλανεῖς ἀστέρες, τῆς αὐτῆς δυνάμεως κεκοινωνηκότες, οὐκ ἐνδέχεται τὴν ἀπὸ τοῦ ἑνὸς ἄστρου θερμασίαν αἰσθητὴν διαφορὰν ἀποφαίνειν ἐν ταῖς συνανατολαῖς τοῦ ἡλίου.
Yet as many of the poets and philosophers as attach the power of the intensification of the heats to the Dog-star have wandered far from the truth and from physical reason. For this star has shared in the same substance with all the stars. For whether the stars are fiery or also ethereal, all have the same power, and the emanation from the Dog-star ought to be overcome by the multitude of the stars. For indeed others are greater than it in size, and infinite in multitude. If, therefore, from all of them the power does not reach unto the earth, nor contributes anything to the power of the sun, how is it plausible that the emanation from the one star makes so great an intensification of the heats? And if all the fixed stars, having shared in the same power, do not cooperate at all, it is not possible for the warmth from the one star to show a perceptible difference in the risings together with the sun.
Ἔστι δ' αὐτὸς ὁ ἥλιος παραίτιος τῶν καυμάτων, κατὰ τὸ συνεχὲς τὸν αὐτὸν τόπον τῆς οἰκήσεως ἐπιπορευόμενος. Οὐ δυνάμενοι δὲ κοινὴν ἡμέραν ἅπασιν ἀφορίσαι, ἐν ᾗ γίνονται αἱ ἐπιτάσεις τῶν καυμάτων, ἐπεὶ κατὰ τοῦτον τὸν καιρὸν ἐπέτελλεν οὗτος ὁ ἀστὴρ, τῇ τούτου φάσει τὸν καιρὸν ἐσημειώσαντο.
Rather, the sun itself is the cause of the heats, continuously traversing the same place of the habitation. And not being able to mark off a common day for all on which the intensifications of the heats take place, since at this season this star used to rise, by its appearance they marked the season.
Ὅτι δὲ οὐκ ἔστιν ὁ ἀστὴρ παραίτιος τῆς ἐπιτάσεως τῶν καυμάτων, ἐκ τῶν λέγεσθαι μελλόντων φανερόν. Πρῶτον μὲν γὰρ πολλάκις συνανατέλλουσι τῷ ἡλίῳ καὶ πλείονες καὶ μείζονες ἀστέρες, καὶ οὐδεμίαν αἰσθητὴν ποιοῦσι παραλλαγὴν, ἀλλ' ἔστιν ὅτε ἐκ τῶν ἐναντίων ἐν ταῖς ἐπιτολαῖς αὐτῶν καὶ δύσεσι χειμῶνες γίνονται, καὶ ἄνεμοι ψυχροὶ πνέουσιν, ὡς μηδὲν αὐτῶν συμβαλλομένων πρὸς τὴν ἐπίτασιν τῶν καυμάτων· πολλάκις δὲ καὶ ἐν τῷ αὐτῷ ζωδίῳ τῷ ἡλίῳ γίνονται ἀστέρες τῶν εʹ πλανητῶν οἱ μέγιστοι, Φαέθων, Φωσφόρος, Πυρόεις, ἀφ' ὧν καὶ δυνάμεις ἐπὶ τὴν γῆν πίπτουσι, καὶ οὐδὲν παρὰ τὴν αὐτῶν αἰτίαν διαφορώτερον περὶ τὸν ἀέρα γίνεται. Ἐξ οὗ φανερὸν, ὅτι οὐδὲν συμβάλλονται πρὸς τὴν ἐπίτασιν τῶν καυμάτων οὔθ' οἱ ἀπλανεῖς οὔθ' οἱ πλανῆται ἀστέρες· εἰ γὰρ δύναμίν τινα προσεφέρετο ὁ Κύων, ἔδει κατὰ
And that the star is not the cause of the intensification of the heats is manifest from the things about to be said. For first, often both more and greater stars rise together with the sun, and they make no perceptible variation, but sometimes on the contrary at their risings and settings storms take place, and cold winds blow, as though they contributed nothing towards the intensification of the heats; and often also in the same zodiacal sign with the sun there come to be the greatest stars of the 5 planets, Phaethon, Phosphorus, Pyrois, from which powers also fall upon the earth, and nothing more different takes place about the air on account of their cause. From which it is manifest that neither the fixed stars nor the planetary stars contribute anything towards the intensification of the heats; for if the Dog-star brought to bear any power, it would be necessary according to
Notes, col. 849

On the reading

Printed την, for τὴν.

PG 19:852Read from the page
τὴν ἀνατολὴν τῶν καυμάτων γίνεσθαι ἐπίτασιν· τότε γὰρ ἅμα συνανατέλλει τῷ ἡλίῳ. Οὐ γίνεται δὲ τοῦτο· ἀλλὰ κατὰ τὴν ἐπιφαινομένην ἐπιτολὴν τὰ μέγιστα καύματα γίνεται. Περὶ γὰρ τὸν καιρὸν τοῦτον ὁ ἥλιος διὰ τὰς προειρημένας αἰτίας παραίτιός ἐστι τῆς ἐπιτάσεως τῶν καυμάτων. Ἐν Ῥόδῳ μὲν γὰρ μετὰ λʹ ἡμέρας τῆς τροπῆς ἐπιτέλλει ὁ ἀστὴρ, ἐν ἄλλοις δὲ τόποις μετὰ μʹ ἡμέρας τῆς θερινῆς τροπῆς, οἷς δὲ μετὰ νʹ· ὥστε μηκέτι τὴν ἐπίτασιν τῶν καυμάτων τὴν ἐπιτολὴν αὐτοῦ ποιεῖσθαι ἑκάστῳ φανερὸν, ὅτι ὁ μὲν τὴν ἐπίτασιν τῶν καυμάτων περιέχων καιρὸς εἷς ἐστιν ὁ μετὰ τὰς θερινὰς τροπὰς ἡμέρας λʹ· ἐν δὲ τῷ χρόνῳ τούτῳ παρ' οἷς μὲν ὁ Κύων ἐπιτέλλει, καὶ τὸν καιρὸν μηνύει, παρ' οἷς δὲ ἄλλο τι τῶν κατηστερισμένων ἄστρων· οὐ γὰρ ἅμα πᾶσι τοῖς ἄστροις τὰς ἐπιτολὰς καὶ τὰς δύσεις συμβαίνει γίνεσθαι.
rising an intensification of the heats takes place; for then it rises together at the same time with the sun. Yet this does not happen; rather, at the apparent rising the greatest heats occur. For around this time the sun, on account of the aforesaid causes, is a contributing cause of the intensification of the heats. For in Rhodes the star rises 30 days after the solstice, in other places 40 days after the summer solstice, and for others after 50; so that it is manifest to everyone that its rising no longer produces the intensification of the heats, because the season comprehending the intensification of the heats is one, namely that of 30 days after the summer solstice; and in this time among some the Dog rises and indicates the season, while among others some other of the constellated stars does so; for it does not happen for all the stars that their risings and settings take place at the same time.
Τὸ δὲ λεγόμενον ὑπὸ τῶν πλείστων, ὅτι περὶ τὸν καιρὸν τοῦτον ἀνατέλλει σὺν τῷ ἡλίῳ, παντελῶς ἐστιν ἰδιωτικόν. Ἐν γὰρ τούτῳ τῷ χρόνῳ πλεῖστον ἀπὸ τοῦ ἡλίου διέστηκεν ὁ ἀστήρ. Ὁ μὲν γὰρ ἥλιος πάντως ἐπὶ τοῦ θερινοῦ τροπικοῦ κύκλου τὴν πάροδον ποιεῖται· ὁ δὲ ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ κύκλου κεῖται· ὥστε πλεῖστον ἀπ' ἀλλήλων διάστημα ἀπέχειν αὐτούς. Πῶς ἂν οὖν δύναιτο παραίτιος γίνεσθαι τῆς ἐπιτάσεως τῶν καυμάτων; ἐπίτασιν δὲ ἐποίει ἂν, εἴ τινα δύναμιν εἶχεν ὁ ἀστὴρ, ἅμα γινόμενος τῷ ἡλίῳ κατὰ χειμερινὰς τροπὰς, ὅταν ἐπὶ τοῦ αὐτοῦ κύκλου φέρηται ὁ ἀστὴρ τῷ ἡλίῳ. Τότε γὰρ ἔδει γενέσθαι τινὰ πρὸς τὸ φαινόμενον αἰσθητὴν περὶ τὸν ἀέρα παραλλαγήν. Οὐ γίνεται δὲ τοῦτο, ἀλλ' ἐκ τῶν ἐναντίων χειμών. Ὅθεν τοῖς παραπήγμασι παράκειται σημεῖον· ὥστε εἶναι φανερὸν ἐκ πάντων, ὅτι οὔθ' οὗτος ὁ ἀστὴρ, οὔτ' ἄλλος οὐδεὶς τηλικαύτην τινὰ δύναμιν ἔχει, ὥστε μεταβολὰς περὶ τὸν ἀέρα κατασκευάζειν· ἀλλ' ἔστι τὸ ἡγεμονικὸν αἴτιον περὶ τὸν ἥλιον· αἱ δὲ τούτων ἐπιτολαὶ καὶ δύσεις ἐπὶ τὴν ἐπίγνωσιν τῶν περὶ τὸν ἀέρα μεταβολῶν παράκεινται. Δι' ἣν αἰτίαν οὐδὲ διὰ παντὸς συμφωνοῦσιν. Ὅθεν βελτίοσιν ἄν τις σημείοις χρήσαιτο τοῖς ὑπὸ τῆς φύσεως ἡμῖν διδομένοις· οἷς καὶ Ἄρατος κέχρηται. Τὰς μὲν γὰρ ἐκ τῶν ἐπιτολῶν καὶ δύσεων τῶν ἄστρων γινομένας μεταβολὰς τοῦ ἀέρος ᾠήθη εἶναι διεψευσμένας· τὰς δὲ φυσικῶς γινομένας καὶ μετά τινος αἰτίας κατεχώρισεν ἐν τῇ τῶν Φαινομένων πραγματείᾳ ἐπὶ πᾶσι τῆς ὅλης συντάξεως. Λαμβάνει γὰρ τὰς προγνώσεις ἀπὸ τῆς τοῦ ἡλίου ἀνατολῆς καὶ δύσεως, καὶ ἀπὸ τῆς σελήνης ἀνατολῶν καὶ δύσεων, καὶ ἀπὸ τῆς ἅλω τῆς γινομένης περὶ τὴν σελήνην, καὶ ἀπὸ τῶν διαϊσσόντων ἀστέρων, καὶ ἀπὸ τῶν ἀλόγων ζώων· αἱ γὰρ ἀπὸ τούτων προγνώσεις, μετά τινος φυσικῆς αἰτίας γινόμεναι,
And what is said by most people, that around this time it rises with the sun, is altogether unlearned. For at this time the star stands at the greatest distance from the sun. For the sun wholly makes its passage upon the summer tropic circle, whereas the other lies upon the winter tropic circle, so that they are at the greatest distance apart from one another. How then could it become a contributing cause of the intensification of the heats? Yet it would produce an intensification, if the star had any power, when coming to be together with the sun at the winter solstice, whenever the star is borne upon the same circle with the sun. For then some perceptible change in appearance would have had to occur around the air. Yet this does not happen, but on the contrary winter. Whence it is set down in the calendar tables as a sign; so that it is manifest from all things that neither this star nor any other possesses so great a power as to contrive changes around the air; rather, the governing cause is around the sun, while their risings and settings are set down for the recognition of the changes around the air. For which reason they do not even always agree. Whence one would make use of better signs, those given to us by nature, which Aratus also has used. For the changes of the air arising from the risings and settings of the stars he deemed to be fallacious; whereas those occurring naturally and with some cause he entered in his treatise of the Phaenomena at the close of the whole composition. For he takes his prognostications from the rising and setting of the sun, and from the risings and settings of the moon, and from the halo occurring around the moon, and from shooting stars, and from irrational animals; for the prognostications from these, occurring with some natural cause,
Notes, col. 852

On the reading

Printed APPPENDIX, for APPENDIX.

PG 19:853Read from the page
κατηναγκασμένα ἔχουσι τὰ ἀποτελέσματα. Ὅθεν καὶ Βόηθος ὁ φιλόσοφος ἐν τῷ τετάρτῳ βιβλίῳ τῆς Ἀράτου ἐξηγήσεως, φυσικὰς τὰς αἰτίας ἀποδέδωκε τῶν τε πνευμάτων καὶ ὄμβρων, ἐκ τῶν προειρημένων εἰδῶν τὰς προγνώσεις ἀποφαινόμενος. Τούτοις δὲ τοῖς σημείοις Εὔδοξος, καὶ ἕτεροι πλείονες τῶν ἀστρολόγων.
have their effects necessitated. Whence also Boethus the philosopher, in the fourth book of his commentary on Aratus, has rendered the causes of both winds and rains as natural, setting forth the prognostications from the aforesaid kinds. And by these signs Eudoxus, and many others of the astronomers.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
Chapter XV.
Περὶ ἐξελιγμοῦ.
On the exeligmos.
Ἐξελιγμός ἐστι χρόνος ἐλάχιστος περιέχων ὅλους μῆνας, καὶ ὅλας ἡμέρας, καὶ ὅλας ἀποκαταστάσεις τῆς σελήνης. Ἐπεὶ γὰρ ὁ μηνιαῖος χρόνος παρετηρήθη ὑπάρχων ἡμερῶν εἴκοσιν ἐννέα αʹ/βʹ, ὡς ἔγγιστα καὶ τριακοστοῦ τρίτου, ἡ δὲ ἀποκατάστασις τῆς σελήνης ἡμερῶν κζʹ καὶ ὀκτωκαιδεκάτου ὡς ἔγγιστα· ἐζητεῖτο χρόνος ὁ ἐλάχιστος, ὅστις περιέχει ὅλας ἡμέρας, καὶ ὅλους μῆνας, καὶ ὅλας ἀποκαταστάσεις· ἐστι δὲ τοιαύτη εὕρεσις· Ἡ σελήνη ἀνωμάλως φαίνεται διαπορευομένη τὸν ζωδιακὸν κύκλον, καὶ περιφέρειάν τινα ἐνεχθεῖσα, ἐν τῇ ἐχομένῃ ἡμέρᾳ μείζονα ταύτης κινεῖται, καὶ ἀεὶ μείζονα ταῖς ἑξῆς ἡμέραις, ἕως ἂν μεγίστην περιφέρειαν κινηθῇ· εἶτ' αὖθις εἰς τὴν ἐλάττονα τῆς προηγουμένης, ἕως ἂν ἐπὶ τὴν ἐξ ἀρχῆς ἐλαχίστην περιφέρειαν ἀποκατασταθῇ. Ὁ δὲ χρόνος ὁ ἀπὸ τῆς ἐλαχίστης κινήσεως ἐπὶ τὴν ἐλαχίστην κίνησιν ἀποκατάστασις καλεῖται. Παρατετήρηται δὲ ὁ ἐξελιγμὸς περιέχων ὅλους μῆνας χξθʹ, ἡμέρας δὲ ,ιθψνϛʹ. Ἐν δὲ τῷ χρόνῳ τούτῳ ποιεῖται τῆς κατὰ μῆκος ἀνωμαλίας ἡ σελήνη ἀποκαταστάσεις ψιζʹ, κύκλους δὲ ζωδιακοὺς διαπορευομένη ἐν τῷ προειρημένῳ χρόνῳ ψκγʹ, καὶ προσεπιλαμβάνουσα μοίρας λβʹ. Ἔχοντες δὲ ταῦτα τὰ φαινόμενα ἐκ παλαιῶν χρόνων ἐζητημένα, δέον συστήσασθαι τὴν κατὰ μῆκος ἀνωμαλίαν ἡμερήσιον τῆς σελήνης, τίς ἐστιν ἐλαχίστη κίνησις αὐτῆς, καὶ τίς ἡ μεγίστη, καὶ τίς ἡ μέση, καὶ τίς ἡ καθ' ἡμέραν παραύξησις καὶ μείωσις αὐτῆς· ἐπιλαμβάνοντες ἐκ τοῦ φαινομένου καὶ τοῦτο, ὅτι ἐὰν μὲν καὶ τὰς ἐλαχίστας κινῆται, πλείονα μὲν τῶν ιαʹ μοιρῶν κινεῖται, ἐλάττονα δὲ τῶν ιβʹ· ὅταν δὲ τὰς μεγίστας κινῆται, πλείονα μὲν τῶν ιεʹ μοιρῶν κινεῖται, ἐλάττονα δὲ τῶν ιϛʹ· ἐπεὶ τοίνυν παρατετήρηται ἡ σελήνη ἐν ἡμέραις ,ιθψνϛʹ διαπορευομένη ζωδιακοὺς κύκλους ψκγʹ, καὶ ἔτι μοίρας λβʹ, ἕκαστος δὲ τῶν κύκλων ἔχει μοίρας τξʹ· ἀνελύσατο τῶν κύκλων πλῆθος εἰς μοίρας, καὶ προσέθηκε τὰς λβʹ. Γίνεται ὁ πᾶς ἀριθμὸς μοιρῶν ,σξτιβʹ. Ἐν ἄρα ἡμέραις μάλιστα ,ιθψνϛʹ διαπορεύεται ἡ σελήνη τὸ προειρημένον πλῆθος τῶν μοιρῶν· ὃ δὴ πλῆθος, εἰς τὸ τῶν ἡμερῶν πλῆθος μερίσαντες, εὑρήσομεν τὴν μέσην ἡμερήσιον κίνησιν τῆς σελήνης. Ὅταν γὰρ μήτε τὴν ἐπίτασιν τῆς κινήσεως, μήτε τὴν ἄνεσιν ὑπολογισάμενοι, ἐξ ὁμαλοῦ μερίσωμεν τὸ τῶν μοιρῶν πλῆθος, τότε ἡ εὑρεθεῖσα κίνησις μέση καλεῖται. Εὑρίσκεται δὲ αὕτη γινομένη μοιρῶν ιγʹ πρώτων ἑξηκοστῶν, καὶ δευτέρων λεʹ. Καλεῖται δὲ τὸ τῆς μιᾶς μοίρας ἑξηκοστὸν πρῶτον ἑξηκοστὸν, τὸ δὲ τοῦ πρώτου ἑξηκοστοῦ ἑξηκοστὸν δεύτερον ἑξηκοστόν· ὁμοίως δὲ τὸ
An exeligmos is the least time comprehending whole months, and whole days, and whole restitutions of the moon. For since the monthly time was observed to be 29 1/2 days plus very nearly a thirty-third, and the restitution of the moon 27 days and an eighteenth very nearly, the least time was sought which comprehends whole days, and whole months, and whole restitutions; and the discovery is such: The moon appears to traverse the zodiac circle неравномерно (irregularly), and having been borne through a certain arc, on the following day it moves through a greater one than this, and always a greater one on the succeeding days, until it has moved through its greatest arc; then back again to one less than the preceding, until it is restored to the least arc from the beginning. And the time from the least motion to the least motion is called a restitution. Now the exeligmos has been observed to comprehend 669 whole months, and 19,756 days. And in this time the moon makes 717 restitutions of its anomaly in longitude, traversing 723 zodiac circles in the aforesaid time, and taking in addition 32 degrees. Having, then, these phenomena investigated from ancient times, it is necessary to establish the daily anomaly in longitude of the moon—what is its least motion, and what the greatest, and what the mean, and what its daily increment and decrement—taking also from observation this fact, that when it moves through its least motions, it moves more than 11 degrees, and less than 12; and when it moves through its greatest, it moves more than 15 degrees, and less than 16; since, therefore, the moon has been observed in 19,756 days traversing 723 zodiac circles, and 32 degrees besides, and each of the circles has 360 degrees, one resolved the multitude of the circles into degrees, and added the 32. The whole number of degrees comes to 260,312. In 19,756 days at most, therefore, the moon traverses the aforesaid multitude of degrees; which multitude, when we have divided it by the multitude of the days, we shall find the mean daily motion of the moon. For whenever, taking into account neither the intensification of the motion nor the slackening, we divide the multitude of the degrees evenly, then the motion found is called mean. And this is found to come to 13 degrees, [10] first sixtieths, and 35 seconds. Now the sixtieth of one degree is called a first sixtieth, and the sixtieth of the first sixtieth a second sixtieth; and likewise the
Notes, col. 853

On the reading

Printed ἐστι δὲ τοιαύτη, for ἔστι δὲ τοιαύτη.