Migne Reading Room

PG 19 · cols. 1168–1177 · Read from the page

Theodore Gaza, On the Months

Theodore Gaza, On the Months

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:1168Read from the page
Αʹ. Πρὸ ἔργου μὲν καὶ τὸ τὰς ὀνομασίας εἰδέναι τῶν μηνῶν, καὶ τάξει χρῆσθαι ὡς Ἀθηναῖοι ἦγον· οὐ ῥᾴδιον δὲ τοῦτο λαβεῖν. Τῶν τε γὰρ πρότερον καὶ τῶν καθ' ἡμᾶς δὴ ἐλλογίμων οἱ μὲν οὐθὲν περὶ τάξεως καὶ χρείας ἔφασαν τούτων· οἱ δὲ τάξιν μέν τινα ἀποδεδώκασι, τὸ ἐφεξῆς οἰόμενοι λέγειν· πόῤῥω δὲ ἀποπλανώμενοι τοῦ ὀρθοῦ ἐλέγχονται φανερῶς. Ἔ⟨ν⟩ιοι δ' ἑρμηνεύοντες, ὅστις μὲν Ἑκατομβαιὼν τῶν μηνῶν, ὅστις δὲ Ποσειδεὼν, καὶ τῶν λοιπῶν ἕκαστος ὡς ἐφαρμόττοι πρὸς τὰ ὀνόματα τῶν μηνῶν, καθάπερ ἄγουσι Ῥωμαῖοι τοὺς χρόνους, οὐδὲν ὅ τι καὶ ὑγιὲς εἰπεῖν ἀποδιδόασιν, οὐδὲ δὴ συνῳδά γε ἀλλήλοις φασίν· ἀλλ' ὁ μὲν Μάρτιον λέγει τὸν Ἑκατομβαιῶνα, ὁ δὲ Ἰούλιον· ὁμοίως δὲ κἀπὶ τῶν ἄλλων διαφωνοῦσιν ἀλλήλοις, ἅμα καὶ διαμαρτάνοντες ἕκαστοι τἀληθοῦς. Καὶ Πλήθων δ' ἐφ' ἡμῶν ἀνὴρ τῶν ἐπιφανῶν, χαλεπὸν ἡγούμενος εὑρεῖν τὸ ἀνάλογον τούτοις, εἴα ἐπιζητεῖν· κἀν τοῖς περὶ νομοθεσίας δὴ λόγοις, περὶ ἡμερῶν καὶ μηνῶν, καὶ ἐνιαυτοῦ ὑφηγούμενος, οὐκ ὀνομάζει ὡς Ἀττικοὶ ἦγον τοὺς μῆνας (καίτοι τἆλλα τὰ περὶ τὴν φωνὴν ἕπεσθαι προθυμούμενος Ἀττικοῖς, καὶ σφόδρα περὶ τοῦτο σπουδάζων), ἀλλ' ὅπερ ἂν ὁ τυχὼν εἴποι, ἁπλῶς οὕτως ἐκ τοῦ συμβεβηκότος καλεῖ, τὸν μὲν πρῶτον, τὸν δὲ δεύτερον, καὶ τοὺς ἄλλους ὁμοίως, ὡς ἕκαστος ἔχει τάξεως πρὸς τὸν πρῶτον· καθάπερ εἴ τις, τοὺς τῆς χειρὸς δακτύλους ὀνομάσαι ἐθέλων, οὐ τὸν μὲν καλεῖ μέγαν, ἢ ἀντίχειρα, τὸν δὲ λιχανὸν, τὸν δὲ μέσον, καὶ τοὺς λοιποὺς ὡσαύτως· ἀλλ' ὑπ' ἀπορίας τῶν ἑκάστοις κειμένων γε ὀνομάτων πρῶτον, καὶ δεύτερον, καὶ τρίτον προσαγορεύει. Ἔοικε δὲ μηδὲ τοῖς πολὺ πρόσθε ῥᾴδιον εἶναι· ὅτι δὴ καὶ Πολυδεύκης, τὰ Ὀνομαστικὰ Καίσαρι Κομμόδῳ συγγεγραφὼς, τὰς μὲν ἡμέρας τοῦ μηνὸς ὅπως ἀριθμητέον τε καὶ ὀνομαστέον λέγει, εἰ καὶ μὴ καλῶς, τοὺς μῆνας δ' αὐτοὺς παρασιγῶν ἀπολείπει. Χρῆν δὲ καταριθμῆσαι καὶ τούτους ὀνομάζοντα καὶ διασαφοῦντα, εἴπερ ᾔδει· ἄλλως τε καὶ Κόμμοδον τῶν ἑτερογλώττων τινὰ Ἀττικίζειν διδάσκοντα τὴν φωνήν. Ἔστι μὲν οὖν οὐ ῥᾴδιον ἀποδοῦναι τοῖς Ῥωμαίων ὀνόμασι τὰ τῶν Ἀθηναίων περὶ τοὺς μῆνας, καὶ τὴν προσήκουσαν τάξιν εὑρεῖν. Οὐ μὴν ἀλλὰ ζητητέον καὶ τῶν ἐπὶ πραγματείαις διαφόροις μνημονευσάντων μηνός του τὰ λεγόμενα ἐπισκεπτέον· καὶ ἐκ πλειόνων συλλογιστέον διορίζοντας, ἐφ' ὅσον διακριβοῦσθαι καὶ περὶ τῶν τοιούτων ἂν εἴη· ὅπως ἂν Ἑλληνικοῖς ὀνόμασι τῶν μηνῶν ἔχω
I. It is indeed worthwhile both to know the names of the months and to use their order as the Athenians reckoned them; yet it is not easy to grasp this. For of the eminent men both of former times and of our own day, some have said nothing concerning the order and use of these; while others have given a certain order, thinking to state their sequence, yet are manifestly convicted of wandering far from what is right. And some, in interpreting which of the months is Hecatombaeon, and which is Posideon, and how each of the rest corresponds to the names of the months according as the Romans reckon times, render nothing whatever that can be called sound, nor indeed do they speak in harmony with one another; but one calls Hecatombaeon March, and another July; and similarly in the case of the others too they disagree with one another, while at the same time each misses the truth. And Plethon too in our own time, a man among the distinguished, deeming it hard to find the equivalent to these, gave up inquiring; and in his discourses on legislation, when giving instruction concerning days and months and the year, he does not name the months as the Attics reckoned them (although in other matters concerning language he is eager to follow the Attics and is exceedingly zealous about this), but, as any ordinary person might say, calls them simply thus from their position, the one first, the other second, and the others similarly according as each stands in order towards the first; just as if someone wishing to name the fingers of the hand should not call the one the great finger or thumb, the other the forefinger, the other the middle finger, and the rest likewise, but for want of the names assigned to each should call them first, and second, and third. And it seems that not even for those long before was it easy; since Pollux too, having written the Onomasticon for Caesar Commodus, tells how the days of the month are to be numbered and named, even if not well, yet passes over in silence and leaves out the months themselves. Yet he ought to have enumerated these also, naming and explaining them, if indeed he knew; especially as he was teaching Commodus, a man of foreign tongue, to speak Attic in his language. It is not easy, therefore, to render the Athenian usage regarding the months by the Roman names, and to find the fitting order. Nevertheless we must inquire, and examine the statements of those who in various treatises have made mention of any month; and from many instances we must infer and determine, so far as exactness may be had concerning such matters too; so that we may be able to use Greek names for the months
PG 19:1169Read from the page
μεν χρῆσθαι, Ἑλληνικῶς φράζοντες, ἀλλὰ μὴ, ὀθνεῖα παραμιγνύντες, ξενίζωμεν περὶ τὴν πατρῷαν φωνὴν, καὶ ἐκμελῆ τὸν λόγον ποιῶμεν. Φιλοσόφου δὲ καὶ τὸ περὶ τούτου ἐσκέφθαι· τῆς αὐτῆς γὰρ ἐπιστήμης ἐστὶν ὀρθῶς τε τοῖς κειμένοις χρῆσθαι ὀνόμασι, καὶ μηδὲν ἀλλοεθνὲς ἐπιπολάζειν τοῖς οἰκείοις ἐᾷν· ὥσπερ ἀμέλει καὶ τὰ μὲν μὴ ὑπάρχοντα νομοθετεῖν, τὰ δὲ μοχθηρῶς ὠνομασμένα τοῖς πολλοῖς διορθοῦσθαι. Οὕτω γὰρ ἂν ἑκάστη τῶν ἐπιστημῶν, βέλτιον τὸ αὑτῆς ἔργον ἀποτελοῦσα, συμβάλλοιτο εἰς τὴν πολιτικὴν κοινωνίαν· μάλιστα δὲ αἱ περὶ τοὺς λόγους.
when speaking in Greek, and not, by mingling alien terms, use foreign expressions in our ancestral tongue and make our speech discordant. And it belongs to a philosopher also to have considered this; for it belongs to the same science both to use the established names rightly and not to suffer anything foreign to prevail over what is native; just as, doubtless, both to legislate names that do not exist and to correct those badly used by the multitude. For thus each of the sciences, accomplishing its own work better, would contribute to the civil community; and above all those concerned with speech.
Μῆνες Ἀθηναίων.
Months of the Athenians.
Βʹ. Δώδεκα μὲν τοίνυν τὸν ἀριθμὸν εἶναι ὀνόματα μηνῶν ταῦτα, ὡς Ἀθηναῖοι ἦγον, πάντες ὁμολογοῦσι·
II. That these names of months, as the Athenians reckoned them, are twelve in number, all agree:
Μουνυχιωνα, Θαργηλιῶνα, Σκιροφοριῶνα, Ἑκατομβαιῶνα, Μεταγειτνιῶνα, Βοηδρομιῶνα, Μαιμακτηριῶνα, Πυανεψιῶνα, Ἀνθεστηριῶνα, Ποσειδεῶνα, Γαμηλιῶνα, Ἐλαφηβολιῶνα.
Munychion, Thargelion, Scirophorion, Hecatombaeon, Metageitnion, Boedromion, Maemacterion, Pyanepsion, Anthesterion, Posideon, Gamelion, Elaphebolion.
Περὶ δὲ τάξεως καὶ τοῦ ἐφεξῆς ἡ διαφορά τε καὶ ἀμφισβήτησίς ἐστι· πρὸς δὲ καὶ περὶ τοῦ, πῶς δεῖ, μεταφέροντας εἰς τὴν Λατίνων φωνὴν, ὀνομάζειν. Πρῶτον δὴ περὶ τάξεως καὶ τοῦ ἐφεξῆς τούτων· ἔπειτα περὶ ἑρμηνείας θεωρητέον. Δοκεῖ γὰρ ὥσπερ στοιχεῖον ἑρμηνείας οὖσα τούτων ἡ τάξις· καὶ τὰ πολλὰ ἴσως τῶν πρὸς τὴν ἑρμηνείαν τεινόντων δέοι ἂν, λαμβάνοντας ἐκ τῶν τῆς συντάξεως οἰκείων, δεικνύειν. Μετὰ δὲ ταῦτα περὶ χρείας ῥητέον· τούτου γὰρ ἕνεκα καὶ τὴν τάξιν εἰδέναι μάλιστα προαιρούμεθα. Καὶ πρὸς τούτοις, εἴ τι ἄλλο πως οἰκεῖον τῇ σκέψει τῇδέ ἐστι, προσληπτέον, βραχύ τι συμπεριλαμβάνοντας, ἵνα μὴ τοῦ ἔργου μεῖζον τὸ πάρεργον γίνηται.
But concerning their order and sequence there is difference and dispute; and besides, concerning how one ought to name them when translating into the Latin tongue. First then we must consider their order and sequence, and next their translation. For the order of these seems to be as it were an element of their translation; and most of the points tending towards their translation one would perhaps have to show by taking them from the properties of their arrangement. And after these things we must speak concerning their use; for it is on account of this above all that we choose to know their order also. And in addition to these, if anything else is in any way proper to this inquiry, we must take it in, comprehending it briefly, so that the by-work may not become greater than the main work.
Περὶ τάξεως τῶν μηνῶν.
Concerning the order of the months.
Γʹ. Εἰλήφθω τοιγαροῦν μὴν ὁ τυχὼν πρῶτος τῷ λόγῳ· ἔστω δὲ, εἰ δοκεῖ, Ποσειδεών· μετὰ Ποσειδεῶνα δὴ εὐθὺς Γαμηλιών. Μάρτυρες δὲ τούτου Ἀριστοτέλης τε καὶ Θεόφραστος, ἄνδρες παλαιᾶς μνήμης, καὶ ἐμπείρως ἔχοντες τῆς Ἀθηναίων φωνῆς. Δεῖ γὰρ μὴ ἀμάρτυρα φάσκειν, ὡς οἱ προτοῦ θέσεις πρὸς τῷ ψευδεῖ καὶ ἀδεσπότους ἀποδεδώκασι, λέγοντες περὶ τούτων· ἀλλ' ἐφ' ἑκάστοις μάρτυρας παρέχεσθαι ἄνδρας ἀξιοπίστους, ὥσπερ ἐν δικαστηρίῳ. Πᾶν γὰρ τὸ ἐν τούτοις πιστὸν οὐκ ἐκ τεκμηρίων καὶ λόγων τοιούτων, ἀλλ' ἐξ ὧν τινες τῶν ἐνδόξων εἶπόν ἐστι. Τούτων δὴ ὁ μὲν ἐν τῇ περὶ τὰ ζῶα ἱστορίᾳ ὧδε λέγει· « Ἡ δὲ θυννὶς ἅπαξ τίκτει· ἀλλὰ διὰ τὸ τὰ μὲν πρώϊα, τὰ δὲ ὄψια προΐεσθαι, δὶς δοκεῖ τίκτειν. Ἔστι δὲ ὁ μὲν πρῶτος τόκος περὶ τὸν Ποσειδεῶνα πρὸ τῶν
III. Let any month whatever, therefore, be taken first in our discourse; and let it be, if you please, Posideon; and immediately after Posideon, Gamelion. Witnesses of this are Aristotle and Theophrastus, men of ancient memory and skilled in the speech of the Athenians. For one must not assert things unattested, as those before us in speaking of these matters have set forth positions that besides being false are also unsupported by authority; but in each case one must bring forward trustworthy men as witnesses, just as in a court of law. For all that is credible in these matters comes not from tokens and arguments of that sort, but from what certain men of renown have said. Of these, then, the one in his History of Animals speaks thus: "The tunny spawns once; but because it brings forth some early and others late, it seems to spawn twice. Now the first spawning is about Posideon before the
Notes, col. 1169

On the reading

Printed Μουνυχιωνα, for Μουνυχιῶνα.

PG 19:1172Read from the page
τροπῶν, ὁ δ' ὕστερος τοῦ ἔαρος. » Θεόφραστος δὲ ἐν τῇ περὶ τὰ φυτὰ ἱστορίᾳ ἀρχὴν εἶναί φησι τοῦ δευτέρου τῶν ἀροτῶν μεθ' ἡλίου τροπὰς χειμερινὰς, τοῦ Γαμηλιῶνος μηνός. Ἔχει δὲ ἡ λέξις αὐτῷ ὧδε· « Καλοῦσι δὲ οὕτως οὐ πρὸς τὴν σπορὰν βλέποντες, ἀλλὰ πρὸς τὴν γένεσιν καὶ τὴν χρείαν ἑκάστου. Ἐπεὶ ἥ γε σπορὰ σχεδὸν ἐν τοῖς ἐναντίοις γίνεται. Χειμερινοῦ γὰρ ἀρχὴ μετὰ τροπὰς θερινὰς, τοῦ Μεταγειτνιῶνος μηνὸς (καλοῦσι δὲ τοῦτον πρῶτον τῶν ἀροτῶν)· τοῦ δευτέρου πάλιν μεθ' ἡλίου τροπὰς χειμερινὰς, τοῦ Γαμηλιῶνος μηνός. » Εἰ δὴ περὶ Ποσειδεῶνα πρὸ τῶν τροπῶν, καὶ Γαμηλιῶνος μετὰ τροπάς· Γαμηλιῶνα μετὰ Ποσειδεῶνα εἶναι ἀνάγκη. Ὡς δὲ καὶ ἐφεξῆς, συμφανὲς ἐκ τοῦ προκειμένου, καὶ τῆς φράσεως τοῦτ' ἀκούειν χρεών. Ὁ γὰρ περὶ Ποσειδεῶνα πρὸ τῶν τροπῶν λέγων καὶ Γαμηλιῶνος μετὰ τροπὰς, ἤτοι περὶ τὸν ὀνομαζόμενον μῆνα τὰς τροπὰς εἶναι βούλεται, ἢ περὶ τὸν ἐγγύτατά γε δηλοῦν. Ὅτι δὲ καὶ χειμερινὸς αὖ ὁ Ποσειδεὼν, δῆλον ἐξ ὧν Ἀριστοτέλης ἐν τῇ αὐτῇ ἱστορίᾳ διευκρινεῖ περὶ ἰχθύων τῶν καλουμένων κεστρέων. Εἰπὼν γὰρ πρόσθεν, ὅτι χειμῶνος ὁ κεστρεὺς τίκτει, μετὰ ταῦτα καὶ τὸν μῆνα, περὶ ὃν τίκτει, ὀνομάζει λέγων, ὅτι Ποσειδεῶνος. Ἄμφω δὲ ταῦτα ἐν τῷ πέμπτῳ τῆς ἱστορίας ἐπὶ τῇδε τῇ λέξει· « Τίκτει δ' ἔνια καὶ χειμῶνος καὶ θέρους· χειμῶνος μὲν λάβραξ, κεστρεὺς, βελόνη· θέρους δὲ περὶ τὸν Ἑκατομβαιῶνα θυννίδες· » εἶτα· « Ἄρχονται δὲ τίκτειν τῶν κεστρέων οἱ μὲν χελῶνες τοῦ Ποσειδεῶνος, καὶ ὁ μύξων καλούμενος, καὶ ὁ κέφαλος· κυοῦσι δὲ τριάκοντα ἡμέρας. » Τοῦτο δ' αὐτὸ πάλιν καὶ ἐν τῷ ἑβδόμῳ φησίν. Ἅμα δὲ δῆλον, ὅτι καὶ τροπικὸς ὁ Ποσειδεών. Εἰ γὰρ περὶ Ποσειδεῶνα πρὸ τῶν τροπῶν, χειμερινὸς δ' ὁ Ποσειδεών· φανερὸν, ὅτι περὶ Ποσειδεῶνα αἱ τρυπαί. Περὶ γὰρ πρῶτον μῆνα τῶν χειμερινῶν γίνονται αἱ τροπαί. Καὶ ἡ « περὶ Ποσειδεῶνα πρὸ τῶν τροπῶν » ῥῆσις, ἄρα τὸ πότε τοῦ μηνὸς διορίζει· ὡς καὶ μετὰ τροπὰς γινομένου τοῦ περὶ τὸν αὐτὸν μῆνα, περὶ ὃν αἱ τροπαί. Οὐ μὴν ἀλλὰ καὶ τῶν ὀρνίθων ἀλκυὼν τίκτει μὲν περὶ τροπὰς χειμερινάς. Διὸ καὶ καλοῦνται, ὅταν εὐδιειναὶ γένωνται αἱ τροπαὶ, Ἀλκυόνειαι ἡμέραι, ἑπτὰ μὲν πρὸ τροπῶν, ἑπτὰ δὲ μετὰ τροπάς· καθάπερ καὶ Ἀριστοτέλης φησί· καλεῖται δὲ Ποσειδεωνὶς τοῖς πολλοῖς ἡ ὄρνις, παρά του τῶν ἀστείων, ὡς ἔοικε, τοὔνομα εἰληφόσι, παρὰ τὸ τίκτειν Ποσειδεῶνος μηνός· ὥστε σημεῖον καὶ τοῦτ' ἂν εἴη τροπικὸν εἶναι τὸν Ποσειδεῶνα, καὶ τῶν χειμερινῶν πρῶτον. Νῦν μὲν οὖν ἐκ τούτων εἰλήφθω χειμερινόν τε καὶ τροπικὸν εἶναι τὸν Ποσειδεῶνα· ὕστερον δὲ καὶ δι' ἀκριβείας μᾶλλον δειχθήσεται. Τὴν δ' ἀκρίβειαν οὐχ ὁμοίως ἐν ἅπασιν ἐπιζητεῖν δεῖ, ἀλλ' ἐν ἑκάστοις κατὰ τὴν ὑποκειμένην ὕλην, καὶ ἐπὶ τοσοῦτον, ἐφ' ὅσον οἰκεία τῇ μεθόδῳ.
solstice, and the latter in the spring." And Theophrastus in his History of Plants says that the beginning of the second ploughing is after the winter solstice, in the month of Gamelion. And his wording runs thus: "They call them so looking not to the sowing, but to the growth and the need of each; since the sowing at least takes place almost at the opposite times. For the beginning of the winter one is after the summer solstice, in the month of Metageitnion (and they call this the first of the ploughings); and of the second again after the winter solstice, in the month of Gamelion." If then it is about Posideon before the solstice, and in Gamelion after the solstice, Gamelion must of necessity be after Posideon. And that it is also next in order is manifest from what is before us, and from the phrasing one must understand this. For he who speaks of about Posideon before the solstice and in Gamelion after the solstice either means that the solstice is about the month named, or at least indicates that it is about the nearest one. And that Posideon on the other hand is also a winter month is clear from what Aristotle in the same history distinguishes concerning the fishes called mullets. For having said previously that the mullet spawns in winter, after this he also names the month about which it spawns, saying that it is in Posideon. And both these statements are in the fifth book of the History in these words: "And some spawn both in winter and in summer: in winter, the bass, the mullet, the pipefish; and in summer, about Hecatombaeon, the tunnies;" then: "And of the mullets the chelones begin to spawn in Posideon, and the one called myxon, and the cephalus; and they go with young thirty days." And this very same thing he says again in the seventh book also. And at the same time it is clear that Posideon is also solstitial. For if it is about Posideon before the solstice, and Posideon is a winter month, it is manifest that the solstice is about Posideon. For the solstice takes place about the first month of the winter ones. And the phrase "about Posideon before the solstice" therefore defines the time of the month, as taking place also after the solstice about the same month about which the solstice is. Moreover, among birds too the kingfisher lays its eggs about the winter solstice. Wherefore also, whenever the solstice is calm, the days are called Halcyon days, seven before the solstice and seven after the solstice, just as Aristotle too says; and the bird is called Posideonis by the many, who have taken the name, as it seems, from some witty person, from its laying in the month of Posideon; so that this too would be a sign that Posideon is solstitial, and first of the winter months. Now then from these things let it be taken that Posideon is both a winter and a solstitial month; and later it will also be shown with greater exactness. Yet one must not seek exactness equally in all things, but in each according to the subject matter, and so far as is proper to the method.
Μετὰ δὲ Γαμηλιῶνα εὐθὺς Ἐλαφηβολιών· τελευταίου γὰρ μηνὸς τῶν χειμερινῶν δεῖ· οὑτοσὶ δὲ τε-
And immediately after Gamelion is Elaphebolion; for there is need of a last month of the winter ones, and this one is the
Notes, col. 1172

On the reading

Printed τρυπαί, for τροπαί.

PG 19:1173Read from the page
λευταῖος. Σημεῖον δέ· Θουκυδίδης γὰρ ἐν τετάρτῃ τῶν ἱστοριῶν τὴν ἐνιαύσιον ἐκεχειρίαν, τὴν γενομένην Λακεδαιμονίοις καὶ Ἀθηναίοις, τελευτῶντος ὀγδόου ἔτους τῷ πολέμῳ, τετράδι ἐπὶ δέκα τοῦ Ἐλαφηβολιῶνος μηνὸς ὁμολογεῖσθαί φησι· τὴν δ' αὐτὴν ἐκεχειρίαν καὶ διελθόντος τοῦ χειμῶνος ἅμα ἦρι τοῦ ἐπιγινομένου θέρους γεγονέναι. Κἀν τῇ πέμπτῃ δ' αὖ τῶν αὐτῶν ἱστοριῶν σπονδὰς γενέσθαι φησὶν ἐπὶ ἄρχοντος Ἀθήνησιν Ἀλκαίου, Ἐλαφηβολιῶνος μηνὸς ἕκτῃ φθίνοντος. Τὰς δ' αὐτὰς σπονδὰς καὶ τελευτῶντος τοῦ χειμῶνος ἅμα ἦρι γενέσθαι φησίν. Ἔτι δ' Ἀριστοτέλης τῶν θηρίων τὴν ἄρκτον ἱστορεῖ τὴν ὀχείαν ποιεῖσθαι τοῦ μηνὸς τοῦ Ἐλαφηβολιῶνος· κύειν δὲ ἡμέρας τριάκοντα, καὶ τίκτειν περὶ τὸν καιρὸν, ὃν φωλεῖ· ὅταν δὲ ἐκθρέψῃ τρίτῳ μηνὶ, ἐκβαίνειν ἤδη τοῦ ἔαρος. Ταῦτα δ' εἰπὼν ἐν ἑβδόμῳ, πάλιν ἐν ὀγδόῳ φησὶ τὴν ἄρκτον ἐντίκτειν περὶ τοῦτον τὸν καιρὸν, καὶ φωλεῖν ἕως ἂν ὥρα ᾖ ἐξάγειν τοὺς σκύμνους· τοῦτο δὲ ποιεῖν τοῦ ἔαρος περὶ τρίτον μῆνα ἀπὸ τῶν τροπῶν. Ὥστ' ἐάν τε τίκτειν ἀπὸ τροπῶν χειμερινῶν περὶ τρίτον μῆνα, ἐάν τε ἐξάγειν ἀπὸ ἐαρινῆς ἰσημερίας περὶ τρίτον ἀκούειν δέῃ· κατ' ἄμφω δὲ τὸν Ἐλαφηβολιῶνά γε μῆνα τελευταῖον εἶναι τῶν χειμερινῶν καὶ τρίτον συμβαίνει. Τίκτειν γάρ φησι περὶ ὃν καιρὸν μάλιστα φωλεῖ· φωλεῖ δὲ τὰ χερσαῖα πάντα τοῦ χειμῶνος, ὡς εἴρηται ἐν τῷ ὀγδόῳ. Χειμερινὸς ἄρα ὁ Ἐλαφηβολιὼν, περὶ ὃν κύει. Οὐ πρῶτος δὲ, οὐδὲ δεύτερος· τρίτος ἄρα· εἴ γε τρεῖς περὶ ἑκάστην τῶν ὡρῶν μῆνές εἰσιν.
last. And a sign of this is: Thucydides in the fourth book of his Histories says that the year's truce made between the Lacedaemonians and the Athenians at the close of the eighth year of the war was agreed upon on the fourteenth of the month of Elaphebolion; and that the same truce took place when the winter had passed, right at the spring of the following summer. And in the fifth book again of the same Histories he says that a treaty was made when Alcaeus was archon at Athens, on the sixth day from the end of the month of Elaphebolion. And he says that the same treaty took place at the close of the winter right at the spring. Furthermore, Aristotle among wild beasts records that the bear mates in the month of Elaphebolion, and goes with young thirty days, and brings forth about the season when it hibernates; and when it has reared its young, in the third month it comes forth already in the spring. And having said these things in the seventh book, again in the eighth he says that the bear brings forth about this season, and hibernates until it is time to lead out its cubs; and that it does this in the spring about the third month from the solstice. So that whether one must understand bringing forth about the third month from the winter solstice, or leading out about the third from the vernal equinox, in both ways it happens that the month of Elaphebolion is last of the winter months and third. For he says that it brings forth about the season when it chiefly hibernates; and all land animals hibernate in the winter, as has been said in the eighth book. Therefore Elaphebolion, about which it goes with young, is a winter month. And it is not the first, nor the second; therefore the third, if indeed there are three months for each of the seasons.
Ἐφεξῆς δ' Ἐλαφηβολιῶνι Μουνυχιών· τέταρτος μὲν γὰρ ἀπ' Ἐλαφηβολιῶνος Σκιροφοριὼν, τρίτος δὲ ἀπὸ Μουνυχιῶνος. Ἀριστοτέλης ἐν τῇ αὐτῇ περὶ ζώων ἱστορίᾳ ὧδε καταριθμούμενος τέταχε· « Τίκτουσι δ' οἱ πλεῖστοι τῶν ἰχθύων ἐν μησὶ τρισὶ, Μουνυχιῶνι, καὶ Θαργηλιῶνι, καὶ Σκιροφοριῶνι. » Δημοσθένης δὲ ἐν τῷ Περὶ παραπρεσβείας λόγῳ· « Ἡ μὲν τοίνυν εἰρήνη, » φησὶν, « Ἐλαφηβολιῶνος ἕκτῃ ἐπὶ δέκα ἐγένετο· ἀπεδημήσαμεν δὲ ἡμεῖς ἐπὶ τοὺς ὅρκους τρεῖς ὅλους μῆνας. Καὶ τοῦτον ἅπαντα τὸν χρόνον ἦσαν οἱ Φωκεῖς σῶοι. Ἥκομεν δὲ ἀπὸ τῆς πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους τρίτῃ ἐπὶ δέκα τοῦ Σκιροφοριῶνος. » Καὶ Αἰσχίνης δὲ ἐν τῇ Περὶ παραπρεσβείας ἀπολογίᾳ, ὑπειπὼν, ὅτι δὴ τὴν ἐπιστολὴν γράψειε Χάρης Ἐλαφηβολιῶνος μηνὸς ἕκτῃ φθίνοντος, ἐπήνεγκε τάδε· « Ἀκούετε, ὅτι Μουνυχιῶνος ἐψηφίσθη τρίτῃ ἱσταμένου· ὁ δὲ Κερσοκλέπτης πόσαις πρότερον ἡμέραις ἀπώλεσε τὴν Θρᾴκην, πρὶν ἐμὲ ἀπιέναι; ὥς φησι Χάρης στρατηγὸς, καὶ ἐπιστολὴ, τοῦ προτέρου μηνός· εἴπερ Ἐλαφηβολιών ἐστι Μουνυχιῶνος πρότερος. »
And next in order to Elaphebolion is Munychion; for Scirophorion is fourth from Elaphebolion, and third from Munychion. Aristotle in the same History of Animals, enumerating them, has arranged them thus: "And most of the fishes spawn in three months, Munychion, and Thargelion, and Scirophorion." And Demosthenes in his speech On the False Embassy: "Now the peace," says he, "was made on the sixteenth of Elaphebolion; and we were away on the embassy for the oaths three whole months. And during all this time the Phocians were safe. And we returned from the embassy for the oaths on the thirteenth of Scirophorion." And Aeschines too in his Defence on the False Embassy, having premised that Chares wrote the letter on the sixth day from the end of the month of Elaphebolion, added these words: "You hear that the decree was passed on the third day of the beginning of Munychion; and how many days before my departure did Cersobleptes lose Thrace? As Chares the general and the letter say, in the former month; if indeed Elaphebolion is before Munychion."
Ὅτι περὶ Μουνυχιῶνα ἡ ἐαρινὴ ἰσημερία.
That the vernal equinox is about Munychion.
Δʹ. Δῆλον δὲ τοῦτ' αὐτὸ καὶ ἐκ τοῦ δεῖν μῆνα συνεχῆ εἶναι, περὶ ὃν ἰσημερία ἐαρινή. Περὶ Μουνυχιῶνα δὲ αὕτη. Θεόφραστος γὰρ ἐν τοῖς αὐτοῖς περὶ ἀροτοῦ, ὥσπερ ἀπὸ τροπῶν εἶναί φησι τὴν ἀρχὴν τοῦ πρώτου, καὶ δευτέρου τῶν ἀροτῶν, ὡς καὶ τὴν τοῦ τρίτου ἀπὸ ἰσημερίας ἐαρινῆς εἶναι ἐνδεικνύμενος· « Ἀρχὴ τοῦ τρίτου, » φησὶν, « ὃν καλοῦσι θερινὸν, Μουνυχιῶνος·
IV. And this very thing is clear also from the fact that the month about which the vernal equinox takes place must be continuous with it. And this is about Munychion. For Theophrastus in the same passages on ploughing, just as he says that the beginning of the first and of the second of the ploughings is from the solstices, so also indicating that that of the third is from the vernal equinox: "The beginning of the third," says he, "which they call the summer one, is in Munychion;
PG 19:1176Read from the page
ἐν ᾧ σπείρεται σίκυος, κολοκύνθη, βλίτον. » Οὐ μὴν ἀλλὰ καὶ τῶν ἰχθύων τοὺς πλείστους τίκτειν περὶ ἐαρινὴν ἰσημερίαν Ἀριστοτέλης φησί· τοὺς δὲ πλείστους καὶ ἐν τρισὶ μησὶ, Μουνυχιῶνι, Θαργηλιῶνι, Σκιροφοριῶνι, ὡς εἴρηται. Οὐκοῦν περὶ Μουνυχιῶνα ἡ ἐαρινὴ ἰσημερία, καὶ ἐφεξῆς Ἐλαφηβολιῶνι Μουνυχιών. Μετὰ δὲ Μουνυχιῶνα εὐθὺς εἶναι Θαργηλιῶνα, εἶτα Σκιροφοριῶνα, ἐπίδηλον οὐκ ἐκ τῶν νῦν δὴ εἰρημένων Ἀριστοτέλους μόνον, ἀλλὰ καὶ ἐκ τῶν λεχθέντων αὐτῷ περὶ βοῶν καὶ ἐλάφων ἐν τοῖς αὐτοῖς περὶ ζώων ἱστορουμένοις. « Ἄρχονται τῆς ὀχείας, » φησὶν, « αἱ βοῦς περὶ τὸν Θαργηλιῶνα μῆνα καὶ τὸν Σκιροφοριῶνα αἱ πλεῖσται· οὐ μὴν ἀλλ' ἔνιαι καὶ μέχρι τοῦ μετοπώρου κυΐσκονται. » Καὶ τοὺς ἐλάφους δὲ ἀποβάλλειν περὶ Θαργηλιῶνα τὰ κέρατα λέγει· τοῦτο δὲ δευτέρῳ μηνὶ τῶν ἐαρινῶν συμβαῖνον ὁρῶμεν. Εἰς ταυτὸ δὲ τείνει καὶ τὸ ἐν τοῖς Μετὰ τὰ φυσικὰ ῥηθέν· ὅτι « ἐξ ἰσημερίας ἐγένετο ὁ πλοῦς, » καὶ « ἐκ Διονυσίων Θαργήλια· » διότι μετὰ τὰ Διονύσια. Δῆλον γὰρ, ὅτι Μουνυχιῶνος καὶ περὶ ἰσημερίαν ἐαρινὴν ἤγετο Διονύσῳ ἡ ἑορτή. Σκιροφοριῶνα δ' ἑξῆς εἶναι Θαργηλιῶνι μαρτυρεῖ καὶ Θεόφραστος ἐν τοῖς αὐτοῖς περὶ φυτῶν, λέγων· « Πεύκην, καὶ ἐλάτην, καὶ δρῦν διαλείπειν περὶ τὴν αὔξησιν, καὶ τρεῖς ἀφιέναι βλαστούς· τὸν μὲν πρῶτον ἄκρου ἔαρος, εὐθὺς ἱσταμένου τοῦ Θαργηλιῶνος· τὸν δὲ δεύτερον διαλιπούσας περὶ τριάκοντα, ἢ μικρῷ πλείους ἡμέρας ἐπιβάλλεσθαι περὶ τὸν Σκιροφοριῶνα μῆνα λήγοντα· τὸν δὲ τρίτον διαλιπούσας περὶ πεντεκαίδεκα ἡμέρας, ἐπιβάλλεσθαι ἓξ ἢ ἑπτὰ ἡμέρας Ἑκατομβαιῶνος. » Μαρτύριον δὲ καὶ τὸ ψήφισμα, ὅπερ Αἰσχίνης προφέρεται ἐν τῷ Κατὰ Κτησιφῶντος λόγῳ. Φησὶ γὰρ γεγράφθαι Θαργηλιῶνος μηνὸς δευτέρᾳ φθίνοντος, ἀγορὰν ποιῆσαι τῶν φυλῶν, Σκιροφοριῶνος δευτέρᾳ ἱσταμένου καὶ τρίτῃ. Ἐπὶ δὲ Σκιροφοριῶνι Ἑκατομβαιῶνα εἶναι δηλοῖ μὲν καὶ ἐκ τῶν νῦν εἰρημένων Θεόφραστος, οὐχ ἥκιστα δὲ καὶ ἐξ ὧν ἱστορεῖ περὶ τῆς τομῆς τοῦ αὐλητικοῦ καλάμου. Λέγει γὰρ πρὸ Ἀντιγενίδου μὲν, ἡνίκα ηὔλουν ἀπλάστως, ὡραίαν τὴν τομὴν εἶναι ὑπ' Ἀρκτούρῳ Βοηδρομιῶνος μηνός· ὕστερον δὲ, ἐπειδὴ εἰς τὴν πλάσιν μετέβησαν, μετακινηθῆναι· τέμνειν γὰρ τοῦ Σκιροφοριῶνος καὶ Ἑκατομβαιῶνος· ὡσπερεὶ πρὸ τροπῶν μικρὸν, ἢ ὑπὸ τροπάς. Καὶ Ἀριστοτέλης δὲ τρεῖς ἐφεξῆς τέταχε τουτουσὶ μῆνας, εἰπών· « Τῶν δὲ μαλακοστράκων οἱ κάραβοι μετὰ τὴν ὀχείαν κυοῦσι, καὶ ἴσχουσι τὰ ὠὰ περὶ τρεῖς μῆνας, Σκιροφοριῶνα, καὶ Ἑκατομβαιῶνα, καὶ Μεταγειτνιῶνα. » Ἔτι δὲ βέβαιον καὶ ἐκ πολλῶν ἄλλων. Μῆνα γὰρ τάξαι δεῖ προσεχῆ, περὶ ὃν αἱ θεριναὶ τροπαί· τέταρτον γὰρ ἀπὸ Μουνυχιῶνος, ὃς δὴ πρῶτος ἦν τῶν ἐαρινῶν. Περὶ Ἑκατομβαιῶνα δὲ αἱ τροπαὶ αἱ θεριναὶ, ὡς καὶ Ἀριστοτέλης διασαφεῖ, λέγων ἐν τοῖς αὐτοῖς περὶ ζώων· « Ἔνια δὲ τίκτει χειμῶνος καὶ θέρους· χειμῶνος μὲν λάβραξ καὶ κεστρεὺς, θέρους δὲ περὶ τὸν Ἑκατομβαιῶνα θυννίδες, περὶ τροπὰς θερινάς· » καὶ πάλιν « Ὀχεύονται θύννοι, καὶ σκόμβροι, » φησὶ, « περ⟨ὶ⟩ τὸν Ἐλαφηβολιῶνα φθίνοντα· τίκτουσι δὲ περὶ τὸν Ἑκατομβαιῶνα ἀρχόμενον. » Ὃ γὰρ πρότερον περὶ
in which cucumber, gourd, and blite are sown." Moreover, Aristotle says that most of the fishes also spawn around the vernal equinox, and most of them in three months, Munychion, Thargelion, and Scirophorion, as has been said. Therefore around Munychion is the vernal equinox, and next after Elaphebolion is Munychion. And that immediately after Munychion is Thargelion, and then Scirophorion, is manifest not only from these things just now cited from Aristotle, but also from the things said by him concerning cattle and deer in the same inquiries concerning animals. "The cows," he says, "begin their mating around the month of Thargelion and Scirophorion for the most part; nevertheless some are impregnated even until autumn." And he says that the deer also shed their horns around Thargelion; and we see this happening in the second month of the spring ones. And to the same effect tends also what is said in the Metaphysics: that "from the equinox came the voyage," and "from the Dionysia the Thargelia," because it is after the Dionysia. For it is clear that in Munychion and around the vernal equinox the festival was celebrated to Dionysus. And that Scirophorion is next after Thargelion, Theophrastus also testifies in the same books concerning plants, saying: "That the pine, and the fir, and the oak pause in their growth, and send forth three shoots: the first at the height of spring, right at the beginning of Thargelion; and the second, after pausing for about thirty or slightly more days, they put forth around the ending of the month of Scirophorion; and the third, after pausing for about fifteen days, they put forth for six or seven days of Hecatombaeon." And a testimony is also the decree which Aeschines brings forward in the speech Against Ctesiphon. For he says that it was written on the second day before the end of the month of Thargelion, to hold an assembly of the tribes on the second and third days of the beginning of Scirophorion. And that after Scirophorion is Hecatombaeon, Theophrastus shows both from the things just now said, and not least also from what he relates concerning the cutting of the flute-reed. For he says that before Antigenides, when they played the flute simply, the seasonable cutting was under Arcturus in the month of Boedromion; but later, when they shifted to the modulated style, it was changed; for they cut it in Scirophorion and Hecatombaeon, just a little before the solstice, or at the solstice. And Aristotle also has arranged these three months in succession, saying: "Of the crustaceans, the spiny lobsters conceive after mating, and hold their eggs for about three months, Scirophorion, and Hecatombaeon, and Metageitnion." And it is further confirmed from many other things as well. For one must place next the month around which the summer solstice falls: for it is fourth from Munychion, which indeed was the first of the spring months. And around Hecatombaeon is the summer solstice, as Aristotle also makes clear, saying in the same books concerning animals: "Some bring forth in winter and in summer: in winter the sea-bass and the mullet, and in summer around Hecatombaeon the female tunnies, around the summer solstice;" and again, "Tunnies and mackerels mate," he says, "around the waning of Elaphebolion, and bring forth around the beginning of Hecatombaeon." For what he previously concerning
PG 19:1177Read from the page
τροπὰς θερινὰς ειπε, τοῦτ' αὐτὸ ὕστερον περὶ Ἑκατομβαιῶνα ἀρχόμενον λέγει· ὡς ἄρα περὶ Ἑκατομβαιῶνα ἀρχόμενον τῶν θερινῶν γινομένων τροπῶν· ὁμολογούμενον δὲ τούτοις καὶ τὸ περὶ τομῆς τοῦ αὐλητικοῦ καλάμου Θεοφράστῳ λεχθέν· « Τέμνουσι γὰρ δὴ νῦν, » φησὶ, « τοῦ Σκιροφοριῶνος καὶ Ἑκατομβαιῶνος, ὡσπερεὶ πρὸ τροπῶν μικρὸν, ἢ ὑπὸ τροπάς· » καὶ τὸ πρότερον δὴ παρατεθὲν, ὅτι τροπὰς θερινὰς, τοῦ Μεταγειτνιῶνος μηνός· εἴ γε μετὰ Ἑκατομβαιῶνα Μεταγειτνιὼν ἐφεξῆς.
the summer solstice said, this very same thing he later states as being around the beginning of Hecatombaeon, since the summer solstice takes place around the beginning of Hecatombaeon; and in agreement with these is also what was said by Theophrastus concerning the cutting of the flute-reed: "For now indeed they cut it," he says, "in Scirophorion and Hecatombaeon, just a little before the solstice, or at the solstice;" and what was previously cited, that after the summer solstice, in the month of Metageitnion: since after Hecatombaeon is Metageitnion next in order.
Ὅτι ἀρχὴ ἐνιαυτοῦ Ἀθηναίοις ὁ Ἑκατομβαιών.
That Hecatombaeon is the beginning of the year for the Athenians.
Εʹ. Καὶ Ἀθηναῖοι δὲ τοῦ ἐνιαυτοῦ ἤρχοντο ἀπὸ Ἑκατομβαιῶνος, διὰ τὸ τὰς τροπὰς γίνεσθαι περὶ αὐτόν. Ἀπὸ γὰρ θερινῶν τροπῶν ἡ ἀρχὴ ἦν ἐκείνοις τοῦ ἔτους· ὥσπερ Ῥωμαίοις ὕστερον ἀπὸ τῶν χειμερινῶν. Ἀρχὴν μὲν οὖν εἶναι τοῦ ἔτους τὸν Ἑκατομβαιῶνα δῆλον Δημοσθένης ποιεῖ ἐν τρίτῳ τῶν Ὀλυνθιακῶν, λέγων· « Μετὰ δὲ ταῦτα, διελθόντος τοῦ ἐνιαυτοῦ τούτου, Ἑκατομβαιὼν, Μεταγειτνιὼν, Βοηδρομιών· τούτου τοῦ μηνὸς μόγις μετὰ μυστήρια δέκα ναῦς ἀπεστείλατε. » Ἐπιδείκνυσι γὰρ τὴν Ἀθηναίων ἀμέλειαν καὶ εἰς τρεῖς ἔτι μῆνας τοῦ ἐπιόντος ἐνιαυτοῦ προσπαρατετάσθαι· ὡς δ' ἀπὸ θερινῶν τροπῶν εἶναι τὴν ἀρχὴν, Σιμπλίκιος, ἐξηγούμενος Ἀριστοτέλους τῆς φυσικῆς ἀκροάσεως τὸ πέμπτον, ὧδε περὶ τοῦ φύσει προτέρου καὶ ὑστέρου λέγων πιστοῦται· « Ἃς δὲ ἡμεῖς ποιούμεθα ἀρχὰς, ἐνιαυτοῦ μὲν περὶ θερινὰς τροπὰς, ὡς Ἀθηναῖοι· ἢ περὶ μετοπωρινὰς, ὡς οἱ περὶ τὴν νῦν καλουμένην Ἀσίαν· ἢ περὶ χειμερινὰς, ὡς Ῥωμαῖοι· ἢ περὶ ἐαρινὰς, ὡς Ἄραβες καὶ Δαμασκηνοί· μηνὸς δὲ, ὥς τινες, ἀρχὴν τὴν πανσέληνον λέγουσιν ἢ τὴν νέαν· ἔσονται θέσει αὗται. » Πάλιν εἰ ἀρχὴ μὲν τοῦ ἔτους ἀπὸ τροπῶν θερινῶν Ἀθηναίοις, ὡς Σιμπλίκιος λέγει· θέρους δὲ περὶ τὸν Ἑκατομβαιῶνα περὶ τροπὰς τίκτουσι θυννίδες, ὡς Ἀριστοτέλης· συμπέρασμα, ὅτι ἀρχὴ τοῦ ἔτους ὁ Ἑκατομβαιὼν, τροπικὸς ὢν θερινός. Ἀλλὰ μὴν καὶ ἑορτὴν Ἀθηναῖοι τότε ἦγον δημοτελῆ, καὶ ἔθυον μεγαλοπρεπῶς τῷ Ἡλίῳ, ὡς περὶ τροπὰς ὄντι· ὅθεν καὶ τοὔνομα τῷ μηνὶ Ἑκατομβαιὼν, Κρονίῳ πρότερον, ὡς Πλούταρχός φησι, καλουμένῳ.
Chapter V. And the Athenians also began their year from Hecatombaeon, because the solstice takes place around it. For from the summer solstice was the beginning of the year for them, just as for the Romans later from the winter one. Now that Hecatombaeon is the beginning of the year Demosthenes makes clear in the third of the Olynthiacs, saying: "And after these things, when this year had passed by, Hecatombaeon, Metageitnion, Boedromion: in this month scarcely after the mysteries did you send out ten ships." For he shows that the negligence of the Athenians was prolonged even into three further months of the following year; and that the beginning is from the summer solstice, Simplicius, expounding the fifth book of Aristotle's Physics, confirms by speaking thus concerning what is prior and posterior by nature: "And the beginnings which we make, of the year around the summer solstice, like the Athenians; or around the autumnal equinox, like the inhabitants of what is now called Asia; or around the winter solstice, like the Romans; or around the vernal equinox, like the Arabs and Damascenes; and of the month, as some call the full moon or the new moon the beginning: these will be by convention." Again, if the beginning of the year for the Athenians is from the summer solstice, as Simplicius says, and in summer around Hecatombaeon around the solstice the female tunnies bring forth, as Aristotle says: the conclusion is that Hecatombaeon is the beginning of the year, being that of the summer solstice. Moreover, the Athenians also celebrated at that time a public festival, and sacrificed magnificently to the Sun, as being at the solstice; whence also the name Hecatombaeon for the month, which previously, as Plutarch says, was called Cronius.
Κέκος δὲ, Πρόκλου χλευάζων, γελοίως τὰς Ἡσιόδου ἐξηγεῖται ἡμέρας, ἕτερον εἶναι μῆνα Ἑκατομβαιῶνος τὸν Κρόνιον ὑπολαμβάνων, καὶ τρίτον συντάττων ἀπὸ Ἑκατομβαιῶνος· καὶ Θαργηλιῶνα μὲν καὶ Μεταγειτνιῶνα μηδαμῶς ὀνομάζων ὑπ' ἀμαθίας, Ληναιῶνα δὲ (ὃν καὶ αὐτὸς ᾔδει Ἰανουάριον ὄντα) καταλέγων ἐν τοῖς τῶν Ἀθηναίων μησὶ, καὶ δεύτερον τιθεὶς ἀπὸ Ἑκατομβαιῶνος. Ἑκατομβαιῶνα μὲν οὖν εἶναι μετὰ Σκιροφοριῶνα εὐθὺς, καὶ περὶ Ἑκατομβαιῶνα τὰς θερινὰς εἶναι τροπὰς, φανερὸν δὴ ἐνθένδε· Μεταγειτνιῶνα δ' ἑξῆς εἶναι, εἶτα Βοηδρομιῶνα, δήλωσις μὲν καὶ τὰ Δημοσθένους ἄρτι εἰρη-
And Cecus, jeering at Proclus, ridiculously expounds the Days of Hesiod, supposing Cronius to be a different month from Hecatombaeon, and ranking it third from Hecatombaeon; and out of ignorance not naming Thargelion and Metageitnion at all, while reckoning Lenaeon (which he himself also knew to be January) among the months of the Athenians, and placing it second from Hecatombaeon. That Hecatombaeon, therefore, is immediately after Scirophorion, and that the summer solstice is around Hecatombaeon, is plain from this; and that Metageitnion is next in order, and then Boedromion, is shown both by the words of Demosthenes just now spoken-
Notes, col. 1177

On the reading

Printed ειπε, for εἶπε.